Ἔργον
Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας
Η θεία Μετάληψη
Το κάλεσμα σε κοινωνία, η σημασία του ζέοντος ύδατος, η μετοχή στο σώμα και αίμα του Κυρίου και η οντολογική ενσωμάτωση των πιστών στην Εκκλησία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία Μετάληψη
Το κάλεσμα σε κοινωνία, η σημασία του ζέοντος ύδατος, η μετοχή στο σώμα και αίμα του Κυρίου και η οντολογική ενσωμάτωση των πιστών στην Εκκλησία.
ΛϚʹ. Περὶ ὧν ὁ ἱερεὺς πρὸς τὸ πλῆθος βοᾷ τὰ ἅγια ὑψῶν καὶ ὧν ἐκεῖνοι πρὸς αὐτὸν ἀντιβοῶσιν Καὶ μέλλων ἐπὶ τὴν τράπεζαν καὶ αὐτὸς χωρεῖν καὶ ἄλλους συγκαλεῖν, ἐπεὶ οὐ πᾶσιν ἁπλῶς ἔξεστιν ἡ κοινωνία τῶν μυστηρίων, καὶ αὐτὸς οὐ πάντας καλεῖ, ἀλλὰ τὸν ζωοποιὸν ἄρτον λαβὼν καὶ ἀναδείξας, τοὺς ἀξίους αὐτοῦ μεθέξοντας εἰς τὴν μετουσίαν καλεῖ· «Τὰ ἅγια, φησί, τοῖς ἁγίοις», μονονοὺ λέγων· Ἰδοὺ ὁ τῆς ζωῆς ἄρτος ὃν ὁρᾶτε. Οὐκοῦν δράμετε μεταληψόμενοι, ἀλλ’ οὐ πάντες, ἀλλ’ εἴ τις ἅγιος. Τὰ γὰρ ἅγια τοῖς ἁγίοις ἐφεῖται μόνοις. Ἁγίους δὲ τοὺς τελείους τὴν ἀρετὴν ἐνταῦθά φησιν, ἀλλὰ καὶ ὅσοι πρὸς τὴν τελειότητα ἐκείνην ἐπείγονται μέν, λείπονται δὲ ἔτι. Καὶ τούτους γὰρ οὐδὲν κωλύει τῶν ἁγίων μυστηρίων ἐν μεθέξει γινομένους ἁγιάζεσθαι καὶ τοῦτο τὸ μέρος ἁγίους εἶναι, ὥσπερ καὶ ἡ Ἐκκλησία πᾶσα ἁγία λέγεται καὶ ὁ μακάριος Ἀπόστολος πρὸς δῆμον ὁλόκληρον γράφων· «Ἀδελφοὶ ἅγιοι, φησί, κλήσεως ἐπουρανίου μέτοχοι.» Ἅγιοι γὰρ καλοῦνται διὰ τὸν ἅγιον οὗ μετέχουσι καὶ ᾧ σώματος καὶ αἵματος κοινωνοῦσι.
Μέλη γὰρ τοῦ σώματος ὄντες ἐκείνου, σάρκες ἐκ τῶν σαρκῶν αὐτοῦ καὶ ὀστᾶ ἐκ τῶν ὀστῶν αὐτοῦ, ἕως ἐσμὲν αὐτῷ συνημμένοι καὶ τὴν ἁρμονίαν φυλάττομεν, ζῶμεν τὴν ζωὴν καὶ τὸν ἁγιασμὸν ἕλκοντες διὰ τῶν μυστηρίων ἀπὸ τῆς κεφαλῆς ἐκείνης καὶ τῆς καρδίας. Ἐπειδὰν δὲ ἀποτμηθῶμεν καὶ τῆς ὁλότητος ἐκπέσωμεν τοῦ παναγίου σώματος, μάτην τῶν ἱερῶν γευόμεθα μυστηρίων· οὐ γὰρ διαβήσεται ἡ ζωὴ πρὸς τὰ νεκρὰ καὶ ἀποκοπέντα μέλη.
