Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Τα καθήκοντα της ιεροσύνης, οι συνέπειες της παρανομίας και επίλογος

Προβάλλεται το πνευματικό έργο των ιερέων, το οποίο πρέπει να βασίζεται στην πειθώ και τον ανεπίληπτο βίο, και όχι σε κοσμικές μέριμνες. Ο λόγος ολοκληρώνεται με προειδοποιήσεις κατά των πονηρών δικαιολογιών και με σύντομη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 8 από 8

οὐ γὰρ ἵνα φορολογήσῃς ἢ μισθοφορήσῃς ἐκάθισας, ἢ ὅλως ἵν’ ἐκ παντὸς πόρου χρήματα συναθροίσῃς ἢ διοικήσῃς· ὀλίγου μέντ’ ἂν ἄξιον ἦν ἱερωσύνη, τῶν ἐν πρυτανείῳ στρεφομένων ἐπισταμένη πλέον οὐδὲν· ἀλλὰ ψυχῶν ἐπιμέλεια καὶ λόγος καὶ διδασκαλία δογμάτων ὀρθῶν καὶ βίου σώφρονος, καὶ πρὸς θεὸν τοὺς ποιμαινομένους ἅπαντας ἕλκειν εὐχῶν δυνάμει καὶ τελετῶν καὶ τῷ καθ’ ἑαυτὸν παραδείγματι, ταῦτα ἱερωσύνη, ταῦτα τῆς ἀρχῆς τὸ σχῆμα, ταῦτα τὸν θεὸν εἰς τὴν γῆν ἤνεγκε, ταῦτα ἀποθανεῖν ἔπεισε. τὸ δὲ χηρῶν προΐστασθαι καὶ πένητας τρέφειν καὶ τὰ τοιαῦτα εἶναι τεχνίτην, γένοιτο μὲν καὶ τοῦθ’ ἱερέων ἔργον, ἀλλ’ ἐκείνων δεύτερον καὶ σπουδῆς ἐλάττονος, ὅσον ἐκεῖνα μὲν ἀδύνατον ἱερέας εἶναι τοὺς μὴ κατορθοῦντας, ταῦτα δὲ καὶ ἰδιώταις ἔξεστι καὶ τῷ βουλομένῳ παντί.

Τοῖς δὲ ἀποστόλοις οὐδὲ μετ’ ἐκείνων καὶ ταῦτα ζητεῖν ἀνεκτὸν ἔδοξεν, οὐδ’ ἐγγὺς, οὐδὲ μερίζειν εἰς ἀμφότερα τὴν σπουδὴν, μὴ τῷ κρείττονι κώλυμα γένηται τὸ χεῖρον, ἀλλ’ ἑτέροις ταῦτα ἐπιτρέψαντες, ἑαυτῶν ἐλάττοσι, καὶ τοσοῦτον ὑπὲρ αὐτῶν σπουδάσαντες, ὅσον ἑλέσθαι τοὺς διακόνους, τοῦ λοιποῦ τῇ προσευχῇ μόνῃ καὶ τῷ λόγῳ τοῦ εὐαγγελίου προσεῖχον. οὐκ ἀρεστόν ἐστί, φασιν, ἀφέντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις. σὺ δ’ ὥσπερ ἐκείνοις ἑκάστοτε μεμελετηκὼς πολεμεῖν, τὴν ἐναντίαν κἀνταῦθα χωρεῖς, καὶ ἵνα καλῶς ἐπιμελήσῃ τῶν τραπεζῶν, μάταιον ἐργάζῃ τὸν λόγον· καὶ τὴν τάξιν διαφθείρων ἐν τοῖς τῶν μαθητῶν ὀφθαλμοῖς καὶ τὴν περὶ σαυτοῦ δόξαν δι’ ὧν πράττεις πονηροτάτην ἐντιθεὶς, ἀπίθανα καὶ ἄπιστα διαλέγῃ, καὶ βοᾷς εἰς τὸν δῆμον εἰκῇ, χαλκὸς ἠχῶν, φησιν, ἢ κύμβαλον ἀλαλάζον. οἱ μὲν γὰρ τοὺς κειμένους ἀναγινώσκοντες νόμους καὶ τούτῳ τῷ κανόνι παρατιθέντες τὰ σὰ, παράνομον εὑρίσκουσι καὶ σκαιὸν· σὺ δὲ ζητῶν ἀπολογίαν καὶ γρίφους τινὰς ἐννοίας καὶ σκοπὸν νόμων καὶ τὰ τοιαῦτα καταλέγων, οὐδένα πείθεις, καὶ τοιοῦτος πᾶσι δοκῶν ἐπὶ τὸ βῆμα ἀναβαίνεις. τίνος ἡγουμένης αἰδοῦς, τίνος εὐνοίας, ποίας πίστεως; ἢ νομίζεις δύνασθαι πείθειν τούτων χωρὶς, καὶ ταῦτα περὶ τοιούτων διαλεγόμενος, ἃ πόνων δεῖται καὶ ἱδρώτων, οἷος ὁ χριστιανοῖς ὀφειλόμενος βίος;

