Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας

Νικόλαος Καβάσιλας

Η θεία Αναφορά και ο καθαγιασμός των δώρων

Η μεγάλη ευχαριστήρια ευχή, η επίκληση του Αγίου Πνεύματος και η δογματική αναίρεση των λατινικών ενστάσεων περί της αναγκαιότητας της ιερατικής προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 10

ΚΖʹ. Περὶ τοῦ ἁγιασμοῦ τῶν δώρων καὶ τῆς πρὸ τούτου εὐχαριστίας Οὕτω δὲ κάλλιστα καὶ ἱερώτατα διατεθέντας, τί λοιπὸν ἢ πρὸς εὐχαριστίαν τραπῆναι τοῦ χορηγοῦ τῶν ἀγαθῶν ἁπάντων Θεοῦ; ἄλλως τε τὸν πρῶτον ἱερέα μιμούμενος εὐχαριστοῦντα τῷ Θεῷ καὶ Πατρὶ πρὸ τοῦ παραδοῦναι τὸ μυστήριον τῆς κοινωνίας. Καὶ αὐτὸς πρὸ τῆς τελεστικῆς εὐχῆς, καθ’ ἣν ἱερουργεῖ τὰ ἅγια, τὴν εὐχαριστίαν ταύτην ποιεῖται πρὸς τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· «Εὐχαριστήσωμεν τῷ Κυρίῳ»· καὶ πάντων συνθεμένων καί· «Ἄξιον καὶ δίκαιον» ἀνειπόντων, αὐτὸς ἐφ’ ἑαυτοῦ τὴν εὐχαριστίαν προσφέρει τῷ Θεῷ· καὶ δοξολογήσας αὐτὸν καὶ μετὰ ἀγγέλων ἀνυμνήσας καὶ χάριτας ὁμολογήσας τῶν ἀγαθῶν ἁπάντων τῶν ἐξ αἰῶνος ἡμῖν παρ’ αὐτοῦ γενομένων καὶ τελευταῖον αὐτῆς τῆς ἀρρήτου καὶ ὑπὲρ λόγον ἡμῶν ἕνεκα τοῦ Σωτῆρος οἰκονομίας μνησθείς, εἶτα ἱερουργεῖ τὰ τίμια δῶρα καὶ ἡ θυσία τελεῖται πᾶσα. Καὶ τίνα τρόπον;

Τὸ φρικτὸν ἐκεῖνο διηγησάμενος δεῖπνον καὶ ὅπως αὐτὸ παρέδωκε πρὸ τοῦ πάθους τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ὡς ἐδέξατο ποτήριον καὶ ὡς ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἡγίασεν· καὶ ὡς εἶπε δι’ ὧν ἐδήλωσε τὸ μυστήριον, καὶ αὐτὰ τὰ ῥήματα ἀνειπὼν εἶτα προσπίπτει, καὶ εὔχεται καὶ ἱκετεύει τὰς θείας ἐκείνας φωνὰς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Σωτῆρος ἐφαρμόσαι καὶ ἐπὶ τῶν προκειμένων δώρων καὶ δεξάμενα τὸ πανάγιον αὐτοῦ καὶ παντοδυνάμενον Πνεῦμα μεταβληθῆναι, τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ τίμιον αὐτοῦ καὶ ἅγιον σῶμα, τὸν δὲ οἶνον εἰς αὐτὸ τὸ ἄχραντον αὐτοῦ καὶ ἅγιον αἷμα. Τούτων δὲ ηὐγμένων καὶ εἰρημένων, τὸ πᾶν τῆς ἱερουργίας «ἤνυσται καὶ τετέλεσται» καὶ τὰ δῶρα ἡγιάσθη καὶ ἡ θυσία ἀπηρτίσθη καὶ τὸ μέγα θῦμα καὶ ἱερεῖον τὸ ὑπὲρ τοῦ κόσμου σφαγὲν ἐπὶ τῆς ἱερᾶς τραπέζης ὁρᾶται κείμενον· ὁ γὰρ ἄρτος τοῦ Κυριακοῦ σώματος οὐκ ἔτι τύπος, οὐδὲ δῶρον, εἰκόνα φέρων τοῦ ἀληθινοῦ δώρου, οὐδὲ γραφήν τινα κομίζων ἐν ἑαυτῷ τῶν σωτηρίων παθῶν ὥσπερ ἐν πίνακι, ἀλλ’ αὐτὸ τὸ ἀληθινὸν δῶρον· αὐτὸ τοῦ Δεσπότου τὸ πανάγιον σῶμα τὸ πάντα ἀληθῶς ἐκεῖνα δεξάμενον τὰ ὀνείδη, τὰς ὕβρεις, τοὺς μώλωπας, τὸ σταυρωθέν, τὸ σφαγέν, «τὸ μαρτυρῆσαν ἐπὶ Ποντίου Πιλάτου τὴν κάλην ὁμολογίαν», τὸ ῥαπισθέν, τὸ αἰκισθέν, τὸ ἐμπτυσμάτων ἀνασχόμενον, τὸ χολῆς γευσάμενον.

Ὁμοίως καὶ ὁ οἶνος αὐτὸ τὸ αἷμα τὸ ἐκπηδῆσαν σφαττομένου τοῦ σώματος, τοῦτο τὸ σῶμα, τοῦτο τὸ αἷμα τὸ συστὰν ἐκ Πνεύματος ἁγίου, τὸ γεννηθὲν ἀπὸ τῆς μακαρίας Παρθένου, τὸ ταφέν, τὸ ἀναστὰν τῇ τρίτῃ ἡμέρᾳ, τὸ ἀνελθὸν εἰς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

