Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Τέταρτος: Η θεία Ευχαριστία ως τέλειο μυστήριο και πηγή αφέσεως

Η προσέλευση στην ιερή κοινωνία παρουσιάζεται ως το επιστέγασμα της εν Χριστώ ζωής, το οποίο ολοκληρώνει τον πιστό και προσφέρει την αποκλειστική άφεση για τα μεταβαπτισματικά αμαρτήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 7 από 14

Λόγος τέταρτος· τίνα συντέλειαν αὐτῇ δίδωσιν ἡ ἱερὰ κοινωνία. Μετὰ δὲ τὸ μύρον, ἐπὶ τὴν τράπεζαν εἶμεν· τοῦτο τῆς ζωῆς τὸ πέρας, οὗ γενομένοις οὐδενὸς ἤδη δεήσει πρὸς τὴν ζητουμένην εὐδαιμονίαν. Οὐκέτι γὰρ θάνατον καὶ τάφον καὶ ζωῆς ἀμείνονος κοινωνίαν, ἀλλ’ αὐτὸν ἐντεῦθεν κομιζόμεθα τὸν ἀναστάντα· οὐδὲ τῶν τοῦ Πνεύματος δώρων, ὅσα λαβεῖν ἔξεστιν, ἀλλ’ αὐτὸν τὸν εὐεργέτην, τὸν νεὼν αὐτόν, ᾧ πᾶς ὁ τῶν χαρίτων ἵδρυται κύκλος.

Ἔστι μὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν μυστηρίων· καὶ τοῦτον αὐτὸν καὶ χριόμεθα καὶ λουόμεθα καὶ οὗτος ἡμῖν τὸ δεῖπνον. Σύνεστι δὲ τοῖς τελουμένοις καὶ τῶν αὑτοῦ μεταδίδωσιν, οὐ τὸν αὐτὸν ἐν ἅπασι τρόπον· ἀλλὰ λούων μὲν κακίας τὸν πηλὸν ἀπαλλάττει καὶ τὴν μορφὴν ἐντίθησιν αὐτῷ τὴν αὑτοῦ· χρίων δὲ ἐνεργὸν ποιεῖται τὰς τοῦ Πνεύματος ἐνεργείας, ὧν αὐτὸς ἐγένετο τῆς σαρκὸς ἕνεκα θησαυρός.

Ἐπειδὰν δὲ ἐπὶ τὴν τράπεζαν ἀγάγῃ καὶ δῷ φαγεῖν τοῦ σώματος, ὅλον ἀμείβει τὸν τελεσθέντα καὶ πρὸς τὴν οἰκείαν μετατίθησιν ἕξιν· καὶ ὁ πηλὸς οὐκέτι πηλός, τὸ βασιλικὸν δεχόμενος εἶδος, ἀλλ’ αὐτὸς ἤδη σῶμα τοῦ βασιλέως, τούτου μακαριώτερον οὐδὲ ἔστιν ἐνθυμηθῆναι.

Ὅτι τὸ πλήρωμα καὶ ἡ τελείωσις τῆς ἐν Χριστῷ ζωῆς ἀπὸ τῆς ἱερᾶς κοινωνίας. Διὰ τοῦτο καὶ τελευταῖον τὸ μυστήριον, ὅτι περαιτέρω προελθεῖν οὐκ ἔστιν οὐδὲ προσθεῖναι. Τὸ μὲν γὰρ πρῶτον δῆλόν ἐστι τοῦ μέσου δεόμενον καὶ τοῦτο τοῦ τελευταίου· μετὰ δὲ τὴν Εὐχαριστίαν οὐκ ἔστιν ἐφ’ ὃ χωροῦμεν, ἀλλ’ ἐνταῦθα δεῖ στάντας ἐκεῖνα πειρᾶσθαι σκοπεῖν, δι’ ὧν ἂν γένοιτο σῶσαι διὰ τέλους τὸν θησαυρόν. Καὶ τοίνυν βαπτισαμένους τὸ μυστήριον μὲν τὰ αὑτοῦ ἡμᾶς εἰργάσατο πάντα· ἡμεῖς δὲ τελείως ἔτι δέομεν ἔχειν· οὔπω γὰρ τὰ δῶρα τοῦ Ἁγίου Πνεύματος, ἂ τοῦ παναγοῦς ἐξήρτηται μύρου. Τοῖς γὰρ ὑπὸ τοῦ Φιλίππου βαπτισαμένοις οὐ προσῆν οὐδέπω τὸ Πνεῦμα τὸ Ἅγιον τῶν χαρίτων ἕνεκα τούτων, ἀλλ’ ἐδέησεν ὑπὲρ τούτου τῶν Ἰωάννου καὶ Πέτρου χειρῶν· «οὔπω γάρ, φησίν, ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.

