Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἔπη ἡρωϊκά

Νικόλαος Καβάσιλας

Επιτάφιοι στίχοι στον ιεράρχη Νείλο

Ποιητικό εγκώμιο αφιερωμένο στον βίο και την ποιμαντική δράση του θείου του συγγραφέα, ιεράρχη Νείλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

ΣΤΙΧΟΙ ΗΡΩΙΚΟΙ ΤΟΥ ΑΥΤΟΥ <ΚΑΒΑΣΙΛΑ> {στίχοι εἰς τὸν αὑτοῦ θεῖον.} Νείλου κυδαλίμοιο τάφος ὅδε σῶμα καλύπτει, ψυχῆς παρθενικῆς ἁγνότατον τέμενος. Νεῖλε μακάρτατε, σὺ μὴ φαίνων οὐρανὸν ἵκου, ἄμμι δ’ ὄπας ἀλάωσας. ἐπεὶ μύσας φάεα καλὰ εὐσεβέες βοόωσι τεὴν ποθέοντες ἀοιδήν.

Ἐνθάδε κεῖται Νεῖλος εὐσεβέων μέγα κῦδος, ἱ[ε]ρεὺς ἁγνότατος φάος ἠέλιος ἀρχιερήων. ὃς νόος ὑψικέλευθος ἀμύμων, ἴφθιμε Νεῖλε, οὐρανίης σοφίης ἀγακλυτὸν ἔπλετο δῶμα. —Θετταλίη κυδίεσσα, τίη τόσα δάκρυα χεύεις; —Ποιμέν’ ἀπώλεσα λαῶν, καλὸν ἀμύμονα Νεῖλον· τὸν ῥά, τάλαινα ἐγώ, τέκον, τὸν τρέφον οἷς ἐνὶ κόλποις.

Νεῖλος ἐπὶ χθόνα ῥίψας Οὔλυμπόνδ’ ἐβεβήκει. κλεινοὶ μὲν αἰνῶς ἐπατήθησαν βασιλῆες, πένθος δ’ ἔσχεν ἄλαστον· ἱερὸν ποιμένα λαῶν ᾤμωξαν δ’ ἄρα πάντες εὐσεβέες ἀρχιερῆες. Πτωχοὶ δ’ ἐστονάχησαν ἀδρανέες τε γέροντες, οἷσιν σθένος ἔην ἠδ’ ὄλβος Νεῖλος ἀμύμων, ὅττι δὲ μείλιχος ἔπλετο ἤπιος δ’ ἀγανόφρων.