Τί δὲ τὸ ἀποκόπτον τοῦ ἁγίου σώματος ἐκείνου ταῦτα τὰ μέλη; «Αἱ ἁμαρτίαι ὑμῶν, φησί, διιστῶσι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.» Τί οὖν; πᾶσα ἁμαρτία νεκρὸν ποιεῖ τὸν ἄνθρωπον; Οὐδαμῶς, ἀλλ’ ἡ πρὸς θάνατον μόνον. Διὰ τοῦτο γὰρ καὶ πρὸς θάνατον λέγεται· «ἔστι γὰρ ἁμαρτία οὐ πρὸς θάνατον» κατὰ τὸν μακάριον Ἰωάννην. Διὰ τοῦτο τοὺς μεμυημένους, εἰ μὴ τὰ τοιαῦτα πλημμελοῖεν, οἷα τοῦ Χριστοῦ διαστῆσαι καὶ θάνατον ἐνεγκεῖν, οὐδὲν τὸ κωλύον κοινωνοῦντας τῶν μυστηρίων τοῦ ἁγιασμοῦ μετέχειν, καὶ πράγματος ἕνεκα καὶ ὀνόματος, ὡς ἂν ἔτι ζῶντα μέλη καὶ συνημμένους τῇ κεφαλῇ.
Διὰ τοῦτο καὶ τοῦ ἱερέως βοήσαντος· «Τὰ ἅγια τοῖς ἁγίοις», οἱ πιστοὶ ἀντιβοῶσι· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.» Ὅτι οὐδεὶς οἴκοθεν ἔχει τὸν ἁγιασμόν, οὐδ’ ἔργον ἀνθρωπίνης ἐστὶν ἀρετῆς, ἀλλ’ ἐξ ἐκείνου πάντες καὶ δι’ ἐκεῖνον. Καὶ καθάπερ εἰ πολλὰ κάτοπτρα τεθείη ὑπὸ τὸν ἥλιον, πάντα μὲν λάμπει καὶ ἀκτῖνας ἀφίησι, καὶ δόξεις πολλοὺς ἡλίους ὁρᾶν, εἷς δὲ ἀληθῶς ὁ ἐν πᾶσιν ἀστράπτων ἥλιος· οὕτω καὶ ὁ μόνος ἅγιος, εἰς τοὺς πιστοὺς χεόμενος, ἐν πολλαῖς μὲν φαίνεται ψυχαῖς καὶ πολλοὺς δείκνυσιν ἁγίους, ἔστι δὲ εἷς καὶ μόνος ἅγιος· οὐδὲν ἧττον εἰς δόξαν Θεοῦ Πατρός. Τὸν γὰρ Θεὸν οὐδεὶς ἐδόξαζε τὴν αὐτῷ προσήκουσαν δόξαν. Ὅθεν ὀνειδίζων πρὸς τοὺς Ἰουδαίους ἔλεγεν· «Εἰ Θεός εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου;» Ἀλλὰ μόνος ὁ Μονογενὴς ἀπέδωκεν αὐτῷ τὴν ὀφειλομένην δόξαν. Διὸ καὶ πρὸς τῷ πάθει γενόμενος ἔλεγεν πρὸς τὸν Πατέρα· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς.» Πῶς γὰρ ἐδόξασεν;
Οὐκ ἄλλως ἢ τὸν ἁγιασμὸν ἐπιδειξάμενος τὸν ἐκείνου τοῖς ἀνθρώποις, ἅγιος φανεὶς ὥσπερ αὐτός ἐστιν ἅγιος ὁ Πατήρ. Εἴτε γὰρ ὡς Πατέρα τοῦ ἁγίου τούτου νοήσομεν τὸν Θεόν, δόξα τοῦ Πατρὸς ἡ τοῦ Υἱοῦ λαμπρότης ἐστίν· εἴτε ὡς Θεὸν διὰ τὴν ἀνθρωπότητα, δόξα τοῦ Δημιουργοῦ πάντως ἡ τοῦ δημιουργήματος ἀξία ἢ ἀρετή.