Τότε ἐπετίθουν τὰς χεῖρας αὐτοῖς καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον». Καὶ τούτου δὲ τυχόντες καὶ τῆς τελετῆς τὴν ἑαυτῆς δύναμιν ἐν ἡμῖν ἐπιδειξαμένης, τὴν μὲν δοθεῖσαν ἔχομεν χάριν, τἄλλα δὲ οὐ πάνυ συμβαίνειν ἀνάγκη τῷ εὐεργέτῃ, ἀλλ’ ἀδύνατον οὐδέν ἐστιν ὧν καὶ δίκας ὀφείλειν· καὶ οὐδὲν κωλύει, τό τε μυστήριον τελεσθῆναι καὶ τὰ δοθέντα μὴ διαφθεῖραι, καὶ τῶν δεόντων ἐλλειπεῖς εἶναι.

Τούτων πολλοὶ μάρτυρες. Καὶ Κορινθίοις δὲ ἐπὶ τῶν ἀποστόλων συνέβη· τῶν γὰρ τοῦ Πνεύματος γέμοντες καὶ προφητεύοντες καὶ γλώσσαις λαλοῦντες, καὶ τἄλλα ἐπιδεικνύμενοι, τοσοῦτον ἀπεῖχον ἀμέλει θείως καθάπαξ καὶ πνευματικῶς ἔχειν, ὥστε μὴ πόρρω βασκανίας καὶ φιλοτιμίας ἀκαίρου καὶ ἔριδος καὶ τῶν τοιούτων ἑστάναι κακῶν.

Καὶ ταῦτα αὐτοῖς προφέρων ὁ Παῦλος· «Σαρκικοί, φησίν, ἐστὲ καὶ κατὰ ἄνθρωπον περιπατεῖτε». Καίτοι πνευματικοὶ ἦσαν, τό γε τῶν χαρίτων μέρος, ἀλλ’ οὐδὲν ἤρκεσεν αὐτοῖς πρὸς τὸ πᾶν φαῦλον ἀπὸ τῆς ψυχῆς ἐκβαλεῖν.

Ἐπεὶ δὲ τῆς Εὐχαριστίας τούτων οὐδέν· οἷς γὰρ ὁ τῆς ζωῆς ἄρτος ἐνεργὸς ἐγένετο, δι’ ὧν ἐφυλάξαντο τὸν θάνατον, καὶ οὔτε δειπνοῦντες πονηρὸν οὐδὲν εἶχον οὔτ’ ἐπεισήγαγον, οὐκ ἄν τις οὐδὲν ἐγκαλέσαι τοιοῦτον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, τὴν τελετὴν ἐνεργὸν παντάπασιν εἶναι καὶ τοῖς μεμυημένοις ἡστινοσοῦν μετεῖναι φαυλότητος. Διὰ τί; ὅτι τοῦτό ἐστι τὴν τελετὴν ἐνεργὸν εἶναι, τὸ τοὺς τελουμένους οὐδενὸς τῶν γιγνομένων ἐλλείπειν. Ἡ γὰρ τῆς τραπέζης ἐπαγγελία τῷ Χριστῷ μὲν ἡμᾶς, ἡμῖν δὲ τὸν Χριστὸν ἐνοικίζει. «Ἐν ἐμοὶ γάρ, φησί, μένει, κἀγὼ ἐν αὐτῷ». Τοῦ Χριστοῦ δὲ ἐν ἡμῖν μένοντος, τίνος ἔτι δεήσει, τί δ’ ἂν τῶν ἀγαθῶν διαφύγοι; ἐν τῷ Χριστῷ δὲ μένοντες, τίνος ἐπιθυμήσομεν ἄλλου; καὶ ἔνοικός ἐστιν ἡμῖν καὶ οἰκία, ὡς μακάριοι μὲν οἰκίας, μακάριοι δὲ ὅτι τοιούτῳ γεγόναμεν οἰκία.