ὃν γὰρ ἡγοῦνται φαῦλον εἶναι καὶ ὃν ἀποστρέφονται, πῶς ἀκούσονται παραινοῦντος; πῶς δὲ πιστεύσουσιν ὡς ἀληθῆ λέγεις, ἃ μηδὲ σὲ τοῦτον πεπεισμένον ὁρῶσιν, δι’ ὧν τὴν ἐναντίαν χωρεῖς; καὶ τοῦτον τὸν τρόπον διαφθείρεται μὲν τὸ ἦθος ἑκάστῳ καὶ ἀρετῆς οὐδεὶς ἔσται λόγος, διαφθείρεται δὲ τὰ δόγματα, νεκρὰ γὰρ ἡ πίστις τῶν ἔργων χωρὶς, καὶ τῶν ἱερῶν τελετῶν οὐδὲν ὄφελος, οὐδενὸς πρὸς αὐτὰς παρεσκευασμένου. οὕτω τὰ μέγιστα πάντων ὑπὲρ τῶν ἐλαχίστων προδίδως καὶ τὴν τάξιν ἣν ἔχεις ἀφανίζεις καὶ σαυτὸν ἀπόλλυς καὶ καταισχύνεις ἑκὼν· καὶ ποιεῖς ὅμοιον ὥσπερ εἰ στρατηγὸς ἐπὶ τῆς παρατάξεως, ἐπιλαθόμενος ἐφ’ οἷς ᾑρέθη καὶ καταβὰς εἰς τοὺς ὑπηρέτας, τὰ τῶν ἀχθοφόρων ἐπεδείκνυτο καὶ τῶν σκευοφόρων, ἐπ’ ὀλέθρῳ μὲν ἑαυτοῦ, ὀλέθρῳ δὲ ὧν ἡγεῖτο.