ΛΖʹ. Τί σημαίνει τὸ θερμὸν ὕδωρ ἐμβαλλόμενον εἰς τὰ μυστήρια Οὕτω δὲ συγκαλέσας τοὺς πιστοὺς εἰς τὸ ἱερὸν δεῖπνον, αὐτὸς πρῶτος αὐτοῦ μεταλαμβάνει καὶ ὅσοι τῶν ὁμοταγῶν, καὶ ὅσοι περὶ τὸ βῆμα, θερμὸν ὕδωρ πρότερον εἰς τὸ ποτήριον ἐμβαλὼν σημασίας ἕνεκα τῆς τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν Ἐκκλησίαν καθόδου. Κατῆλθε γὰρ τότε τῆς οἰκονομίας τελεσθείσης τοῦ Σωτῆρος ἁπάσης· νῦν δὲ ἐπιδημεῖ, τῆς θυσίας ἀνενεχθείσης καὶ τελειωθέντων τῶν δώρων τοῖς γε ἀξίως κοινωνοῦσιν αὐτῶν.
Τῆς γὰρ τοῦ Χριστοῦ οἰκονομίας ἁπάσης κατὰ τὴν ἱερὰν τῆς εὐχαριστίας τελετὴν ἐν τῷ ἄρτῳ καθάπερ ἐν πίνακι γραφομένης, καὶ γὰρ καὶ βρέφος αὐτὸν ὡς ἐν τύπῳ θεωροῦμεν καὶ εἰς θάνατον ἀγόμενον, καὶ σταυρούμενον, καὶ τὴν πλευρὰν κεντούμενον· εἶτα καὶ αὐτὸν τὸν ἄρτον εἰς ἐκεῖνο τὸ πανάγιον σῶμα, τὸ ταῦτα ἀληθῶς ὑπομεῖναν καὶ ἀναστάν, καὶ ἀναληφθέν, καὶ καθήμενον ἐν δεξιᾷ τοῦ Πατρός, μεταβαλλόμενον ἔδει καὶ τὸ τέλος τούτων ἁπάντων μετὰ ταῦτα πάντα σημαίνεσθαι, ἵνα ὁλόκληρος ἡ μύησις γένηται τοῦ μυστηρίου, τῇ πραγματείᾳ πάσῃ καὶ οἰκονομίᾳ τοῦ ἀποτελέσματος προστεθέντος.
Τί γὰρ τὸ ἔργον καὶ ἀποτέλεσμα τῶν τοῦ Χριστοῦ παθῶν καὶ ἔργων καὶ λόγων; Εἴ τις πρὸς ἡμᾶς αὐτὰ θεωρεῖ, οὐδὲν ἕτερον ἢ ἡ τοῦ ἁγίου Πνεύματος εἰς τὴν Ἐκκλησίαν ἐπιδημία. Οὐκοῦν ἔδει μετ’ ἐκεῖνα σημανθῆναι καὶ αὐτήν. Καὶ δὴ σημαίνεται τοῦ ζέοντος ὕδατος ἐγχεομένου τοῖς μυστηρίοις.
Τὸ μὲν γὰρ ὕδωρ, τοῦτο αὐτό τε ὕδωρ ὂν καὶ πυρὸς μετέχον, τὸ Πνεῦμα σημαίνει τὸ ἅγιον, ὃ καὶ ὕδωρ λέγεται καὶ ὡς πῦρ ἐφάνη τότε τοῖς τοῦ Χριστοῦ μαθηταῖς ἐμπεσόν. Ὁ δὲ καιρὸς οὗτος τὸν καιρὸν ἐκεῖνον σημαίνει. Τότε μὲν γὰρ κατῆλθε μετὰ τὸ πληρωθῆναι τὰ κατὰ Χριστὸν ἅπαντα, νῦν δὲ τελειωθέντων τῶν δώρων τὸ ὕδωρ ἐπεισάγεται τοῦτο.
