Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας

Νικόλαος Καβάσιλας

Η έναρξη της λειτουργίας και η ακολουθία των αναγνωσμάτων

Ανάλυση της εναρκτήριας δοξολογίας, των ειρηνικών αιτήσεων, των αντιφώνων, καθώς και της Μικράς Εισόδου και της διδασκαλίας μέσω των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 10

<Περὶ τῆς ἐν ἀρχῇ δοξολογίας> Βʹ Ἀρχὴ δὲ αὐτῷ τῆς ἱερουργίας δοξολογία· «Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Ἡ πρὸς Θεὸν ἔντευξις εὐχαριστία ἐστί, δοξολογία, ἐξομολόγησις, αἴτησις.

Πρώτη δὲ πασῶν ἡ δοξολογία, μάλιστα μὲν ὅτι τοῦτο οἰκετῶν εὐγνωμόνων τῷ Δεσπότῃ προσιόντων, μὴ τὰ ἑαυτῶν ἐξ ἀρχῆς εἰς μέσον ἄγειν, ἀλλ’ ἅπερ μόνον ἐστὶ καθαρῶς τοῦ Δεσπότου. Τοιοῦτον δὲ ἡ δοξολογία. Ὁ μὲν γὰρ αἰτῶν, τὰ ἑαυτοῦ καλλίω ποιῆσαι βουλόμενος, αἰτεῖ· καὶ ὁ ἐξομολογούμενος κακῶν αὐτὸς ἀπαλλαγῆναι, ἑαυτὸν προσαγγέλλει, καὶ ὁ εὐχαριστῶν δῆλός ἐστιν ὅτι τοῖς ἰδίοις ἀγαθοῖς χαίρων τῷ ταῦτα αὐτῷ χορηγοῦντι εὐχαριστεῖ· ὁ δὲ δοξολογῶν, ἑαυτὸν ἀφεὶς καὶ τὰ ἑαυτοῦ πάντα, αὐτὸν δι’ αὐτόν, καὶ τὴν αὐτοῦ δύναμιν καὶ δόξαν, τὸν Δεσπότην δοξολογεῖ.

Ἔπειτα καὶ αὐτὴ ἡ φύσις καὶ τὸ εἰκὸς τοῦ πράγματος ἐνταῦθα πρώτην ἀπαιτεῖ τὴν δοξολογίαν. Εὐθὺς γὰρ τῷ Θεῷ προσερχόμενοι, τὸ ἀπρόσιτον τῆς δόξης αὐτοῦ καὶ τὴν δύναμιν καὶ τὸ μεγαλεῖον κατανοοῦμεν, ᾧ θαῦμα καὶ ἔκπληξις καὶ τὰ τοιαῦτα ἀκολουθεῖ· τούτῳ δὲ ἡ δοξολογία ἐξ ἀνάγκης ἕπεται.

Προϊόντες δέ, τὴν αὐτοῦ χρηστότητα καὶ τὴν φιλανθρωπίαν μανθάνομεν, ᾧ ἀκολουθεῖ ἡ εὐχαριστία. Μετὰ τοῦτο, τὴν ὑπερβολὴν αὐτῆς τῆς χρηστότητος καὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας ἀνασκοποῦμεν, ταύτης τῆς ὑπερβολῆς καὶ τούτου τοῦ πλούτου σημεῖον ποιούμενοι πρῶτον καὶ ἱκανὸν τὴν ἡμῶν αὐτῶν πονηρίαν, ὅτι τοιούτους ὄντας εὐεργετῶν οὐ διαλείπει. Τοῦτο γὰρ τὸ σημεῖον καὶ πρὸ τῶν ἄλλων ἡμᾶς διδάσκει ὅσον ἐστὶ φιλάνθρωπος ὁ Θεὸς ὅτι ἐγγύτερον, ὅτι ἐν ἡμῖν, ὅτι πρὸ τῶν ὀφθαλμῶν. Τὸ δὲ μεμνῆσθαι τῶν ἡμετέρων κακῶν πρὸς τὸν Θεόν, τοῦτό ἐστιν ὃ ἐξομολόγησις ὀνομάζεται.

Τέταρτον δὲ ἡ αἴτησις. Ἀκόλουθον γὰρ θαρρεῖν, ὡς ὧν δεόμεθα αἰτούμενοι τευξόμεθα, μετὰ τούτους τοὺς λογισμοὺς ἐν οἷς τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν καταμανθάνομεν. Ὁ γὰρ πονηροῖς οὖσιν ἔτι γενόμενος ἀγαθός, τίς ἂν γένοιτο μεταβαλομένοις, καὶ διὰ τὸ εἰπεῖν πρώτους τὰς ἁμαρτίας δικαιωθεῖσι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· «Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σοῦ, ἵνα δικαιωθῇς»;

Οὕτω πρώτην ἔχει τάξιν τῶν πρὸς Θεὸν ἐντεύξεων ἡ δοξολογία. Διὰ τοῦτο πρὸ πάσης εὐχῆς καὶ ἱερουργίας ὁ ἱερεὺς δοξολογεῖ τὸν Θεόν. Τί οὖν τὸ τρισσὸν ἐπιφημίζει τοῦ Θεοῦ καὶ οὐ τὸ ἑνιαῖον; Οὐ γὰρ εὐλογητὸς ὁ Θεὸς ἢ εὐλογημένη ἡ τοῦ Θεοῦ βασιλεία, ἀλλὰ τοῖς προσώποις διῃρημένως· «Εὐλογημένη, φησίν, ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», ὅτι διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου πρώτης ἔμαθον ἄνθρωποι ὡς εἴη τρία πρόσωπα ὁ Θεός.

Ταύτης δὲ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου μυσταγωγία ἐστὶ τὰ τελούμενα· ὅθεν ἐν τοῖς προοιμίοις αὐτῶν ἔδει προλάμπειν καὶ κηρύττεσθαι τὴν Τριάδα.

ΙΒʹ. Περὶ τῶν αἰτήσεων καὶ διὰ τί πρώτην αἰτούμεθα τὴν εἰρήνην Μετὰ δὲ τὴν δοξολογίαν εἰσάγει τὴν αἴτησιν λέγων· «Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.» «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν» καὶ ἵνα μὴ «βαττολογῶμεν», διδάσκει ἡμᾶς ἃ δεῖ περὶ τῆς εὐχῆς· καὶ πρῶτον τὸν τρόπον ὅτι «ἐν εἰρήνῃ» εὔχεσθαι δεῖ.

Τί οὖν μετὰ τὴν δοξολογίαν εὐθὺς αἰτεῖσθαι ἐκέλευσεν, οὔτε ἐξομολογησαμένους πρότερον, οὔτε εὐχαριστήσαντας τῷ Θεῷ; Ὅτι ἐν τῷ εἰπεῖν τὴν εἰρήνην κἀκεῖνα περιέλαβεν εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν. Οὔτε γὰρ ὁ ἀπαρεσκόμενος τοῖς συμβαίνουσιν αὐτῷ κατὰ τὸν βίον δύναται εἰρήνην ἐν ἑαυτῷ ἔχειν, ἀλλ’ ὁ εὐγνώμων καὶ «ἐν παντὶ εὐχαριστῶν» κατὰ τὸν τοῦ μακαρίου Παύλου νόμον· οὔτε ὁ μὴ «συνειδὸς ἔχων καθαρόν»· συνειδὸς δὲ καθαρὸν χωρὶς ἐξομολογήσεως ἀμήχανον εἶναι. Ὥστε ὁ μετὰ εἰρήνης εὐχόμενος εὐχαριστοῦσαν καὶ ἐξομολογουμένην πρότερον ἔσχε ψυχήν.

Ἔτι δὲ καὶ ἡ αἴτησις ἣν αἰτοῦνται, καὶ εὐχαριστοῦντας καὶ ἐξομολογουμένους αὐτοὺς περίστησι. Τί γὰρ αἰτοῦνται; «ἐλεηθῆναι». Τοῦτο δὲ καταδίκων ἐστὶν αἴτημα, οἳ ὅταν πᾶσαν ἀπολογίαν περιῃρημένοι, μηδεμίαν ἔχωσιν εἰπεῖν δικαιολογίαν, ταύτην ἔσχατον ἀφιᾶσι τὴν φωνὴν πρὸς τὸν δικαστήν, οὐκ ἀπὸ τῶν δικαίων, ἀλλ’ ἀπὸ τῆς ἐκείνου φιλανθρωπίας, ὧν δέονται τυχεῖν προσδοκῶντες. Τοῦτο δέ ἐστι μαρτυρούντων, τῷ μὲν δικαστῇ χρηστότητα πολλήν· ἑαυτοῖς δὲ πονηρίαν· ὧν τὸ μὲν ἐξομολογήσεως, τὸ δὲ εὐχαριστίας ἐστί.

Προτρέπεται δὲ ἐξ ἀρχῆς ὁ ἱερεὺς εἰς τὴν εὐχὴν τὸν λαόν, καίτοι αὐτὸς ὢν ὁ εἰς τὴν εὐχὴν τεταγμένος, καὶ διὰ τοῦτο τοῦ λαοῦ προβεβλημένος ὡς πρεσβευτὴς αὐτῶν καὶ μεσίτης, ἵνα ἡ αὐτοῦ δέησις ἐνεργουμένη πολὺ ἰσχύῃ, καθάπερ ὁ ἀπόστολος Ἰάκωβος εἶπεν· ἐνεργεῖται γὰρ ἡ δέησις τοῦ δικαίου ὅταν κἀκεῖνοι πάντες ὑπὲρ ὧν ἡ δέησις τὰ παρ’ ἑαυτῶν εἰσφέρωσιν ἅπαντα· χρηστότητα τρόπων, εὐχάς, ἐπιείκειαν, καὶ ὅτῳ ἄλλῳ ἴσασι χαίροντα τὸν Θεόν.

