Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εὐχή

Νικόλαος Καβάσιλας

Δεήσεις υπέρ της Εκκλησίας και του κόσμου

Εκτενής ικεσία, βασισμένη στους αγώνες των μαρτύρων, για την ειρήνευση της πολιτείας, την άφεση των αμαρτιών και τη σωτηρία, η οποία καταλήγει σε επίκληση της Θεοτόκου και των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 2

Ὑπὲρ τούτων εὐχαριστοῦντες δεόμεθά σου, φιλάνθρωπε, δυσωπήθητι τοὺς πόνους αὐτῶν καὶ τοὺς ἱδρῶτας καὶ τὰς σφαγὰς καὶ τὰ αἵματα ἃ ἐξέχεαν ὑπὲρ τοῦ ὀνόματός σου καὶ τὴν ἀγάπην ἣν ἠγάπησάν σε ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα, ὑπὲρ πάντα τὸν κόσμον, ὑπὲρ τὰς ψυχὰς ἑαυτῶν τὴν σὴν ποθήσαντες δόξαν, καὶ ἔπιδε ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν κληρονομίαν σου, καὶ βράβευσον εἰρήνην τῇ πολιτείᾳ σου, ἁγίασον τὴν ἐκκλησίαν σου, ἔνδυσαι τοὺς ἱερεῖς σου δικαιοσύνην, δὸς τοῖς βασιλεῦσι τὸ κρίμα σου, λύσον τὰς ἐμφυλίους μάχας, στῆσον τὴν κατέχουσαν ἡμᾶς ζάλην. Παῦσον τοὺς πολέμους, καὶ τοὺς κοινοὺς τούτους, καὶ τοὺς ἰδίᾳ ἑκάστῳ παρὰ τῶν δαιμόνων ἐγειρομένους· γενοῦ πᾶσι βοηθὸς τοῖς ἐπικαλουμένοις τὸ ὄνομά σου, καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ στήριξον ἡμᾶς ἐν ταῖς ἐντολαῖς σου, καὶ ἀξίωσον ἡμᾶς ζῆσαι τὸν ὑπόλοιπον τῆς ζωῆς ἡμῶν χρόνον εἰς δόξαν τοῦ ὀνόματός σου καὶ ἐν τῷ μέλλοντι αἰῶνι στῆναι μετὰ τῶν ἀγαπησάντων σε καὶ κληρονομῆσαι τῆς βασιλείας σου· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ τιμίου ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ τῶν ἐξ αἰώνων ἁπάντων εὐηρεστηκότων ἁγίων σοι. ἀμήν:☩