Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τοὺς τρεῖς ἱεράρχας

Νικόλαος Καβάσιλας

Το ποιμαντικό, θεολογικό και διδακτικό έργο

Ανάλυση της ποιμαντικής μέριμνας, της αντιμετώπισης των αιρέσεων, της θεομίμητης ευσπλαχνίας, της καθιέρωσης του δογματικού κανόνα και της απόλυτης αρμονίας βίου και διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Οὕτω τοίνυν ἑαυτοὺς παρεσκευακότες καὶ ὁποίους εἰκὸς εἶναι τοὺς κοινοὺς τῶν ἀνθρώπων προστάτας, οἷα κοινοὶ σωτῆρες καὶ ἀρχηγοὶ τῶν βελτίστων θεόθεν δεξάμενοι τὴν τῶν ἀνθρώπων ποιμαντικὴν προστασίαν, ὥσπερ μετ’ ἐκεῖνον ἄρχειν λαχόντες, οὕτως ἐπολιτεύσαντο τὴν ἀρχὴν εἰκόνες Θεοῦ καὶ ὄντες ἀτεχνῶς καὶ καλούμενοι, καὶ θείων καὶ ἀνθρωπίνων, εἰ δεῖ συντόμως φάναι, τεχνῖται. Οὐ μόνον γὰρ τοὺς ἀνθρώπους εὖ ποιοῦντες διετέλουν ἀνάγοντες πρὸς τὰ κρείττω καὶ τὸ καλῶς πολιτεύειν καὶ θεοὺς ἐξ ἀνθρώπων τὸ γοῦν εἰς αὐτοὺς ἧκον τιθέντες, ἀλλὰ καὶ πολλῷ μείζω, Θεοῦ καὶ τῶν θείων ἐποιήσαντο λόγον. Πῶς γὰρ οὐκ ἔμελλον καὶ κινδυνεύουσαν ἤδη πρὸς τὸ μηδέν, ὡς εἰπεῖν, χωρῆσαι τὴν εὐσέβειαν ἐπανάγειν, ἅτε πολὺν ἤδη χρόνον παρὰ τῶν κάκιστα ἀπολουμένων αἱρετιζόντων τυραννουμένην καὶ μονονοὺ κλιθεῖσαν εἰς γόνυ καὶ Θεὸν μὲν εὐμενῆ καὶ ἵλεων τοῖς ὅλοις τιθέντες, ἀνθρώπους δὲ τὰ πρὸς αὐτὸν ὑγιαίνειν παρασκευάζοντες καὶ τῆς εὐσεβείας, ὥσπερ τινὸς ἱερᾶς ἐχομένους ἀγκύρας, ἔπειτα ἐφεξῆς καὶ τὰς ἀγαθὰς πράξεις, ὡς εἰκός, προστιθέναι καὶ τὸ κατ’ ἀρετὴν πολιτεύειν ὡς οὐδενὸς χωρὶς θατέρου τοῖς χρωμένοις λυσιτελοῦντος.

Δεῖ γὰρ ἑκατέρων λόγον ποιεῖσθαι, καὶ ἔργων καὶ πίστεως, τὸν ὑγιαίνειν δι’ ὁλοκλήρου ὡς ἀληθῶς ᾑρημένον καὶ τὸ σύμπαν εἰπεῖν νῦν μὲν κατὰ τῶν αἱρετιζόντων ἱστάμενοι καὶ τὴν ἐκεῖθεν ἀχλὺν διέχοντες, νῦν δὲ τοὺς ἀνθρώπους ὑπὲρ τὴν ὕλην τιθέντες ταῖς θαυμασταῖς ὑποθήκαις καὶ πρὸς Θεὸν ἐπανάγοντες, ὅθεν οὐ καλῶς ἐκβεβήκεσαν. Οὕτω βέλτιστοι πᾶσιν ἐφάνησαν οὐ μόνον σφίσιν αὑτοῖς πολλῶν ἀγαθῶν αἴτιοι καταστάντες, ἀλλὰ καὶ τοῖς ἄλλοις γενόμενοι σπλάγχνα χρηστότητος ἀτεχνῶς, ὡς καὶ κατὰ τὴν τοῦ Θεοῦ καρδίαν ἐπιεικῶς πολιτευόμενοι φανῆναι διὰ πάντων τῷ κοινῷ λυσιτελεῖ συντελοῦντες καὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν εἰς ἅπαν πραγματευόμενοι, ὥσπερ εἰς τοῦτο τὴν ἀρχὴν δήπουθεν καὶ φανέντες. Ὥσπερ γὰρ τὰ τῶν ἀνθρώπων εἰς ἔσχατον ἀπωλείας ἐλθόντα, ἄλλος μὲν οὐδεὶς τῶν ἁπάντων, Θεὸς δὲ σαρκωθεὶς ἐπανήγαγεν, οὕτω μετ’ ἐκεῖνον τοῖς αὐτοῖς μικροῦ περιπεπτωκόσι καὶ Θεὸν καθαρῶς ἀγνοήσασιν ἤρκεσαν πρό γε πάντων οἱ βέλτιστοι πάντων πᾶσαν ἐκ μέσου τιθέντες δυσχέρειαν καὶ θεόθεν φανέντες Θεὸν ἔπειτα αὐτὸν καὶ τοῖς ἄλλοις γνωρίζουσι καὶ ὅπως τούτου πέρι καὶ φρονεῖν καὶ λέγειν προσῆκεν, ὥστε Θεῷ μὲν προσήκοντας εἶναι καὶ συγγενεῖς τινας, ὡς εἰπεῖν, μόνους δὲ πάντων υἱοὺς ὑψίστου δικαίως δήπου καλεῖσθαι.