Τί δὲ τὸ αἴτημα τὸ πρῶτον εὐθύς; «Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.» Διδάξας πρότερον ὅπως ἔχοντας εὔχεσθαι δεῖ, νῦν διδάσκει καὶ τί δεῖ πρῶτον αἰτεῖσθαι τὴν ἄνωθεν εἰρήνην καὶ τὴν τῶν ψυχῶν σωτηρίαν· οὕτω γὰρ ὁ Χριστὸς ἐκέλευσεν αἰτεῖσθαι «πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ»· τὴν μὲν γὰρ βασιλείαν ἡ τῶν ψυχῶν σωτηρία, ἡ δὲ ἄνωθεν εἰρήνη τὴν τοῦ Θεοῦ δικαιοσύνην σημαίνει· περὶ ἧς εἶπε Παῦλος· «Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν»· ἣν ὁ Κύριος ἀφῆκεν τοῖς ἀποστόλοις ἀναβαίνων εἰς τὸν Πατέρα· «Εἰρήνην, εἰπών, ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ὥσπερ γὰρ τὸ ὄνομα τῆς δικαιοσύνης ἐκεῖ οὐ τὴν τοῦ ἴσου διανομὴν σημαίνει μόνον, ἀλλ’ ἁπλῶς παντὸς ἀρετῆς εἴδους δηλωτικόν ἐστι, οὕτω καὶ τὸ τῆς εἰρήνης ἐνταῦθα καθόλου τί ἐστι· καὶ γάρ ἐστιν ἁπασῶν ἀρετῶν ὁμοῦ καὶ φιλοσοφίας ἁπάσης καρπός· οὐ γὰρ ἔστιν εἰρήνην τελείαν κτήσασθαι τὸν ἐνδεῶς ἔχοντα μιᾶς τινος ἀρετῆς, ἀλλ’ ἀνάγκη τὸν εἰρηνεύσειν μέλλοντα διὰ πασῶν ἀφικέσθαι.

Δεῖ τοίνυν ἀσκεῖν ἑαυτοὺς πρὸς τὴν εἰρήνην πρῶτον τὴν ἀνθρώποις δυνατήν· εἶτα αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ τὴν αὐτοῦ εἰρήνην, καθάπερ καὶ ἐφ’ ἑκάστης ἀρετῆς ἔχει. Ἔστι γὰρ σωφροσύνη διὰ ἀσκήσεως γινομένη καὶ ἔστι σωφροσύνη παρὰ Θεοῦ τῇ ψυχῇ διδομένη, καὶ ἀγάπη, καὶ εὐχή, καὶ σοφία, καὶ ἐπὶ τῶν ἄλλων τὸν αὐτὸν τρόπον. Διὰ τοῦτο καὶ ὁ ἱερεὺς περὶ τῆς εἰρήνης ἐκείνης πρώτης ἡμῖν διαλέγεται τῆς ἐφ’ ἡμῖν, τῆς ὑφ’ ἡμῶν κατορθουμένης, καὶ μετ’ αὐτῆς κελεύει πρὸς τὸν Θεὸν ποιεῖσθαι δεήσεις· εἶτα περὶ τῆς ἐκ Θεοῦ διδομένης, καὶ ταύτης ἕνεκα δεηθῆναι τοῦ Θεοῦ παραινεῖ, «Δεηθῶμεν, λέγων, ὑπὲρ τῆς ἄνωθεν εἰρήνης.» Εἰρήνην δὲ λέγει, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ὅταν οὐδενὶ μνησικακῶμεν, ἀλλὰ καὶ τὴν πρὸς ἡμᾶς αὐτούς, ὅταν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν. Πολὺ δὲ τὸ ὄφελος τῆς εἰρήνης· μᾶλλον δὲ ἀνάγκη ταύτης τῆς ἀρετῆς ἡμῖν πανταχοῦ· τὸν γὰρ θορυβούμενον νοῦν Θεῷ συνελθεῖν παντελῶς ἀδύνατον, πρῶτον μὲν δι’ αὐτὴν τὴν φύσιν τοῦ θορύβου. Καθάπερ γὰρ ἡ εἰρήνη τοὺς πολλοὺς ἕνα δείκνυσι, οὕτως ὁ θόρυβος τὸν ἕνα πολλὰ ποιεῖ.

Πῶς οὖν ἐφαρμόσαι δυνήσεται τῷ ἑνὶ καὶ ἁπλῷ Θεῷ; Ἔπειθ’ ὅτι οὐδὲ εὔξασθαι δύναται καλῶς, οὐδὲ ἀπολαῦσαί τι χρηστὸν τῆς εὐχῆς ὁ χωρὶς εἰρήνης εὐχόμενος. Εἴτε γὰρ ὀργὴ ταράττει τὸν ἄνθρωπον, καὶ μνησικακία τὴν εἰρήνην τῆς ψυχῆς ἐξέβαλεν, οὐδὲ συγγνώμην εὑρήσει τῶν πλημμελημάτων ὑπὸ τῆς εὐχῆς, πολλῷ μᾶλλον οὐδὲ ἄλλην τινὰ λήψεται χάριν. Εἴτε ἁμαρτημάτων ἑτέρων ἕνεκα ὑπὸ τοῦ συνειδότος κεντεῖται, καὶ τὴν καρδίαν ἔχει κατηγοροῦσαν, καὶ τοῦτον θορυβεῖται τὸν θόρυβον, τῆς πρὸς τὸν Θεὸν πάσης ἀπεστέρηται παρρησίας κατὰ τὸ λόγιον· «Καὶ ὅταν εὔχηται, χωρὶς παρρησίας εὔχεται», ὅπερ ἔστι χωρὶς πίστεως. Ὁ δὲ χωρὶς πίστεως εὐχόμενος μάτην εὔχεται καὶ εἰς οὐδὲν ὄφελος.

Διὰ ταῦτα κελευόμεθα καὶ μετὰ τῆς εἰρήνης τοῦ Θεοῦ δεῖσθαι καὶ πρὸ πάντων τὴν ἄνωθεν εἰρήνην αἰτεῖσθαι. Μετὰ δὲ τούτων καὶ ὑπὲρ τῶν ἄλλων φιλαγάθως αἰτήσεις ποιεῖσθαι, οὐ τῆς Ἐκκλησίας μόνον καὶ τῆς βασιλείας καὶ τῶν προστατῶν ἑκατέρων ἢ τῶν ἐν κινδύνοις καὶ περιστάσεσι καὶ συμφοραῖς ὄντων, ἀλλ’ ἁπλῶς ἁπάντων τῆς οἰκουμένης ἁπάσης. «Ὑπὲρ τῆς εἰρήνης γάρ, φησί, τοῦ σύμπαντος κόσμου.» Μάλιστα μὲν ὅτι τὸν ἑαυτῶν Δεσπότην ἴσασι κοινὸν ἁπάντων Δεσπότην ὄντα, καὶ ὅτι μέλει πάντων αὐτῷ ὡς δημιουργῷ τῶν δημιουργημάτων· κἄν τις αὐτῶν κήδηται, θεραπεύει αὐτὸν μᾶλλον ἢ θύων.

Ἔπειτα κατὰ τὸν μακάριον Παῦλον, ἵνα καὶ ἡμεῖς «ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐλαβείᾳ καὶ σεμνότητι.» Καὶ οὐχ ὑπὲρ τῶν εἰς ψυχὴν φερόντων μόνον, ἀλλὰ καὶ σωματικῶν ἀγαθῶν εὐχόμεθα τῶν ἀναγκαίων, «εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς», ἵν’ εἰδῶμεν πάντων αἴτιον ὄντα καὶ χορηγὸν τὸν θεὸν καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶμεν, ἐπεὶ καὶ τὸν ἄρτον αἰτεῖσθαι παρ’ αὐτοῦ τὸν καθημερινὸν μετὰ τῶν ἄλλων αὐτὸς ἐκέλευσεν ὁ Χριστός.

ΙΓʹ. Τί βούλεται ἡ τοῦ ἐλέου αἴτησις πανταχοῦ Ζητητέον δὲ κἀκεῖνο τίνος χάριν ὁ μὲν ἱερεὺς περὶ πολλῶν εὔχεσθαι κελεύει καὶ διαφόρων, οἱ δὲ περιεστῶτες πιστοὶ «ἐλεηθῆναι» μόνον εὔχονται καὶ ταύτην μόνην ἐπὶ πᾶσι μίαν πρὸς τὸν Θεὸν ἀφιᾶσι φωνήν.

Πρῶτον μὲν ὅτι ἡ τοιαύτη φωνὴ καθάπερ εἴρηται εὐχαριστίαν καὶ ἐξομολόγησιν περιέχει. Ἔπειτα τὸ ἔλεος παρὰ τοῦ Θεοῦ αἰτεῖν, τὴν αὐτοῦ βασιλείαν ἐστὶν αἰτεῖν, ἣν τοῖς αἰτουμένοις ὁ Χριστὸς αὐτήν τε ἐπηγγείλατο δώσειν, καὶ τὰ ἄλλα ὧν χρείαν ἔχομεν πάντα προσθήσειν, καὶ διὰ τοῦτο ταύτῃ ἀρκοῦνται τῇ δεήσει, ὡς πάντα ὁμοῦ δυναμένῃ.

Καὶ πόθεν ἔστι τοῦτο μαθεῖν, φησίν, ὡς ὁ ἔλεος τοῦ θεοῦ τὴν αὑτοῦ βασιλείαν σημαίνει; Ἐξ ὧν ὁ Χριστὸς τὸ ἆθλον τῶν ἐλεημόνων διηγούμενος, καὶ ἣν λήψονται παρ’ αὐτοῦ τῆς χρηστότητος ἀμοιβήν, νῦν μὲν «ἐλεηθήσεσθαι» αὐτοὺς λέγει, νῦν δὲ βασιλείας τεύξεσθαι, ὡς ταὐτὸν ὄν, τό τε τοῦ παρ’ αὐτοῦ ἐλέου τυχεῖν καὶ βασιλείαν λαβεῖν. «Μακάριοι γάρ, φησίν, οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται.» Εἶτα ἀλλαχοῦ, καθάπερ ἐξηγούμενος ἑαυτόν, καὶ τί ἐστι τὸ ἐλεηθῆναι σημαίνων· «Ἐρεῖ, φησίν, ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, τοὺς ἐλεήμονας λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» Καὶ ἄλλως δὲ εἴ τις ἐξ ὧν οἱ ἐλεήμονες ἄνθρωποι ποιοῦσι τὸ ἔργον τοῦ θείου ἐλέου κατιδεῖν ἐθελήσει, οὐδὲν ἕτερον εὑρήσει δυνάμενον ἢ τὴν βασιλείαν αὐτήν. Τί οὖν οἱ ἐλεήμονες; «Ἐπείνασα, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με.» Οὐκοῦν καὶ ὁ Χριστὸς οὓς ἐλεεῖ τούτους τῆς ἑαυτοῦ μεταδώσει τραπέζης. Τίς δὲ ἐκείνη; «Ἵνα ἐσθίητε, φησί, καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.» Καὶ ἵνα γνῷς τὴν λαμπρότητα τῆς τραπέζης ἐκείνης καὶ οὐκ ἔστι δούλων ἀλλὰ βασιλέων, μανθάνετε τὸν διάκονον, ὅτι αὐτός ἐστιν ὁ πάντων Δεσπότης. «Περιζώσεται γάρ, φησί, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.» Ἀλλὰ καὶ περιβαλεῖ γυμνὸν ὄντα τὸν ἠλεημένον.