Πῶς γὰρ καὶ ὅλως ἄρξεις ἔτι καὶ ποιμὴν ἔσῃ, πρὸς πειθὼ καὶ λόγους οὕτω φαύλως καὶ κακῶς ἔχων; τί δὲ λοιπὸν, ᾧ δυνήσῃ τὴν ἀρχὴν ἄγειν, εἰ μάτην παραινέσεις καὶ δημηγορήσεις εἰκῇ; τοὺς γὰρ ἱερέας οὐ χερσὶ χρωμένους οὐδὲ βιαζομένους οὐδ’ ἕλκοντας, ἀλλὰ πείθοντας μόνον τὰ αὐτῶν ἀνάγκη πάντα ποιεῖν, εἰ μὴ πολιτικὴν εἶναι νομίζεις τὴν ἐξουσίαν καὶ πρὸς ὑπάτους βλέπεις καὶ ἡγεμόνας καὶ στρατηγοὺς ἢ ἀγορανόμους ἢ ἀστυνόμους, ὧν βίᾳ τὸ πλεῖστόν ἐστι τῆς ἀρχῆς· εἰ δ’ ἣν ὁ Χριστὸς εἰς τὸ κοινὸν ἐπολίτευσε, ταύτην μιμῇ, παρ’ ἐκείνῳ βίαιον οὐδέν, ἀλλὰ τὴν θέλησιν ἐζήτησε πανταχοῦ, καὶ ἵνα ταύτην ἕλῃ πάντα ἐποίησεν. οὐ γὰρ ὅπως τις τῶν αὐτοῦ νόμων ἁπλῶς ἐργάτης ἔσται σκοπεῖ, ἀλλ’ εἰ θελήσει καὶ προθυμηθήσεται, τοῦτο πολλοῦ ποιεῖται τοῦ λόγου· οὐ γὰρ δικαιοσύνης ἔργον, ἀλλὰ δικαίαν ἀπαιτεῖ γνώμην. οἱ μὲν γὰρ πολιτικοὶ τῶν ἀρχόντων τῶν κατὰ νόμον ἔργων οὐδὲν πλέον ζητοῦσι, κἂν ἄκων τις οἷς πράττει τὰ γράμματα σέβῃ, παρανομεῖν αὐτοῖς οὐ δοκεῖ, καὶ διὰ τοῦτο δεσμὰ καὶ πῦρ καὶ ξίφος αὐτοῖς συνεργάζεται τὴν ἀρχὴν· ὁ δὲ Σωτὴρ, εἰ μὴ καθαρῶς αὐτὴν λάβοι τὴν γνώμην, τὸ πᾶν ἀπολλύναι νομίζει. τὸ δ’ αἴτιον, ὅτι πρόφασις αὐτῷ τῆς πολιτείας ταύτης καὶ τῆς ἀρχῆς ἕτερον οὐδὲν, ἀλλ’ ἵν’ ἡμεῖς ὦμεν χρηστοὶ· χρηστοὺς δὲ οὐκ ἔνι γενέσθαι, μὴ τῇ γνώμῃ τἀγαθὸν ἑλομένους.

Ὅτε τοίνυν μόνῳ τῷ πείθειν ἰσχύεις, πιθανὸν δὲ οὐδὲν ἐρεῖς οὐδὲ σπουδῆς ἄξιον οὐδ’ ὠφέλιμον παρ’ οἷς δοκεῖς πονηρὸς, τί μὴ πάσῃ σπουδῇ φεύγεις, ἃ ποιῶν δοκεῖς πονηρός; οὐ γὰρ μάτην ὁ Παῦλος πᾶσιν οἷς ἠξίωσεν τὸν ἱερέα κοσμεῖσθαι καὶ τὴν ἀγαθὴν προσέθηκε φήμην, καὶ ὁ Σωτὴρ πρὸ τοῦ Παύλου λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἀλλὰ σαφῶς ᾔδεσαν, ὡς εἰ τοῦτό τις ἀφέλοι τῶν διδασκάλων, τὸ πᾶν ἀνεῖλε. διὰ τοῦτο καὶ ἀπόστολοι καὶ οἱ μετ’ ἐκείνους γενόμενοι τῶν ἀνθρώπων ποιμένες, οἷς ἐμέλησε τῆς τοῦ θεοῦ δόξης καὶ τοῦ μηδένα ἀπολέσαι τῶν ποιμαινομένων, πολλῆς ἐποιήσαντο ταῦτα φροντίδος· ὁ δὲ πάντας τοὺς ἄλλους τῇ περὶ τὸ ποιμαίνειν τέχνῃ παρενεγκῶν Ἰωάννης, οὐ διδασκάλοις μόνον καὶ ἱερεῦσιν ᾠήθη ταύτης μετεῖναι τῆς σπουδῆς, ἀλλὰ καὶ ἰδιώτας μυρίων κακῶν ὑπευθύνους εἶναί φησιν, ἐὰν πονηρὰν ἑαυτοῖς προστρίψωνται δόξαν. καίτοι ποῦ τοσαύτη γένοιτ’ ἂν βλάβη τοῖς πολλοῖς παρ’ ἀνδρὸς τὰ αὑτοῦ πράττοντος, ὅση παρὰ τῶν ἐν ἀξιώμασι καὶ τὰ κοινὰ πολιτευομένων ἐστίν; ἀλλ’ ὅμως καὶ τούτους ἐκεῖνος μεγάλα φησὶν ἁμαρτάνειν, λογίζεσθαι παρέχων ἡμῖν, ὅση τοῖς ἄρχουσι τῆς αὐτῆς ῥαθυμίας κείσεται δίκη· τοσοῦτον γὰρ ἂν εἴη μείζων ἣν ἐκεῖνοι δώσουσιν, ὅσο μείζω μὲν ὠφελεῖν τὸ κοινὸν ὑπόχρεῳ κατέστησαν, μείζω δὲ βλάπτουσιν, οὐδ’ ὅσον εἰπεῖν.