Εἰ γὰρ δήπου πρό γε πάντων γνώρισμα Θεοῦ τὸ οἰκτίρμων εἶναι κατὰ τὸν θεῖον χρησμόν, γίνεσθε γάρ φησιν οἰκτίρμονες, καθὼς ὁ πατὴρ ἡμῶν οἰκτίρμων ἐστίν, οἱ τοσοῦτον μὲν ἁπάντων ἀνθρώπων εἰληφότες ἔλεον, ὡς μὴ μόνον καθ’ ἑαυτούς, ἀλλὰ καὶ ὑπὲρ σφᾶς αὐτοὺς ἄγειν καὶ προτιθέναι τοῖς ὅλοις, τοσούτους δὲ πόνους ὑπομεμενηκότες ὑπὲρ τῆς αὐτῶν σωτηρίας, οὕτω δὲ καὶ τὰς ψυχὰς ἡδέως εἰς μυρίους δεδωκότες θανάτους, ἵνα ἐκεῖνοι μόνον εὐσεβεῖν ἔχωσι καὶ τὴν γενομένην ἴσχειν δόξαν θεοῦ, πῶς οὐ θεοί τινες ἀτεχνῶς καὶ μάλα σαφῶς βεβαιοῦντες ὡς τῶν λογικῶν τοῦ Χριστοῦ προστατοῦντες θρεμμάτων μετ’ ἐκείνου διὰ τὴν πρὸς αὐτὸν ἀγάπην, μετ’ ἐκείνου τοῖς ὅλοις ἐχρῶντο πράγμασι πάνθ’ ὑπὲρ τούτων καὶ ποιεῖν καὶ πάσχειν ἑτοίμως ἔχοντες.

Καὶ μὴν ἐκεῖνος μὲν μήτε τῆς θεότητος ἐκστὰς καὶ σάρκα λαβὼν δι’ ἡμᾶς τὸ καθ’ ἡμᾶς ἐγεγόνει οἱ δὲ τούμπαλιν ἐσπουδακότες ἐξ ἀνθρώπων θεοὶ γεγενῆσθαι σωτηρία κοινή τις κατ’ ἐκεῖνον πᾶσιν ἐφάνησαν τοῦ κοινῇ λυσιτελοῦντος καὶ τῶν θείων ἕνεκα νόμων πάντα καὶ λέγοντες καὶ ποιοῦντες καὶ πάσχοντες, ὥσπερ διὰ ταῦτα θεόθεν τῷ βίῳ δοθέντες, ἐφ’ ᾧ τῶν ἐκεῖθεν ἐπιταγέντων καὶ νόμων καὶ τῆς κατ’ αὐτὸν εὐσεβείας δημαγωγοὶ καὶ παιδευταὶ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασι γίγνεσθαι τοσούτῳ μείζους τῶν παλαιῶν ἐκείνων νομοθετῶν, ὅσῳ καὶ καθαρώτερον οὗτοι συνεγένοντο τῇ Τριάδι καὶ τὰς ἐκεῖθεν ἐλλάμψεις λαμπροτέρας ἐδέξαντο. Ἐπεὶ καὶ τῆς ὑμνουμένης ἐκείνης κατὰ Μωσέα νομοθεσίας τοσούτῳ μείζους αἱ τῶν μεγάλων δέλτοι καὶ τοῖς ὅλοις καλλίους, ὅσον οὐδὲ παραβάλλεσθαι· λόγων γὰρ καὶ τῆς ἐν λόγοις ῥώμης ἐπὶ τοσοῦτον ἰόντες ὡς μὴ μόνον τοὺς πρὸ αὐτῶν ἐν τούτοις μάλιστα δὴ θαυμασθέντας, ἀλλὰ καὶ τοὺς κατ’ ἐκείνους καὶ τοὺς μετ’ ἐκείνους ὑπερβαλεῖν καὶ πάντας καθάπαξ ἡττωμένους καὶ κάτω χωροῦντας ἀποδεῖξαι περιφανῶς πρῶτοι καὶ μέσοι καὶ τελευταῖοι τοῖς ἐν λόγοις ἀναφανέντες.