Οὐκοῦν στολὴν δώσει βασιλικήν; Οἴκοθεν γὰρ αὐτὸν ἐνδύσει καὶ τῶν αὑτοῦ. Δουλικὸν δὲ οὐδὲν παρ’ αὐτῷ βασιλεῖ γε ὄντι, ὥσπερ οὐδὲν παρ’ ἡμῖν οἴκοθεν βασιλικόν, οὖσι δούλοις. Τοῦτο δέ ἐστι τὸ ἔνδυμα τοῦ γάμου, ὃ τοὺς περικειμένους ἔνδον ἀνάγκη τῆς βασιλείας εἶναι, ὅτι οὐδὲν ἕξει ὁ βασιλεύς, ὃ μεμψάμενος αὐτοὺς ἐκβαλεῖ τοῦ νυμφῶνος.

Τί ἔτι; Τὴν οἰκίαν αὐτοῖς ἀνοίξει τὴν ἑαυτοῦ, καὶ εἰσαγαγὼν ἀναπαύσει. «Ξένος γὰρ ἤμην καὶ συνηγάγετέ με.» Ἀλλ’ οἱ ταύτης τῆς χάριτος ἀξιωθέντες, οὐκ ἔτι δοῦλοι, ἀλλὰ υἱοί. «Ὁ γὰρ δοῦλος, φησίν, οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Οἱ δὲ υἱοὶ καὶ κληρονόμοι οὐ τῆς βασιλείας ἁπλῶς μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ περικειμένου τὴν βασιλείαν. «Κληρονόμοι γάρ, φησί, Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» Οὕτω τὸν ἔλεον παρὰ τοῦ Θεοῦ αἰτεῖν, τὸ τυχεῖν τῆς παρ’ αὐτῷ βασιλείας ἐστὶν αἰτεῖν.

ΙΔʹ. Περὶ τῆς παραθέσεως Μετὰ δὲ τὸ εὔξασθαι περὶ πάντων, ἑαυτοὺς κελεύει τῷ Θεῷ παρατίθεσθαι, λέγων· «Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.» Οὐ πάντων ἐστὶ «τὸ παρατίθεσθαι ἑαυτοὺς τῷ Θεῷ».

Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ἀλλὰ δεῖ καὶ τὸν Θεὸν συνταθέμενον ἔχειν. Τοῦτο δὲ παρρησίας δεῖται πάντως, παρρησίαν δὲ συνειδὸς ποιεῖ καθαρόν, ὅταν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ ἡμῶν, ὅταν τὰ αὐτοῦ μεριμνῶμεν, ὅταν ὑπὲρ τοῦ μεριμνᾶν τὰ ἐκείνου τῶν ἡμετέρων καταφρονῶμεν. Τότε γὰρ αὐτοί τε ἀληθῶς ἀφιστάμεθα τῆς μερίμνης τῆς ὑπὲρ ἡμῶν αὐτῶν, καὶ τῷ Θεῷ ταύτην παρατίθεμεν ἀσφαλῶς, πιστεύοντες βεβαίως ὅτι δέξεται τὴν παρακαταθήκην ἡμῶν καὶ φυλάξει. Ἐπεὶ τοίνυν τοσαύτης δεῖται τὸ πρᾶγμα φιλοσοφίας τε καὶ σπουδῆς, διὰ τοῦτο νῦν μὲν παναγίαν τοῦ Θεοῦ Μητέρα καὶ τὸν τῶν ἁγίων ἅπαντα κύκλον εἰς ἐπικουρίαν καλέσαντες, οὕτω ποιούμεθα τὴν παράθεσιν· τοῦτο γὰρ βούλεται τὸ «μνημονεῦσαι», τὸ «καλέσαι», τὸ «δεηθῆναι». Νῦν δὲ «τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι» πρότερον, εἶτα «ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζώην ἡμῶν παρατιθέμεθα τῷ θεῷ».

Τί δέ ἐστιν «ἡ τῆς πίστεως ἑνότης»; «Ἀνήρ, φησί, δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ», δίψυχον λέγων τὸν ἀμφίβολον, τὸν οὐδαμοῦ βέβαιον. Ὁ γὰρ τοιοῦτος ἐφ’ ἑκάτερα κλίνων, οὐδετέρωθι βαίνει βεβαίως. Τούτου τὸ ἐναντίον δηλοῦται διὰ τῆς ἑνότητος, τὸ πάγιον, τὸ βέβαιον, τὸ ἑστώς. Ὁ μὲν γὰρ πιστεύων βεβαίως ἕν τι γιγνώσκει περὶ τοῦ πράγματος, ἢ τὸ εἶναι, ἢ τὸ μὴ εἶναι. Ὁ δὲ ἀμφίβολος πρὸς ἄμφω ῥέπων, καὶ ἀπὸ τῆς προσηγορίας γίνεται δῆλος.

Τοῦτο μὲν οὖν ἡ τῆς πίστεως ἑνότης· τὸ ἀκίνητον, τὸ πάσης ἀμφιβολίας ἀπηλλαγμένον. «Ἡ δὲ τοῦ ἁγίου Πνεύματος κοινωνία» τὴν ἐκείνου σημαίνει χάριν. Λέγεται δὲ κοινωνία ὅτι, τοῦ Κυρίου διὰ τοῦ σταυροῦ «τὸ μεσότοιχον τοῦ φραγμοῦ», τὸ μεταξὺ Θεοῦ καὶ ἡμῶν καθελόντος, ἐπὶ τοὺς τέως διισταμένους καὶ μηδὲν ἔχοντας κοινὸν συνιέναι καὶ κοινωνεῖν ἔδει λοιπόν, ἡ τοῦ ἁγίου Πνεύματος εἰς τοὺς ἀποστόλους ἐπιδημία τοῦτο ποιεῖ. Ἐντεῦθεν γὰρ τὸ ἅγιον βάπτισμα καὶ πᾶσα ἡ τῶν θείων χαρίτων πηγὴ τοῖς ἀνθρώποις ἀνέῳγε καί, κατὰ τὸν μακάριον Πέτρον, «θείας γεγόναμεν κοινωνοὶ φύσεως».

Δεῖ τοίνυν καὶ πίστεως βεβαίας καὶ τῆς παρὰ τοῦ Πνεύματος βοηθείας τὸν μέλλοντα καλῶς ἑαυτὸν παρατίθεσθαι τῷ Θεῷ. Καὶ οὐχ ἑαυτὸν ἕκαστος μόνον, ἀλλὰ καὶ «ἀλλήλους παρατιθέμεθα». Δεῖ γὰρ οὐ τὸ ἑαυτοῦ ζητεῖν μόνον, ἀλλὰ καὶ τὰ τῶν ἄλλων, διὰ τὸν τῆς ἀγάπης νόμον.

ΙΕʹ. Περὶ τῶν λεγομένων ἀντιφώνων καὶ τῶν ἐν αὐτοῖς εὐχῶν Ἐν ὅσῳ δὲ τῶν αἰτήσεων ὁ διάκονος ἐξηγεῖται, καὶ ὁ ἱερὸς λαὸς εὔχεται, ὁ ἱερεὺς ἔνδον εὐχὴν ποιεῖται ἡσυχῇ καὶ καθ’ ἑαυτόν, ὑπὲρ τῶν περιεστώτων καὶ «τοῦ ἁγίου οἴκου», «πλούσια» χεθῆναι αὐτοῖς «τὰ ἐλέη παρὰ τοῦ Θεοῦ καὶ τοὺς οἰκτιρμούς»· καὶ προστίθησι τὴν αἰτίαν δι’ ἣν αὐτός τε ταῦτα αἰτεῖται καὶ ὁ Θεὸς ἂν παράσχοι τὰ ἑαυτοῦ δίκαια, οὐ τῷ ἀξίους εἶναι τοὺς ληψομένους, οὐχ ὅτι δίκαιοι λαβεῖν ἡμεῖς, ἀλλ’ «ὅτι σοι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις».

Διὰ τὴν σὴν δόξαν ταῦτα δέομαί σου, φησί. Τὸ γὰρ οὕτω φιλανθρωπεύσασθαι πρὸς τοὺς ἀναξίους ἡμᾶς, ὑπὲρ τῆς σῆς γίνεται δόξης. Τοῦτο δὲ τὸ δοξάζεσθαι πρέπει σοι κατ’ ἐκεῖνο τὸ τοῦ μακαρίου Δαβίδ· «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν.» Διὰ τοῦτο τὴν εὐχὴν τελέσας, τὴν αἰτιολογίαν ταύτην, ὅτι καὶ ἀκροτελεύτιος οὖσα καὶ δοξολογία ἐστίν, εἰς ἐπήκοον πάντων ἀναγινώσκει, ἵνα τοῦ ὕμνου κοινωνοὺς ἅπαντας λάβῃ, καὶ ὑπὸ πάσης τῆς Ἐκκλησίας ὁ Θεὸς ὑμνηθῇ. Καὶ τοίνυν ἀκούοντες κοινωνοῦσιν αὐτῷ τοῦ ὕμνου. Εἰπόντος γὰρ ἐκείνου καὶ δοξολογήσαντος, οἱ πιστοὶ πάντες τὸ «Ἀμὴν» ἐπιλέγουσι, καὶ τοῦτο τὸ ῥῆμα βοήσαντες οἰκειοῦνται πάσας τὰς ἐκείνου φωνάς.

