Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η εκλογή της Παρθένου και η εκπλήρωση του σκοπού της δημιουργίας

Ανάλυση της ύψιστης αγιότητας της Θεοτόκου σε σχέση με τον αρχικό σκοπό της δημιουργίας και η μεταμόρφωση της κτίσης μέσω της ενσάρκωσης του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 6

Τί τῆς εὐγνωμοσύνης ταύτης γένοιτ’ ἂν ἴσον; Καὶ τίς ἂν ἦν, εἰ τὸ πᾶν προῄδει σαφῶς, καὶ τὸ παρὰ τῶν ἐλπίδων εἶχε πτερόν; Τί οὖν οὐκ ἐμάνθανεν; ἢ δῆλον ὡς οὐκ ἦν, ᾗ χρῆν, προχωρῆσαι, μηδεμίαν ἤδη καταλιποῦσαν ἁγιωσύνης ὑπερβολήν· οὐδ’ ἦν ὃ προσθήσειν εἶχε τοῖς οὖσιν, οὐδ’ ἐξῆν, ὅπως εἰς φιλοσοφίαν γένοιτο μείζων, αὐτὴν καταλαβοῦσα τὴν κορυφήν. Εἰ γὰρ ἐνεχώρει ταῦτα, καί τις ἦν τῶν κατωρθωμένων ἀρετῆς ὑπερβολὴ περαιτέρω, οὐκ ἂν ἠγνόησεν, ἐφ’ ᾧ τὸν βίον τοῦτον εἰσῆλθε, τοῦ Θεοῦ διδάσκοντος, ἵνα καὶ τὸ λεῖπον δράμῃ καὶ πρὸς τὸ μυστήριον βέλτιον ἔχῃ παρασκευῆς. Οὔτε γὰρ ἔστιν εἰπεῖν, ὡς οὐκ ἂν ἦν ἡ παρθένος ἀπὸ τῶν ἐλπίδων τούτων εἰς φιλοσοφίαν ἀμείνων, εἴπερ ὅλως ἦν, ᾧ γέγονεν ἂν ἑαυτῆς βελτίων, ἥ γε, καὶ τῶν εἰς ἀρέτην ἐναγόντων οὐκ ὄντων, οὕτω καλῶς ἤσκησε τὴν ψυχὴν, ὥστε πάσης ἀνθρωπείας φύσεως προὐκρίθη παρὰ Θεῷ δικαστῇ· οὔτε τὸν Θεὸν εἰκὸς τὴν μητέρα τὴν ἑαυτοῦ, μὴ πᾶσι κοσμῆσαι τοῖς ἀγαθοῖς, καὶ πρὸς τὸν πάντων ἄριστον καὶ κάλλιστον καὶ τελεώτατον πλάσαι τρόπον.

8. Ἐπεὶ δὲ σεσίγηκεν, καὶ τῶν μελλόντων οὐδὲν προεῖπεν αὐτῇ, δῆλος ἐγένετο μηδὲν ὧν τῇ παρθένῳ συνῄδει, κάλλιον ἢ μεῖζον γινώσκων· ὅθεν δῆλον, ὡς οὐ τῶν ὄντων ἀνθρώπων μητέρα τὴν ἀρίστην, ἀλλὰ τὴν ἀρίστην ἁπλῶς εἵλετο· οὐδ’ ἣ παντὸς τοῦ γένους ἄμεινον αὐτῷ προσῆκεν, ἀλλ’ ἣ διὰ πάντων αὐτῷ προσῆκεν, ὥστε αὐτῷ πρέπειν εἶναι μητέρα.

Ὅλως γὰρ ἦν ἀνάγκη τὴν φύσιν τῶν ἀνθρώπων πρέπουσαν τῷ ἔργῳ ποτὲ παρασχεῖν ἑαυτὴν, ὑπὲρ οὗ τὴν ἀρχὴν ἐδημιουργήθη, καί τινα ἐνεγκεῖν ἄνθρωπον, δυνάμενον ἀξίως τῷ σκοπῷ τοῦ δημιουργοῦ λειτουργῆσαι. Ἐπεὶ μηδ’ ἔκτισε μὲν αὐτὴν ὁ Θεὸς πρὸς ἄλλο τι βλέπων· πρὸς τοῦτο δὲ ὕστερον ἔγνω χρήσασθαι· καθάπερ ἃ τῶν ὀργάνων, ἄλλων γενόμενα τεχνῶν εἰς ἄλλας βιαζόμεθα τέχνας, ὥστε μηδεμίαν ἀνάγκην εἶναι τῷ σκοπῷ διὰ πάντων συμβαίνειν· ἀλλὰ τοῦτο ζητῶν ἐποίησεν, ἵνα, γεννηθῆναι δεῆσαν, τὴν μητέρα παρ’ αὐτῆς λάβῃ, καὶ ταύτην ὑποθέμενος πρότερον, καθάπερ τινὰ κανόνα, τὴν χρείαν, εἰς αὐτὴν ἔπειτα πλάττει τὸν ἄνθρωπον· ὅθεν ἀνάγκη διὰ πάντων ἁρμόττειν.