Οἱ δὲ καὶ τὴν πάντα νοῦν ὑπερέχουσαν τοῦ Πνεύματος χάριν, ὡς οὐκ οἶδ’ εἴ τις τῶν ἁπάντων προσγεγονυῖαν λαβόντες τοιαύτην ἔπειθ’ ἡμῖν τὴν τῶν σφετέρων λόγων ῥώμην μετ’ ἐκείνης ἀπέδειξαν καὶ οὕτω κρείττω τε ἑαυτῆς καὶ μείζω δεχομένην ἔπαινον καὶ διὰ πάντων τοῖς χρωμένοις λυσιτελῆ, ὡς μὴ μόνον οὐρανὸν καὶ δοκεῖν εἶναι πᾶσι καὶ εἶναι πολλῷ τοῦδε τοῦ ὁρωμένου καὶ καλλίω δήπου καὶ μείζω τὴν θείαν δόξαν διηγουμένων ἀλλὰ καὶ τὸ μέγιστον πάντων στόμα τῷ ὄντι Χριστοῦ ὡς ἐξάγειν ἔχειν ἄξιον ἐξ ἀναξίου καὶ πάντας πρὸς οὐρανὸν μεθιστάναι, μᾶλλον δὲ τὸ τούτων μεῖζον καὶ θεὸν αὐτὸν ὡς εἰπεῖν συνίστησι καὶ κρατύνει καὶ τοῦ ὅπως δεῖ τοῦτον εἰδέναι καὶ οἵαν χρὴ δήπου τὴν περὶ αὐτοῦ δόξαν ἔχειν κοινή τίς ἐστι νομοθεσία καὶ ὅρος οὕτω παντοδαπούς τινας τοὺς τῶν μεγάλων λόγους ἡ τοῦ Πνεύματος ἀπέδειξε χάρις καὶ διὰ πάντων ἰόντας.

Καὶ τοίνυν τοῖς μὲν κάκιστ’ ἀπολουμένοις, τῆς θεότητος ὑβρισταῖς, οὕτω τοι γενναίως πολεμοῦσι καὶ τοῦ Πνεύματος ἐπαξίως ὡς τοὺς μὲν αὐτῶν δόλους καὶ τὰς δεινὰς ὑπὲρ τῆς κακίας ἐνστάσεις οὕτως ἐξελέγχειν εὖ μάλα καὶ τὸ μηδὲν ἀποφαίνειν, ὥσπερ εἰ μηδὲ τὴν ἀρχὴν συνέστησαν, τοὺς δ’ ἐκπεπληγμένους παρασκευάζειν, ὥσπερ τοὺς βροντῇ παταχθέντας ἐστὶν ὁρᾶν, τοῖς δέ γ’ εὐσεβέσι καὶ ὅσοι τῆς καθ’ ἡμᾶς ἱερᾶς ταύτης φατρίας πειθὼ τὴν τύραννον ἐφιστᾶσι καὶ οὕτω ταῖς ἐκεῖθεν ἀνάγκαις πάντας χειροῦνται παντὸς μᾶλλον Ὀρφέως θέλγοντες καὶ κινοῦντες ἐπὶ τὰ κρείττω ὡς καὶ ἐκ τῶν λίθων ἐγείρειν τέκνα τῷ Ἀβραὰμ κατὰ τοὺς θείους λόγους εἰπεῖν. Οὕτως, ὦ παντοδαπῶν ἀγαθῶν τεχνῖται, κηδεμόνες τοῦ κοινοῦ καὶ σωτῆρες ἐφάνητε προσήκοντα τῷ βίῳ καὶ τὸν λόγον ἐπιδειξάμενοι, ὡς μήτε τὰ ἔργα τῶν λόγων ἐνδεῖν μήτε μὴν τοὺς λόγους τῶν ἔργων, ἀλλὰ καταλλήλως παντάπασιν ἔχειν καὶ διὰ πάντων ἀλλήλοις ἁρμόττειν.