Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας

Νικόλαος Καβάσιλας

Η αποδοχή των δώρων και η μνημόνευση των αγίων

Η βεβαιότητα της αποδοχής της προσφοράς ανεξαρτήτως του λειτουργού, και η θεολογική έννοια της ευχαριστήριας μνημόνευσης των αγίων και της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 9 από 10

ΜϚʹ. Πῶς ἀεὶ τὰ δῶρα ταῦτα δεκτά εἰσι τῷ Θεῷ Ἐφεξῆς δὲ κἀκεῖνο σκοπῶμεν· ὅτι μὲν γὰρ ἀπὸ τῆς τελετῆς ἁγιάζονται πάντες οἱ πιστοί, δῆλον ἀπὸ τῶν εἰρημένων· εἰ δὲ καὶ πάντοτε, ζητεῖν ἄξιον. Ἐπεὶ γὰρ δώρων ἐστὶ προσαγωγὴ ἡ ἱερουργία, τὰ δῶρα δὲ οὐ πάντοτε δεκτὰ παρὰ τῷ Θεῷ, ἀλλ’ ἔστιν ἃ διὰ τὴν πονηρίαν τῶν προσαγόντων καὶ μισοῦνται, καὶ ἀποπέμπονται· καὶ τούτου πολλαὶ μὲν παρὰ τοῖς παλαιοῖς, πολλαὶ δὲ παρὰ τοῖς ἐν χάριτι ζῶσιν αἱ ἀποδείξεις, ζητῶμεν μή ποτε καὶ ταῦτα τὰ δῶρα ἐνίοτε μάτην ἱερουργοῦνται, μὴ ἁγιαζόμενα ὡς ἄδεκτα κατὰ τὴν ἐπαγγελίαν τῆς τελετῆς, ὡς ἂν οὐκ ἀεὶ παρὰ ἀγαθῶν ἀνδρῶν, ἀλλ’ ἔστιν ὅτε καὶ πονηρῶν προσφερόμενα.

Ὅτι γὰρ ὁ Θεὸς καὶ ταῦτα τὰ δῶρα ἀποστρέφεται, ὅταν ὁ προσάγων ἐναγὴς ᾖ, δῆλον ἐξ ὧν ἡ Ἐκκλησία τοῦτο ποιεῖ. Καὶ γὰρ οὓς οἶδε θανάσιμα ἁμαρτάνοντας, οὐκ ἐᾷ τὰ τοιαῦτα δωροφορεῖν· κἂν τολμήσωσιν, οὐ παραδέχεται ἀλλ’ ἀποδιώκει μετὰ τῶν δώρων. Ἀλλ’ ἐπεὶ οὐ πάντας τοὺς τοιούτους ἡ Ἐκκλησία οἶδε καλῶς, ἀλλ’ οἱ πλείους λανθάνουσι καὶ τὰ δῶρα αὐτῶν ἡ θεία τράπεζα δέχεται, τί χρὴ περὶ ἐκείνων τῶν δώρων γινώσκειν; Ἆρα ἄδεκτα παρὰ τῷ Θεῷ καὶ ἁγιασμοῦ παντὸς ἔρημα; Καὶ εἰ τοῦτο δοθείη, ἄδηλον πότε ἅγια, τοῦ τρόπου τῶν προσαγόντων ὡς ἐπὶ τὸ πλεῖστον ἢ ἀμφιβαλλομένου ἢ παντελῶς ἀγνοουμένου, καὶ οὕτως ἀμφιγνοοῦντας καὶ χωρὶς πίστεως προσερχομένους τοῖς μυστηρίοις ἀνάγκη μηδὲν παρ’ αὐτῶν τοὺς πιστοὺς ὠφελεῖσθαι.

Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ὅτι διττῆς οὔσης τῆς τῶν δώρων προσαγωγῆς, τῆς μὲν πρώτης τοῦ οἴκοθεν αὐτὰ κομίζοντος εἰς τὰς τῶν ἱερέων χεῖρας· τῆς δὲ δευτέρας τῆς Ἐκκλησίας πρὸς τὸν Θεόν. Ἡ μὲν πρώτη προσαγωγή, ὅταν πονηρὸς ὁ προσάγων ᾖ, ματαία καὶ οὐδὲν αὐτῆς ὄφελος τῷ προσφέροντι διὰ τὸ πονηρὸν αὐτὸν εἶναι· οὐ γὰρ δὴ τὰ προσαγόμενα αὐτὰ δι’ ἑαυτὰ παρὰ τῷ Θεῷ βδελυκτά, ὅτι πᾶν κτίσμα Θεοῦ καλόν.

Τὴν δὲ δευτέραν παρὰ ἀγαθῶν ἀνδρῶν γινομένην καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης καὶ τῶν ἁγίων καὶ τῆς σωτηρίας τῆς οἰκουμενικῆς καὶ πάσης ἁπλῶς δικαίας αἰτήσεως, οὐδὲν κωλύει εὐπρόσδεκτον εἶναι. Οὐ γὰρ ἐνετέθη τις μολυσμὸς τοῖς δώροις ἀπὸ τῶν χειρῶν τοῦ ἐξ ἀρχῆς αὐτὰ προσενεγκότος, ἀλλὰ καθαρὰ μένοντα καὶ ὑπὸ καθαρῶν ἀναφερόμενα καὶ ἁγιάζονται καὶ ἁγιάζουσι τοὺς προσερχομένους. Ἐν οὐδενὶ γάρ ποτε τῶν ἀλόγων ἢ τῶν ἀψύχων ῥυπαρία τις τῆς ἁμαρτίας ἐντεθῆναι δύναται, ὅτι ἡ ἁμαρτία προαιρέσεώς ἐστι νόσημα καὶ μόνων ἂν εἴη τῶν λογικῶν τὸ ἀπὸ τῆς ἁμαρτίας μολύνεσθαι.

Τί οὖν, εἰ ἀεὶ καθαρὰ τὰ δῶρα τὰ παρὰ τῶν πονηρῶν προσαγόμενα, ὁ νόμος τῆς Ἐκκλησίας οὐ παραδέχεται; Ἵνα τοὺς προσάγοντας ἐντρέψῃ, ἵνα μάθωσι τῆς τοῦ Θεοῦ ὀργῆς, ἣν αὐτοῖς ἐμήνισε, τὴν ὑπερβολήν, ὃς καὶ τὰ αὑτοῦ κτίσματα οἷς οὐδὲν ἐγκαλεῖν ἔχει, δι’ αὐτοὺς ἀποστρέφεται καὶ μισεῖ· καὶ ταῦτα μαθόντες φοβηθῶσι καὶ διορθώσωνται τὸν βίον· αὐτῶν δὲ τῶν δώρων οὐδεμίαν καταγινώσκει κακίαν. Διὰ τοῦτο οὐδὲν κωλύει δεκτὰ γίνεσθαι ταῦτα καὶ ἁγιάζεσθαι τὴν δευτέραν προσαγωγὴν ποιουμένων ἀνδρῶν ἀγαθῶν.