Εἶτα τῶν ἱερῶν ψαλμῳδιῶν ἀπάρχεται μὲν ὁ ἱερεύς, πληροῦσι δὲ τὸ πᾶν οἱ περιεστῶτες, τὰ θεόπνευστα τῶν ἱερῶν προφητῶν ᾄδοντες ῥήματα· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε», ἀρχῇ πρέπον εὐθὺς τὸ ῥῆμα, ὅτι περὶ αὐτοῦ λέγει τοῦ ὕμνου, ὅτι «ἀγαθὸν», ὃ δεῖ πάντως εἰδέναι πρὸ παντὸς ὕμνου, «ἐξομολογεῖσθαι» λέγων τὸ εὐχαριστεῖν, τὸ ὑμνεῖν.

Τούτων δὲ καὶ τῶν ἑξῆς ὑμνηθέντων, ὁ διάκονος εἰς εὐχὴν προτρέπεται τοὺς πιστούς, οἷα καὶ πρότερον αἰτεῖσθαι κελεύων. Ἐν ὅσῳ δὲ ἡ ψαλμῳδία ἐτελεῖτο καὶ οἱ πιστοὶ ηὔχοντο, ὁ ἱερεὺς ἔνδον εὐχὴν ποιησάμενος πρὸς τὸν Θεόν, καθόλου τε περὶ «τοῦ πληρώματος τῆς Ἐκκλησίας», καὶ ἰδίως ὑπὲρ τῶν κοσμούντων τὸν ἅγιον αὐτοῦ οἶκον, καὶ λαμπρὸν πανταχόθεν ἀποδεικνύναι ἐπιθυμούντων, ἵνα καὶ αὐτοὶ παρ’ αὐτοῦ δοξασθῶσιν, αἰτίαν προστίθησιν ἐπικαιροτάτην· «Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἔστιν ἡ βασιλεία.» Παρὰ τοῖς βασιλεῦσι, φησίν, ἡ δόξα, καὶ τὸ δύνασθαι λαμπροὺς ποιεῖν οὓς ἂν βούλωνται.

Σὺ δὲ βασιλεὺς αἰώνιος, καὶ σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία. Καὶ ταύτην τὴν αἰτιολογίαν ὡς δοξολογίαν οὖσαν βοήσας ἐν τοῖς ἁπάντων ὠσὶ τῶν πιστῶν, καὶ κοινωνίαν λαβὼν τοῦ πρὸς Θεὸν ὕμνου, καθάπερ καὶ πρότερον, αὖθις τῶν ψαλμῳδιῶν ἄρχεται καὶ οἱ πιστοὶ συμπληροῦσιν, εἶτα αἰτοῦνται παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις ὧν ὁ διάκονος ἐξηγεῖται, κατὰ τὰ πρότερον εἰρημένα.

Ὁ δὲ ἱερεὺς πάλιν εὐχὴν ποιησάμενος ὑπὲρ τῶν συνευχομένων αὐτῷ πιστῶν, ἵνα ὧν ἕκαστος ἰδίᾳ αἰτεῖται τύχοι «κατὰ τὸ αὐτῷ συμφέρον», καὶ ἔτι «ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι», προστίθησιν τὴν αἰτίαν, τὴν αὐτοῦ ἀγαθότητα καὶ φιλανθρωπίαν, ἣν καὶ ἀκροτελεύτιον οὖσαν εἰς ἐπήκοον πάντων εἰπών.

Τρίτης ἀπάρχεται ψαλμῳδίας. Ἧς ᾀδομένης τὸ Εὐαγγέλιον εἰσάγεται δορυφορούμενον ὑπολαμπάσι καὶ θυμιάμασι, πάντων πεμπόντων, ὅσοι τοῦ βήματος, διακόνου αὐτὸ κομίζοντος, ἢ εἰ μὴ παρὼν τύχοι, τοῦ ἱερέως.

Ὁ δὲ ἱερεὺς ἐν ᾧ εἰς τὸ θυσιαστήριον εἰσιέναι μέλλει, στὰς πρὸ τῶν θυρῶν ἐκ μικροῦ διαστήματος, ἕως ἡ ψαλμῳδία συμπληρωθῇ, εὔχεται τῷ Θεῷ ἀγγέλους ἁγίους συνεισελθεῖν εἰς τὸ θυσιαστήριον εἰσιόντι καὶ συνεφάψασθαι τῆς ἱερουργίας καὶ κοινωνῆσαι τῆς δοξολογίας αὐτῷ· καὶ προστίθησιν αἰτίαν, ὅτι καὶ παρὰ ἀνθρώπων καὶ παρὰ ἀγγέλων πρέπει αὐτὸν δοξάζεσθαι καὶ προσκυνεῖσθαι. Τοῦτο γὰρ βούλεται· «Ἡ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις» ἡ παρὰ πάντων τῶν δοξάζειν Θεὸν καὶ τιμᾶν εἰδότων καὶ προσκυνεῖν.

Καὶ ταῦτα εὐξάμενος εἰς τὸ θυσιαστήριον εἰσέρχεται καὶ τίθησιν ἐπὶ τῆς ἁγίας τραπέζης τὸ Εὐαγγέλιον.

ΙϚʹ. Σημασία τῆς ἱερουργίας ἐν κεφαλαίῳ Ἀναγκαῖον δὲ ἄνωθεν κατὰ μέρος ἐπελθεῖν τῶν ψαλμῳδιῶν τὰ ῥήματα. Ἐκεῖνο δὲ πρότερον εἰπόντας ὅτι τὸ μυστήριον τῆς τοῦ Χριστοῦ οἰκονομίας σημαίνεται μὲν διὰ τῆς θυσίας αὐτῆς, σημαίνεται δὲ καὶ διὰ τῶν πρὸ τῆς θυσίας καὶ τῶν μετὰ τὴν θυσίαν τελουμένων καὶ λεγομένων.

Ἡ μὲν γὰρ θυσία τὸν θάνατον αὐτοῦ καταγγέλλει καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ὅτε τὰ τίμια δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν μεταβάλλει σῶμα, τὸ ἀναστάν, τὸ εἰς τὸν οὐρανὸν ἀνεληλυθός. Τὰ δὲ πρὸ τῆς θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρουσίαν, τὴν ἀνάδειξιν, τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν θυσίαν, «τὴν ἐπαγγελίαν τοῦ Πατρός», ὡς αὐτὸς εἶπε, τὴν τοῦ Πνεύματος εἰς τοὺς ἀποστόλους κάθοδον, τὴν τῶν ἐθνῶν δι’ ἐκείνων εἰς τὸν Θεὸν ἐπιστροφὴν καὶ τὴν κοινωνίαν.

Καὶ ἔστιν ἡ πᾶσα μυσταγωγία καθάπερ τι σῶμα ἓν ἱστορίας, ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν συμφωνίαν καὶ ὁλοκληρίαν φυλάττον, ὥστε ἕκαστον τῶν τελουμένων ἢ λεγομένων ἰδίαν τινὰ συντέλειαν τῇ ὁλότητι παρέχειν. Ὅθεν οἱ μὲν ψαλμοί, ὡς ἂν ἐν προοιμίοις τῆς μυσταγωγίας ᾀδόμενοι, τὸν πρῶτον καιρὸν τῆς τοῦ Χριστοῦ οἰκονομίας σημαίνουσι, τὰ δὲ μετὰ τούτους, αἵ τε τῶν ἱερῶν Γραφῶν ἀναγνώσεις καὶ τὰ ἄλλα, τὸν ἐφεξῆς.

Καὶ μὴν ἄλλη τις εἴρηται ἡ αἰτία τῶν Γραφῶν καὶ τῶν ψαλμῳδιῶν· προκαθάρσια τινὰ πρὸς τὰ μυστήρια, καὶ παρασκεύας· ἀλλ’ οὐδὲν κωλύει καὶ τοῦτο κἀκεῖνο δύνασθαι, καὶ τὰ αὐτὰ καὶ τοὺς πιστοὺς ἁγιάζειν καὶ τὴν οἰκονομίαν σημαίνειν. Καθάπερ γὰρ τὰ ἱμάτια πληροῦσι μὲν τὴν χρείαν τῆς ἐνδύσεως καὶ καλύπτουσι τὸ σῶμα, τῷ δὲ τοιάδε εἶναι ἢ τοιάδε, καὶ ἐπιτηδεύματα σημαίνουσι καὶ βίον καὶ ἀξίωμα τῶν περικειμένων, οὕτω καὶ ἐπὶ τούτων ἔχει. Ὅτι μὲν γὰρ ὅλως θεῖαι Γραφαὶ καὶ θεόπνευστα ῥήματα τὰ ᾀδόμενα καὶ ἀναγινωσκόμενα τοὺς ἀναγινώσκοντας καὶ ᾄδοντας ἁγιάζει· ὅτι δὲ τοιαῦτα ἐξελέγησαν καὶ οὕτως ἐτάχθησαν, καὶ τὴν ἄλλην δύναμιν ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πολιτείας. Ἐπεὶ οὐ μόνον τὰ ᾀδόμενα καὶ λεγόμενα ἀλλὰ καὶ τὰ τελούμενα τοῦτον ἔχει τὸν τρόπον, καὶ γίνεται μὲν ἕκαστον τῆς χρείας ἕνεκα τῆς ἐνισταμένης· σημαίνει δὲ καί τι τῶν τοῦ Χριστοῦ ἔργων ἢ πράξεων ἢ παθῶν· οἷόν ἐστιν ἡ εἰς τὸ θυσιαστήριον εἰσαγώγη τοῦ Εὐαγγελίου καὶ τῶν τιμίων δώρων.

Καὶ τἄλλα πάντα ἃ καὶ ἀρχομένοις ἡμῖν κατὰ μέρος εἴρηται, ἵνα μὴ τὸν λόγον μηκύνωμεν αὖθις ἕκαστα καταλέγοντες. Τούτων οὖν οὕτως ἐχόντων, θεωρῶμεν τὴν ἱερουργίαν ἅπασαν κατὰ μέρος, καθ’ ὅσον τῆς τοῦ Σωτῆρος οἰκονομίας εἰκόνα φέρει.