ΚΗʹ. Πόθεν ἀσφαλῶς πιστεύομεν τὸ μυστήριον Καὶ τίς ἡ πίστις; Αὐτὸς εἶπε· «Τοῦτό ἐστι τὸ σῶμά μου», «Τοῦτο τὸ αἷμά μου.» Αὐτὸς καὶ τοῖς ἀποστόλοις ἐκέλευσε καὶ δι’ ἐκείνων ἁπάσῃ τῇ Ἐκκλησίᾳ τοῦτο ποιεῖν. «Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», οὐκ ἂν κελεύσας τοῦτο ποιεῖν, εἰ μὴ δύναμιν ἐνθήσειν ἔμελλε, ὥστε δύνασθαι τοῦτο ποιεῖν. Καὶ τίς ἡ δύναμις; Τὸ Πνεῦμα τὸ ἅγιον, ἡ ἐξ ὕψους τοὺς ἀποστόλους ὁπλίσασα δύναμις, κατὰ τὸ εἰρημένον πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου· «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» Τοῦτο τὸ ἔργον ἐκείνης τῆς καθόδου. Οὐ γὰρ κατελθὸν ἅπαξ εἶτα ἀπολέλοιπεν ἡμᾶς, ἀλλὰ μεθ’ ἡμῶν ἔστι καὶ ἔσται μεχρὶ παντός. Διὰ τοῦτο γὰρ ἔπεμψεν αὐτὸ ὁ Σωτήρ, ἵνα μένῃ μεθ’ ἡμῶν εἰς τὸν αἰῶνα, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό, ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται». Τοῦτο διὰ τῆς χειρὸς καὶ τῆς γλώσσης τῶν ἱερέων τὰ μυστήρια τελεσιουργεῖ.

Καὶ οὐ τὸ ἅγιον Πνεῦμα μόνον ἔπεμψεν ὁ Κύριος ἡμῖν, ὥστε μένειν μεθ’ ἡμῶν, ἀλλὰ καὶ αὐτὸς ἐπηγγείλατο μένειν μεθ’ ἡμῶν, ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀλλ’ ὁ μὲν Παράκλητος ἀοράτως πρόσεστιν, ὅτι σῶμα αὐτὸς οὐκ ἐφόρεσεν.

Ὁ δὲ Κύριος καὶ ὁρᾶται καὶ ἁφῆς ἀνέχεται διὰ τῶν φρικτῶν καὶ ἱερῶν μυστηρίων, ὡς ἂν τὴν ἡμετέραν φύσιν καὶ δεξάμενος καὶ φέρων εἰς τὸν αἰῶνα. Αὕτη ἡ τῆς ἱερωσύνης δύναμις, οὗτος ὁ ἱερεύς. Οὐ γὰρ ἅπαξ ἑαυτὸν προσαγαγὼν καὶ θύσας ἐπαύσατο τῆς ἱερωσύνης, ἀλλὰ διηνεκῆ ταύτην λειτουργεῖ τὴν λειτουργίαν ἡμῖν, καθ’ ἣν καὶ παράκλητός ἐστιν ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν δι’ αἰῶνος, οὗ χάριν εἴρηται πρὸς αὐτόν· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.» Διὰ τοῦτο οὐδεμία τοῖς πιστοῖς περὶ τοῦ ἁγιασμοῦ τῶν δώρων ἀμφιβολία, οὐδὲ περὶ τῶν ἄλλων τελετῶν, εἰ κατὰ τὴν πρόθεσιν καὶ τὰς εὐχὰς τῶν ἱερέων ἀποτελοῦνται.

Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

ΚΘʹ. Περὶ ὧν ἡμῖν ἐνταῦθά τινες Λατῖνοι μέμφονται, καὶ πρὸς τὴν μέμψιν ἀπολογία, καὶ λύσις Ἐνταῦθα δέ τινες Λατῖνοι τῶν ἡμετέρων ἐπιλαμβάνονται. Φασὶ γάρ, μετὰ τὸν τοῦ Κυρίου λόγον, τὸ «Λάβετε, φάγετε» καὶ τὰ ἑξῆς, πρὸς τὸ ἁγιασθῆναι τὰ δῶρα μηδεμιᾶς εὐχῆς ἔτι δεῖσθαι, ὡς ὑπὸ τοῦ Κυριακοῦ λόγου τελούμενα.

Διὰ τοῦτο οἱ μετὰ τὸ ἀνειπεῖν ταῦτα τὰ ῥήματα ἄρτον καὶ οἶνον ὀνομάζοντες καὶ ὡς μήπω ἁγιασθεῖσιν εὐχόμενοι τὸν ἁγιασμόν, πρὸς τῷ ἀπιστίαν νοσεῖν, φασί, καὶ μάταιόν τι καὶ παρέλκον πρᾶγμα ποιοῦσιν. Ὅτι δὲ οὗτός ἐστιν ὁ λόγος, ὁ τὰ δῶρα τελειῶν, ὁ μακάριος, φασί, Χρυσόστομος μαρτυρεῖ λέγων ὅτι καθάπερ ὁ δημιουργικὸς λόγος, τὸ «Αὐξάνεσθε καὶ πληθύνεσθε», εἴρηται μὲν ἅπαξ ὑπὸ τοῦ Θεοῦ, ἐνεργεῖ δὲ ἀεί· οὕτω καὶ ὁ λόγος οὗτος ἅπαξ ῥηθεὶς ὑπὸ Σωτῆρος διὰ παντὸς ἐνεργεῖ. Οἱ τοίνυν τῇ ἑαυτῶν εὐχῇ θαρροῦντες μᾶλλον ἢ τῷ Κυριακῷ λόγῳ, πρῶτον μὲν ἀσθένειαν αὐτοῦ καταγινώσκουσιν, ἔπειτα ἑαυτοῖς θαρροῦντες φαίνονται μᾶλλον· καὶ τρίτον, ἀμφιβόλου πράγματος τῆς ἀνθρωπίνης εὐχῆς τὸ μυστήριον ἐξαρτῶσι, πρᾶγμα τοσοῦτον καὶ ὃ δεῖ βεβαιότατα πιστεύειν ἀμφιβολίας μεστὸν ἀποφαίνουσιν. Οὐ γὰρ ἀνάγκη τὸν εὐχόμενον καὶ εἰσακούεσθαι, κἂν ᾖ Παῦλος τὴν ἀρετήν.