Τί γὰρ τῶν ἀγαθῶν οὐ πάρεστι τοῖς οὕτω διατεθεῖσι; τί κοινὸν καὶ φαυλότητι τοῖς ἐνταῦθα γενομένοις λαμπρότητος; τί ποτ’ ἂν σταίη πονηρὸν πρὸς τοσοῦτον σωρὸν ἀγαθῶν; τί μὲν παρὸν δύναιτ’ ἂν μένειν, τί δὲ ἀπὸν ἰσχύσαι προσαγαγεῖν, ὅταν ὁ Χριστὸς οὕτω ἀκριβῶς ἡμῖν συνῇ καὶ δι’ ὅλων ἡμῶν χωρῇ καὶ τἄνδον πάντα κατέχων καὶ περὶ ἡμᾶς ᾖ; Τὰ μὲν γὰρ ἔξωθεν ἐπιόντα βέλη κωλύει ψαύειν ἡμῶν, πανταχόθεν προβεβλημένος· οἰκία γάρ ἐστιν. Εἴ τι δ’ ἐστὶν φαῦλον, διωθούμενος ἀπελαύνει· ἔνοικος γάρ ἐστι, πᾶσαν ἑαυτοῦ πληρῶν τὴν οἰκίαν.

Οὐ γάρ τι τῶν αὐτοῦ, ἀλλ’ αὐτὸν μετέχομεν, οὐδὲ ἀκτῖνά τινα καὶ φῶς, ἀλλὰ τὸν δίσκον αὐτὸν ταῖς ψυχαῖς δεχόμεθα, ὥστε καὶ οἰκῆσαι καὶ ἐσοικίσασθαι, καὶ περιθέσθαι καὶ περιβαλεῖν, καὶ ἀνακραθῆναι καὶ ἓν πνεῦμα γενέσθαι. Καὶ γὰρ ψυχὴ καὶ σῶμα καὶ πᾶσαι δυνάμεις αὐτίκα πνευματικά, ὅτι ψυχὴ μὲν ψυχῇ, σῶμα δὲ σώματι καὶ αἷμα αἵματι μίγνυται· καὶ τί τὸ ἐντεῦθεν; τὰ βελτίω, κρείττω τῶν ἐλαττόνων, καὶ τὰ θεῖα, τῶν ἀνθρωπίνων ἐπικρατεῖ· καὶ ὅ φησι περὶ τῆς ἀναστάσεως Παῦλος· «Τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται», τὸ δὲ ἑξῆς· «Ζῶ δὲ οὐκέτι ἐγώ, φησί, ζῇ δὲ ἐν ἐμοὶ Χριστός».