Οὔτε γὰρ ἄλλο τι δεῖ τιθέναι τέλος τῆς ἀνθρώπου δημιουργίας πρὸ τοῦ πάντων ἀρίστου, καὶ ὃ τὴν ἁπασῶν μεγίστην τῷ τεχνίτῃ φιλοτιμίαν ἔχει καὶ δόξαν· οὔτε τὸν Θεὸν εἰκὸς, ἐν οἷς ποιεῖ, καθοτιοῦν τοῦ πρέποντος ἁμαρτάνειν. Ὅπου γε καὶ οἰκιῶν ἐργάται τοῦτο δύνανται, καὶ ἱματίων καὶ ὑποδημάτων τεχνῖται· καὶ τῷ τέλει τὸ ἔργον ἀκόλουθόν ἐστι πανταχοῦ, καίτοι τῆς ὕλης οὐ παντελῶς ἐκεῖνοι κρατοῦσιν, οὐδ’ εἴκει παντάπασιν αὐτοῖς, ἀλλ’ ἔστιν ὅπως καὶ πολεμεῖ· καὶ ὅμως τῇ τέχνῃ πρὸς τὸν σκοπὸν ἕλκουσιν· ὁ δὲ Θεὸς καὶ τῆς ὕλης ἐστὶ δεσπότης, καὶ τὴν ἀρχὴν αὐτὸς κατὰ τὸ δοκοῦν ἐποίησεν, εἰδὼς ὅπως χρήσεται.

Τί οὖν ἐκώλυσε τὸ προσῆκον, καὶ τὴν ἐν ἅπασιν ὁμολογίαν καὶ συμφωνίαν; Θεὸς μὲν γὰρ ὁ διαιτῶν τὴν οἰκονομίαν· Θεοῦ δὲ τὸ μέγιστον ἔργον, καὶ τῆς ἐκείνου διαφερόντως χειρός· καὶ οὐδέ τινι τῶν ἀνθρώπων ἢ τῶν ἀγγέλων διακόνῳ τὸ πρᾶγμα πιστεύων, ἀλλ’ αὐτὸς χρώμενος ἑαυτῷ. Οὐκοῦν τίνα μὲν ἐργαζόμενον ὁτιοῦν δέον ἐστὶν ἃ δεῖ φυλάττειν, εἰ μὴ τὸν Θεὸν εἰκός; ἐπὶ τίνος δὲ τῶν ἄλλων, εἰ μὴ τοῦ καλλίστου τῶν ἔργων; τίνι δ’ ἂν ἄλλῳ τῶν ἁπάντων, ἐάν γε μὴ αὐτὸς ἑαυτῷ τὸ πρέπον ἀποδιδῷ; καίτοι πρὸ τῶν κοινῶν φροντίδων, τῶν καθ’ ἑαυτὸν καὶ τῶν οἴκοι προστῆναι καλῶς καὶ τὸν ἐπίσκοπον ὁ Παῦλος ἠξίωσεν.

9. Εἶεν. Ὅτε τοίνυν ἅπαντα ταῦτα συνῆλθε κατὰ ταὐτὸν, πρύτανις μὲν ὁ δικαιότατος, διάκονος ἐπικαιρότατος, ἔργον δὲ τῶν ἐξ αἰῶνος ἁπάντων τὸ κάλλιστον, πῶς οὐ τὸ προσῆκον ἅπαν ἐνταῦθα; Καὶ τὴν ἐν ἅπασιν ἁρμονίαν καὶ συμφωνίαν ἔδει σωθῆναι, καὶ μηδὲν ἀπᾷδον συμβῆναι τῇ μεγάλῃ ταύτῃ καὶ θαυμαστῇ πραγματείᾳ. Δι’ ἃ τοίνυν ἀνάγκη τὸν Θεὸν εἶναι δίκαιον, καὶ τοῦ πρέποντος τεχνίτην, καὶ πάντα ζυγῷ τάττοντα καὶ σταθμᾷ, ἀντὶ τούτων πρέπουσα διὰ πάντων αὐτὸν ἡ παρθένος ἤνεγκε, καὶ μήτηρ ὑπῆρξεν οὗ γενέσθαι μήτηρ δίκαιον ἦν· ὥστε ἐκεῖνο ἐξεῖναι εἰπεῖν, ὡς εἰ μηδὲν ἕτερον ἦν κέρδος τοῦ Θεὸν υἱὸν ἀνθρώπου γενέσθαι, ὑπέρ γε τοῦ τὴν παρθένον Θεοῦ δικαίως ἂν ὑπάρξαι μητέρα, μηδὲν ἧττον χρῆναι τοῦτο γενέσθαι, καὶ τῆς τῶν φύσεων καινοτομίας ἱκανὸν εἶναι τοῦτο σχῆμα, τὸ δεῖν τὸν Θεὸν ἑκάστῳ τὸ προσῆκον ἀποδιδόναι, καὶ τὰ δίκαια ποιεῖν.