Ταῦτα δὲ πάντα λύειν οὐ χαλεπόν. Καὶ πρῶτον ἀπὸ τῶν τοῦ θείου Ἰωάννου ῥημάτων, οἷς ἰσχυρίζονται. Εἰ γὰρ κατὰ τὸν δημιουργικὸν λόγον καὶ οὗτος ὁ λόγος δύναται, σκοπῶμεν ἐκεῖνο. Εἶπεν ὁ Θεός· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τί οὖν;

Μετὰ τὸν λόγον ἐκεῖνον οὐδενὸς πρὸς τοῦτο δεόμεθα καὶ χρεία ἡμῖν ἄλλου τινὸς πρὸς τὴν αὔξησιν οὐδεμία; ἢ καὶ γάμου καὶ συναφείας δεῖ καὶ τῆς ἄλλης ἐπιμελείας, καὶ τούτων χωρὶς οὐ δυνατὸν συνεστάναι τὸ γένος καὶ προχωρεῖν; Οὐκοῦν καθάπερ ἐκεῖ πρὸς παιδοποιίαν ἀναγκαῖον ἡγούμεθα τὸν γάμον καὶ μετὰ τὸν γάμον ὑπὲρ αὐτοῦ τούτου πάλιν εὐχόμεθα καὶ οὐ δοκοῦμεν ἀτιμάζειν τὸν δημιουργικὸν λόγον, εἰδότες αἴτιον μὲν αὐτὸν εἶναι τῆς γενέσεως, ἀλλὰ τὸν τρόπον τοῦτον διὰ γάμου, διὰ τροφῆς, διὰ τῶν ἄλλων· οὕτω καὶ ἐνταῦθα πιστεύομεν αὐτὸν εἶναι τὸν ἐνεργοῦντα τὸ μυστήριον τὸν τοῦ Κυρίου λόγον· ἀλλ’ οὕτω διὰ ἱερέως, δι’ ἐντεύξεως αὐτοῦ καὶ εὐχῆς. Οὐ γὰρ διὰ πάντων ἐνεργεῖν ἁπλῶς οὐδὲ ὁπωσδήποτε, ἀλλὰ πόλλα τὰ ζητούμενα, ὧν χωρὶς οὐ ποιήσει τὰ ἑαυτοῦ.

Τὸν δὲ τοῦ Χριστοῦ θάνατον τίς οὐκ οἶδεν, ὡς αὐτός ἐστι μόνος ὁ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν εἰσενεγκὼν εἰς τὸν κόσμον; Ἀλλὰ κἀκεῖνο γινώσκομεν, ὅτι μετὰ τὸν θάνατον ἐκεῖνον καὶ πίστεως χρεία καὶ μετανοίας καὶ ἐξομολογήσεως καὶ τῆς τῶν ἱερέων εὐχῆς· καὶ οὐκ ἔστι λυθῆναι τῶν ἁμαρτιῶν ἄνθρωπον μὴ τούτων ἡγησαμένων. Τί οὖν; Ἀτιμάζομεν τὸν θάνατον ἐκεῖνον καὶ ἀσθένειαν αὐτοῦ καταγινώσκομεν, ὅτι νομίζομεν μὴ ἀρκεῖν τὰ παρ’ ἐκείνου, ἐὰν μὴ καὶ τὰ παρ’ ἡμῶν αὐτῶν εἰσενέγκωμεν; Οὐδαμῶς.

Οὐκοῦν οὐδὲ τοῖς εὐχομένοις ὑπὲρ τοῦ τελειωθῆναι τὰ δῶρα τὰ τοιαῦτα ἐγκαλεῖν εὔλογον· ἐπεὶ οὐδὲ τῇ εὐχῇ θαρροῦντες ἑαυτοῖς θαρροῦσιν, ἀλλὰ τῷ δώσειν ἐπαγγειλαμένῳ Θεῷ. Τοὐναντίον μὲν γὰρ ὁ τῆς εὐχῆς ἀπαιτεῖ λόγος. Τοῦτο γάρ ἐστι τὸ ποιοῦν τὴν εὐχὴν τοῖς εὐχομένοις τὸ μὴ θαρρεῖν ἑαυτοῖς περὶ τῶν ζητουμένων, ἀλλὰ παρὰ τῷ Θεῷ μόνῳ πιστεύειν εὑρήσειν αὐτά. Καὶ τοῦτο βοᾷ ὁ εὐχόμενος, δι’ ὧν ἑαυτὸν ἀφείς, εἰς τὸν Θεὸν καταφεύγει, ὡς τῆς ἑαυτοῦ κατέγνω δυνάμεως καὶ διὰ τοῦτο τῷ Θεῷ πᾶν ἐπιτρέπει. Οὐκ ἐμόν, φησί, τοῦτο οὐδὲ τῆς ἐμῆς ἰσχύος, ἀλλὰ σοῦ δεῖται καὶ σοὶ τὸ πᾶν ἀνατίθημι.

Καὶ μάλισθ’ ὅταν τὰ ὑπὲρ φύσιν καὶ πάντα νικῶντα λόγον εὐχώμεθα, οἷα τὰ τῶν μυστηρίων. Τότε γὰρ τῷ Θεῷ μόνῳ θαρρεῖν τοὺς εὐχομένους πᾶσα ἀνάγκη. Ταῦτα γὰρ οὔτε ἐνθυμηθῆναι δυνατὸν ἦν ἄνθρωπον μὴ τοῦ Θεοῦ διδάξαντος, οὔτε ἐπιθυμῆσαι μὴ ἐκείνου παραινέσαντος· οὔτε προσδοκῆσαι λαβεῖν μὴ <παρὰ> τοῦ ἀψευδοῦς τοῦτο ἐλπίσαντος. Ὥστε οὐδὲ εὔξασθαι περὶ τούτων ἐτόλμησεν ἂν οὐδείς, εἰ μή· αὐτὸς ἔδειξεν ἀσφαλῶς ὡς ἄρα αἰτεῖσθαι ταῦτα βούλεται καὶ χορηγεῖν τοῖς αἰτοῦσιν ἑτοίμως ἔχει. Διὰ τοῦτο οὐδὲ ἀμφίβολος ἐνταῦθα ἡ εὐχὴ οὐδὲ τὸ πέρας ἄδηλον ἔχει, αὐτοῦ τοῦ δοῦναι Κυρίου διὰ πάντων δείξαντος ὅτι βούλεται δοῦναι.

Διὰ τοῦτο τῶν μυστηρίων τὸν ἁγιασμὸν τῇ εὐχῇ τοῦ ἱερέως πιστεύομεν, οὐχ ὡς ἀνθρωπίνῃ τινὶ ἀλλ’ ὡς Θεοῦ δυνάμει θαρροῦντες. Οὐ γὰρ διὰ τὸν εὐχόμενον ἄνθρωπον, ἀλλὰ διὰ τὸν ἐπακούοντα Θεόν· οὐδ’ ὅτι ἐκεῖνος ἐδεήθη, ἀλλ’ ὅτι ἡ ἀλήθεια ἐπηγγείλατο δώσειν.

