Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἔπη ἡρωϊκά

Νικόλαος Καβάσιλας

Ποιητική απόδοση των ευαγγελικών εντολών

Έμμετρη διατύπωση των προτροπών του Χριστού για την καλλιέργεια της ανεξικακίας και της πραότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

εἰς τὰς θείας τοῦ Σωτῆρος ἐντολάς. Ταῦτα Θεὸς κέλεεν χθονίοισιν ὄφρα φαάνθη· ‘οὐ κραδίην κοτέουσαν ἐνὶ στήθεσι κινήσει οὐ κεδνοῖς ἑτάροις οὐ δυσμενέεσσι κακοῖσιν, ὅς με αἰδεῖται καὶ ὃς ἑταῖρος φίλτατος ἔσται. κἤν τις ἀτασθαλίης φίλος ἀντιβίην χέρα τείνας δεξιτερὴν παρὰ κόρρην αἰσχύνει[εν] ἀνθερεῶνα, μή σε χόλος καθέλῃ ὁ κακῶν πάντων ἐπιίστωρ μηδὲ κακοῖσιν ἀμείβεο ὕβρια τεὴν ἀλεείνων, ἀλλ’ ἐπικλώσας μείλιχος αὐχένι κυκλάδα κόρσην λαιὰν σὴν ἑτέραν προβάλ[λ]ου λοίοντι παρειήν. αὐτὰρ ὃ γούνασι σοῖσιν ἐλεύθερον οἶμον ἀμείβων εἰς ἄλλην ἐλάει ἀέκοντα βίῃ καὶ ἀνάγκῃ, μή μοι τῷ κοτέσῃς, ὁδὸν ἀργαλέην μὴ ἀποείπῃς, ἀλλά, βιαίῃ φωνῇ κλίνας ἥπιον οὖας, ἢν μίλιον κελέει δύο βαῖνε τλήμονι ταρσῷ. ὃν δ’ ἄρα που μερόπων ἐνὶ φρεσὶ<ν> σῇσι νοήσεις ὅτι μενοινᾷ δή σε δικορραφίῃσιν ἰάπτειν εἰς δίκας ἕλκων ἀτάσθαλον μῆκος ὑφαίνων, ὅτι θέλει μετὰ σοῦ δικάσασθαι, ταῦτα μενοινῶν, ὄφρα, δικορραφίῃσι δικασπόλων οὔατα κλέψας, χερσὶν ἀναιδέεσι φίλον ἐκδύσειε χιτῶνα, τούτῳ χλαῖναν ὄπασσον, ξεῖνε, θελήμονι θυμῷ, ὕστατον εἶτα χιτωνίσκον γυμνώσας ὦμον προσκατάθου πλεονέκτῃ † ἵμερον οἷο περήσας †’