Εἰ γὰρ ἡ πανάμωμος ἅπαν τὸ δέον ἔσωσε πρὸς αὐτὸν, καὶ ἄνθρωπος οὕτως εὐγνώμων ὤφθη, καὶ τῶν ὀφειλομένων ἐνέλιπεν οὐδὲ ἓν, πῶς οὐ τὸν Θεὸν εἰκός; Καὶ εἰ τὴν παρθένον διέφυγεν οὐδὲν τῶν μητέρα Θεοῦ ποιεῖν δυναμένων, καὶ οὕτω σφοδρὸν εἰς ἐκεῖνον ἔλαβεν ἔρωτα, σχολῇ γε τὸν Θεὸν ἔδει μὴ τὴν ἀντίρροπον ἀμοιβὴν, τὴν υἱοῦ φυλάξαι τάξιν αὐτῇ. Καὶ εἰ δίδωσιν ἄρχοντα τοῖς πονηροῖς κατὰ τὰς καρδίας αὐτῶν, πῶς οὐκ ἂν εἰλήφει μητέρα, τὴν ἐν ἅπασιν ἀληθῶς κατὰ τὴν αὐτοῦ φανεῖσαν καρδίαν;

Οὕτως οἰκεῖον ἦν καὶ συμβαῖνον τῇ μακαρίᾳ τοῖς ὅλοις τοῦτο τὸ δῶρον. Διὰ ταῦτα, τοῦ Γαβριὴλ ὡς αὐτὸν τὸν Θεὸν τέξει σαφῶς εἰπόντος· βασιλεύσει γὰρ, φησὶν, ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· ὥσπερ τι πυθομένη τῶν εἰωθότων, καὶ τῶν τρόπων οὐδὲν ἀλλότριον, οὐδ’ ἀπᾷδον, χαρᾷ δέχεται τὸν λόγον. Καὶ οὕτω μακαρίᾳ γλώσσῃ, ψυχῇ καθαρᾷ θορύβων, καὶ γαλήνης γέμουσι λογισμοῖς· Ἰδοὺ ἡ δούλη Κυρίου, φησί· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

10. Ταῦτα εἶπε, καὶ τὸ ἔργον τοῖς ῥήμασιν ἠκολούθει· καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ τῷ Θεῷ δοῦσα φωνὴν, τὸ δημιουργὸν ἐκεῖθεν τῆς ὁμοθέου σαρκὸς ἐκείνης Πνεῦμα λαμβάνει. Καὶ ἦν ἡ φωνὴ φωνὴ δυνάμεως, εἶπεν ὁ Δαυΐδ· καὶ πλάττεται λόγῳ μητρὸς ὁ τοῦ Πατρὸς Λόγος· καὶ κτίζεται φωνῇ κτίσματος ὁ δημιουργός.

Καὶ καθάπερ τοῦ Θεοῦ, γενηθήτω φῶς, εἰπόντος, αὐτίκα δὴ τὸ φῶς ἦν, οὕτως ἅμα τῇ τῆς παρθένου φωνῇ, τὸ ἀληθινὸν ἀνέτειλε φῶς· καὶ σαρκὶ συνῆν, καὶ κυοφορούμενος ἦν ὁ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὢ φωνῆς ἱερᾶς. Ὢ μέγα δυναμένων ῥημάτων. Ὢ μακαρίας γλώσσης, πᾶσαν ἀθρόον ἀνακαλουμένης τὴν οἰκουμένην. Ὢ θησαυροῦ καρδίας ῥήμασιν ὀλίγοις σῶρον ἡμῖν ἐκχέαντος ἀγαθῶν. Ταῦτα τὰ ῥήματα τὴν γῆν οὐρανὸν ἐποίησε, τὸν ᾍδην δεσμωτῶν ἐκένωσε, τὸν οὐρανὸν ἐξ ἀνθρώπων ᾤκησεν, ἀγγέλους ἀνθρώποις συνήγαγε, μίαν ἡρμόσατο χορείαν γένους οὐρανίου καὶ ἐπιγείου περὶ τὸν ἄμφω ταῦτα τὸ μὲν ὄντα, τὸ δὲ γενόμενον.