Καὶ πρῶτον τὰς ψαλμῳδίας.

ΙΖʹ. Ἐξήγησις τοῦ πρώτου ἀντιφώνου Ἡ μὲν οὖν προτροπή ἐστιν εἰς δοξολογίαν ἀρχομένοις πρέπουσα· «Ἀγαθόν, φησί, τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ»· ὁ ὕμνος πρὸς τὸν Θεὸν καὶ Πατέρα καὶ περὶ τοῦ Μονογενοῦς· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε», ὕψιστον τὸν Πατέρα λέγων, Κύριον τὸν Μονογενῆ· ἀγαθὸν τὸν Υἱὸν ὑμνεῖν, καὶ σὲ τὸν Πατέρα. Καὶ τί βούλεται ταῦτα; Πρὸς τὰ ἑξῆς τοῦ λόγου προοιμιάζεται. Μέλλει γὰρ κοινὸν αὐτοῖς ποιεῖσθαι τὸν ὕμνον. Τίνα τρόπον; Τὰ τοῦ Υἱοῦ βοήσει δι’ ὧν καὶ ὁ Πατὴρ ἐδοξάσθη.

Τίς γὰρ ἡ ἀφορμὴ τῆς ὑμνήσεως; Ἡ τοῦ Υἱοῦ κένωσις καὶ πτωχεία, τὰ διὰ σαρκὸς ἔργα καὶ πάθη· ταῦτα γὰρ ἔλεος καλεῖ καὶ ἀλήθειαν. Ἔλεος μὲν ὅτι πάντων ἀθλιώτατα διακειμένους καὶ ἐχθροὺς ὄντας καὶ πολεμίους αὐτῷ, διὰ πολλὴν χρηστότητα καὶ φιλανθρωπίαν, οὐ περιεῖδε, καὶ οὐ συνήλγησε μόνον τῆς συμφορᾶς ἡμῖν, ἀλλὰ καὶ αὐτῶν ἐκοινώνησε τῶν κακῶν, φθορᾶς καὶ θανάτου.

Καὶ οὐδὲ ἀνέστησε μόνον ἐκείνου τοῦ χαλεποῦ πτώματος, ἀλλὰ καὶ βασιλείας καὶ τῶν μεγίστων ἠξίωσεν ἀγαθῶν. Διὰ τοῦτο καὶ ὁ Παῦλος· «Ὅτε, φησίν, ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ», ὡς τηνικαῦτα πρῶτον φανερωθείσης ὅση τίς ἐστι. Καὶ ὁ Κύριος· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον», τὴν ὑπερβολὴν τῆς ἀγάπης ἐμφαίνων τῷ ῥήματι τούτῳ.

Ἔλεος μὲν οὖν τούτων ἕνεκα, τὴν οἰκονομίαν καλεῖ. Ἀλήθειαν δὲ ὅτι καθάπερ καὶ σκιαὶ καὶ τύποι πρὸς αὐτὴν τὰ παλαιὰ πάντα ἑώρων. Διὰ τοῦτο περὶ αὐτῆς ὁ προφήτης λέγων· «Ὤμοσε Κύριος, φησί, τῷ Δαβὶδ ἀλήθειαν.» Τίνα γὰρ τὰ ὠμωμοσμένα; Ἡ τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημία καὶ πολιτεία. «Ἐκ καρποῦ, φησί, τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου», αὐτὸν δηλῶν τὸν Σωτῆρα.

Καὶ πόθεν δῆλον; Ὁ Γαβριὴλ ἐδίδαξεν ἐν οἷς τὸν ἀπόρρητον τόκον τῇ Παρθένῳ μηνύων καὶ τὸν τεχθησόμενον ἡλίκος ἔσται διδάσκων· «Δώσει αὐτῷ, φησί, Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοῦς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀλλ’ αὐτὴ ἡ ἀλήθεια καὶ «κρίσις ἐστὶ καὶ δικαιοσύνη»· τίνα λόγον; ὅτι ὁ Σωτὴρ ἐν αὐτῇ τὴν ἁμαρτίαν ἐκβαλὼν καὶ τὸν διάβολον ἀποκτείνας, οὐχ ὑπερβολῇ ἰσχύος, οὐδὲ τῷ νικᾷν δυνάμει τοῦτο ἐποίησεν· ἀλλὰ κρίσει καὶ δικαιοσύνῃ, κατὰ τὸ εἰρημένον· «Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου», καθάπερ ἡμεῖς ἐν τοῖς δικαστηρίοις τοὺς ἀντιδίκους αἱροῦμεν τῇ ψήφῳ τῶν δικαστῶν. Διὰ τοῦτο· «νῦν κρίσις ἐστί, φησί, τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Ταῦτα εἰδὼς ὁ μακάριος Διονύσιος, «τὴν τῆς θεαρχικῆς ἀγαθότητος ἀπειροτάτην φιλανθρωπίαν, φησί, τῆς ἀποστατικῆς πληθύος», τῶν δαιμόνων δηλονότι, «τὸ καθ’ ἡμῶν καταλῦσαι κράτος, οὐ κατὰ δύναμιν ὡς ὑπερισχύουσαν, κατὰ δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον, ἐν κρίσει καὶ δικαιοσύνῃ».

Ἐπεὶ τοίνυν τὸ ὑμνούμενον οὐ μόνον «ἔλεος καὶ ἀλήθεια», ἀλλὰ «καὶ δικαιοσύνη ἐστὶ καὶ κρίσις», διὰ τοῦτο ἐπήγαγεν ὁ Ψαλμωδός· «Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» «Ἀγαθὸν τὸ ἀναγγέλλειν, φησί, τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Ἡμέρας καὶ νυκτὸς δεῖ, φησί, τὸν Θεὸν ὑμνεῖν. Τοῦτο γάρ ἐστι τὸ «πρωῒ» καὶ «κατὰ νύκτα». Ὅπερ ἀλλαχοῦ φησίν· «Ἐν παντὶ καιρῷ».

Καὶ ταῦτα μὲν ἡ πρώτη.

ΙΗʹ. Τί σημαίνουσιν ἐν ταῖς ἀρχαῖς τῆς ἱερουργίας ᾀδόμενα τὰ προφητικά Ἡ δὲ δευτέρα ψαλμῳδία αὐτὴν ἀνυμνεῖ τὴν βασιλείαν καὶ «τὴν εὐπρέπειαν καὶ τὴν δύναμιν» τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὴν ἀπὸ τῆς κενώσεως καὶ πτωχείας αὐτῷ περιγενομένην.

Ἀλλὰ τίς ἐνταῦθα χρεία τῶν προφητικῶν τούτων ῥημάτων; καὶ τί σημαίνουσι τῆς τοῦ Σωτῆρος οἰκονομίας; Τὰς ἀρχὰς τῆς αὐτοῦ παρουσίας, ὅτε παρεγένετο μέν, οὔπω δ’ ἐφαίνετο τοῖς πολλοῖς, ὅτε «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἐγίνωσκεν», τὸν πρὸ τοῦ Ἰωάννου καιρόν, πρὶν ἁφθῆναι τὸν λύχνον. Τότε γὰρ χρεία ἦν αὐτῷ ἔτι τῶν προφητικῶν λόγων. Μετὰ δὲ ταῦτα αὐτὸς ἐφάνη ὁ προφητευόμενος καὶ οὐκ ἦν ἔτι αὐτῶν τῶν προφητῶν χρεία, ἀλλὰ παρόντα αὐτὸν ὁ Ἰωάννης ἐδείκνυ, καὶ πρὸ τοῦ Ἰωάννου ὁ Πατήρ. Διὰ τοῦτο· «Πάντες οἱ προφῆται, φησίν, ἕως Ἰωάννου προεφήτευσαν.» Τοῦτον δὴ τὸν καιρὸν τὸν πρὸ τοῦ Ἰωάννου σημαίνουσι τὰ προφητικὰ ᾀδόμενα, ὅτι καὶ τὰ τίμια δῶρα, δι’ ὧν ὁ Χριστὸς σημαίνεται, οὔπω εἰς μέσον ἄγεται, ἀλλ’ ἰδίᾳ ἀπόκειται συγκεκαλυμμένα.

Καὶ ταῦτα μὲν οὕτω. Θεωρῶμεν δὲ τοῦ ψαλμοῦ τὰ ῥήματα. «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Τὴν ἐπίγνωσιν ἣν ἐπέγνωσαν αὐτὸν οἱ ἄνθρωποι καὶ ὑπετάγησαν, βασιλείαν ἐκάλεσαν, ὅτε καὶ εὐπρεπῆ καὶ ὡραῖον καὶ δυνατὸν αὐτὸν ἔγνωσαν, ὡς ἔδει γνῶναι. Τοῦτό ἐστιν ἐκεῖνο τὸ τοῦ Σωτῆρος· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», ὅτι μετὰ τῶν ἐν οὐρανῷ καὶ οἱ ἐν τῇ γῇ τὸν Δεσπότην ἐπέγνωσαν τὸν ἀληθινόν· ἐπεὶ καὶ τὰ ἑξῆς εἴ τις ἐπέλθοι, τὰ αὐτὰ πάντα εὑρήσει.

Καὶ τοίνυν τῆς βασιλείας ἐξηγούμενος τὸν τρόπον καὶ τῆς ἐξουσίας ὁ μὲν προφήτης· «Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται», στερέωμα τὴν πίστιν λέγων. Ἔστησε τῇ πλάνῃ κλονουμένους, ἑαυτῷ συνέδησε. τοιοῦτος γὰρ ὁ πλανώμενος οὐδαμοῦ δύναται στῆναι. Ὁ δὲ Κύριος· «Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», ὅπερ ἐστὶν ἡ διδασκαλία τῆς πίστεως.

Ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν βασιλείαν, ἡ πίστις· οὐδὲ ὑποτάγειεν ἂν τελείως τὰ ἔθνη τὸν τρόπον τοῦτον. Διὰ τοῦτο καὶ τὴν φυλακὴν τῶν ἐντολῶν προσθεῖναι δεῆσαν, ὁ μὲν προφήτης· «Τὰ μαρτύριά σου, φησίν, ἐπιστώθησαν σφόδρα», ὁ δὲ Κύριος τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, τῶν ἐντολῶν τὸν λόγον προστίθησι, λέγων· «Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Ἅπερ γὰρ ὁ Σωτὴρ ἐντολάς, ὁ προφήτης μαρτύρια καλεῖ. Καὶ τοῦτο πανταχοῦ τῆς Γραφῆς εὑρήσεις μαρτύρια τοὺς τοῦ Θεοῦ νόμους καλούσης.

Μετὰ ταῦτα· «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε», ἁγίασμα λέγων τὰς θυσίας, τὰ δῶρα, πᾶσαν λατρείαν τὴν ὀφειλομένην Θεῷ, ἃ πρέπειν τῷ οἴκῳ τοῦ Θεοῦ φάσκων δείκνυσι οὐ κενὸν ὄντα τὸν οἶκον τοῦτον, οὐδὲ τοῦ Θεοῦ ἔρημον, ἀλλ’ αὐτὸν ἐν ἑαυτῷ ἔχοντα τὸν οἰκοδεσπότην. Εἰ γὰρ κενὸς ἦν τοῦ Θεοῦ, οὐκ ἂν ἔπρεπεν αὐτῷ τὰ τῷ Θεῷ πρέποντα μόνῳ· τοῦτο καὶ ὁ Κύριος τοῖς εἰρημένοις προσέθηκεν, ἐπαγγειλάμενος ἔσεσθαι μετὰ τῆς Ἐκκλησίας ἀεί. Τὴν δὲ Ἐκκλησίαν οἶκον Θεοῦ ζῶντος ὁ Παῦλος καλεῖ· φησὶ γάρ· «Ἵνα γνῷς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος.» «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι.» Καὶ ὅπερ ἐκεῖνος· «εἰς μακρότητα ἡμερῶν» εἶπεν, ὁ Κύριος· «Πάσας τὰς ἡμέρας, φησίν, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ αὕτη μὲν ἡ ψαλμῳδία οὕτως ἀκριβὴς προφητεία ἐστί, τῶν διὰ τοῦ σταυροῦ καὶ τοῦ θανάτου τῷ Σωτῆρι κατωρθωμένων.

ΙΘʹ. Ἐξήγησις τοῦ τρίτου ἀντιφώνου Ἡ δὲ ἑξῆς ἀπάντησις εἶναι δοκεῖ ὡς ἤδη τοῦ Κυρίου παραγενομένου καὶ φαινομένου· διὰ τοῦτο πρὸς τῇ εἰσόδῳ τοῦ Εὐαγγελίου καὶ ἀναδείξει τάττεται καὶ ᾄδεται, δι’ οὗ ὁ Χριστὸς σημαίνεται. Ὅτι δὲ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν ὁ προφήτης πρὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς ἔχων ταύτην ᾖσε τὴν ψαλμῳδίαν, δείκνυται μάλιστα μὲν ἀπὸ τῆς ἐν αὐτῷ χαρᾶς καὶ εὐφροσύνης· ἧς αὐτός τε φαίνεται γέμων καὶ τοὺς ἄλλους ἅπαντας εἰς κοινωνίαν καλεῖ· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Οὐ γὰρ ἦν χαίρειν ἄνθρωπον μὴ τοῦ Κυρίου ἐπιδημήσαντος, ὅτι τὴν χαρὰν ἡμῖν ὁ Χριστὸς ἐκόμισε μόνος, καὶ εἴ τις δὲ πρὶν ἐκεῖνον ἐλθεῖν εἰς τὴν γῆν ἔχαιρε, τὰ ἐκείνου μυηθεὶς ἔχαιρεν, ὥσπερ «ὁ Ἀβραὰμ ἠγαλλιάσατο, φησίν, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη.» Καὶ αὐτὸς ὁ Δαβίδ· «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου.» Ἣν γὰρ ἀγαλλίασιν εἶχεν ἐν τῷ Χριστῷ πρὶν ἁμαρτῆσαι, ταύτην δι’ ὧν ἥμαρτεν ἀποβαλών, ἀπολαβεῖν ἱκέτευε τὸν Θεόν.

Ὥσπερ οὖν εἰ ἔλεγε· «Δεῦτε καὶ φωτισθῶμεν», φωτὸς ἂν ἐμήνυε παρουσίαν· οὕτως εἰπών· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ», δείκνυσιν αὐτὸν φανῆναι τὸν κομίζοντα τὴν χαράν. Ἔπειτα καὶ Σωτῆρα τὸν Κύριον τοῦτον καλεῖ. Σωτῆρα δέ, καὶ σωτηρίαν, καὶ σωτήριον, τὸν Χριστὸν ἡ Γραφὴ καλεῖ, ὅτι τῶν θεαρχικῶν ὑποστάσεων μόνος ὁ Υἱὸς αὐτουργὸς ἐγένετο τῆς σωτηρίας ἡμῶν· καὶ δι’ ἑαυτοῦ τὸ πᾶν εἰργάσατο, καθάπερ εἶπε Παῦλος, «δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.» Ὃ καὶ αὐτὸς ἐδήλωσε τῷ παραδείγματι τοῦ καλοῦ ποιμένος, ὃς οὐκ ἔπεμψε τοὺς ζητήσοντας τὸ πρόβατον τὸ ἀπολωλός, ἀλλ’ αὐτὸς ἐζήτησε, καὶ εὗρε, καὶ ἀνείλετο, καὶ ἐπὶ τῶν ὤμων ἐκόμισε. Διὰ τοῦτο καὶ τὴν προσηγορίαν ἐδέξατο τὴν τοῦτο δυναμένην, κληθεὶς Ἰησοῦς. «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει», πρόσωπον τὴν ἐπιφάνειαν αὐτοῦ λέγων. Μὴ ἀναμείνωμεν οἴκοι γενόμενον ἰδεῖν αὐτόν, ἀπαντήσωμεν ἐν ἐξομολογήσει, ἐν δοξολογίᾳ δηλονότι, «καὶ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ», Θεῷ πρέπουσαν ἀποδῶμεν αὐτῷ τὴν τιμήν. Ὁ μὲν «ἐν δούλου μορφῇ» φανῆναι κατεδέξατο· ἡμεῖς δὲ τὸν Δεσπότην μὴ ἀγνοήσωμεν, μὴ προσκόψωμεν τῇ σαρκί, μὴ παρενεχθῶμεν ἐπὶ τὸ ταπεινὰ περὶ τοῦ ὑψηλοῦ φρονεῖν, διὰ τὸ φαινόμενον. «Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν», ὁ ἐν ταύτῃ καλυπτόμενος τῇ σαρκί. Καὶ τὰ ἑξῆς δὲ θεοπρεπῆ προστίθησι πάντα.

Καὶ τοιαῦτα μὲν τὰ προφητικά, καὶ οὕτω κατὰ καιρὸν ᾄδονται.

Κʹ. Περὶ τῆς ἀναδείξεως τοῦ ἁγίου Εὐαγγελίου καὶ περὶ τοῦ τρισαγίου ὕμνου Τούτων δὲ ᾀσθέντων, ὁ ἱερεὺς ἐν μέσῳ πρὸ τοῦ θυσιαστηρίου ἱστάμενος ὑψοῦ τὸ Εὐαγγέλιον αἰρεῖ καὶ ἀναδείκνυσι, τὴν ἀνάδειξιν τοῦ Κυρίου σημαίνων, ὅτε ἤρξατο φαίνεσθαι τοῖς πολλοῖς. Διὰ γὰρ τοῦ Εὐαγγελίου ὁ Χριστὸς δηλοῦται, ὥσπερ τὰ προφητικὰ βιβλία «Προφῆται» λέγονται, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀβραὰμ πρὸς τὸν πλούσιον· «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας», τὰ βιβλία λέγοντος.

Ἐπεὶ δέ, τοῦ προφητευομένου ἀναδεικνυμένου καὶ δι’ ἑαυτοῦ φαινομένου, τοῖς ῥήμασι τῶν προφητῶν οὐδεὶς ἀξιοῖ προσέχειν, διὰ τοῦτο τοῦ Εὐαγγελίου ἀναδεικνυμένου, τὰ μὲν προφητικὰ παύονται. Ἄιδομεν δέ, εἴ τι τῆς καινῆς ἐστι διαθήκης. Ἢ γὰρ τὴν παναγίαν τοῦ Κυρίου Μητέρα, ἢ ἄλλους τῶν ἁγίων ἐγκωμιάζομεν, ἢ αὐτὸν τὸν Χριστὸν ὑμνοῦμεν, ὑπὲρ ὧν εἰς ἡμᾶς ἐπεδήμησεν, ἢ ἐπιδημήσας ἔπαθεν ἢ ἐποίησεν.

Ἐφ’ οἷς ἑκάστοτε ἡ Ἐκκλησία πανηγυρίζει. Ἔπειτα καὶ αὐτὸν ὡς Τριάδα τὸν Θεὸν ἀνυμνοῦμεν, οἷον αὐτὸν ἡμᾶς εἶναι ἐδίδαξεν ἡ ἐπιφάνεια τοῦ Σωτῆρος. Ὁ δὲ ὕμνος οὗτος εἴληπται μὲν ἀπὸ τῶν ἀγγέλων, εἴληπται δὲ καὶ ἀπὸ τῆς βίβλου τῶν ἱερῶν τοῦ προφήτου ψαλμῶν.