Ὢ τοῦ μεγέθους τῶν μυστηρίων! Οἷον γάρ ἐστι τὸν τοῦ Χριστοῦ νοῦν τῷ ἡμετέρῳ συμμίξαι νῷ, καὶ θελήσει θέλησιν ἐκείνην καὶ σῶμα σώματι καὶ αἷμα αἵματι κερασθῆναι· οἷος μὲν ὁ νοῦς ἡμῖν τοῦ θείου κατακρατήσαντος νοῦ, οἵα δὲ ἡ θέλησις τῆς μακαρίας θελήσεως περιγενομένης, οἷος δὲ ὁ χοῦς τοῦ πυρὸς ὑπερνενικηκότος ἐκείνου! Καὶ μὴν ὅτι ταῦτα οὕτω συμβαίνει δείκνυσι Παῦλος, οὔτε νοῦν αὐτὸς ἐχεῖν τὸν ἑαυτοῦ οὔτε θέλησιν φάσκων οὔτε ζωήν, ἀλλὰ πάντα ταῦτα αὐτῷ γενέσθαι Χριστόν. Καὶ γάρ· «Νοῦν Χριστοῦ ἔχομεν», καί· «Δοκιμὴν ζητεῖτε, φησί, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», καί· «Δοκῶ Πνεῦμα Θεοῦ ἔχειν», καί· «Φιλῶ ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ», ὅθεν δῆλος ἦν τὴν αὐτὴν ἐκείνῳ θέλησιν ἔχων· καὶ πάντα συνελών· «Ζῶ δὲ οὐκέτι ἐγώ, φησί, ζῇ δὲ ἐν ἐμοὶ Χριστός».

Οὕτω τέλειόν ἐστι τὸ μυστήριον, τελετῆς ἁπάσης διαφερόντως, καὶ τῶν ἀγαθῶν ἐπ’ αὐτὴν ἄγει τὴν κορυφήν, ἐπεὶ καὶ πάσης ἀνθρωπείας σπουδῆς ἐνταῦθα δὴ τὸ ἔσχατον τέλος. Θεοῦ γὰρ αὐτοῦ τυγχάνομεν ἐν αὐτῷ, καὶ Θεὸς ἡμῖν ἑνοῦται τὴν ἕνωσιν τὴν τελεωτάτην· τοῦ γὰρ ἓν πνεῦμα μετὰ τοῦ Θεοῦ γενέσθαι, τίς ἂν ἀκριβεστέρα γένοιτο συναφή;

Ὅτι καὶ τὰ ἄλλα τελειοῖ μυστήρια ἡ θεία Εὐχαριστία· καὶ ὅτι δι’ αὐτῆς ἡ ἄφεσις τῶν μετὰ τὸ βάπτισμα ἁμαρτιῶν. Διὰ ταῦτα καὶ τοῖς ἄλλοις μυστηρίοις τὸ τελείοις εἶναι παρέχεται μόνη τελετῶν ἡ Εὐχαριστία. Καὶ βοηθεῖ μὲν αὐτοῖς παρ’ αὐτὸ τὸ τελεῖσθαι, τελέσαι μὴ δυναμένοις χωρὶς αὐτῆς, βοηθεῖ δὲ μετὰ τὴν τελείωσιν ἐν τοῖς τελεσθεῖσιν, ἐπειδὰν ἁμαρτιῶν σκότει τὴν ἀπὸ τῶν μυστηρίων ἀκτῖνα συγχεθεῖσαν ἀνακαλεῖσθαι δεήσῃ.

Τὸ γὰρ ἐκλείποντας καὶ νεκρουμένους ἁμαρτίαις αὖθις ἀναβιώσκεσθαι, μόνης τῆς τραπέζης τῆς ἱερᾶς ἔργον. Οὐ γὰρ ἔστιν ἀνθρωπείᾳ δυνάμει τὸν ἄνθρωπον ἀναστῆναι πεσόντα, οὐδὲ κακίαν ἀνθρώπων ἀνθρωπείᾳ λυθῆναι δικαιοσύνῃ. Τὸ γὰρ ἁμαρτάνειν εἰς αὐτὸν τὸν Θεὸν φέρει τὴν ὕβριν· «Διὰ τῆς παραβάσεως γάρ, φησί, τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», καὶ δεῖ μείζονος ἢ κατὰ ἄνθρωπον ἀρετῆς, ἣ τὸ ἔγκλημα δυνήσεται λῦσαι.