Ἀλλ’ εἴποι τις ἄν· Καὶ μὴν οὐ πάντες οἱ προσάγοντες ἱερεῖς ἀγαθοί, ἀλλ’ ἔνιοι καὶ πονηρίαν νοσοῦσι τὴν ἐσχάτην· ὅθεν εἰς τὴν αὐτὴν ἀπορίαν περιΐσταται ὁ λόγος ἡμῖν. Ὅταν γὰρ τύχῃ καὶ ἀμφοτέρους τοὺς προσαγωγέας εἶναι θεοστυγεῖς, ἐνδέχεται γάρ, πόθεν ὑπάρξει τοῖς δώροις τὸ εἶναι Θεῷ κεχαρισμένα καὶ δεκτὰ καὶ ἅγια καὶ ἁγιαστικά; Οὐδαμόθεν· ἀλλὰ τότε μὲν ἀληθῶς ἄδεκτα. Ἀεὶ δὲ ἀμφίβολα, διὰ τὸ ἀμφιβάλλεσθαι τοὺς τρόπους τῶν δωροφορούντων αὐτὰ καὶ ἱερουργούντων. «Οὐδεὶς γὰρ οἶδε βεβαίως, φησί, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ»· καὶ οὕτω πολλὴ μὲν περὶ τὴν τελετὴν ἀπιστία καὶ ἀμφιβολία· τὸ δὲ βέβαιον οὐδαμοῦ· καὶ ἡ μετάληψις τῶν ἁγιασμάτων οὐδὲν ὄφελος οἴσει τοῖς πιστοῖς μεταλαμβάνουσι χωρὶς πίστεως.

Ταῦτα εἴποι καὶ ἀπορήσειεν ἄν, εἴ τις οἴεται τὸν ἱερέα αὐτὸν εἶναι τὸν κύριον τῆς τῶν δώρων τούτων προσαγωγῆς· οὐκ ἔστι δέ· ἀλλὰ τὸ μὲν τὴν προσαγωγὴν αὐτῶν κυρίως ἐργαζόμενον ἡ χάρις ἐστὶν ἡ ἁγιάζουσα. Τοῦτο γάρ ἐστι προσενεχθῆναι αὐτὰ τὸ ἁγιασθῆναι· ὁ δ’ ἑκάστοτε ἱερουργῶν ὑπηρέτης ἐστὶν ἐκείνης. Εἰσφέρει γὰρ οὐδὲν οἴκοθεν, οὐδέτι τολμᾷ ποιεῖν ἢ λέγειν ἀπὸ τῆς ἑαυτοῦ κρίσεως καὶ τῶν λογισμῶν· ἀλλ’ ἐκεῖνα μόνον ἃ παρέλαβεν ἐκεῖθεν, εἴτε πρᾶγμά ἐστιν, εἴτε λόγος, εἴτε ἔργον, κατὰ τὸν τρόπον ὃν ἐκελεύσθη, κομίσας ἀποδίδωσι τῷ Θεῷ· καὶ οὕτω τὰ δῶρα κατὰ τὸ ἀρέσκον τῷ Θεῷ ἀεὶ προσφερόμενα ἀνάγκη ἀρεστὰ αὐτῷ ἀεὶ καὶ δεκτὰ εἶναι.

Τί γὰρ εἰ τὰ καθ’ ἑαυτὸν φαῦλός ἐστιν ὁ κομίζων; Οὐ γὰρ προστίθησιν οὐδὲν ἡ φαυλότης ἐκείνου τοῖς δώροις, οὐδὲ χείρω ποιεῖ τὴν προσαγωγήν, ὥσπερ οὐδὲ ἰατρικὸν φάρμακον κωλύεται εἶναι ὑγιεινόν, ὅτι ἰδιώτης ἄνθρωπος καὶ τῆς τέχνης οὐδὲν ἐπαΐων αὐτὸ συνέθηκεν, εἰ μόνον ἰατροῦ κελεύσαντος καὶ τὴν κατασκευὴν ἅπασαν ἐκδόντος αὐτῷ συνέθηκε.

Γένοιτο γὰρ ἂν οὐ διὰ τὴν ἀμάθειαν τοῦ ὑπηρετήσαντος μάταιον, ἀλλὰ διὰ τὴν τέχνην τοῦ ἐκδεδωκότος σωτήριον. Ἀπὸ μὲν γὰρ τοῦ ὑπηρέτου ἀνεπιστημοσύνης οὐδὲν ἔλαβεν· ἀπὸ δὲ τῆς τοῦ ἰατροῦ τέχνης πᾶσαν ἐδέξατο τὴν κατασκευήν.

Οὕτω κἀνταῦθα τὸ πᾶν ἡ χάρις ἐργάζεται. Ὁ δὲ ἱερεὺς ὑπηρέτης ἐστὶ μόνον, οὐδ’ αὐτὸ τὸ ὑπηρετεῖν οἴκοθεν ἔχων. Καὶ τοῦτο γὰρ παρὰ τῆς χάριτος αὐτῷ. Τοῦτο γάρ ἐστιν ἡ ἱερωσύνη δύναμις ὑπηρετική τις τῶν ἱερῶν.

ΜΖʹ. Ὅσον εἰσὶ δεκτά Ἀλλ’ ὅτι μὲν πάντας τοὺς πιστοὺς ἁγιάζει πάντα τὰ δῶρα καὶ πάντοτε, πάντοτε ὄντα δεκτὰ τῷ Θεῷ, δῆλον ἀπὸ τῶν εἰρημένων. Ἑπόμενον δὲ θεωρῆσαι καὶ ὅσον εἰσὶ δεκτά. Τί γὰρ τῷ δώρῳ τὸ δεκτὸν εἶναι καὶ ἐπὶ τῶν ἀνθρώπων;

Τί ποιοῦντες τὰ δῶρα δέχεσθαι αὐτὰ λέγονται; Ἆρ’ ὅτι ταῖς χερσὶ λαμβάνομεν καὶ κόλπον αὐτοῖς ὑπέχομεν; Οὐδαμῶς. Πολλὰ γὰρ οὐδὲ κομίσαι τοὺς λαμβάνοντας οὐδὲ ὑποδέξασθαι δυνατόν· ὥσπερ εἰ ἀγρὸς εἴη τὸ διδόμενον ἢ οἰκία ἤ τι τοιοῦτον.

Ἀλλὰ τί ἂν εἴη τὸ δέχεσθαι ἐπὶ πάντων τῶν δώρων; Τὸ μετὰ τῶν ἰδίων τάξαι, τὸ οἰκειώσασθαι, ταῦτα δεκτὰ λέγονται. Ὁ δὲ Θεὸς ταῦτα τὰ δῶρα οὕτως οἰκειοῦται, ὥστε αὐτὰ σῶμα καὶ αἷμα ποιεῖται τοῦ Μονογενοῦς. Εἰ τοίνυν τῆς οἰκειώσεως ταύτης ἴσον οὐδέν ἐστιν ἐνθυμηθῆναι, οὐδὲ ὅσον εἰσὶ δεκτὰ μέτρον εὑρεῖν δυνατόν.

Ἔτι δὲ καὶ ἀπὸ τῆς ἀντιδόσεως δῆλον γίνεται ὅσον ἀποδέχεται τὸ δοθὲν ὁ λαβών. Τίς οὖν ἐνταῦθα ἡ ἀντίδοσις; Αὐτὸ πάλιν τὸ σῶμα τοῦ Χριστοῦ καὶ τὸ αἷμα· λαμβάνων γὰρ παρ’ ἡμῶν ἄρτον καὶ οἶνον ὁ Θεὸς αὐτὸν ἀντιδίδωσι τὸν Υἱόν. Καὶ πόθεν δῆλον, φησίν, ὅτι ὡς δῶρα ταῦτα ἡμῖν ἀντὶ τῶν προσαγομένων παρὰ τοῦ Θεοῦ δίδοται. Ἐξ ὧν αὐτὸς ὁ ταῦτα περικείμενός φησι πρὸς ἡμᾶς· «Λάβετε», λέγων· οὕτω γὰρ μηνύεται τὸ δῶρον.

