Τοῖς δὲ ἀποστόλοις οὐδὲ μετ’ ἐκείνων καὶ ταῦτα ζητεῖν ἀνεκτὸν ἔδοξεν, οὐδ’ ἐγγὺς, οὐδὲ μερίζειν εἰς ἀμφότερα τὴν σπουδὴν, μὴ τῷ κρείττονι κώλυμα γένηται τὸ χεῖρον, ἀλλ’ ἑτέροις ταῦτα ἐπιτρέψαντες, ἑαυτῶν ἐλάττοσι, καὶ τοσοῦτον ὑπὲρ αὐτῶν σπουδάσαντες, ὅσον ἑλέσθαι τοὺς διακόνους, τοῦ λοιποῦ τῇ προσευχῇ μόνῃ καὶ τῷ λόγῳ τοῦ εὐαγγελίου προσεῖχον. οὐκ ἀρεστόν ἐστί, φασιν, ἀφέντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις. σὺ δ’ ὥσπερ ἐκείνοις ἑκάστοτε μεμελετηκὼς πολεμεῖν, τὴν ἐναντίαν κἀνταῦθα χωρεῖς, καὶ ἵνα καλῶς ἐπιμελήσῃ τῶν τραπεζῶν, μάταιον ἐργάζῃ τὸν λόγον· καὶ τὴν τάξιν διαφθείρων ἐν τοῖς τῶν μαθητῶν ὀφθαλμοῖς καὶ τὴν περὶ σαυτοῦ δόξαν δι’ ὧν πράττεις πονηροτάτην ἐντιθεὶς, ἀπίθανα καὶ ἄπιστα διαλέγῃ, καὶ βοᾷς εἰς τὸν δῆμον εἰκῇ, χαλκὸς ἠχῶν, φησιν, ἢ κύμβαλον ἀλαλάζον. οἱ μὲν γὰρ τοὺς κειμένους ἀναγινώσκοντες νόμους καὶ τούτῳ τῷ κανόνι παρατιθέντες τὰ σὰ, παράνομον εὑρίσκουσι καὶ σκαιὸν· σὺ δὲ ζητῶν ἀπολογίαν καὶ γρίφους τινὰς ἐννοίας καὶ σκοπὸν νόμων καὶ τὰ τοιαῦτα καταλέγων, οὐδένα πείθεις, καὶ τοιοῦτος πᾶσι δοκῶν ἐπὶ τὸ βῆμα ἀναβαίνεις. τίνος ἡγουμένης αἰδοῦς, τίνος εὐνοίας, ποίας πίστεως; ἢ νομίζεις δύνασθαι πείθειν τούτων χωρὶς, καὶ ταῦτα περὶ τοιούτων διαλεγόμενος, ἃ πόνων δεῖται καὶ ἱδρώτων, οἷος ὁ χριστιανοῖς ὀφειλόμενος βίος;