Τίς ἡ αἰτία δι’ ἣν οὐκ ἀρκεῖ πρὸς ἄφεσιν ἁμαρτιῶν ἡ ἀνθρωπίνη σπουδή. Τὸν γὰρ ἐλάχιστον εἰς τὸν μέγιστον ὑβρίσαι μὲν μάλιστα καὶ διαφερόντως εὐχερές, ἀντισηκῶσαι δὲ τιμῇ τὴν ὕβριν ἀμήχανον, καὶ μάλισθ’ ὅταν ἐκεῖνος πολλῶν μὲν ὀφειλέτην ἔχῃ τὸν ὑβρικότα, τοσοῦτον δὲ ὑπερέχῃ ὡς μηδὲ μέτρον εἶναι τοῦ μέσου. Καὶ γὰρ ἀνάγκη τὸ ἔγκλημα λύοντα καὶ τὴν ἀπενεχθεῖσαν τιμὴν ἀποκαταστῆναι τῷ πεπαρῳνημένῳ ζητοῦντα, πλείω τῶν ὀφειλομένων εἰσενεγκεῖν, τὰ μὲν ἀποδιδόντα, τὰ δ’ ἐξ ἀντιρρόπου περὶ ὧν ἠδίκησε προστιθέντα· ᾧ δὲ οὐκ ἔστιν οὐδ’ ἐγγὺς ἐφικέσθαι τῶν γινομένων, τίς ἂν γένοιτο τὰ μείζω διώκων;

Διὰ ταῦτα οὐκ ἦν οὐδένα ἀνθρώπων ἑαυτῷ τὸν Θεὸν καταλλάξαι τὴν ἑαυτοῦ δικαιοσύνην εἰσενεγκόντα· ὅθεν οὔτε ὁ παλαιὸς νόμος ἐδυνήθη «λῦσαι τὴν ἔχθραν», οὔτε τοῖς ἐν χάριτι ζῶσι πρὸς τὴν εἰρήνην ταύτην ἀρκέσειεν ἂν ἡ σπουδή· καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο δυνάμεως ἀνθρώπων ἔργα καὶ ἀνθρωπεία δικαιοσύνη· καὶ γὰρ καὶ τὸν νόμον αὐτὸν ἀνθρώπων δικαιοσύνην ὁ μακάριος καλεῖ Παῦλος· «Οὐ γὰρ ὑπετάγησαν, φησί, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητοῦντες», τὸν νόμον λέγων τὸν παλαιόν· τοσοῦτον γὰρ ἐδυνήθη μόνον κατὰ τῶν ἡμετέρων κακῶν, ὅσον παρασκευάσαι πρὸς τὴν ὑγείαν καὶ ἀξίους ποιῆσαι τῆς τοῦ ἰατροῦ χειρός. «Ὁ γὰρ νόμος παιδαγωγὸς ἡμῶν, φησί, γέγονε εἰς Χριστὸν Ἰησοῦν»· καὶ ὁ μακάριος Ἰωάννης εἰς τὸν ἐρχόμενον ἐβάπτιζε· καὶ πᾶσα φιλοσοφία ἀνθρώπων καὶ πόνος ἅπας πρὸς τὴν ἀληθῆ δικαιοσύνην προτέλειαί τινές εἰσι καὶ παρασκευαί.