Ταύτῃ τῇ φωνῇ καὶ ὁ διδοὺς καὶ ὁ δεχόμενος καὶ τὸ διδόμενον σημαίνεται. Ἔστι καὶ ἄλλως τι λαβεῖν ὡς παρακαταθήκην, ᾧ χρῆσθαι τοὺς λαβόντας οὐ θέμις. Σὺ δ’ ἵνα μῆ τοῦτο νομίσῃς, ἀλλ’ ἴδῃς ὅτι σόν ἐστι, καὶ χρήσασθαι ἐκέλευσε· «Φάγετε», λέγων.

Οὕτω δεκτὰ τῷ Θεῷ τὰ δῶρα καὶ μετὰ τοσαύτης ὑπερβολῆς. Διὰ τοῦτο ἁγιάζουσιν ἀεὶ πάσας Χριστιανῶν ψυχὰς καὶ ζώντων καὶ τεθνηκότων τὰς ἀτελεῖς ἔτι καὶ δεομένας ἁγιασμοῦ. Οἱ γὰρ τελειωθέντες ἅγιοι μετὰ τῶν ἀγγέλων ἑστῶτες καὶ εἰς τὴν οὐράνιον ἱεραρχίαν ἤδη τελέσαντες οὐκ ἔτι δέονται τῆς ἐπιγείου ἱεραρχίας.

ΜΗʹ. Τίς ὁ λόγος καθ’ ὃν καὶ τοὺς ἁγίους τοῖς δώροις τούτοις δεξιούμεθα καὶ θεραπεύομεν Τούτῳ δὲ ἀκόλουθον ἐκεῖνο ζητῆσαι. Εἰ γὰρ ταῦτα τὰ ἅγια ἀνατίθεται μὲν τῷ Θεῷ, ἁγιάζει δὲ τοὺς ἁγιασμοῦ δεομένους, τίνος ἕνεκα καὶ τοὺς ἡγιασμένους ἤδη καὶ πάντα τελείους ταύτῃ τῇ δωροφορίᾳ δεξιοῦσθαι πιστεύομεν καί, ἐπειδὰν αὐτῶν τι δεηθέντες εἰς ἐπικουρίαν καλέσωμεν, τὴν τῶν δώρων τούτων ὑπισχνούμεθα λειτουργίαν, ὥσπερ ἢ αὐτοῖς ταῦτα ἀναθήσειν μέλλοντες ἢ ὑπὲρ αὐτῶν, ἵνα γένωνται βελτίους;

Ὅτι καὶ ἕτερός ἐστι τρόπος τῆς δωροφορίας ταύτης, ᾗ πρόσθεν ἔφην, καθ’ ὃν τὰ δῶρα ταῦτα καὶ τῶν ἁγίων γίνεται, ὅταν ὡς εὐχαριστήρια τῷ Θεῷ προσάγωνται ὑπὲρ τῆς αὑτῶν δόξης ἧς αὐτοὺς ἐδόξασε καὶ ὑπὲρ τῆς τελειώσεως ἧς αὐτοὺς ἐτελείωσεν. Ἔστι μὲν γὰρ τοῦ Θεοῦ τὰ δῶρα ὡς αὐτῷ ἀνατιθέμενα· ἔστι δὲ καὶ τῶν δεομένων βοηθείας πιστῶν ὡς βοηθήματα· ἔστι δὲ καὶ τῶν ἁγίων, ὅτι αὐτῶν χάριν ἀνατίθεται τῷ Θεῷ.

Τὸ γὰρ ἐμὴν χάριν δοθὲν ἐγὼ λαμβάνω, κἂν ὁστισοῦν ὁ δεχόμενος ᾖ· οὐ γὰρ πάντα τὰ διδόμενα ἡμῖν ὁθενοῦν ταῖς χερσὶ λαμβάνομεν ταῖς ἡμετέραις μόναις, ἀλλὰ καὶ ταῖς τῶν φίλων καὶ ταῖς τῶν οἰκείων καὶ ἁπλῶς πάντων οἷς ὁ δωρούμενος ἵν’ ἡμᾶς εὐφράνῃ δωρεῖται. Διὰ τοῦτο καὶ ὁ Κύριος, τῶν πτωχῶν λαμβανόντων, ὅτι οἱ χορηγοῦντες αὐτοῖς αὐτοῦ χάριν τοῦτο ποιοῦσιν, αὐτὸς λαμβάνειν φησίν. Οὕτω καὶ οἱ ἅγιοι ταῦτα τὰ δῶρα λαμβάνουσιν, ὅτι αὐτῶν χάριν ἀνατίθεται τῷ Θεῷ. Ὥσπερ γὰρ διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην ἐκεῖνο γίνεται, οὕτω διὰ τὴν τῶν ἁγίων ἀγάπην τοῦτο. Ὅτι μὲν γὰρ σφόδρα φιλοῦμεν αὐτούς, τὰ αὐτῶν ἀγαθὰ ἡμέτερα λογιζόμεθα καὶ συγχαίρομεν αὐτοῖς τῆς εὐδαιμονίας, ὡς καὶ αὐτοὶ μετέχοντες τῶν ἀγαθῶν. Οὕτω δὲ χαίροντες ταῖς παρὰ τοῦ Κυρίου δεδομέναις αὐτοῖς δωρεαῖς, εὐχαριστοῦμεν τῷ δεδωκότι καὶ τὰ χαριστήρια προσάγομεν δῶρα.

Οὐ διὰ τοῦτο δὲ μόνον αὐτοὶ τὰ δῶρα λαμβάνουσιν ὅτι διὰ τὴν αὐτῶν ἀγάπην ἡ δωροφορία γίνεται, ἀλλ’ ὅτι καὶ αὐτὸ τοῦτο τῶν ἡδίστων καὶ σφόδρα κεχαρισμένων αὐτοῖς, λέγω δὴ τὸ τὸν Θεὸν δι’ αὐτοὺς χάριτας δέχεσθαι καὶ δοξάζεσθαι.

Ὥσπερ γὰρ μέγιστον ἁμάρτημα τῶν πονηρῶν ἀνθρώπων τὸ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ δι’ αὐτούς, οὕτω μέγα κατόρθωμα καὶ περισπούδαστον τοῖς ἁγίοις τὸ δι’ αὐτοὺς τὸν Θεὸν δοξάζεσθαι. Τοῦτο καὶ μετὰ σώματος ζῶσι διηνεκὴς ἀγὼν ἦν, καὶ μεταστᾶσιν εἰς τὸν οὐρανὸν ἔργον ἐστὶν ἄληκτον καὶ τρυφὴ καὶ τῆς μακαριότητος ἐκείνης κεφάλαιον. Εἰ γάρ, ὅτε τὰ ἀγαθὰ ἐν ἐλπίσιν ἦν αὐτοῖς μόνον, διετέλουν ἐν παντὶ εὐχαριστοῦντες τῷ Θεῷ καὶ πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντες, ὁποίους αὐτοὺς γενέσθαι τὰ τοιαῦτα χρὴ νομίζειν, ὅτε μείζων μὲν αὐτοῖς ἡ εὐγνωμοσύνη πολλῷ τῷ μέσῳ τελείοις ἤδη πᾶσαν ἀρετὴν γενομένοις, τὰ δὲ ἀγαθὰ οὐκέτι ἐλπίζουσιν, ἀλλ’ αὐτῇ πείρᾳ μανθάνουσι τὴν τοῦ Δεσπότου φιλοτιμίαν· ὅτε ὁρῶσιν ἑαυτοὺς ἐξ οἵων οἷοι γεγόνασιν ἀντὶ πηλίνων ἥλιοι, ἀντὶ δούλων ἠτιμωμένων υἱοὶ τίμιοι, καὶ βασιλείας οὐρανῶν κληρονόμοι ἀντὶ ὑπευθύνων, δυνατοὶ καὶ ἄλλους λύειν εὐθύνης τῇ πρὸς τὸν Δικαστὴν παρρησίᾳ; Διὰ τοῦτο οὐδὲ κόρος ἐστὶν αὐτοῖς οὐδεὶς τῶν εἰς Θεὸν ὕμνων, οὐδὲ νομίζουσιν αὐτοὶ μόνοι πρὸς τὴν εὐχαριστίαν ἀρκεῖν. Ὅθεν βούλονται πάντας, καὶ ἀγγέλους καὶ ἀνθρώπους, ἔχειν τοῦτον αὐτοῖς συνεργαζομένους τὸν ὕμνον, ἵνα τὸ ὄφλημα αὐτῶν ἡ εὐχαριστία τῷ Θεῷ ἐγγύτερον τῆς ἀξίας ἀποδοθῇ, πολλαπλασίων ἑαυτῆς γενομένη τῇ προσθήκῃ τῶν ὑμνητῶν.

Καὶ τούτου μάρτυρες οἱ περὶ Ἀζαρίαν ἅγιοι παῖδες, οἱ τοῦ πυρὸς κρατήσαντες καὶ ταύτην παρὰ τοῦ Θεοῦ τότε λαβόντες τὴν χάριν· ἐπεὶ ἔδει καὶ αὐτοὺς τῆς παραδόξου ταύτης σωτηρίας ὁμολογῆσαι χάριν τῷ σώσαντι καὶ ὑμνῆσαι οὐκ ἠγάπησαν, εἰ αὐτοὶ μόνον ὑμνήσουσιν, οὐδὲ τὴν ἑαυτῶν βοὴν ἀρκεῖν ἐνόμισαν, ἀλλὰ καὶ ἀγγέλους συνεκάλουν καὶ ἀνθρώπων ἅπαντα γένη καὶ οὐρανὸν αὐτὸν καὶ τὸν ἥλιον καὶ τοὺς ἀστέρας καὶ γῆν καὶ ὄρη καὶ ἄλογα πάντα καὶ ἄψυχα καὶ ἁπλῶς πᾶσαν τὴν κτίσιν. Τοσαύτη τοῦ τὸν Θεὸν ὑμνεῖσθαι παρὰ τοῖς ἁγίοις ἐπιθυμία καὶ μετὰ σώματος ἔτι ζῶσι καὶ πολλῷ μᾶλλον ἀπαλλαγεῖσι τοῦ σώματος.

Ὅθεν, εἴ τις αὐτῶν μεμνημένος καὶ τῆς εὐδοκιμήσεως αὐτῶν καὶ τῆς μακαριότητος καὶ τῆς δόξης τὸν στεφανώσαντα Θεὸν ὑμνήσειε, χάριν αὐτοῖς κατατίθεται χαρίτων ἁπασῶν τὴν τιμιωτάτην καὶ μάλισθ’ ὅταν ποιῆται τὴν ὕμνησιν, οὐ φωναῖς ψιλαῖς μόνον ἀλλὰ καὶ δώρων χαριστηρίων προσαγωγῇ, καὶ δώρων οὕτω σφόδρα δεκτῶν τῷ Θεῷ, καὶ τιμίων τὴν ἀνωτάτω τιμήν. Τηνικαῦτα γάρ, καθάπερ αὐτὸς ὁ Σωτὴρ ἵλεως αὐτὰ δεχόμενος καὶ ὑπὲρ πᾶσαν νομικὴν λατρείαν τὸ σῶμα ἡμῖν αὐτοῦ ἀντιδίδωσι καὶ τὸ αἷμα, οὕτω καὶ αὐτοὶ χαίροντες αὐτοῖς, ὡς οὐδενὶ τῶν ἄλλων οἷς αὐτοὺς θεραπεύειν δοκοῦμεν, ὅλους παρέχουσιν ἡμῖν ἑαυτοὺς συντελεῖν πρὸς πᾶν ὅ τι ἡμῖν συμφέρει· πανταχοῦ γὰρ τὸν ἑαυτῶν μιμοῦνται Δεσπότην.

ΜΘʹ. Πρὸς τοὺς λέγοντας τὴν ἐν τῇ λειτουργίᾳ τῶν ἁγίων μνήμην ἱκεσίαν τοῦ ἱερέως πρὸς τὸν Θεὸν εἶναι ὑπὲρ αὐτῶν Ἀλλ’ ἐνταῦθά τινες ἠπατήθησαν οὐκ εὐχαριστίαν ἀλλ’ ἱκεσίαν ὑπὲρ τῶν ἁγίων πρὸς τὸν Θεὸν τὴν μνήμην αὐτῶν εἶναι νομίσαντες, οὐκ οἶδα πόθεν λαβόντες τῶν λογισμῶν τούτων τὰς ἀφορμάς. Οὔτε γὰρ ἀπὸ τῶν πραγμάτων αὐτῶν ταῦτα πιστεύειν ἀκόλουθον, οὔτε ἀπὸ τῶν ἐνταῦθα τῆς ἱερουργίας ῥημάτων.

Καὶ τὸ μὲν εἰκὸς τῶν πραγμάτων, ὅτι πολλοῦ δεῖ τοιαῦτα συγχωρεῖν, δῆλον ἐκεῖθεν. Εἰ γὰρ εὔχεται ὑπὲρ τῶν ἁγίων ἡ Ἐκκλησία, ἐκεῖνα πάντως εὔξαιτ’ ἂν ἃ εἴωθεν εὔχεσθαι πανταχοῦ. Τίνα δέ ἐστιν ἃ εὔχεται τοῖς κεκοιμημένοις; Ἄφεσις ἁμαρτιῶν, βασιλείας κληρονομία, ἀνάπαυσις ἐν τοῖς κόλποις Ἀβραὰμ μετὰ τῶν τετελειωμένων ἁγίων. Ταῦτα τῆς Ἐκκλησίας εὐχή, παρὰ ταῦτα οὐδὲν ἂν εὕροις εὐχομένην τοῖς μεταστᾶσιν. Ἐν τούτοις ὥρισται ἡ πρὸς Θεὸν ἡμῶν ἱκεσία. Οὐ γὰρ πᾶν οὗπερ ἄν τις ἐπιθυμήσειε καὶ εὔχεσθαι ἔξεστιν, ἀλλὰ κἀνταῦθα νόμος ἐστὶ καὶ ὅρος ὃν ὑπερβαίνειν ἀθέμιτον. Τὸ γάρ· «Τί προσευξόμεθα καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν, φησίν, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν»· τουτέστιν ἃ δεῖ προσεύχεσθαι, διδάσκει ἡμᾶς· οὕτω γὰρ οἱ διδάσκαλοι τῆς Ἐκκλησίας ἐξειλήφασιν.

Σκέψαι τοίνυν εἴ τι πλέον τῶν εἰρημένων ἐν πάσαις τελεταῖς καὶ ἱερολογίαις ἔστιν εὑρεῖν εὐχομένην τὴν Ἐκκλησίαν, καὶ οὐκ ἂν εὕροις. Οὐκοῦν εὔξονται μὲν τοῖς ἀνευθύνοις ἄφεσιν ἁμαρτιῶν, ὡς ὑπευθύνοις ἔτι καὶ δίκας ὀφείλουσιν· εὔξονται δὲ τοῖς ἁγίοις, ὡς μήπω ἡγιασμένοις, τὴν μετὰ τῶν ἁγίων ἀνάπαυσιν· εὔξονται δὲ τελείωσιν τοῖς τελείοις, ὡς μήπω τελειωθεῖσιν.

Καὶ οὕτως ἀνάγκη δυοῖν θάτερον ἁμαρτάνειν αὐτούς· ἢ γὰρ ὁμολογοῦντες τὴν μακαριότητα καὶ τὴν τελειότητα τῶν ἁγίων, ἑκόντες βούλονται πρὸς τὸν Θεὸν ληρεῖν καὶ ματαίαν ὑπὲρ αὐτῶν συνείρειν εὐχήν, ὅπερ ἐστὶν ἀνδρῶν τὰ θεῖα παιζόντων μᾶλλον ἢ ἱερέων· ἢ μετὰ σπουδῆς ποιούμενοι τὰς εὐχάς, ὡς ἂν οἰόμενοι τοὺς ἁγίους δι’ αὐτῶν ὠφελεῖν, τὴν αὐτῶν ἀρνοῦνται δόξαν, ὅπερ ἐστὶ βλασφημεῖν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τὸν Θεὸν αὐτόν, ὡς ψευσάμενον τὰς ἐπαγγελίας, ὃς ἐπηγγείλατο δοξάσειν καὶ τῆς βασιλείας μεταδώσειν αὐτοῖς.

Μᾶλλον δὲ καὶ ἄμφω σαφής ἐστι βλασφημία· τοῦτο μὲν ὡς παντελῶς ἀρνουμένων τὴν μακαριότητα τῶν ἁγίων· ἐκεῖνο δὲ ὡς τὰ τῶν ἀρνουμένων ποιούντων. Οὓς γὰρ εἶναι πιστεύουσι μακαρίους, ὡς ἐν υἱῶν μοίρᾳ τεταγμένους καὶ τῆς βασιλείας αὐτῆς κληρονόμους, τούτους ὡς εἶεν ἀγέραστοι καὶ ἀτίμητοι καὶ ὑπεύθυνοι, δι’ ὧν τοιαῦτα ὑπὲρ αὐτῶν ἀξιοῦσιν εὔχεσθαι, μαρτυροῦσιν.

Οὕτω μὲν οὖν αὐτῶν ἕνεκα τῶν πραγμάτων ἄτοπον εἶναι φαίνεται εἴ τις νομίζει τὴν ὑπὲρ τῶν ἁγίων παρὰ τῆς Ἐκκλησίας εἰς τὸν Θεὸν προσφορὰν ἱκέσιον εἶναι. Ἴδωμεν δὲ καὶ αὐτὰ τὰ ῥήματα. «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων, προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος ἐν πίστει τετελειωμένου· ἐξαιρέτως δὲ τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου προδρόμου καὶ βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός, καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς αἰωνίου· καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σοῦ.» Ταῦτα τὰ ῥήματα ἐν οἷς οὐδεμία περιέχεται περὶ τῶν ἁγίων πρὸς τὸν Θεὸν ἱκεσία, οὐδὲ εὔχεται αὐτοῖς ὁ ἱερεὺς τῶν εἰωθότων οὐδέν. Ἀλλὰ τῶν μὲν ἄλλων κεκοιμημένων πιστῶν μεμνημένους, εὐθὺς προστίθησιν τὴν ὑπὲρ τούτων εὐχήν. «Ἀνάπαυσον γὰρ αὐτούς, φησίν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σοῦ.» Ἐπὶ δὲ τῶν ἁγίων τοὐναντίον ἅπαν. Οὐ γὰρ πρεσβείαν ὑπὲρ αὐτῶν ποιεῖται, ἀλλ’ αὐτοὺς μᾶλλον προβάλλεται πρέσβεις.

Εἰπὼν γὰρ καὶ ἀριθμήσας τοὺς ἁγίους, ἐπάγει· «Ὧν ταῖς πρεσβείαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός.» Ὃ δὲ μάλιστα δείκνυσιν, οὐ δέησίν τινα καὶ ἱκεσίαν, ἀλλ’ εὐχαριστίαν ὑπὲρ τῶν ἁγίων εἶναι ταῦτα τὰ ῥήματα, ὅτι καὶ ἡ τοῦ Θεοῦ Μήτηρ ἐν τούτῳ τῷ καταλόγῳ τάττεται· οὐ γὰρ ἂν ἐτάττετο, εἰ μεσιτείας τινὸς ὁ χορὸς οὗτος ἐδεῖτο, ἥ γε πάσης ἐστὶν ἐπέκεινα μεσιτείας οὐ τῆς ἀνθρωπίνης μόνον ἱεραρχίας ἀλλὰ καὶ τῆς τῶν ἀγγέλων, ὡς ἂν καὶ αὐτῶν οὖσα τῶν ἀνωτάτω νόων ἀσυγκρίτως ἁγιωτέρα.

Καὶ μὴν ὁ Χριστός ἐστι, φησίν, ὁ ταύτην τελῶν τὴν ἱερουργίαν. Τί οὖν θαυμαστὸν εἰ καὶ τοῖς ἁγίοις καὶ αὐτῇ μεσιτεύσειε τῇ Μητρί; Ἀλλ’ οὐδένα τοῦτο λόγον ἔχει. Οὐ γὰρ οὗτος ὁ τρόπος τῆς τοῦ Χριστοῦ μεσιτείας· «μεσίτης» μὲν γὰρ ἐγένετο «Θεοῦ καὶ ἀνθρώπων»· ἀλλ’ οὐ λόγοις τισὶ καὶ εὐχαῖς, ἀλλ’ ἑαυτῷ· ὅτι γὰρ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος ἦν, Θεὸν ἀνθρώποις συνῆψε, κοινὸν ὅρον ἑαυτὸν ἀμφοτέραις ταῖς φύσεσιν ἐμβαλών.

Τὸ δὲ νομίζειν αὐτὸν διὰ τῶν ἐν τῇ ἱερουργίᾳ εὐχῶν ἀεὶ μεσιτεύειν, βλασφημίας ἁπάσης καὶ ἀτοπίας ἐστὶ μεστόν. Εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ τελῶν τὴν ἱερουργίαν, ἀλλ’ οὐ πάντα τὰ ἐκεῖ γινόμενα καὶ λεγόμενα αὐτῷ ἀναθήσομεν. Τὸ μὲν γὰρ ἔργον τῆς μυσταγωγίας καὶ τὸ τέλος, ἤτοι τὸ ἁγιασθῆναι τὰ δῶρα, καὶ ἁγιάσαι τοὺς πιστούς, αὐτός ἐστι μόνος ὁ τελῶν. Αἱ δὲ περὶ τούτων εὐχαὶ καὶ δεήσεις καὶ ἱκεσίαι τοῦ ἱερέως· ἐκεῖνα μὲν γὰρ δεσπότου, ταῦτα δὲ δούλου· καὶ ὁ μὲν εὔχεται, ὁ δὲ τελειοῖ τὰς εὐχάς· καὶ ὁ μὲν Σωτὴρ δίδωσιν, ὁ δὲ ἱερεὺς ὑπὲρ τῶν δοθέντων εὐχαριστεῖ· καὶ ὁ μὲν ἱερεὺς προσάγει, ὁ δὲ Κύριος δέχεται τὰ δῶρα· προσφέρει μὲν γὰρ καὶ ὁ Κύριος, ἀλλ’ ἑαυτὸν τῷ Πατέρι καὶ τὰ δῶρα ταῦτα, ὅταν αὐτὸς γένωνται, ὅταν εἰς τὸ αὐτοῦ σῶμα καὶ αἷμα μεταβληθῶσιν. Ὅτι γὰρ ἑαυτὸν προσφέρει, διὰ τοῦτο λέγεται εἶναι ὁ αὐτὸς καὶ «προσφέρων καὶ προσφερόμενος, καὶ προσδεχόμενος» ὡς θεός· προσφερόμενος δὲ ὡς ἄνθρωπος· ἄρτον δὲ καὶ οἶνον ἔτι ὄντα τὰ δῶρα προσφέρει μὲν ὁ ἱερεύς, προσδέχεται δὲ ὁ Κύριος.

Καὶ τί ποιῶν τὰ δῶρα προσδέχεται; Ἁγιάζων αὐτά, εἰς τὸ ἑαυτοῦ σῶμα καὶ αἷμα μεταβάλλων. Τοῦτο γὰρ τὸ δέχεσθαι, τὸ οἰκειοῦσθαι, κατὰ τὰ προειρημένα· οὗτος ὁ τρόπος καθ’ ὃν ὁ Χριστὸς τὴν ἱερουργίαν ταύτην ἱερουργεῖ· ταῦτά ἐστιν ἃ τὴν ἱερωσύνην αὐτῷ ποιεῖ.

Εἰ δὲ πρὸς τοῖς εἰρημένοις, καὶ τὰς ἐν τῇ μυσταγωγίᾳ εὐχὰς ἢ πάσας ἤ τινας τοῦ Χριστοῦ θείη τις εἶναι φωνάς, οὐδὲν κατὰ τοῦτο διοίσει τῶν ἀσεβῶν, οἱ τὴν δόξαν αὐτοῦ καθαιρεῖν ἐτόλμησαν. Ἀνάγνωθι τὰς εὐχὰς ἁπάσας καὶ εἴσῃ τὰ ῥήματα ἐκεῖνα πάντα δούλων εἶναι ῥήματα· ἀναγνώθι καὶ ταύτην ἣ μνημονεύει τῶν ἁγίων, ἣν τῷ Χριστῷ ἀνατιθέναι τολμῶσι, καὶ εὑρήσεις ἐκεῖ οὐδὲν μὲν υἱῷ πρέπον ὁμοτίμῳ πάντα δὲ δούλων. Πρῶτον μὲν γάρ, οὐκ ἀφ’ ἑνὸς προσώπου ἀλλὰ κοινὴ τοῦ γένους ἐστὶν ἡ εὐχαριστία, καὶ ὡς ἁμαρτήσαντες καὶ μὴ περιοφθέντες ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας εὐχαριστοῦσι· καὶ ἡ εὐχαριστία οὐ πρὸς τὸν Πατέρα μόνον, ἀλλὰ καὶ πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τῆς τοῦ Θεοῦ Μητρὸς ὡς Δεσποίνης δοῦλοι μέμνηνται· καὶ ταῖς πρεσβείαις αὐτῆς καὶ τῶν ἁγίων τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέψεως καὶ προνοίας αἰτοῦνται τυχεῖν.

Ταῦτα δὲ τί κοινὸν ἔχει πρὸς τὸν ἕνα Κύριον, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἀναμάρτητον, τὸν πάντων Δεσπότην; «Εὐχαριστοῦμέν σοι, φησί, καὶ τῷ Υἱῷ σου τῷ μονογενεῖ.» Οὐκοῦν ὁ Χριστὸς εὐχαριστεῖ τῷ Υἱῷ τοῦ Θεοῦ τῷ μονογενεῖ; καὶ ἰδοὺ δύο ἔσονται υἱοὶ κατὰ τὴν Νεστορίου μανίαν· οὕτως ἀσεβὲς καὶ ἀνόητον τὸν Χριστὸν νομίζειν ὑπὲρ τῶν ἁγίων πρεσβεύειν καὶ τοιαύτην πρεσβείαν καὶ μεσιτείαν αὐτῷ περιάπτειν.

Ἐδείχθη δὲ ταῦτα μηδὲ τῶν ἱερῶν εἶναι. Λείπεται δὲ μὴ ἱκεσίαν ἀλλ’ εὐχαριστίαν εἶναι ταῦτα τὰ ῥήματα. «Ναί», φησίν, ἀλλ’ ἡ λέξις οὐκ ἐᾷ τὴν ἱκεσίαν σαφῶς δυναμένη. Ἡ γὰρ «ὑπὲρ» πρόθεσις τοῦτο βούλεται σημαίνειν.

Οὐ πάντως· οὐ γὰρ πανταχοῦ τὸν δεόμενον δείκνυσι. Οὐ γὰρ ἐν οἷς ἱκετεύομεν μόνον, ἀλλὰ καὶ ἐν οἷς εὐχαριστοῦμεν, ταύτῃ χρώμεθα τῇ λέξει. Καὶ τοῦτο δῆλον πολλαχόθεν καὶ ἀπ’ αὐτῆς δὲ τῆς προκειμένης εὐχῆς. «Ὑπὲρ τούτων, φησίν, ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ», «ὑπὲρ πάντων ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν», εὐχαριστοῦμέν σοι· «καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας».

Ὁρᾷς τὴν «ὑπὲρ» καὶ ἐπὶ τῆς εὐχαριστίας κειμένην; Οὐκοῦν πρὸς τὴν πλάνην ταύτην οὐδεμία καταλείπεται πρόφασις. Οὕτω μὲν οὖν ἀδύνατον ἱκέσιον εἶναι τὴν περὶ τῶν ἁγίων μνήμην. Ὅτι δὲ χαριστήριός ἐστι, δείκνυσι μὲν αὐτὸ τοῦτο τὸ μὴ εἶναι ἱκέσιον. Ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ ἱκέσιον εἶναι ἢ χαριστήριον· ὅτι κατὰ τοὺς δύο μόνον τούτους τρόπους μεμνήμεθα πρὸς τὸν Θεὸν τῶν παρ’ ἐκείνου γινομένων ἡμῖν ἀγαθῶν, ἢ ἵνα λάβωμεν αὐτὰ ἢ ὅτι ἤδη ἐλάβομεν. Καὶ τὸ μέν ἐστιν ἱκεσία, τὸ δὲ εὐχαριστία. Δείκνυσι δὲ καὶ τὸ πασῶν μεγίστην εἶναι τῶν τοῦ Θεοῦ δωρεῶν εἰς τοὺς ἀνθρώπους τὴν τῶν ἁγίων τελείωσιν. Καὶ διὰ τοῦτο μὴ χάριτας ὁμολογεῖν αὐτῷ τὴν Ἐκκλησίαν περὶ αὐτῶν μὴ θεμιτὸν εἶναι. Καὶ τί λέγω μεγίστην τῶν τοῦ Θεοῦ δωρεῶν τὴν τῶν ἁγίων τελείωσιν;

Αὕτη μὲν οὖν ἐστιν ἅπασα ἡ τοῦ Θεοῦ δωρεά. Πάντων γὰρ ὧν εἰς τὸ γένος ἡμῶν ἐποίησεν ἀγαθῶν, τοῦτό ἐστι τὸ τέλος, τοῦτο καρπὸς οἱ χοροὶ τῶν ἁγίων· καὶ τούτου ἕνεκα οὐρανὸς ἡμῖν ἐδημιουργήθη καὶ γῆ καὶ τὸ ὁρώμενον ἅπαν.

Διὰ τοῦτο παράδεισος· διὰ τοῦτο προφῆται· διὰ τοῦτο αὐτὸς ὁ Θεὸς ἐν σαρκὶ καὶ Θεοῦ λόγοι καὶ ἔργα καὶ πάθη καὶ θάνατος· ἵνα ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν μετοικήσωσιν ἄνθρωποι καὶ τῆς ἐκεῖ βασιλείας γένωνται κληρονόμοι.

Εἰ τοίνυν ὅλως εὐχαριστία ἐστὶν ἐν τῇ τελετῇ καὶ τὰ δῶρα ταῦτα χαριστήρια καθάπερ ἱκεσία, πᾶσα ἀνάγκη τὸ κεφάλαιον καὶ τὴν ἀφορμὴν τῆς εὐχαριστίας αὐτοὺς εἶναι τοὺς τελειωθέντας ἁγίους. Ὅλως δὲ τί ἐστι τὸ ποιοῦν ἐν ἡμῖν τὴν εὐχαριστίαν· οὐ τὸ αἰτεῖν ὁτιοῦν καὶ λαβεῖν ὃ αἰτούμεθα; Παντί που δῆλον· οὐκοῦν τὸ αὐτό ἐστι δι’ ὅ τε εὐχαριστοῦμεν καὶ ὃ αἰτοῦμεν;

Τί οὖν παρὰ τοῦ Θεοῦ ἡ Ἐκκλησία αἰτεῖται; Ὅπερ αἰτεῖν παρὰ αὐτοῦ ἐκελεύσθη, τὴν βασιλείαν αὐτοῦ δηλονότι, ἵνα οἱ πιστοὶ ταύτης κληρονομήσωσιν· ἵνα ἅγιοι γένωνται κατὰ τὸν καλέσαντα ἅγιον. Εἰ δὲ ταῦτα τοῦ Θεοῦ δεῖται καὶ ἱκετεύει, πρόδηλον ὅτι καὶ ὑπὲρ αὐτῶν τούτων εὐχαριστεῖ· εὔχεται τοὺς πιστοὺς ἐν ἁγιωσύνῃ τελειωθῆναι, καὶ διὰ τοῦτο περὶ τῶν ἤδη τελειωθέντων ἁγίων τῷ τελειώσαντι χάριτας ὁμολογεῖν ἀκόλουθόν ἐστιν ἐξ ἀνάγκης. Διὰ ταύτην τὴν ὑπὲρ τῶν ἁγίων εὐχαριστίαν αὐτὴ ἡ τελετὴ εὐχαριστία καλεῖται· εἰ γὰρ καὶ ἄλλων ἐνταῦθα πολλῶν μέμνηται, ἀλλ’ οἱ ἅγιοι τὸ τέλος ἁπάντων καὶ ὑπὲρ ὧν ἐκεῖνα ζητεῖται· ὅθεν ὅταν ὑπὲρ ἐκείνων εὐχαριστῇ, ὑπὲρ τῆς τελειώσεως τῶν ἁγίων εὐχαριστεῖ.

Καθάπερ γὰρ ὁ Κύριος ὅσα ἐποίησεν, ἵνα συστήσῃ τὸν χορὸν τῶν ἁγίων, ἐποίησεν· οὕτω καὶ ἡ Ἐκκλησία ἐν οἷς αὐτὸν ὑπὲρ ἁπάντων ἐκείνων ὑμνεῖ, πρὸς τὸν χορὸν βλέπουσα τῶν ἁγίων τοῦτο ποιεῖ. Τούτου χάριν, ὅτε παρεδίδου τοῦτο τὸ μυστήριον ὁ Σωτήρ, εὐχαριστῶν τῷ Πατρὶ παρεδίδου, ὅτι δι’ αὐτοῦ ἔμελλεν ἀνοίγειν ἡμῖν τὸν οὐρανὸν καὶ ταύτην τὴν «πανήγυριν τῶν πρωτοτόκων» συνάγειν ἐκεῖ. Τοῦτον ἡ Ἐκκλησία μιμουμένη, οὐχ ἱκέσιον μόνον ἀλλὰ καὶ χαριστήριον τὴν προσαγωγὴν ποιεῖται τῶν δώρων. Καὶ τοῦτο δείκνυσι μὲν καὶ ἑτέρωθεν, μάλιστα δὲ ἀπὸ τῆς εὐχῆς ἐν ᾗ πᾶς ὁ σκοπὸς περιέχεται τῆς ἱερουργίας. Διηγησαμένη γὰρ ἅπαντα τὰ παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν καὶ ὑπὲρ πάντων εὐχαριστήσασα καὶ τελευταῖον προσθεῖσα τὴν τοῦ Κυρίου διὰ σαρκὸς παρουσίαν καὶ τὴν τοῦ μυστηρίου τούτου παράδοσιν, καὶ ὡς ἐνετείλατο καὶ ἡμᾶς τοῦτο ποιεῖν ἐπήγαγε· «Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γενομένων, τοῦ σταυροῦ», καὶ ἑξῆς πάντα καταλέξασα μετὰ τὸν σταυρόν, εἶτά φησι· «Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν· κατὰ πάντα καὶ διὰ πάντα σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθα σοῦ, ὁ Θεὸς ἡμῶν.» Ὁρᾷς; Τῶν εὐεργεσιῶν, φησί, μεμνημένοι ταύτην ποιούμεθα τὴν δωροφορίαν. Τοῦτο δέ ἐστι τὸ εὐχαριστεῖν τὸ ὑπὲρ τῶν ἤδη δοθέντων ἀγαθῶν ἡμῖν δώροις τὸν εὐεργέτην τιμᾶν.

Εἶτα καὶ σαφέστερον δεικνῦσα τὴν εὐχαριστίαν, φησί·

Προσφέροντες τὴν προσφορὰν ταύτην, «σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθα σοῦ, ὁ Θεὸς ἡμῶν». Οὗτος ὁ νοῦς, φησί, τῆς προσαγωγῆς τῶν δώρων τὸ ὑμνεῖν, τὸ εὐχαριστεῖν, τὸ ἱκετεύειν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὥστε εἶναι καὶ εὐχαριστήριον καὶ ἱκέσιον τὴν αὐτήν.

Καὶ ταῦτα ποιοῦμεν, φησί, δύο τινῶν μεμνημένοι, τῆς ἐντολῆς ἣν ἡμῖν ἐνετείλατο λέγων· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γενομένων· ἡ μὲν γὰρ μνήμη τῶν εὐεργεσιῶν ἁπλῶς εἰς ἀμοιβὴν ἡμᾶς προτρέπεται καὶ τὸ ὅλως τι προσενεγκεῖν τῷ οὕτω μυρίων ὑπάρξαντι αἰτία χαρίτων ἡμῖν· ἡ δὲ μνήμη τῆς ἐντολῆς καὶ αὐτὸ τὸ εἶδος ἡμᾶς διδάσκει τῆς ἀμοιβῆς καὶ τίνα δεῖ δῶρα προσάγειν. Αὐτὴν ἐκείνην τὴν προσφορὰν προσάγομεν, ἣν αὐτὸς ὁ Μονογενὴς ἀνέδειξέ σοι, τῷ Θεῷ καὶ Πατρὶ καὶ εὐχαριστοῦμεν προσάγοντες, ὅτι καὶ αὐτὸς ἀναδεικνὺς αὐτὴν ηὐχαρίστει. Διὰ ταῦτα οὐδὲν οἴκοθεν εἰσάγομεν εἰς ταύτην τὴν δωροφορίαν· οὔτε γὰρ ἔργα ἡμῶν τὰ δῶρα ἀλλὰ σοῦ τοῦ πάντων δημιουργοῦ, οὔτε ἡμετέρα ἐπίνοια τῆς λατρείας οὗτος ὁ τύπος, ἀλλ’ οὐδὲ προεθυμήθημεν οὐδ’ οἴκοθεν καὶ παρ’ ἑαυτῶν εἰς αὐτὴν ἐκινήθημεν· ἀλλ’ αὐτὸς ἐδίδαξας, αὐτὸς προετρέψω διὰ τοῦ Μονογενοῦς. Τούτου χάριν ἃ προσφέρομέν σοι ἐκ τῶν σῶν ὧν ἡμῖν ἔδωκας, σά ἐστι κατὰ πάντα καὶ διὰ πάντα.

Οὕτω καὶ ὑπὲρ αὐτῆς τῆς χαριστηρίου προσφορᾶς ἄλλην πάλιν εὐχαριστίαν ὀφείλομεν τῷ Θεῷ, ὅτι οὐδὲν αὐτῆς ἡμέτερον ἀλλὰ πᾶσα ἐκείνου δῶρον, καὶ αὐτὸ τὸ θέλειν αὐτὴν καὶ τὸ ἐνεργεῖν αὐτός «ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν», κατὰ τὸν θεῖον Ἀπόστολον. Διὰ τοῦτο ἐν ταῖς εὐχαῖς καὶ τοῦτο λέγεται· «Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ αὐτῆς τῆς λειτουργίας, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας.» Ἃ μὲν οὖν ἡμᾶς διδάσκει τὴν ἐν τῇ λειτουργίᾳ μνήμην τῶν ἁγίων μὴ ἱκεσίαν εἶναι πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἀλλ’ εὐχαριστίαν, ταῦτά ἐστιν.

Νʹ. Ποσαχῶς τῆς ἱερουργίας τῶν ἁγίων ἡ μνήμη γίνεται, καὶ τίς ἡ διαφορά Ἴδωμεν δὲ ποσάκις καὶ ποῦ τῆς ἱερουργίας ἡ μνήμη αὕτη γίνεται. Γίνεται γὰρ δίς· πρῶτον μὲν ἐν ταῖς ἀρχαῖς αὐτῆς, ὅτε ἀνατίθεται τὰ δῶρα· δεύτερον δέ, ὅτε θύεται.

Ἐπεὶ γὰρ διττὴ ἡ προσαγωγή, ἡ μὲν ὡς δώρων καὶ ἀναθημάτων ἁπλῶς, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται· ἡ δὲ ὡς θυσίας· ἀνάγκη καὶ τούτους ὑπὲρ ὧν προσάγονται καὶ ἐπὶ τῆς πρώτης καὶ ἐπὶ τῆς δευτέρας προσαγωγῆς μνημονεύεσθαι.

Καὶ τοίνυν καθάπερ ἐπὶ τῆς πρώτης· «Εἰς ἀνάμνησιν, φησί, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ»· οὕτω καὶ ἐπὶ τῆς δευτέρας· «Μεμνημένοι τοίνυν τῶν ὑπὲρ ἡμῶν γενομένων, τοῦ σταυροῦ καὶ τῶν ἄλλων ὧν ὑπὲρ ἡμῶν ὑπέμεινεν ὁ Χριστός.» Ὃ γὰρ ἐνταῦθα βούλεται ἡ τοῦ σταυροῦ μνήμη καὶ τῶν ἄλλων τῶν μετὰ τὸν σταυρόν, τοῦτο ἐκεῖ ἡ τοῦ Κυρίου ἀνάμνησις. Οὐ γὰρ ὡς θαυματουργοῦντος τοῦ Σωτῆρος, ἀλλ’ ὡς σταυρουμένου καὶ ἀποθνῄσκοντος, τηνικαῦτα ὁ ἱερεὺς μέμνηται, ὡς ἐν ἐκείνῳ τῷ τόπῳ διὰ πολλῶν ἀπεδείχθη.

Καὶ πάλιν ὥσπερ ἐπὶ τῆς πρώτης· «Εἰς δόξαν τῆς Παναγίας, εἰς πρεσβείαν τῶν ἁγίων», φησίν, οὕτω καὶ ἐπὶ τῆς δευτέρας· «Ὑπὲρ τῶν ἁγίων ἁπάντων, ἐξαιρέτως τῆς Παναγίας.» Ὥσπερ γὰρ ἐκεῖ τὴν ὑπεροχὴν αὐτῆς ἔδειξε τῶν ἄλλων προτιθεὶς ἁπάντων, οὕτως ἐνταῦθα, ἐπεὶ μετά τινας ἄλλους αὐτῆς ἐμνημόνευσε, τὸ «ἐξαιρέτως» προσθείς.

Καὶ ὥσπερ ἐπὶ τῆς πρώτης μετὰ τοὺς ἁγίους τῶν ἐλέους δεομένων μέμνηται καὶ ὑπὲρ ὧν ἱκετεύει καὶ ζώντων καὶ τεθνηκότων· οὕτω καὶ ἐπὶ τῆς δευτέρας. Ἔχει δὲ διαφοράν. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας καὶ διηγεῖται τὴν προσαγωγήν· φησὶ γάρ· «Προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν», καί· «Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέροντες, σὲ ὑμνοῦμεν», μεθ’ ὧν τίθησι τὰς ἀφορμὰς τῆς προσαγωγῆς ἢ προλέγων ἢ ἐπιλέγων τὴν μνήμην τῶν τοῦ Σωτῆρος παθῶν, τὴν μνήμην τῶν ἁγίων, τὴν σωτηρίαν τῶν σωτηρίας δεομένων. Ἐπὶ δὲ τῆς πρώτης μόνας τίθησι τὰς ἀφορμὰς τῆς προσαγωγῆς, λέγων· «Εἰς ἀνάμνησιν τοῦ Κυρίου, εἰς δόξαν τῆς Παναγίας», καὶ τὰ ἑξῆς ἐν οἷς μέμνηται καὶ ὑπὲρ ὧν εὐχαριστεῖ καὶ ὑπὲρ ὧν ἱκετεύει. Τίς οὖν ὁ λόγος ὅτι ἐν ταύτῃ μὲν ἔργῳ δείκνυσιν ὅτι προσφέρει; καὶ γὰρ ἀφαιρῶν τοῦ ἄρτου ἀνατίθησι τῷ Θεῷ. Καὶ διὰ τοῦτο οὐκ ἐδεήθη τῶν τοῦτο δηλούντων ῥημάτων.

Ἐπὶ δὲ τῆς δευτέρας προσαγωγῆς οὐδὲν φαίνεται ποιῶν· ἀλλὰ γίνεται μὲν ἡ προσφορά, γίνεται δὲ ἀοράτως. Τὴν γὰρ θυσίαν ἀφανῶς ἡ χάρις ἐργάζεται διὰ τῶν τελεστικῶν εὐχῶν τοῦ ἱερέως. Οὐκοῦν ἔδει λόγων τῶν κηρυττόντων τὴν μὴ φαινομένην προσαγωγήν.