Ὅτι δὲ ὁ Χριστὸς ἔδειξεν ὡς ταύτην ἀεὶ βούλεται διδόναι τὴν χάριν ἡμῖν, οὐδὲ λόγου δεῖται. Διὰ τοῦτο γὰρ εἰς τὴν γῆν ἦλθε καὶ ἐτύθη καὶ ἀπέθανε. Διὰ τοῦτο θυσιαστήρια καὶ ἱερεῖς καὶ πᾶσα κάθαρσις καὶ πᾶσαι ἐντολαὶ καὶ διδασκαλίαι καὶ παραινέσεις, ἵνα τὴν τράπεζαν παραθῇ ταύτην ἡμῖν. Διὰ τοῦτο καὶ τοῦ Πάσχα ἐπιθυμῆσαι ἔλεγεν ἐκείνου, ὅτι τοῦτο ἔμελλε τηνικαῦτα παραδιδόναι τὸ ἀληθινὸν Πάσχα τοῖς μαθηταῖς· διὰ τοῦτο ἐκέλευσε· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», ὅτι τοῦτο βούλεται ἱερουργεῖσθαι ἀεὶ παρ’ ἡμῶν.

Τίς οὖν ἔτι περὶ τοῦ ζητουμένου τοῖς εὐχομένοις ἀμφιβολία γένοιτ’ ἄν, εἰ λήψονται ὃ δέονται μὲν οὗτοι λαβεῖν, ὁ δὲ δοῦναι δυνάμενος διδόναι ἐπιθυμεῖ; Οὕτως οἱ τὸν ἁγιασμὸν τῶν δώρων τῇ εὐχῇ πιστεύοντες οὔτε τοῦ Σωτῆρος τὰς φωνὰς περιορῶσιν, οὔτε ἑαυτοῖς θαρροῦσιν, οὔτε ἀμφιβόλου πράγματος τὸ μυστήριον ἐξαρτῶσι τῆς ἀνθρωπίνης εὐχῆς, ὡς οἱ Λατῖνοι μάτην ἡμῖν ἐγκαλοῦσιν.

Ἐπεὶ καὶ τὸ πανάγιον μύρον, ὃ τῇ θείᾳ κοινωνίᾳ ὁ μακάριος Διονύσιός φησιν «ὁμοταγὴς» εἶναι, τῇ εὐχῇ τελεῖται καὶ ἁγιάζεται. Καὶ ὡς εἴη τελεστικὸν καὶ ἁγιαστικόν, οὐδεμία τοῖς εὐσεβέσιν ἀμφιβολία. Καὶ ἡ τοῦ ἱερέως χειροτονία καὶ ἡ τοῦ ἀρχιερέως τὸν ἴσον τρόπον διὰ τῆς εὐχῆς ἱερουργεῖται. «Εὐξώμεθα γάρ, φησίν, ὑπὲρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ’ αὐτὸν ἡ χάρις τοῦ παναγίου Πνεύματος», μετὰ τὴν ἐπίθεσιν τῆς χειρὸς ὁ χειροτονῶν πρὸς τὸν κλῆρον βοᾷ. Καὶ ἐν τῇ τῶν Λατίνων δὲ Ἐκκλησίᾳ τελουμένῃ χειροτονίᾳ τοῦ ἀρχιερέως, μετὰ τὸ ἐπιχέαι τὸ μύρον ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ὁ τελῶν εὔχεται τὴν χάριν τοῦ ἁγίου Πνεύματος πλουσίαν ἐπ’ αὐτὸν κατελθεῖν.

Καὶ ἄφεσις ἁμαρτιῶν τοῖς μετανοοῦσι διὰ τῆς εὐχῆς τῶν ἱερέων δίδοται. Καὶ τὸ τελευταῖον τοῦ ἐλαίου μυστήριον ὡσαύτως ἡ τῶν ἱερέων εὐχὴ τελεσιουργεῖ· ὃ καὶ ἴασιν σωματικῆς νόσου καὶ ἄφεσιν ἁμαρτιῶν τοῖς τελουμένοις δύναται, ὡς ἡ ἀποστολικὴ παράδοσις ἔχει· «Ἀσθενεῖ γάρ τις ἐν ὑμῖν, φησί, προσκαλεσάτω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας καὶ προσευξάσθωσαν ὑπὲρ αὐτοῦ, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου, καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.» Οἱ τοίνυν τὴν εὐχὴν ἐν τοῖς μυστηρίοις ἀποδοκιμάζοντες πρὸς ταῦτα τί ἐροῦσιν;

Εἰ γὰρ ἄδηλον τὸ παρὰ τῶν εὐχῶν, ὡς αὐτοὶ λέγουσιν, ἄδηλον μὲν ὁ ἱερεύς, εἰ τοῦτο ἔστιν ὃ καλεῖται· ἄδηλον δὲ τὸ μύρον, εἰ δύναται ἁγιάζειν· καὶ οὕτως οὐδὲ τὸ μυστήριον συνεστάναι δύναται τῆς ἱερᾶς κοινωνίας οὔτε ἱερέως ἀληθῶς ὄντος οὔτε θυσιαστηρίου. Οὔτε γὰρ παρὰ ἰδιώτου λεγόμενον τὸν τοῦ Κυρίου λόγον τελεσιουργὸν εἶναι φαῖεν ἂν οὐδ’ αὐτοί, οὔτε χωρὶς θυσιαστηρίου.

Καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἐν ᾧ δεῖ τιθέναι τὸν ἄρτον τῷ μύρῳ ἁγιάζεται, ὃ δὴ μύρον διὰ τῶν εὐχῶν τελεσιουργεῖται. Ἔτι δὲ ἁμαρτιῶν ἄφεσιν τίς ἡμῖν δώσει βεβαίως, τῶν ἱερέων καὶ τῆς αὐτῶν δεήσεως ἀμφιβαλλομένων;

Καὶ οὐδὲν ὅλως ἄλλο λοιπὸν ἢ πάντα τὸν Χριστιανισμὸν ἐκ μέσου ποιῆσαι, ταῖς καινοτομίαις ἀκολουθοῦντας αὐτῶν. Φαίνεται τοίνυν ὡς ἐκείνοις μᾶλλον εἰ ταῦτα ἀξιοῦσιν ἐν ἀμφιβόλῳ κεῖται τὰ τῆς ἀρετῆς, καὶ πολὺν ἔχει τὸ πρᾶγμα κίνδυνον ἀλλότρια τῶν πατρικῶν παραδόσεων καὶ τῆς ἐν αὐταῖς ἀσφαλείας ἐπινοοῦσιν.