Διὰ δὲ τῶν μυστηρίων καὶ ἡ Ἐκκλησία σημαίνεται, «σῶμα οὖσα Χριστοῦ καὶ μέλη ἐκ μέρους»· ἥτις καὶ τότε ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον, μετὰ τὸ ἀναληφθῆναι τὸν Χριστὸν εἰς τοὺς οὐρανούς· καὶ νῦν δέχεται τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, προσδεχθέντων τῶν δώρων εἰς τὸ ὑπερουράνιον θυσιαστήριον, ἀντικαταπέμποντος αὐτὴν ἡμῖν τοῦ προσδεξαμένου ταῦτα Θεοῦ, κατὰ τὰ προειρημένα, ὅτι μεσίτης ὁ αὐτὸς καὶ τότε καὶ νῦν καὶ τὸ αὐτὸ Πνεῦμα.
ΛΗʹ. Κατὰ τίνα λόγον τὰ μυστήρια σημαντικὰ τῆς Ἐκκλησίας εἰσί Σημαίνεται δὲ ἡ Ἐκκλησία ἐν τοῖς μυστηρίοις οὐχ ὡς ἐν συμβόλοις, ἀλλ’ ὡς ἐν καρδίᾳ μέλη καὶ ὡς ἐν ῥίζῃ τοῦ φυτοῦ κλάδοι, καὶ καθάπερ ἔφη ὁ Κύριος, ὡς ἐν ἀμπέλῳ κλήματα.
Οὐ γὰρ ὀνόματος ἐνταῦθα κοινωνία μόνον ἢ ἀναλογίας ὁμοιότης, ἀλλὰ πράγματος ταυτότης. Καὶ γὰρ σῶμα καὶ αἷμα Χριστοῦ τὰ μυστήρια· ἀλλὰ τῇ Ἐκκλησίᾳ Χριστοῦ ταῦτα βρῶσίς ἐστι καὶ πόσις ἀληθινή· καὶ τούτων μετέχουσα οὐ πρὸς ἀνθρώπινον αὐτὰ μεταβάλλει σῶμα, καθάπερ ἄλλο τι σιτίον, ἀλλ’ αὐτὴ μεταβάλλεται πρὸς ἐκεῖνα τῶν κρειττόνων ὑπερνικώντων. Ἐπεὶ καὶ σίδηρος ὁμιλήσας πυρὶ αὐτὸς γίνεται πῦρ, οὐ τῷ πυρὶ δίδωσιν εἶναι σίδηρον· καὶ καθάπερ τὸν πυρακτωθέντα σίδηρον οὐ σίδηρον, ἀλλὰ πῦρ ἀτεχνῶς ὁρῶμεν, τῶν τοῦ σιδήρου ἰδιωμάτων ὑπὸ τοῦ πυρὸς παντελῶς ἀφανιζομένων, οὕτω καὶ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν εἴ τις ἰδεῖν δυνηθείη, κατ’ αὐτὸ τοῦτο καθ’ ὅσον αὐτῷ ἥνωται καὶ τῶν αὐτοῦ μετέχει σαρκῶν, οὐδὲν ἕτερον ἢ αὐτὸ μόνον τὸ Κυριακὸν ὄψεται σῶμα. Διὰ τοῦτον τὸν λόγον· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ» γράφει Παῦλος, «καὶ μέλη ἐκ μέρους.» Οὐ γὰρ τὴν τοῦ Χριστοῦ περὶ ἡμᾶς πρόνοιαν καὶ παιδαγωγίαν καὶ νουθεσίαν καὶ τὴν ἡμῶν ὑποταγὴν πρὸς αὐτὸν δηλῶσαι βουλόμενος, τὸν μὲν κεφαλήν, ἡμᾶς δὲ σῶμα προσεῖπεν, ὥσπερ οὓς καὶ ἡμεῖς τῶν συγγενῶν ἢ φίλων μέλη καλοῦμεν ὑπερβολῇ χρώμενοι· ἀλλ’ αὐτὸ ἐκεῖνο σημαίνων ὅπερ ἔλεγεν, ὅτι τοὺς πιστοὺς ἤδη διὰ τὸ αἷμα τοῦτο ζῶντας τὴν ἐν τῷ Χριστῷ ζωὴν καὶ τῆς κεφαλῆς ὡς ἀληθῶς ἐκείνης ἐξηρτημένους, καὶ τοῦτο περικειμένους τὸ σῶμα.
Διὰ ταῦτα οὐδὲν ἀπεικὸς ἐνταῦθα διὰ τῶν μυστηρίων τὴν Ἐκκλησίαν σημαίνεσθαι.
ΛΘʹ. Περὶ τῆς ἐπὶ τὴν κοινωνίαν κλήσεως τῶν πιστῶν καὶ ἃ προσφωνοῦσι τοῖς δώροις φανεῖσιν οἱ πιστοί Ὁ δὲ ἱερεὺς μετασχὼν τῶν ἁγιασμάτων πρὸς τὸ πλῆθος ἐπιστρέφεται καὶ δείξας τὰ ἅγια καλεῖ τοὺς μετασχεῖν βουλομένους, καὶ προσιέναι κελεύει «μετὰ φόβου Θεοῦ καὶ πίστεως», μήτε καταφρονοῦντας διὰ τὸ φαινόμενον, μήτε ἐνδοιάζοντας διὰ τὸ ὑπὲρ λόγον εἶναι τὸ πιστευόμενον, ἀλλ’ ἐπιγινώσκοντας τὴν ἀξίαν αὐτῶν καὶ ὡς εἴη ζωῆς αἴτια αἰωνίου τοῖς μεταλαμβάνουσι πιστεύοντας προσιέναι.
Αὐτοὶ δὲ τὴν εὐλάβειαν ἐπιδεικνύμενοι καὶ τὴν πίστιν καὶ προσκυνοῦσιν καὶ εὐλογοῦσι καὶ θεολογοῦσι τὸν ἐν αὐτοῖς νοούμενον Ἰησοῦν, καὶ ἵνα λαμπρὰ γένηται ἡ δοξολογία ἀπὸ τῶν προφητικῶν αὐτὴν ποιοῦνται ῥημάτων· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» «Ἐγὼ ἦλθον, φησίν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐάν τις ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Τοῦτο τοῦ γνησίου Δεσπότου, τοῦτο τοῦ Μονογενοῦς, τὸν Πατέρα ἐπιφημίζειν. Ἐκεῖνο τοῦ δραπέτου δούλου τὸ αὔθαδες, ἡ ἀποστασία. Ταῦτα εἰδὼς ὁ Προφήτης καὶ μαθὼν τὸ ἀποδιαστέλλον τὸν καλὸν ποιμένα τοῦ λύκου πόρρωθεν εὐλογεῖ τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου, Κύριον τὸν Πατέρα λέγων, καὶ τὸν ἐπιφανέντα τοῦτον αὐτὸν εἶναί φησι τὸν Θεόν. Τούτοις καὶ αὐτοὶ τοῖς λογίοις χρώμενοι ὡς νῦν αὐτοῖς τὸν Χριστὸν ἐρχόμενον καὶ φαινόμενον εὐλογοῦσιν.
Μʹ. Περὶ τῆς ὑπὲρ αὐτῶν εὐχῆς τοῦ ἱερέως ἣν ἐκφωνεῖ μετὰ τὴν μετάληψιν αὐτοῖς Εἶτα μετασχοῦσι τῶν μυστηρίων εὔχεται ὁ ἱερεὺς τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν καὶ εὐλογίαν. Καὶ τίς ἡ εὐχή; «Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.» Καὶ τοῦτο τὸ ῥῆμα προφητικόν. Οἷον ὁ αὐτὸς Προφήτης καὶ ἀλλαχοῦ φησι· «Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς», ὡς ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν εἰρημένον. Ὅπερ γὰρ ὡς Θεὸς εἶχεν ἐξ ἀρχῆς, ὡς ἄνθρωπος ἐκληρονόμησεν ὕστερον.
Τί οὖν, ἐπεὶ καὶ δημιουργὸς ἡμῶν ἐστιν ὁ αὐτός, οὐ· «Τὰ ἔργα σου, φησίν, εὐλόγησον», ὧν αὐτὸς εἶ ποιητής, ἀλλά· «τὴν κληρονομίαν σου»; Ἵνα δυσωπήσῃ μᾶλλον, τῆς πτωχείας ἣν ὑπὲρ ἡμῶν ἐπτώχευσεν ἀναμνήσας αὐτόν. Ὑπὲρ τούτων ἱκετεύω, φησίν, ὑπὲρ ὧν αὐτὸς ἠνέσχου μετὰ τῶν δούλων γενέσθαι καὶ λαβεῖν ἐντολήν, καὶ στῆναι μετὰ τῶν λαμβανόντων, ὁ πάντα ἔχων· καὶ ἀκοῦσαι κληρονόμος ᾧ μηδὲν ἐπίκτητον.
Ἄλλως τε τὸ μνησθῆναι τῆς ἀκριβεστέρας πρὸς τὸν Χριστὸν οἰκειώσεως ἡμῶν εἰς ἔλεον αὐτὸν ἐφέλκεται μᾶλλον. Ἀκριβεστέρα δὲ οἰκείωσις ἡ κληρονομία τῆς δημιουργίας· πολλῷ τῷ μέσῳ καὶ πολὺ βέλτιον ἡμᾶς ἐκτήσατο κληρονομήσας ἢ πρότερον εἶχε δημιουργήσας. Ἀπὸ μὲν γὰρ τῆς δημιουργίας τῆς φύσεως ἁπλῶς τῶν ἀνθρώπων ἐκράτει, ἀπὸ δὲ τῆς κληρονομίας τοῦ λόγου καὶ τῆς προαιρέσεως κατέστη Δεσπότης, ὅπερ ἐστὶν ἀνθρώπων ἄρχειν ὡς ἀληθῶς.
Ἐκεῖνο γὰρ κοινόν ἐστι καὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀψύχοις. Φύσει γὰρ πάντα ὑποτάσσεται τῷ Θεῷ ὡς δημιουργήματα τῷ δημιουργῷ. Ἀλλὰ πῶς κατὰ τὴν κληρονομίαν τοῦ λόγου καὶ τῆς προαιρέσεως κατέστη Δεσπότης; Ὅτι κατελθόντι εἰς τὴν γῆν καὶ σταυρωθέντι καὶ ἀναστάντι τὸν λόγον τὸν ἡμέτερον ὑπετάξαμεν αὐτῷ καὶ τὴν θέλησιν· τὸν μὲν λόγον ὅτι ἔγνωμεν αὐτὸν Θεὸν ἀληθινὸν καὶ τῆς κτίσεως ἁπάσης Δεσπότην· τὴν δὲ θέλησιν ὅτι ἠγαπήσαμεν αὐτὸν καὶ τὴν αὐτοῦ δεσποτείαν καὶ τὸν αὐτοῦ ζυγὸν μετὰ χαρᾶς ἐπὶ τῶν αὐχένων ἠνέγκαμεν.
Οὕτω τελείως τοὺς ἀνθρώπους ὁ Θεὸς ἔλαβεν, οὕτως ἀληθῶς ἐκτήσατο. Ταύτης τῆς κτήσεως Ἡσαΐας ὁ προφήτης πόρρωθεν ἐπιθυμῶν ἔλεγε· «Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς.» Τοῦτο ἡ κληρονομία ἣν λέγεται λαβεῖν παρὰ τοῦ Πατρὸς ὁ Μονογενής. Καὶ τοιαύτη μὲν ἡ εὐχή.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.