Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Λόγοι

Νικόλαος Καβάσιλας

Η αληθής έννοια του ελέους και η υπεράσπιση της ευνομίας

Επίκληση της νομοθεσίας του Σόλωνα προκειμένου να καταδειχθεί ότι το έλεος οφείλεται αποκλειστικά στους αδικουμένους, και τελική έκκληση για την κατάργηση του ασύλου του βωμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 3

Ἔτι δὲ ἐκεῖνο πυνθάνομαι ὑμῶν, ὦ Ἀθηναῖοι. Εἰ τῷ Σόλωνι τῷ νομοθέτῃ καὶ τῶν ἀνθρώπων τοῖς πονηροτάτοις ἐγένετο περὶ τοῦ προκειμένου λόγος, εἶτ’ ἐψηφίζοντο, τίσιν ἂν ἔθεσθε, ὦ Ἀθηναῖοι; Ἐγὼ μὲν οἶμαι τῷ Σόλωνι. Τί δὲ ἐκεῖνος, οὐκ ἐβόησεν ἂν ὑπὲρ τῶν νόμων; Οὐ γάρ, οὓς αὐτὸς ἔθηκεν, ἔμελλεν, οἶμαι, καταλύσειν, νόμους δὲ ἐθέλων σῴζειν, τί ἂν εἶπε περὶ τοῦ βωμοῦ; ἢ δῆλον, ὡς ἢ μηδένα δεῖ φεύγειν τὰς δίκας διὰ τὸν βωμὸν ἢ καταβαλεῖν; Νομίσατε δὴ νυνὶ αὐτὸν τὸν Σόλωνα παρεστάναι καὶ ψηφίζεσθαι περὶ τοῦ βωμοῦ καὶ δότε γνώμην συμβαίνουσαν ταῖς ἐκείνου ψήφοις καὶ μὴ ἀτιμάσητε τοὺς προγόνους, ὦ Ἀθηναῖοι, εἴπερ ἐκεῖνοι μὲν μὴ μόνον τὰ τῆς πόλεως ἀλλὰ καὶ τὰ τῶν ἄλλων Ἑλλήνων πράγματα ἠξίουν πράττειν κατὰ τοὺς νόμους.

Καὶ οὐδὲν ἔξω νόμων καὶ δικῶν ἦν τῶν παλαιῶν Ἀθηναίων ψηφιζομένων, ὑμεῖς δὲ καὶ τῶν δικαίων ὀλιγωρήσετε; Πῶς γὰρ οὐ γελοῖον Ἴωσι μὲν καὶ Κορινθίοις οὐκ εἰσκωμάσαι τοῦτο τὸ κακόν, ἀλλὰ τοὺς νόμους, ἀντὶ βωμοῦ κρατεῖν, ὑμᾶς δέ, οὔτε αἰσχρὸν τὰ δίκαια προδοῦναι; Οὐχ ὁρῶ δὲ ἀνθ’ ὅτου, ὦ Ἀθηναῖοι, οὐ γὰρ ἐκεῖνό γ’ ἂν ἔχοι τις εἰπεῖν, ὡς ἐπὶ τῶν προγόνων ἀνέστη τῶν ὑμετέρων καὶ οὐκ ἂν εἰ κάκιστος ἦν. Οὐδὲν γὰρ ἐρεῖ πρὸς τὸν λόγον. Ἐγὼ γὰρ περὶ τοῦ βωμοῦ οὐκ ἂν διισχυρισαίμην, εἴτε δεῖ καταλύειν αὐτόν, εἴτε σῴζειν· οὐ γὰρ ὑπὲρ τῶν νόμων μᾶλλον ἢ κατὰ τῶν νόμων ἑστήξει καθ’ ἑαυτὸν αὐτό, ἀλλὰ τὸν ἐπὶ τούτῳ νόμον, φημί, λύειν δεῖν, ὃς γλώσσας ἔδησε δικασταῖς καὶ νόμους ἀργοὺς ἐποίησεν, ὃν οὐδὲ ἐπὶ τῶν προγόνων ἔχοι τις ἂν εἰπεῖν τεθεῖναι τῶν ὑμετέρων· οὐ γὰρ οἱ αὐτοὶ τὸν μοιχὸν φονεύειν τε ἠξίουν καὶ σῴζεσθαι· πόθεν οὐδὲ τῶν αὐτῶν νόμων νῦν μὲν φροντίζειν νῦν δὲ ὑπερορᾶν, εἰ μὴ καὶ ἐμαίνοντό γε, ἀλλ’ ἦν, οἶμαι, νόμος, ὑπὲρ τῶν ἀξίων ἐλέου, ὡς καὶ τοὔνομα δίδωσιν εἰκάζειν, ἐλέου δὲ οὐχ οἱ ἀδικοῦντες ἄξιοι, οὐ γὰρ ἂν οὐδὲ ἐμισοῦντο παρὰ τῶν νομοθετῶν.

Οὐ τοίνυν ὑπὲρ τούτων ὁ βωμός, ἀλλ’ ὑπὲρ τῶν ἀδικουμένων, ὑπὲρ τῶν κακῶς πραττόντων, μηδὲν προηδικηκότων· ἢ οὐκ ἴστε, ὦ Ἀθηναῖοι, ὡς τούτου τοῦ μέρους ἀεὶ τοῖς νομοθέταις ἐμέλησε; Καὶ ὑπὲρ τῶν ἀδικουμένων καὶ νόμοι καὶ δικαστήρια παρ’ αὐτῶν ἐνομοθετήθη τοῖς Ἕλλησι καὶ δεσμωτήρια δὲ καὶ πληγαὶ καὶ τὰ παρὰ τῶν νόμων ἅπαντα οὐδενὸς εἵνεκα τῶν ἄλλων εἰς τὴν πολιτείαν εἰσήχθη ἢ τοῦ μηδένα ἀδικούμενον εἶναι. Εἰ τοίνυν τὸν νόμον τοῦτον κύριον ποιήσετε καὶ τοῖς ἀδικοῦσι καὶ πλεονεκτοῦσι χαριεῖσθε, ὁρᾶτε μὴ τἀναντία τοῖς προγόνοις βουλεύσησθε καὶ πῶς οὐκ αἰσχρόν;

Ἀλλ’, ὦ Ἀθηναῖοι, αἰδέσθητε ὑμετέρους προγόνους, τὴν πόλιν, τοὺς ἄλλους Ἕλληνας. Λύσατε τὸν ἐπὶ τῷ βωμῷ νόμον· μηδεὶς ἀδικῶν, δίκαιος γεγονέτω διὰ τὸν βωμόν, μήδ’ ἐλευθερούτω τὸν ἀκόλαστον, τῶν νόμων αὐτὸν εἰς τὸ δεσμωτήριον ἀγόντων· ἀπόδοτε τῷ Σόλωνι τὴν παρρησίαν· ἡ παρ’ ἐκείνου ψῆφος ἔστω κυρία. Οὐδεὶς ἀδικήσει, οὐδεὶς κακῶς τὸν πέλας ἐρεῖ, πάντας σωφρονίσει τὸ δικαστήριον, οὐδὲ βωμοῦ δεήσεταί τις τοῦ παραιτησομένου. Παράδειγμα δὲ ἡ πόλις ἔστω ταῖς ἄλλαις, τοῦ φυλάττειν τοὺς νόμους· τοῦτο δὴ τὸ ἐπιχώριον.