Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τοὺς τρεῖς ἱεράρχας

Νικόλαος Καβάσιλας

Προοίμιο: Το χρέος του επαίνου προς τους Τρεις Ιεράρχες

Αναφορά στο καθήκον της απόδοσης τιμής στους Πατέρες και στην ανεπάρκεια του ανθρώπινου λόγου να προσεγγίσει επαρκώς το πνευματικό τους μεγαλείο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

Εἰς τοὺς ἁγίους τρεῖς μεγάλους Ἱεράρχας καὶ οἰκουμενικοὺς διδασκάλους, Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεολόγον καὶ Ἰωάννην τὸν χρυσόγλωττον. Οἶμαί γε τῶν ἐννομωτάτων καὶ δικαιοτάτων εἶναι τὴν γινομένην τοῖς πατράσιν πᾶσαν νέμειν τιμήν, εἴ περ δέ τινας τῶν ἁπάντων πατέρας τῆς καθ’ ἡμᾶς ἱερᾶς ταύτης φατρίας καὶ τοῦ χοροῦ τῶν εὐσεβούντων κορυφαίους, ὡς εἰπεῖν, καὶ προστάτας καὶ ὑμᾶς, ὦ βέλτιστοι πάντων, ἅπαντες, ἴσμεν, μᾶλλον δὲ ὡς οὐδένας τῶν πάντων· μόνοι γὰρ ἁπάντων ὑμεῖς, εἰ δεῖ συντόμως εἰπεῖν ἢ κομιδῇ γε ἐν ὀλίγοις, τοῦ γ’ εὐσεβεῖν ἀνθρώπους τὰ πρὸς Θεὸν αἰτιώτατοι κατέστητε καὶ τῆς κοινῆς σωτηρίας πᾶσι συναγωνισταὶ καὶ συλλήπτορες, ὥστε γε δεῖ καὶ πάντας ἀνθρώπους καὶ κοινῇ καὶ καθ’ ἕνα καὶ τιμᾶν τοῖς γενομένοις ὡς εὐεργέτας ὑμᾶς ἑνὸς οὐδενὸς τὸ παράπαν ἀπεχομένους τῶν εἰς τὴν ὑμετέραν εὐφημίαν φερόντων. Ἀλλὰ τὸ μὲν κοινὸν δίκαιόν γε τοσοῦτον καὶ οὕτω δήπου τὸ παρὰ πάντων ὑμῖν ὀφείλεται θαῦμα, ἐμοὶ δέ τι καὶ πλέον ἔνεστιν· ἔχω γάρ τοι πρὸς τῷ κοινῷ δικαίῳ καὶ τὸν ὑμέτερον τουτονὶ δήπου περὶ ὑμᾶς ἔρωτα καὶ τὴν ἐκεῖθεν ἀνάγκην σπεύδοντα κατὰ τὸ ἔπος ὀτρύνουσαν, ὥστε διὰ πάντων τό γε ὑπὲρ ὑμῶν λέγειν ἀναγκαῖον ἐμοί γε γίγνεσθαι.

Ἐπεί γε, εἰ καὶ τῶν εἰκότων ἔξω πεσούμεθα, ἀγαπήσομέν γε ἐν τοῖς παιδικοῖς ἡττώμενοι, ἄλλως θ’ ὅτι καὶ πάντας τοῦτο παθεῖν ἀνάγκη, τοὺς ὑπὲρ ὑμῶν λέγοντας, ἐπεὶ καὶ πάντα μεθ’ ὑπερβολῆς ἐν ἑαυτοῖς τὰ βέλτιστα συλλαβόντες καὶ πάντας ἐν πᾶσιν ὑπερνικήσαντες, ὥσπερ εἰκὸς τοὺς κοινοὺς τοῦ γένους σωτῆρας, περὶ τοὺς ἐπαίνους τοῖς λόγοις ἠτυχηκότες ἐφάνητε, θαυμαζόμενοι μὲν ὑφ’ ἁπάντων, θαυμαζόμενοι δὲ οὐδὲν μᾶλλον, οὐδ’ ὥστε τοῖς ἐπαίνοις ὁρίζειν, ἀλλ’ ἀεὶ κάτω τιθέναι τοὺς λόγους τῷ ὑπερφυεῖ τῶν πραγμάτων, ὥσπερ εἰς ἀνάγκην δή τινα καταστάντες μικρὰν ἀποφῆναι τὴν φύσιν τοῦ λόγου, ὡς οὐχ ἱκανῶς ἐπὶ πάντα ἀφικνουμένην. Ὑμεῖς γάρ, εἰ δεῖ συντόμως εἰπεῖν οἱ πᾶσαν μὲν ἀρετῆς ἰδέαν ὡς δή τινα μίαν κατωρθωκότες, οὕτω δὲ εἰς ἄκρον καὶ μετ’ ἀκριβείας ἑκάστην, ὡς καὶ κανόνες καὶ στάθμαι καὶ πᾶσι τοῖς ἄλλοις τούτων γενέσθαι θεοείκελοί τινες ἀτεχνῶς· τῆς γὰρ ἀρετῆς ἁπάσης διττῆς οὔσης καὶ εἰς ἄμφω χωρούσης καὶ τῆς μὲν κοινωφελεστάτης καὶ τῷ κοινῷ λυσιτελεῖ συντελούσης, τῆς δὲ πρὸς μόνων τῶν κατορθούντων καὶ μόνοις τοῖς χρωμένοις λυσιτελοῦς, οὕτως ἑκατέρων εἰς ἄκρον ἤλασαν καὶ τοσοῦτον ἀμφοτέρων ἐποιήσαντο λόγον καὶ μὴ μόνον σφίσιν αὐτοῖς ἀλλὰ καὶ τοῖς ἄλλοις γεγόνασιν ἐν καιρῷ, ὡς καὶ μεγάλοι καὶ παρὰ πάντας ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ κατὰ τὸν θεῖον προσειρῆσθαι χρησμόν.