Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Λόγοι

Νικόλαος Καβάσιλας

Η ανεπάρκεια του γραπτού νόμου και η τελειοποίηση του ανθρώπου διά της χάριτος

Θεολογικός λόγος περί της αδυναμίας του γραπτού νόμου να τελειοποιήσει την ανθρώπινη φύση και της αναγκαιότητας του μυστηρίου του Βαπτίσματος και της χάριτος του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 3

[Νικολάου Καβάσιλα] ΟΤΙ ΑΔΥΝΑΤΟΝ ΗΝ ΛΟΓΟΙΣ ΝΟΥΘΕΤΟΥΜΕΝΟΝ ΜΟΝΟΝ ΤΟΝ ΑΝΘΡΩΠΟΝ ΤΕΛΕΙΩΘΗΝΑΙ, ΠΙΣΤΕΩΣ ΜΗ ΠΡΟΣΟΥΣΗΣ Καὶ τούτῳ διήνεγκε τῆς Παλαιᾶς ἡ Καινὴ Διαθήκη· καὶ τούτῳ ἄμεινον εἶχεν, ὅτι τότε μὲν λόγος ἦν ὁ παιδεύων, νῦν δὲ αὐτὸς παρὼν ὁ Χριστὸς ἄρρητόν τινα τρόπον διατίθησι καὶ πλάττει τὰς τῶν ἀνθρώπων ψυχάς. Λόγῳ γὰρ καὶ διδασκαλίᾳ καὶ νόμοις οὐκ ἐνῆν ἀφικέσθαι τοὺς ἀνθρώπους εἰς τὸ ζητούμενον τέλος. Εἰ γὰρ ἐνῆν λόγοις, οὐκ ἂν ἐδέησεν ἔργων καὶ τούτων ὑπερφυῶν, Θεοῦ σαρκουμένου καὶ σταυρουμένου καὶ ἀποθνῄσκοντος.

Τοῦτο δὲ δῆλον ἐγένετο ἐξαρχῆς ἐξ αὐτῶν τῶν πατέρων ἡμῖν τῆς εὐσεβείας, τῶν ἀποστόλων. Πάσης γὰρ ἀπολελαυκότες διδασκαλίας καὶ ταῦτα αὐτοῦ τοῦ Σωτῆρος καὶ θεαταὶ γενόμενοι πάντων καὶ ὧν κατέθετο τῇ φύσει χαρίτων καὶ ὧν ἠνέσχετο ὑπὲρ τῶν ἀνθρώπων καὶ ὡς ἀποθανὼν ἀνεβίω καὶ ὡς κατειλήφει τὸν οὐρανόν, καὶ ταῦτα πάντα καταμαθόντες, ὅμως οὐδὲν καινόν, οὐδὲ γενναῖον, οὐδὲ πνευματικόν, οὐδὲ τοῦ παλαιοῦ βέλτιον ἐπεδείξαντο, ἕως ἐβαπτίσαντο. Γενομένου δὲ αὐτοῖς τοῦ βαπτίσματος καὶ τοῦ Παρακλήτου ταῖς ψυχαῖς αὐτῶν ἐμπεσόντος, αὐτοί τε ἐγένοντο καινοὶ καὶ ζωῆς ἐπελάβοντο καινῆς καὶ τοῖς ἄλλοις ἡγήσαντο καὶ τὸν περὶ Χριστὸν πόθον καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ἀνῆψαν. Εἰ γὰρ καὶ τῷ ἡλίῳ παρῆσαν καὶ διαίτης ἐκοινώνουν καὶ λόγων, ἀλλ’ ἦν αἴσθησις αὐτοῖς ἀκτῖνος οὔπω, μὴ δεξαμένοις τὸ πνευματικὸν ἐκεῖνο λουτρόν.

Τὸν ἴσον δὴ τρόπον καὶ τοὺς ἁγίους, ἐξ ἧς ἅπαντας ἐτελείωσεν ὁ Θεὸς καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἐφίλησαν, οὐ λόγοις παρακληθέντες ψιλοῖς ἀλλὰ τῇ τοῦ λουτροῦ δυνάμει διατιθέντες, αὐτοῦ πλάττοντος καὶ διατιθέντος τοῦ φιλουμένου, ὃς κτίζει καρδίαν καθαρὰν καὶ ἀφαιρεῖται μὲν τὴν λιθίνην, δίδωσι δὲ καρδίαν σαρκίνην, τὴν ἀναισθησίαν ἐκβάλλων, καὶ οὐ νόμον ἁπλῶς ἀλλὰ τὸν νομοθέτην, αὐτὸς ἑαυτόν. Τοῦτο δὲ πολλοῖς τῶν ἁγίων καὶ φανερώτατα διεδείχθη· οὓς μήτε λόγοις τἀληθὲς μαθεῖν δυνηθέντας, μήτε θαύμασι τὴν τοῦ κηρυττομένου δύναμιν ἐπιγνόντας, χριστιανοὺς ἀκριβεῖς ἀθρόον ἀπέδειξε, δεξαμένους τὸ λουτρόν. «Οὐ γὰρ ἐν λόγοις», φησίν, «ἡ βασιλεία τοῦ Θεοῦ ἀλλ’ ἐν δυνάμει» καὶ «ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι». Διὰ ταῦτα καὶ πνευματικὸς μὲν οὗτος ὁ νόμος, ὅτι τὸ πνεῦμα τὸ πᾶν ἐργάζεται, γραπτὸς δὲ ἐκεῖνος ὅτι μέχρι τῶν γραμμάτων ἔστη καὶ τῶν φωνῶν, ἀνθ’ ὧν καὶ σκιὰ μὲν καὶ εἰκὼν ἐκεῖνος, πρᾶγμα δὲ καὶ ἀλήθεια τὰ παρόντα· οἱ γὰρ λόγοι καὶ τὰ γράμματα πρὸς αὐτὸ τὸ εἶναι τῶν πραγμάτων εἰκόνος ἔχουσι λόγον.

Ταῦτα, πρὶν εἰς ἔργον ἐκβῆναι, πολλοῖς πρότερον χρόνοις τῇ γλώττῃ τῶν προφητῶν ἐμήνυσεν ὁ Θεός. «Διαθήκην διαθήσομαι», φησί, «καινὴν οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν» ἀλλὰ τίνα ταύτην; Αὕτη, φησίν, ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, «τιθεὶς τοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ταῖς καρδίαις αὐτῶν γράψω αὐτούς», οὐ διὰ φωνῆς ρυθμίζων ἀλλ’ αὐτὸς ἀμέσως ὁ νομοθέτης. «Οὐ γὰρ διδάξουσιν ἔτι», φησίν, «ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ γνῶθι τὸν Κύριον ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν». Τούτου τυχὼν τοῦ νόμου καὶ Δαβὶδ τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνὴν ὅτι «ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος». Ἐγὼ ἔγνωκα, φησί, πεῖραν αὐτὸς λαβών, οὐ διδασκόντων ἄλλων ἀκούσας. Ὅθεν ἐπὶ τὰ ἴσα καὶ τοὺς ἄλλους ἐνάγων γεύσασθαι, φησί, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.