Ὅτι μὲν γὰρ εὐχομένοις ὁ Θεὸς ἐπινεύει καὶ δίδωσι Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν καὶ οὐδὲν ἀδυνατεῖ τοῖς μετὰ πίστεως αὐτοῦ δεομένοις, αὐτὸς εἶπεν ὁ Θεὸς καὶ οὐδεμία μηχανὴ μὴ ταῦτα ἀληθῆ εἶναι. Ὅτι δὲ διηγουμένοις ὁτιοῦν τῶν λογίων συμβαίνει τι τοιοῦτον, οὐδαμοῦ λέγεται.

Καὶ τὸ μὲν εὐχῇ τὰ μυστικὰ τελεῖν οἱ Πατέρες παρέδοσαν, ἀπὸ τῶν ἀποστόλων καὶ τῶν ἐκείνους ἐκδεξαμένων παραλαβόντες· τά τε ἄλλα, καθάπερ ἔφην, καὶ τὴν ἱερὰν εὐχαριστίαν μετὰ πολλοὺς ἄλλους καὶ Βασίλειος ὁ μέγας καὶ Ἰωάννης ὁ Χρυσόστομος, οἱ μεγάλοι τῆς Ἐκκλησίας διδάσκαλοι· οἷς τοὺς ἀντιλέγοντας οὐδὲ λόγου τινὸς ἀξιοῦν χρῆ τοὺς εὐσεβεῖν βουλομένους.

Τὸν δὲ τοῦ Κυρίου περὶ τῶν μυστηρίων λόγον, ἐν εἴδει διηγήσεως λεγόμενον, πρὸς ἁγιασμὸν τῶν δώρων ἀρκεῖν οὐδεὶς οὔτε τῶν ἀποστόλων οὔτε τῶν διδασκάλων εἰπὼν φαίνεται· ἀλλ’ ὅτι μὲν ἅπαξ ὑπὸ τοῦ Κυρίου ῥηθεὶς αὐτῷ τῷ ὑπ’ ἐκείνου ῥηθῆναι καθάπερ ὁ δημιουργικὸς λόγος ἀεὶ ἐνεργεῖ, καὶ ὁ μακάριός φησι Ἰωάννης. Ὅτι δὲ νῦν ὑπὸ τοῦ ἱερέως λεγόμενος διὰ τὸ ὑπ’ ἐκείνου λέγεσθαι τοῦτο δύναται, οὐδαμόθεν ἔστι μαθεῖν· ἐπεὶ οὐδ’ αὐτὸς ὁ δημιουργικὸς λόγος ἐνεργεῖ, ὅτι ἐφ’ ἑκάστῳ τῶν γινομένων ὑπό τινος ἀνθρώπου λέγεται, ἀλλ’ ὅτι ἐστὶν ἅπαξ ὑπὸ τοῦ Θεοῦ εἰρημένος.

Λʹ. Ὅτι καὶ τῇ Ἐκκλησίᾳ Λατίνων ἡ τελετὴ κατὰ τὸν αὐτὸν ἡμῖν τελεῖται τρόπον Ὃ δὲ παντελῶς αὐτοὺς ἐπιστομίζει, ὅτι καὶ ἡ τῶν Λατίνων Ἐκκλησία, εἰς ἣν ἀναφέρειν δοκοῦσι, μετὰ τὸν τοῦ Κυρίου λόγον εὔχεσθαι ὑπὲρ τῶν δώρων οὐ παραιτοῦνται.

Λανθάνει δὲ αὐτοὺς ὅτι τε οὐκ εὐθὺς μετὰ τὸν λόγον εὔχονται καὶ ὅτι οὐ σαφῶς ἁγιασμὸν αἰτοῦνται καὶ μεταβολὴν εἰς τὸ Κυριακὸν σῶμα, ἀλλ’ ἑτέροις χρῶνται ὀνόμασι πρὸς τοῦτο φέρουσι καὶ τὰ αὐτὰ δυναμένοις.

Τίς δὲ ἡ εὐχή; «Κέλευσον ἀνενεχθῆναι τὰ δῶρα ταῦτα ἐν χειρὶ ἀγγέλου εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον.» Λεγέτωσαν γὰρ τί ἐστιν αὐτὸ τὸ «ἀνενεχθῆναι τὰ δῶρα»; Ἢ γὰρ τοπικὴν μετάθεσιν αὐτοῖς εὔχονται ἀπὸ τῆς γῆς καὶ τῶν κάτω τόπων εἰς τὸν οὐρανόν, ἢ ἀξίαν τινὰ καὶ τὴν ἀπὸ τῶν ταπεινοτέρων ἐπὶ τὰ ὑψηλότερα μεταβολήν.

Ἀλλ’ εἰ μὲν τὸ πρῶτον, τί τὸ ὄφελος ταύτης ἡμῖν τῆς εὐχῆς ἀφ’ ἡμῶν ἀρθῆναι τὰ ἅγια, ἃ παρ’ ἡμῖν εἶναι καὶ ἐν ἡμῖν μένειν καὶ εὐχόμεθα καὶ πιστεύομεν, ὡς τοῦτο ὂν τὸ εἶναι τὸν Χριστὸν «μεθ’ ἡμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος»; Πῶς δὲ οὐ πιστεύουσιν, εἰ σῶμα Χριστοῦ τοῦτο γιγνώσκουσιν, ὅτι καὶ ἐν ἡμῖν ἐστι καὶ ὑπερουράνιόν ἐστι καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς κάθηται, τρόπον ὃν οἶδεν αὐτός; Πῶς δ’ ἂν εἴη τὸ μήπω ὑπερουράνιον αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ὑπερουράνιον; Πῶς δὲ καὶ ἀνενεχθήσεται ἐν χειρὶ ἀγγέλου τὸ ὑπὲρ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ πᾶν ὄνομα ὀνομαζόμενον;

Εἰ δὲ ἀξίαν τινὰ αὐτοῖς εὔχονται καὶ τὴν ἐπί τι βέλτιον μεταβολήν, οὐκ οἶδα εἴ τινα καταλείψουσιν ἀσεβείας ὑπερβολήν, εἴ γε καὶ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ εἶναι γινώσκουσι καὶ ἐπί τι βέλτιον καὶ ἁγιώτερον ἥξειν αὐτὰ πιστεύουσιν.

Ὅθεν δῆλοι πάντως εἰσὶν ἄρτον ἔτι καὶ οἶνον μήπω δεξάμενα τὸν ἁγιασμὸν εἰδότες αὐτά· καὶ διὰ τοῦτο εὔχονται μὲν ὑπὲρ αὐτῶν ὡς ἔτι δεομένων εὐχῆς, εὔχονται δὲ ἀνενεχθῆναι ὡς ἔτι κείμενα κάτω, καὶ εἰς τὸ θυσιαστήριον ὡς μήπω τεθειμένα, ἵνα ἐκεῖ τεθέντα τυθῶσι. Δεῖται δὲ ἀγγέλου χειρὸς ὡς τῆς δευτέρας ἱεραρχίας τῆς ἀνθρωπίνης, κατὰ τὸν θεῖον Διονύσιον, ὑπὸ τῆς πρώτης ἱεραρχίας τῶν ἀγγέλων βοηθουμένων.

Αὐτὴ ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστι δυναμένη τοῖς δώροις ἢ τὴν εἰς τὸ Κυριακὸν σῶμα καὶ αἷμα μεταβολήν. Οὐ γὰρ δὴ τόπον ὑπὲρ τὸν οὐρανὸν τῷ Θεῷ ἐξῃρημένον, ἐν ᾧ δεῖ θύειν, τὸ θυσιαστήριον ἐκεῖνο νομιστέον. Οὕτω γὰρ οὐ πολὺ διοίσομεν τῶν ἐν Ἱεροσολύμοις λεγόντων ἢ ἐν τῷ ὄρει τῆς Σαμαρείας εἶναι τὸν τόπον ὅπου δεῖ τὸν Θεὸν προσκυνεῖν. Ἀλλ’ ἐπεί, κατὰ τὸν μακάριον Παῦλον, «εἷς Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς Χριστός», πάντα τὰ μεσιτείαν δυνάμενα τὸν ἁγιασμὸν ἡμῖν ἔχοντα μόνος ἐστὶν αὐτὸς ὁ Σωτήρ.

Τίνα δὲ τὰ μεσιτείαν δυνάμενα καὶ ἁγιάζοντα; Ἱερεύς, ἱερεῖον, θυσιαστήριον. Καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἁγιάζει, κατὰ τὸν τοῦ Κυρίου λόγον, τὸ θυσιασθῆναι· «Τὸ θυσιαστήριον γάρ, φησί, τὸ ἁγιάζον τὸ δῶρον.» Οὐκοῦν ἐπεὶ μόνος αὐτός ἐστιν ὁ ἁγιάζων, μόνος ἂν εἴη ἱερεύς, καὶ ἱερεῖον, καὶ θυσιαστήριον.

Καὶ ὅτι μὲν ὁ ἱερεὺς καὶ ἱερεῖον, αὐτὸς εἶπεν· «Ὑπὲρ αὐτῶν γάρ, φησίν, ἐγὼ ἁγιάζω ἐμαυτόν.» Ὅτι δὲ καὶ θυσιαστήριον, ὁ ἱερώτατος μαρτυρεῖ Διονύσιος λέγων ἐν τῷ Περὶ τοῦ μύρου λόγῳ· «Εἰ γάρ ἐστι τὸ θειότατον ἡμῶν θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νόων ἀφιέρωσις, ἐν ᾧ κατὰ τὸ λόγιον ἀφιερούμενοι καὶ ὁλοκαυτούμενοι μυστικῶς τὴν προσαγωγὴν ἔχομεν, ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον θυσιαστήριον.» Εἰς τοῦτο τὸ ὑπερουράνιον θυσιαστήριον τὰ δῶρα εὔχεται ἀνενεχθῆναι ὁ ἱερεύς, ὅπερ ἐστὶν ἁγιασθῆναι, εἰς αὐτὸ τὸ ὑπερουράνιον σῶμα τοῦ Κυρίου μεταβληθῆναι, οὐ τόπον ἀμείψαντα καὶ ἀπὸ τῆς γῆς γεγενημένα εἰς τὸν οὐρανόν, ἐπεὶ ὁρῶμεν αὐτὰ παρ’ ἡμῖν ὄντα ἔτι, καὶ μετὰ τὴν εὐχὴν οὐδὲν ἧττον.

Ἐπεὶ γὰρ τὸ θυσιαστήριον ἁγιάζει τὰ τεθέντα αὐτῷ δῶρα, ταῦτόν ἐστιν εὔξασθαι τοῖς δώροις ἁγιασθῆναι καὶ ἐν τῷ θυσιαστηρίῳ τεθῆναι. Τίς δὲ ὁ ἁγιασμὸς ὃν ἁγιάζει τὸ θυσιαστήριον; Τὰ τεθέντα αὐτῷ δῶρα, ὃν αὐτὸς ὁ ἱερεὺς ἡγίασεν ἑαυτὸν τῷ προσενεχθῆναι τῷ Θεῷ καὶ τυθῆναι.

Ἐπεὶ γὰρ ὁ αὐτός ἐστι καὶ ἱερεὺς καὶ θυσιαστήριον καὶ ἱερεῖον, ταὐτόν ἐστι ὑπὸ τοῦ ἱερέως ἐκείνου ἱερουργηθῆναι καὶ εἰς τὸ ἱερεῖον ἐκεῖνο μεταβληθῆναι καὶ ἐν τῷ θυσιαστηρίῳ ἐκείνῳ τῷ ὑπερουρανίῳ ἀνατεθῆναι. Διὰ τοῦτο εἴ τι τῶν τριῶν ἀπολαβὼν εὔξαιο, τὸ πᾶν ηὔξω, τὸ ζητούμενον ἔχεις, τὴν θυσίαν ἐτέλεσας.

Οἱ μὲν παρ’ ὑμῖν ἱερεῖς, ὡς ἱερεῖον τὸν Χριστὸν βλέποντες, εὔχονται τοῖς δώροις τὴν ἐν ἐκείνῳ θέσιν ῥήμασι διαφόροις καὶ λόγοις ἓν καὶ τὸ αὐτὸ πρᾶγμα εὐχόμενοι. Τούτου χάριν οἱ παρ’ ἡμῖν ἱερεῖς, μετὰ τὸ εὔξασθαι τοῖς δώροις τὴν εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολήν, μνησθέντες τοῦ ὑπερουρανίου θυσιαστηρίου, οὐκ ἔτι εὔχονται εἰς αὐτὸ ἀνενεχθῆναι τὰ δῶρα· ἀλλ’ ὡς ἤδη ἀνενεχθέντων ἐκεῖ καὶ προσδεχθέντων εὔχονται ἀντικαταπεμφθῆναι ἡμῖν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. «Εὐξώμεθα, φησί, ὑπὲρ τῶν ἁγιασθέντων δώρων.» Ἵνα ἁγιασθῇ; Οὐδαμῶς· ἡγίασται γάρ· ἀλλ’ ἵνα ἁγιαστικὰ ἡμῖν γένωνται, ἵνα ὁ ἁγιάσας αὐτὰ Θεὸς καὶ ἡμᾶς δι’ αὐτῶν ἁγιάσῃ.

Φανερὸν τοίνυν ὡς τὸ ἀτιμάζειν τὴν ὑπὲρ τῶν δώρων εὐχὴν μετὰ τὸν τοῦ Κυρίου λόγον οὐδὲ τῆς Ἐκκλησίας τῶν Λατίνων ἐστὶν ἁπλῶς, ἀλλ’ ἐνίων ὀλίγων καὶ νεωτέρων, οἷοι καὶ τἄλλα αὐτὴν ἐλυμήναντο· εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες «ἢ λέγειν τι καὶ ἀκούειν καινότερον».

Καὶ ταῦτα μὲν περὶ τῆς εὐχῆς.

ΛΑʹ. Τίνος χάριν ὁ ἱερεὺς εἰς τὸν ἁγιασμὸν τῶν δώρων οὐ τὸν Υἱόν, ἀλλὰ τὸν Πατέρα καλεῖ; Ἀλλὰ τίνος χάριν οὐ τὸν Υἱὸν ἐπὶ τὸ ἁγιάσαι τὰ δῶρα καλεῖ ὁ ἱερεὺς ἱερέα τε ὄντα καὶ ἁγιάζοντα, καθάπερ εἴρηται, ἀλλὰ τὸν Πατέρα;

Ἵνα μάθῃς ὅτι τὸ ἁγιάζειν ὁ Σωτὴρ οὐχ ὡς ἄνθρωπος ἔχει, ἀλλ’ ὡς Θεός· καὶ διὰ τὴν δύναμιν τὴν θείαν, ἣν κοινὴν κέκτηται μετὰ τοῦ Πατρός. Τοῦτο καὶ αὐτὸς ὁ Κύριος δηλῶσαι βουλόμενος, ὅτε ἐτέλει τὸ μυστήριον, εἰς τὸν οὐρανὸν ἔβλεπε καὶ τῷ Πατρὶ ἀνεδείκνυ τὸν ἄρτον. Διὰ τὸν αὐτὸν λόγον καὶ ἔνια τῶν θαυμάτων οὕτω φαίνεται ποιῶν ἐν σχήματι τῆς πρὸς τὸν Θεὸν εὐχῆς ἵνα δείξῃ ὡς οὐ φύσεως ἐστὶ ἀνθρωπίνης τὰ τοιαῦτα, καθ’ ἣν Μητέρα ἔσχεν ἐπὶ τῆς γῆς, ἀλλὰ τῆς αὐτοῦ θεότητος, καθ’ ἣν τὸν Θεὸν εἶχε Πατέρα. Καὶ ὅτε δὲ ἔμελλεν ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, βουλόμενος σημᾶναι τὰς δύο θελήσεις αὐτοῦ, τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, τὴν μὲν θέλησιν τὴς ἑαυτοῦ θεότητος τῷ Πατρὶ ἀνετίθει, τὴν δὲ θέλησιν τῆς ἀνθρωπότητος ἑαυτοῦ θέλησιν ἔλεγεν εἶναι· «Οὐχ ὡς ἐγὼ θέλω, φησίν, ἀλλ’ ὡς σύ», καί· «Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.» Ὅτι γὰρ καὶ αὐτὸς ταύτην ἤθελε τὴν θέλησιν, ἣν ἀπεκλήρου τῷ Πατρί, δῆλος μὲν ἦν καὶ ἀπ’ αὐτῶν τούτων τῶν ῥημάτων, ἐν οἷς δοκεῖ διαιρεῖν τὴν ἑαυτοῦ θέλησιν τῆς θελήσεως τοῦ Πατρός. Τὸ γάρ· «Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω» συντιθεμένου ἦν καὶ τὰ αὐτὰ βουλομένου. Δῆλος δὲ ἦν, ὅτε ἐπετίμα τῷ Πέτρῳ ἀπευχομένῳ τὸν σταυρὸν αὐτοῦ καὶ τὸν θάνατον· καὶ ἔτι ἐν οἷς ἔλεγεν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν.»

Τοῦ πρὸς τῷ πάθει πάσχα, φησίν, ἐπεθύμησα, μονονοὺ λέγων· Ἐπιθυμίᾳ ἐπεθύμησα αὐτὰ τὰ πρόθυρα τοῦ πάθους ἰδεῖν.

Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

ΛΒʹ. Περὶ τῆς θυσίας αὐτῆς, καὶ τί ἐστι τὸ δεχόμενον τὴν θυσίαν Περὶ δὲ τῆς θυσίας αὐτῆς ἄξιον ἐκεῖνο ζητεῖν. Ἐπεὶ γὰρ οὐ τύπος θυσίας οὐδὲ αἵματος εἰκών, ἀλλὰ ἀληθῶς σφαγὴ καὶ θυσία, ζητῶμεν τί τὸ θυόμενον, ὁ ἄρτος ἢ τὸ τοῦ Κυρίου σῶμα; δηλονότι πότε τὰ δῶρα θύεται πρὸ τοῦ ἁγιασθῆναι ἢ μετὰ τὸ ἁγιασθῆναι;

Καὶ εἰ μὲν ὁ ἄρτος τὸ θυόμενον, πρῶτον μὲν τίς ἄρτου θυσία γένοιτ’ ἄν; Ἔπειτα οὐ τοῦτο ἡμῖν ἐστι τὸ μυστήριον ἄρτον ἰδεῖν σφαττόμενον, ἀλλὰ τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τῇ σφαγῇ τὴν ἁμαρτίαν τοῦ κόσμου.

Εἰ δὲ αὐτὸ θύεται τὸ Κυριακὸν σῶμα, μάλιστα μὲν οὐδὲ δυνατόν· οὐ γὰρ σφαγῆναι ἔτι ἢ πληγῆναι δύναται, ἀκήρατον ἤδη καὶ ἀθάνατον γενόμενον. Εἰ δὲ ἐξῆν τι τοιοῦτον αὐτὸ ἐνεγκεῖν, ἔδει καὶ τοὺς σταυροῦντας εἶναι καὶ τἄλλα συνελθεῖν ἅπαντα, ἃ τὴν θυσίαν ἐκείνην εἰργάσατο· εἴγε οὐ τύπος σφαγῆς, ἀλλὰ σφαγὴ ἀληθὴς ὑπόκειται εἶναι.

Ἔπειτα πῶς ὁ Χριστὸς ἅπαξ ἀπέθανε καὶ ἐγερθεὶς «οὐκέτι ἀποθνῄσκει», καὶ «ἅπαξ ἔπαθεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος», καὶ «ἅπαξ λέγεται προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας»; Εἰ γὰρ καθ’ ἑκάστην τελετὴν αὐτὸς θύεται, καθ’ ἑκάστην ἀποθνῄσκει.

Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ἡ θυσία οὔτε πρὸ τοῦ ἁγιασθῆναι τὸν ἄρτον οὔτε μετὰ τὸ ἁγιασθῆναι τελεῖται, ἀλλ’ ἐν αὐτῷ τῷ ἁγιάζεσθαι. Οὕτω γὰρ ἀνάγκη πάντας συντηρεῖσθαι τοὺς πιστευομένους περὶ αὐτῆς λόγους καὶ μηδένα διαπίπτειν.

Τίνας δὴ λέγω λόγους; Τὸ τὴν θυσίαν ταύτην μὴ εἰκόνα καὶ τύπον εἶναι θυσίας, ἀλλὰ θυσίαν ἀληθινήν, τὸ μὴ ἄρτον εἶναι τὸ τεθυμένον, ἀλλ’ αὐτὸ τοῦ Χριστοῦ τὸ σῶμα· καὶ πρὸς τούτοις τὸ μίαν εἶναι τὴν τοῦ Ἀμνοῦ τοῦ Θεοῦ θυσίαν καὶ ἅπαξ γεγενημένην.

Καὶ πρῶτον ἴδωμεν, εἰ μὴ τύπος ἀλλὰ πρᾶγμα θυσίας ἡ τελετή. Τίς γὰρ ἡ τοῦ προβάτου θυσία, ἡ ἀπὸ τοῦ μὴ ἐσφαγμένου πάντως εἰς τὸ ἐσφαγμένον μεταβολή, τοῦτο καὶ ἐνταῦθα γίνεται. Ὁ γὰρ ἄρτος ἄθυτος ὢν μεταβάλλει τότε εἰς τὸ τεθυμένον. Μεταβάλλει γὰρ ἀπὸ τοῦ ἄρτου μὴ ἐσφαγμένου εἰς αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τὸ σφαγὲν ἀληθῶς. Ὅθεν καθάπερ ἐπὶ τοῦ προβάτου ἡ μεταβολὴ θυσίαν ἀληθῶς ἐργάζεται, οὕτω καὶ ἐνταῦθα διὰ τὴν μεταβολὴν ταύτην θυσία τὸ τελούμενον ἀληθές· μεταβάλλει γὰρ οὐκ εἰς τύπον, ἀλλ’ εἰς πρᾶγμα σφαγῆς, εἰς αὐτὸ τὸ σῶμα Κυρίου τὸ τεθυμένον.

Ἀλλ’ εἰ μὲν ἄρτος μένων ἐγένετο τεθυμένος, ὁ ἄρτος ἂν ἦν ὁ δεξάμενος τὴν σφαγὴν καὶ ἦν ἂν ἡ σφαγὴ τότε ἄρτου θυσία. Ἐπεὶ δὲ ἀμφότερα μετεβλήθη καὶ τὸ ἄθυτον καὶ ὁ ἄρτος καὶ γέγονεν ἀντὶ μὲν ἀθύτου τεθυμένος, ἀντὶ δὲ ἄρτου σῶμα Χριστοῦ, διὰ τοῦτο ἡ σφαγὴ ἐκείνη οὐκ ἐν τῷ ἄρτῳ, ἀλλ’ ὡς ἐν ὑποκειμένῳ θεωρουμένη τῷ σώματι τοῦ Χριστοῦ, οὐ τοῦ ἄρτου ἀλλὰ τοῦ Ἀμνοῦ τοῦ Θεοῦ θυσία καὶ ἔστι καὶ λέγεται.

Φανερὸν δὲ ὅτι τούτων ὑποκειμένων οὐδὲν ἀναγκάζει πολλὰς γίνεσθαι τὰς προσαγωγὰς τοῦ Κυριακοῦ σώματος. Ἐπεὶ γὰρ ἡ θυσία αὐτὴ γίνεται, οὐ σφαττομένου τηνικαῦτα τοῦ Ἀμνοῦ, ἀλλὰ τοῦ ἄρτου μεταβαλλομένου εἰς τὸν σφαγέντα Ἀμνόν, πρόδηλον ὡς ἡ μὲν μεταβολὴ γίνεται, ἡ δὲ σφαγὴ οὐ γίνεται τότε, καὶ οὕτω τὸ μεταβαλλόμενον πολλὰ καὶ ἡ μεταβολὴ πολλάκις· τὸ δὲ εἰς ὃ μεταβάλλεται, οὐδὲν κωλύει ἓν καὶ τὸ αὐτὸ εἶναι, καθάπερ σῶμα ἓν οὕτω καὶ σφαγὴν τοῦ σώματος μίαν.

Καὶ ταῦτα μὲν περὶ τούτων.