Τίς ἡ αἰτία δι’ ἣν ἁμαρτίαν δύναται λύειν ἡ θεία Εὐχαριστία. Ταῦτ’ ἄρα καὶ ὡς ἂν οἴκοθεν καὶ παρ’ ἡμῶν αὐτῶν ἐπιδείξασθαι μὴ δυναμένοις δικαιοσύνην, αὐτὸς ἡμῖν ὁ Χριστὸς ἐγένετο «δικαιοσύνη ἀπὸ Θεοῦ καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· καὶ «λύει τὴν ἔχθραν ἐν τῇ σαρκί», καὶ τὸν Θεὸν ἡμῖν καταλλάττει, οὐ τῇ φύσει κοινῶς οὐδ’ ὅτε ἀπέθνησκε μόνον, ἀλλ’ ἑκάστοτε καὶ ἑκάστῳ τῶν ἀνθρώπων, ὥσπερ σταυρούμενος τότε, νῦν εὐωχῶν, ἐπειδὰν μεταγνόντες περὶ ὧν ἡμάρτομεν παραιτώμεθα. Μόνος γὰρ ἐδυνήθη καὶ τὴν ὀφειλομένην ἅπασαν ἀποδοῦναι τιμὴν τῷ γεγεννηκότι καὶ περὶ τῆς ἀπενεχθείσης ἀπολογήσασθαι, τὸ μὲν τῷ βίῳ, τὸ δὲ τῇ τελευτῇ. Τὸν γὰρ θάνατον, ὃν ὑπὲρ τῆς δόξης τοῦ Πατρὸς ἀπέθανεν ἐπὶ τοῦ σταυροῦ, τῆς παρ’ ἡμῶν ὕβρεως ἀντίρροπον εἰσενεγκὼν μετὰ μείζονος τῆς παρασκευῆς, ἣν ἡμεῖς ἀφειλόμεθα τιμὴν δι’ ὧν ἐξημάρτομεν, ἀνακαλεῖται πολλῷ τῷ ὄντι· τῷ δὲ βίῳ πᾶσαν ἀπέδωκε τιμήν, καὶ ἣν εἰκὸς ἦν τιμῆσαι μὲν ἐκεῖνον, τιμηθῆναι δὲ τὸν Πατέρα.

Ἄνευ γὰρ ὧν ἐπεδείξατο πολλῶν καὶ μεγάλων ἔργων, ἃ τῷ Πατρὶ τὴν μεγίστην εἶχε τιμήν, τοῦτο μὲν ἁμαρτίας ἁπάσης καθαρὸν παρασχόμενος τὸν βίον, τοῦτο δὲ δι’ ὧν ἀκριβέστατα καὶ τελεώτατα τοὺς ἐκεῖθεν ἔσωσε νόμους, οὐχ οἷς αὐτὸς εἰργάσατο μόνον, καὶ γὰρ «τὰς ἐντολὰς τοῦ Πατρός μου, φησί, τετήρηκα», ἀλλὰ καὶ οἷς τῷ βίῳ τῶν ἀνθρώπων ἐνομοθέτει, μόνος τὴν οὐράνιον τῇ γῇ προδείξας καὶ φυτεύσας φιλοσοφίαν, ἔτι δὲ αὐτῶν τῶν θαυμάτων, ὧν αἴτιον ἐκήρυττε τὸν γεγεννηκότα· παρὰ πάντα δὴ ταῦτα τίς οὐκ οἶδεν ὡς αὐτὸ τοῦτο μόνον τὸ μετὰ ἀνθρώπων γενέσθαι καὶ οὕτως ἀκριβῶς σαρκὶ συναφθῆναι, τὴν τοῦ πέμψαντος χρηστότητα καὶ φιλανθρωπίαν ἀκριβέστατα καὶ φανερώτατα διαδείξας, τὴν περὶ αὐτοῦ προσήκουσαν ἐνέθηκε δόξαν; Εἰ γὰρ τῷ εὖ ποιεῖν τὴν χρηστότητα δεῖ μετρεῖν, οὕτω δὲ τὸ γένος ἐπὶ τῆς οἰκονομίας εὖ πεποίηκεν ὁ Θεός, ὡς μηδενὸς φείσασθαι τῶν εἰς τοῦτο φερόντων, ἀλλὰ πάντα τὸν πλοῦτον ἐνθεῖναι τῇ φύσει τὸν ἑαυτοῦ· καὶ γὰρ «ἐν αὐτῷ, φησί, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», πρόδηλον ὅτι τὸν ἔσχατον τῆς θείας φιλανθρωπίας ὅρον ἐπὶ τοῦ Σωτῆρος ἔγνωμεν· καὶ δι’ ὧν εἰργάσατο μόνος ἐδίδαξεν ἀνθρώπους ὅπως «ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον», καὶ ὅση τίς ