Οὕτω μὲν οὖν αὐτῶν ἕνεκα τῶν πραγμάτων ἄτοπον εἶναι φαίνεται εἴ τις νομίζει τὴν ὑπὲρ τῶν ἁγίων παρὰ τῆς Ἐκκλησίας εἰς τὸν Θεὸν προσφορὰν ἱκέσιον εἶναι.
Ἴδωμεν δὲ καὶ αὐτὰ τὰ ῥήματα. «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων, προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος ἐν πίστει τετελειωμένου· ἐξαιρέτως δὲ τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου προδρόμου καὶ βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός, καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς αἰωνίου· καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σοῦ.» Ταῦτα τὰ ῥήματα ἐν οἷς οὐδεμία περιέχεται περὶ τῶν ἁγίων πρὸς τὸν Θεὸν ἱκεσία, οὐδὲ εὔχεται αὐτοῖς ὁ ἱερεὺς τῶν εἰωθότων οὐδέν. Ἀλλὰ τῶν μὲν ἄλλων κεκοιμημένων πιστῶν μεμνημένους, εὐθὺς προστίθησιν τὴν ὑπὲρ τούτων εὐχήν. «Ἀνάπαυσον γὰρ αὐτούς, φησίν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σοῦ.» Ἐπὶ δὲ τῶν ἁγίων τοὐναντίον ἅπαν. Οὐ γὰρ πρεσβείαν ὑπὲρ αὐτῶν ποιεῖται, ἀλλ’ αὐτοὺς μᾶλλον προβάλλεται πρέσβεις.