Συνῆκται δὲ ὑπὸ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ ἀνετέθη τῇ Τριάδι. Τὸ μὲν γὰρ «Ἅγιος» τρὶς βοώμενον, τῶν ἀγγέλων, τὸ δὲ «Θεὸς καὶ ἰσχυρὸς καὶ ἀθάνατος», τοῦ μακαρίου Δαβίδ, ἐν οἷς φησι· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα.» Τὸ δέξασθαι δὲ καὶ συνθεῖναι ταῦτα ἐκείνοις, καὶ προσθεῖναι τὴν ἱκεσίαν, λέγω δὴ τὸ «Ἐλέησον ἡμᾶς», τῆς Ἐκκλησίας τῶν Τριάδα τὸν ἕνα Θεὸν καὶ εἰδότων καὶ κηρυττόντων, ἵνα δειχθῇ, τοῦτο μὲν ἡ πρὸς τὴν καινὴν διαθήκην τῆς παλαιᾶς συμφωνία, τοῦτο δὲ τὸ καὶ ἀγγέλους καὶ ἀνθρώπους μίαν Ἐκκλησίαν γενέσθαι, καὶ χορὸν ἕνα, διὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν, τοῦ ὑπερουρανίου καὶ ἐπιγείου. Διὰ τοῦτο μετὰ τὸ ἀναδειχθῆναι καὶ εἰσενεχθῆναι τὸ Εὐαγγέλιον, τὸν ὕμνον ᾄδομεν τοῦτον, μονονοὺ βοῶντες ὡς ὁ ἐπιδημήσας οὗτος μετὰ τῶν ἀγγέλων ἡμᾶς ἔστησεν, εἰς ἐκεῖνον ἔταξε τὸν χορόν.

Καὶ ταῦτα μὲν οὕτως.

ΚΑʹ. Περὶ τῆς κατὰ τὸν ὕμνον εὐχῆς, καὶ περὶ τῶν ἐπιφωνημάτων τῶν ἱερῶν Ὁ δὲ ἱερεὺς πρὸ μὲν τῆς ὑμνήσεως ταύτης ἱκετεύει τὸν Θεὸν δέξασθαι τὸν ὕμνον καὶ χάριν ἀντιδοῦναι τοῖς ὑμνηταῖς. Καὶ τίνα χάριν; τῷ ὕμνῳ κατάλληλον· «ἁγιάσαι αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα», συγγνώμην παρασχόμενον ἡμαρτημένων, ὥστε «ἐν ὁσιότητι λατρεύειν αὐτῷ πάσας τὰς ἡμέρας».

Καὶ τὴν αἰτίαν προστίθησιν· «Ὅτι ἅγιος εἶ καὶ ἁγίοις ἐπαναπαύῃ.» Τοῦ γὰρ ἀληθῶς ἁγίου, τὸ χαίρειν ἐν τοῖς ἁγίοις καὶ ἁγιάζειν. Καὶ τοῦτο ἐκβοήσας καὶ δοξολογίαν προσθείς, τῆς ὑμνήσεως τοῦ τρισαγίου πρὸς τὸν ἱερὸν λαὸν σύνθημα τοῦτο ποιεῖται· καὶ αὐτοὶ τῇ δοξολογίᾳ τὸ «Ἀμήν», κατὰ τὸ εἰωθός, ἐπειπόντες, τοῦ ὕμνου ἄρχονται.

Μετὰ δὲ τὸν ὕμνον, ὁ ἱερεὺς κελεύει πάντας μὴ ῥᾳθύμως ἑστάναι καὶ ἀμελῶς, ἀλλὰ τοῖς τελουμένοις καὶ ᾀδομένοις προσέχειν τὸν νοῦν· τὸ γὰρ «Πρόσχωμεν», τοῦτο δύναται. Εἶτα τὴν εἰρήνην εὔχεται πᾶσι, καὶ σοφίας ἀναμιμνήσκει, μεθ’ ἧς δεῖ τοῖς μυστηρίοις προσέχειν. Τίς δὲ ἡ σοφία; οἱ προσήκοντες τῇ τελετῇ λογισμοί, μεθ’ ὧν ὁρᾷν δεῖ καὶ ἀκούειν τὰ τελούμενα καὶ λεγόμενα, οἱ πίστεως γέμοντες, οἱ μηδὲν ἀνθρώπινον ἔχοντες. Τοῦτο γὰρ ἡ τῶν Χριστιανῶν σοφία, καὶ τοῦτο δύναται τὸ «σοφία», πολλαχοῦ τῆς ἱερουργίας ἐκβοώμενον τοῖς πιστοῖς παρὰ τοῦ ἱερέως, ἀνάμνησις τῶν λογισμῶν τούτων. Οὕτω γὰρ ἀλλήλους ἀναμιμνήσκομεν ὁλόκληρον ἔννοιαν ἑνὶ ῥήματι πολλάκις ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων ἀνανεοῦντες.

Τίς δὲ ἡ ἀνάγκη τῆς ἀναμνήσεως; Πολλὴ τῆς λήθης ἡ τυραννίς, καὶ οὐδὲν τῶν ἀνθρωπίνων παθῶν οὕτω συνεχῶς καὶ ῥᾳδίως ἐκτρέπει τὸν ἄνθρωπον ὡς τοῦτο τὸ πάθος. Ἐπεὶ δὲ μετὰ τῶν προσηκόντων λογισμῶν ἀναγκαῖον ἑστάναι, καὶ μετέχειν τῆς τελετῆς, καὶ τῶν ἱερῶν αὐτῆς ἀκουσμάτων καὶ θεαμάτων, εἴ γε μέλλοιμεν μὴ μάτην μετέχειν αὐτῶν, καὶ τὸν χρόνον τρίβειν εἰκῇ· τοῦτο δὲ οὐ ῥᾴδιον· διὰ τοῦτο χρεία μὲν ἡμᾶς αὐτοὺς παρ’ ἡμῶν αὐτῶν ἐγρηγορέναι καὶ νήφειν· χρεία δὲ τῆς ἔξωθεν ὑπομνήσεως, ἵνα συνεχῶς ὑπὸ τῆς λήθης συλώμενον τὸν ἡμέτερον νοῦν, καὶ περιελκόμενον εἰς ματαίας μερίμνας ἀναλαμβάνειν δυνώμεθα πάλιν.

Τοῦτο καὶ τὸ ᾆσμα βούλεται τὸ ἀδόμενον μεταξὺ τῶν τιμίων δώρων εἰς τὸ θυσιαστήριον κομιζομένων· «Πᾶσαν βιωτικὴν γάρ, φησί, ἀποθώμεθα μέριμναν»· καὶ τοιαῦτα μὲν τοῦτο δύναται τὸ ῥῆμα. Ἔστι δὲ καὶ τὸ «ὀρθοὶ» ἐπιφώνημα παραίνεσιν ἔχον.

Τίς δὲ ἡ παραίνεσις; Ἐναγωνίους ἡμᾶς εἶναι βούλεται τῷ Θεῷ καὶ τοῖς μυστηρίοις ἐντυγχάνοντας καὶ μὴ ῥᾳθύμως, ἀλλὰ μετὰ σπουδῆς καὶ πάσης αἰδοῦς τὴν τοιαύτην ὁμιλίαν ποιεῖσθαι, εἴτε ὁρᾶν, εἴτε λέγειν, εἴτε ἀκούειν τί δεήσει τῶν ἱερῶν· καὶ σημεῖον τοῦτο πρῶτον δεικνύναι τῆς σπουδῆς ταύτης, καὶ τῆς εὐλαβείας, τὴν ὄρθωσιν τοῦ σώματος, τὸ μὴ καθημένους, ἀλλ’ ἑστῶτας τοῦτο ποιεῖν· τοιοῦτον γὰρ τὸ σχῆμα τῶν ἱκετευόντων, τοιοῦτον τὸ σχῆμα τῶν δούλων, οἳ πρὸς τὸ νεῦμα τῶν δεσποτῶν ἅπαντα τὸν νοῦν ἔχουσιν, ἵνα πρὸς τὴν διακονίαν ἑτοίμως, ἐπειδὰν τὸ κελευσθὲν ἁρπάσωσι, εὐθὺς δράμωσιν· ἡμεῖς δὲ καὶ ἵκεται τῷ Θεῷ περὶ τῶν μεγίστων, καὶ δοῦλοι δουλείαν παντοδαπήν.

Καὶ τῶν μὲν ῥημάτων τούτων οὗτος ὁ λόγος.

ΚΒʹ. Περὶ τῆς ἀναγνώσεως τῶν Γραφῶν, καὶ τῆς τάξεως αὐτῶν, καὶ τῆς σημασίας Μετὰ δὲ τὸν τρισάγιον ὕμνον, ἀποστολικὸν ἀναγιγνώσκεται βιβλίον, εἶτα τὸ Εὐαγγέλιον αὐτό, πρότερον ὕμνου τῷ Θεῷ παρὰ τῆς Ἐκκλησίας ᾀσθέντος.

Διὰ τί δὲ πρὸ τῶν ἀναγνώσεων τῶν ἱερῶν Γραφῶν τὸν Θεὸν ὑμνοῦμεν; Ὅτι ἐπὶ πᾶσι τοῦτο δεῖ ποιεῖν, οἷς ἡμᾶς ἐκεῖνος ἑκάστοτε δωρούμενος διατελεῖ, μάλιστα δὲ ἐν ἐπιτεύξει μεγάλου τινὸς ἀγαθοῦ, οἷόν ἐστι ἡ τῶν θείων λογίων ἀκρόασις. Ἀλλ’ ἐπὶ μὲν τοῦ Ἀποστόλου μετὰ ἱκεσίας ὁ ὕμνος· πρόσκειται γὰρ τὸ «Ἐλέησον». Ἐπὶ δὲ τοῦ Εὐαγγελίου καθαρὰν ἱκεσίαν ποιούμεθα τὴν ὑμνῳδίαν, ἵνα μάθωμεν ὡς ὁ Χριστὸς διὰ τοῦ Εὐαγγελίου σημαίνεται· ὃν τοῖς εὑροῦσιν ἅπαν τὸ ζητούμενον ἐν χερσίν. Καὶ γὰρ ὁ Νυμφίος ἔνδον, καὶ οὐ χρεία ἱκετεύειν αὐτοὺς περὶ οὐδενός, πάντα ἔχοντας.

Ὥσπερ οὐδὲ νηστεύειν τοὺς υἱοὺς τοῦ Νυμφῶνος εἰκός, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ Νυμφίος· ἀλλὰ τοῦτο μόνον, σέβειν αὐτὸν καὶ ὑμνεῖν· ἐπεὶ καὶ ὁ τῶν ἀγγέλων ὕμνος, οἷον αὐτὸν οἱ προφῆται διδάσκουσι, διὰ τὸν αὐτὸν λόγον, τοῦτ’ αὐτὸ μόνον ὕμνος ἐστίν, ἱκεσίας ἀπηλλαγμένος ἁπάσης.