οὐ χεῖρον δὲ καὶ αὐτὰ προσθεῖναι τοῦ ἀνδρὸς τὰ ῥήματα· οὐκ οἶσθα ὅτι λαμπρὸν ἀποστίλβειν χρὴ πανταχοῦ τοῦ χριστιανοῦ τὸν βίον, καὶ ὅτι τὴν δόξαν τις τὴν ἑαυτοῦ καταισχύνας, πανταχοῦ λοιπὸν ἄχρηστος ἔσται, καὶ οὐδὲν μέγα κερδᾶναι δυνήσεται, κἂν μεγάλα τύχῃ κατορθῶν; ἂν γὰρ τὸ ἅλας μωρανθῇ, φησιν, ἐν τίνι ἰσχύσει λοιπὸν; ἅλας γὰρ ἡμᾶς εἶναι βούλεται καὶ φῶς καὶ ζύμην ὁ θεὸς, ὡς καὶ ἑτέρους δύνασθαι τῆς ἐξ ἡμῶν μεταλαμβάνειν ὠφελείας. εἰ γὰρ ἀλήπτως ζῶντες ἄνθρωποι μόλις τοὺς ἠμελημένους ἐπιστρέψαι δύναιντ’ ἂν, εἰ καὶ λαβὴν δοίημεν αὐτοῖς πῶς οὐ πάντοθεν ὑπεύθυνοι τῆς ἀπωλείας ἐσόμεθα τῆς ἐκείνων; ὥσπερ γὰρ οὐκ ἔνι βίον ἔχοντα διεφθαρμένον σωθῆναί ποτε, οὕτως οὐδὲ δόξαν ἑαυτῷ περιθέντα πονηρὰν, δυνατὸν διαφυγεῖν τὴν κόλασιν.

Εἰ δ’ οὕτω μὲν ὁ Χριστὸς ἐποίησεν, οὕτω δὲ ἐνομοθέτησεν, οὕτω δὲ ὁ Παῦλος, οὕτω δὲ οἱ τῶν ἱερέων ἄριστοι, ταῦτα δὲ τὸ εἰκὸς ἀπαιτεῖ, σὺ τίς ὢν ὑπερόπτης εἶ τῶν πολλῶν; οὐκ οἶσθα διὰ τοῦτο σεμνὸς ὢν καὶ ἔντιμος καὶ τῶν πολλῶν βελτίων, ὅτι τὰ τοῦ Χριστοῦ πράττεις καὶ εἰς ἐκεῖνον ἀνάγεις καὶ τὸν τῶν ἀποστόλων δρόμον εἵλου τρέχειν καὶ τῶν ἐκείνους ἐκδεξαμένων; ἂν τοίνυν τἀναντία τούτων πράττων ἁλῷς, τί χρήσιμος ἂν εἴης ἔτι τοῖς ἀρχομένοις; φέρε γὰρ, πρὸς ταῦτα τῶν ἀρχομένων εἴ τις ἔροιτο· τί οὖν, εἰ ταῦθ’ οἱ μὲν νόμοι κελεύουσιν, ὑμεῖς δὲ ὑπερβαίνετε, τῷ θαρροῦντες ἐπιτάττειν ἡμῖν ἀξιοῦτε· τί ἐρεῖτε; τὴν ἱερωσύνην; ἀλλὰ τοὺς ταύτης κατεπατήσατε νόμους· πῶς οὖν ἰσχύσετε τοῖς ὅπλοις, οἷς οὐκ ἐχρήσασθε; ἀλλ’ οἰκέτας καὶ δορυφόρους; ἀλλ’ οὐ τοιοῦτον ὑμῖν τὸ τὴς ἀρχῆς σχῆμα. τί οὖν ὑπόλοιπον; ἀνάγκη δυοῖν θάτερον ἁμαρτάνειν· ἢ γὰρ ἀκρόπολιν ζητήσεις καὶ ὅπλα καὶ στρατιώτας ἀφ’ ὧν ἰσχύσεις, ἢ τῆς ἀρχῆς ἐκστήσῃ, μηδὲν ἔχων ἀφ’ ὧν δυνήσῃ τῶν ἀρχομένων κρατεῖν.

Ἀλλ’ ἀντιλέγοντες ἡμῖν, φησιν, ἁμαρτάνουσι· δεῖ γὰρ, εἴ τι καὶ πλημμελεῖν δοκοῦμεν, οὐκ αὐτοὺς εἶναι τοὺς ἐπιτιμῶντας, ἀλλὰ ψῆφον δικαστῶν ἀναμένειν. —ἂν παρανομῇς, πάνυ γε· ὁ γὰρ νόμος τοὺς πρεσβυτέρους τῶν ἐπισκόπων, ἐπειδὰν φανερῶς ἀδικούντων αἴσθωνται καὶ παρανομούντων, ἐκέλευσεν ἀποφοιτᾶν, μητὲ συλλόγων μητ’ εὐχῶν αὐτοῖς κοινωνοῦντας. οὐκοῦν οἱ νόμοι σε τῆς ἀρχῆς ἐκβάλλουσιν, πρὶν εἰς δικαστήριον ἄγειν, καθάπερ τοὺς τὰ δόγματα πονηροὺς, καὶ τῶν ἴσων τοῖς δυσσεβέσι τιμῶσι κακῶν, καὶ τῆς αὐτῆς ἀξιοῦσι σπουδῆς καὶ τοῦ αὐτοῦ τάχους τό τε τὴν παρὰ σοῦ βλάβην καὶ τὴν τῶν αἱρετικῶν ἐκτρέπεσθαι λύμην, κρίναντες ὁμοίως ἐπ’ ἀμφοῖν, μὴ δικαστήριον ζητοῦντας καὶ ψήφους δικαστῶν διατρίβειν, ἀλλ’ αὐτίκα φεύγειν καθάπερ πυρὸς ὁρμὴν, ἵνα μὴ τὸ πονηρὸν εἶναι χρηστὸν νομισθῇ τοῖς πολλοῖς, ὡς ἂν παρὰ τῷ διδασκάλῳ καὶ δοκοῦντι νομοθέτῃ τιμώμενον. σὺ δὲ τούτων ἀνέξῃ καὶ τοσαύτην οἴσεις αἰσχύνην; ἵνα τί κερδάνῃς, εἰπέ μοι;

Ὡς μὲν γὰρ ἀδικεῖς ὃν εἴρηται κτώμενος τρόπον, οἱ νόμοι βοῶσι καὶ τὰ πράγματα φωνὴν ἀφιέντα λαμπρὰν· —τί γὰρ, εἰ σοφίζῃ ποικίλα καὶ πολλοὺς περιβάλλῃ κύκλους, ὁ δὲ λόγος τῆς ἀληθείας ἁπλοῦς; —ὅτι δὲ κἂν οὐδεὶς ὑπὲρ ἐκείνων ἐγκαλεῖν ἔχῃ, τόν γε ἄλλον τρόπον παρανομεῖς, πλεονέκτου παρὰ πάντων καὶ παρανόμου δόξαν λαμβάνων, καὶ προδιδοὺς τὴν τῶν πολλῶν σωτηρίαν, πρᾶγμα τοσοῦτον ὑπὲρ μικρῶν καὶ φαύλων κερδῶν, ὁ Χριστὸς ἀπέδειξεν αὐτὸς, καὶ δι’ ὧν ἐποίησε καὶ δι’ ὧν ἐνομοθέτησε, καὶ ὁ Παῦλος καὶ οἱ καλοὶ πάντες ποιμένες. οὐκοῦν μηδεὶς ἐξαπατάτω σε λόγος, ὡς οὐ γεέννης ἄξια ταῦτα καὶ σκότους ἐξωτέρου καὶ τῶν ἐσχάτων κακῶν, ἀλλ’ εἴ τί σοι τοιοῦτον ἐπέλθοι, τοῦθ’ ἡγοῦ τέχνην εἶναι τοῦ πονηροῦ, τὴν διόρθωσιν ἀναιροῦντος, ἵνα μηδὲ μετανοίας ἡμῖν ὑπολειφθῇ χώρα, καὶ διὰ τοῦτο προφάσεις ὑποτιθέντος καὶ λογισμοὺς, οἷς πείσει μὴ τολμᾶν μόνον, ἀλλὰ καὶ χρηστὸν ἡγεῖσθαι τὸ πονηρόν. τοῦτον δὲ τὸν λόχον καὶ ταύτην τὴν χλεύην οὕτω φυλάξασθαι χαλεπὸν, ὥστε καὶ αὐτὸν δεῖσαι τὸν προφήτην, καὶ τὸν θεὸν κατὰ τοῦ πάθους καλέσαι· μὴ ἐκκλίνῃς γάρ, φησι, τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

εἰ δὲ καὶ σοφοί τινες καὶ πιθανοὶ δοκοῦσιν οἱ λογισμοὶ, θαυμαστὸν οὐδὲν· ὁ γὰρ τούτους ὑποβάλλων σοφός ἐστιν εἰς τὸ κακοποιῆσαι, καθάπερ εἰς τὸ εὖ ποιεῖν ἀσθενῶς ἔχει καὶ ἀνοήτως. σὺ δὲ τῶν τοῦ θεοῦ νόμων ἀκριβῶς ἔχου καὶ τὰ σαυτοῦ πάντα τούτων ἐξάπτων, μηδὲν τοῖς λογισμοῖς ἐπιτρέψῃς· δειλοὶ γάρ εἰσι καὶ ἐπισφαλεῖς, φησι Σολομών.

Ταῦτα ἡμῖν εἴρηται τοῖς μὲν ἀγαθοῖς ἡδονὴν ἔχοντα, τοῖς δὲ πονηροῖς πολλὴν ἀηδίαν· καὶ ὅπως μὴ εἴπῃς· τί οὖν ἔδει πικρὸν ποιεῖσθαι τὸν λόγον; οὐ γὰρ ἦν ἄλλως ἐλέγχειν, μὴ πᾶσαν εἰς μέσον ἐνεγκόντα τὴν αἰσχρότητα καὶ τὴν ἀτοπίαν τοῦ πράγματος. τοῦτο δὲ ποιεῖν ἐχρῆν, ἐλέγχειν τοὺς σοφοὺς, τῇ γραφῇ πειθομένους· πρὸς γὰρ τοὺς μοχθηροὺς οὐδεὶς ἡμῖν ἐγένετο λόγος, ἀλλ’ ἐκεῖνοι μέγα βοήσονται καὶ κακῶς ἐροῦσι, τοὺς δὲ σοφοὺς οἶδ’ ὅτι πείσονται καὶ τιμήσουσι τοὺς λόγους, καὶ πολλὴν ἡμῖν εἴσονται χάριν· τῷ δὲ θεῷ χάρις, ἀμήν.