Ἀλλὰ τί βούλεται ἐνταῦθα ἡ ἀνάγνωσις τῶν ἱερῶν Γραφῶν; Εἰ μὲν τὴν χρείαν βούλει μαθεῖν, εἴρηται· παρασκευάζουσι γὰρ ἡμᾶς καὶ προκαθαίρουσι πρὸ τοῦ μεγάλου τῶν μυστηρίων ἁγιασμοῦ. Εἰ δὲ τὴν σημασίαν ζητεῖς, τὴν φανέρωσιν τοῦ Κυρίου δηλοῦσιν, ἣν ἐφανεροῦτο κατὰ μικρὸν μετὰ τὴν ἀνάδειξιν. Πρῶτον μὲν γὰρ τὸ Εὐαγγέλιον ἀναδείκνυται συνεπτυγμένον, τὴν ἐπιφάνειαν τοῦ Κυρίου σημαῖνον, καθ’ ἣν σιωπῶντα αὐτὸν ὁ Πατὴρ ἀνεδείκνυ, ὅτε οὐδὲν ἐκεῖνος φθεγγόμενος τῆς τοῦ κήρυκος ἐδεῖτο φωνῆς. Ταῦτα δὲ τῆς φανερώσεώς ἐστι σημαντικὰ τὴς τελεωτέρας, καθ’ ἣν δημοσίᾳ πᾶσιν ὡμίλει, καὶ ἑαυτὸν ἐδίδασκεν, οὐ μόνον ἐξ ὧν ἔλεγεν αὐτός, ἀλλὰ καὶ ὧν ἀποστόλους ἐδίδασκε λέγειν, πέμπων αὐτοὺς «εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ».

Διὰ τοῦτο ἀναγινώσκεται μὲν γράμματα ἀποστολικά, ἀναγινώσκεται δὲ αὐτὸ τὸ Εὐαγγέλιον. Τί οὖν μὴ πρῶτον τὸ Εὐαγγέλιον; Ὅτι τελεωτέρας ἐστὶ φανερώσεως σημαίνειν τὰ δι’ αὐτοῦ τοῦ Κυρίου, ἢ τὰ διὰ τῶν ἀποστόλων λεγόμενα. Ἐπεὶ δὲ οὐκ ἀθρόον ἐφάνη τοῖς ἀνθρώποις ὁ Κύριος ἡλίκος ἦν τὴν ἰσχύν, καὶ οἷος τὴν ἀγαθότητα—τοῦτο γὰρ τῆς δευτέρας αὐτοῦ παρουσίας—, ἀλλ’ ὁδῷ προβαίνων ἀπὸ τοῦ ἀφανεστέρου ἐπὶ τὸ φανερώτερον προῄει· τούτου χάριν τὴν ἀνάδειξιν αὐτοῦ κατὰ μικρὸν γενομένην δεικνύναι βουλομένοις, τὰ ἀποστολικὰ πρὸ τῶν Εὐαγγελίων ἀναγιγνώσκειν εἰκός. Διὰ τοῦτο γὰρ καὶ τὰ τῆς τελείας ἀναδείξεως αὐτοῦ σημαντικὰ τελευταῖα φυλάττεται, ὡς ἐν τοῖς ἑξῆς ἔσται δῆλον.

ΚΓʹ. Περὶ τῶν μετὰ τὸ Εὐαγγέλιον αἰτήσεων Μετὰ δὲ τὸ Εὐαγγέλιον ἀναγνωσθῆναι, εὔξασθαι μὲν κελεύει τὸ πλῆθος ὁ διάκονος. Εὔχεται δὲ αὐτὸς ὁ ἱερεὺς ἔνδον καθ’ ἑαυτὸν ἡσυχῆ τὰς εὐχὰς ἐκείνων ὑπὸ τοῦ Θεοῦ προσδεχθῆναι. Εἶτα τὸν Θεὸν δοξολογήσας μεγάλῃ βοῇ, κοινωνοὺς καὶ αὐτοὺς τῆς δοξολογίας λαμβάνει.

Τίς δὲ ἡ παρὰ πάντων εὐχὴ μάλιστα μετὰ τὸ Εὐαγγέλιον πρέπουσα; ἡ ὑπὲρ τῶν τηρούντων τὸ Εὐαγγέλιον, τῶν μιμησαμένων τὴν φιλανθρωπίαν τοῦ διὰ τοῦ Εὐαγγελίου σημαινομένου Χριστοῦ. Καὶ τίνες οὗτοι; Οἱ προστάται τῆς Ἐκκλησίας, οἱ λαῶν ποιμένες, οἱ τὴν πολιτείαν τάττοντες.

Οὗτοι γάρ, εἰ σῴζουσι τὴν ἐπαγγελίαν, τὰ ἐκεῖσε γεγραμμένα καὶ τηροῦσι καλῶς καὶ διδάσκουσι, καὶ τὸ ὑστέρημα τοῦ Χριστοῦ κατὰ τὸν Ἀπόστολον ἀναπληροῦσι μετ’ ἐκεῖνον τὴν αὐτοῦ ποίμνην κατ’ ἐκεῖνον ποιμαίνοντες. Ἔτι δὲ καὶ κτίσται ἱερῶν οἴκων καὶ ἐπιμεληταὶ καὶ ἀρετῆς διδάσκαλοι καὶ εἴ τινες ὁπωσοῦν τῷ κοινῷ τῆς Ἐκκλησίας καὶ τοῖς ἱεροῖς λυσιτελεῖς εἰσιν, εἰς ἐκεῖνον τάττουσι τὸν χορόν, καὶ τῶν κοινῶν εἰσιν ἄξιοι τυγχάνειν εὐχῶν.

Μέλλων δ’ ἐπὶ τὴν θυσίαν ἤδη χωρεῖν, ᾗ παρεῖναι τοὺς ἀμυήτους οὐ θέμις, οὓς κατηχουμένους ἔτι καλοῦμεν, ὅτι μέχρις ἀκοῆς καὶ ὅσον διδασκαλία δύναται μόνον τὸν Χριστιανισμὸν ὑπεδέξαντο, τούτους ἐκβάλλει τοῦ χοροῦ τῶν πιστῶν, εὐχὴν ὑπὲρ αὐτῶν ἀναγνοὺς πρότερον. Ἡ δὲ εὐχὴ τελειωθῆναι αὐτοὺς τοῦ βαπτίσματος ἀξιωθέντας κατὰ καιρόν· ἡ δὲ αἰτία τῆς εὐχῆς ἡ τοῦ Θεοῦ δόξα· «Ἵνα καὶ αὐτοί, φησί, σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου.» Ἣν καὶ ὡς δοξολογίαν ἀναβοήσας καὶ κοινωνοὺς λαβὼν τῆς δοξολογίας τὸ πλῆθος τῶν πιστῶν, ἄλλην εὔχεται εὐχήν, ἐν ᾗ πρῶτον μὲν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι ὅλως ἠξιώθη ἐνώπιον αὐτοῦ στῆναι καὶ χεῖρας αἴρειν πρὸς αὐτὸν ὑπὲρ ἑαυτοῦ καὶ τῶν ἄλλων· ἔπειτα ἱκετεύει ἀξιωθῆναι τοῦτο ποιεῖν ἀεὶ μετὰ καθαροῦ συνειδότος.

Ἡ δὲ αἰτία τῆς εὐχῆς καὶ ταύτης, ἡ τοῦ Θεοῦ δόξα· «Ὅτι σοὶ πρέπει, φησί, πᾶσα δόξα»· καὶ οὕτω κατὰ τὸ εἰωθὸς μετὰ τοῦ πλήθους δοξολογήσας, πάλιν ἐφ’ ἑαυτοῦ ὁ ἱερεὺς εὔχεται ὑπὲρ ἑαυτοῦ καὶ τοῦ πλήθους, ὥστε αὐτὸν μὲν ἀκατάκριτον παραστῆναι τῇ ἁγίᾳ τραπέζῃ καθαρὸν «μολυσμοῦ σαρκὸς καὶ πνεύματος»· τοὺς δὲ συνευχομένους πιστοὺς «τῶν μυστηρίων μετασχεῖν» ἀξιωθῆναι, χωρὶς ἐνοχῆς καὶ κατακρίσεως, καὶ πρὸς τούτοις τῆς βασιλείας τῶν οὐρανῶν κληρονομῆσαι· καὶ ἡ αἰτία τῆς εὐχῆς πάλιν ἡ τοῦ Θεοῦ δόξα, εἰς ἣν πάντα ποιεῖν ὁ Παῦλος ἐκέλευσε λέγων· «Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Τοῦτο ὑμῖν ἔστω σκοπός φησι πανταχοῦ, τὸν Θεὸν δοξάζεσθαι. Οἱ γεωργοὶ τέλος ποιοῦνται τῶν πόνων τῶν καρπῶν τὴν φοράν, ἐφ’ οἷς αἱροῦνται πονεῖν· καὶ οἱ ἔμποροι τὸ κέρδος, καὶ ἄλλος ἄλλο τι· ὑμεῖς δὲ ἐν ἅπασιν οἷς ποιεῖτε τὴν δόξαν τοῦ Θεοῦ ζητεῖτε· δοῦλοι γάρ ἐσμεν, ταύτην ὀφείλοντες τῷ Δεσπότῃ τὴν διακονίαν, ὡς ἂν ὑπὲρ αὐτῆς καὶ κτισθέντες ὑπ’ αὐτοῦ τὴν ἀρχὴν καὶ ὕστερον ἀγορασθέντες. Διὰ τοῦτο τὴν Ἐκκλησίαν εὑρήσεις τῆς δόξης τοῦ Θεοῦ φροντίζουσαν πανταχοῦ, καὶ τοῦτ’ ἄνω καὶ κάτω βοῶσαν τὸ ῥῆμα, καὶ ταύτην διὰ πάντων ὑμνοῦσαν, καὶ πάντα αὐτὴν ἡγουμένην, καὶ πρὸς ταύτην πάντα ποιοῦσαν, τὰς εὐχάς, τὰς δεήσεις, τὰς μυήσεις, τὰς παραινέσεις, πᾶν ἱερόν.

Καὶ ταῦτα μὲν οὕτως.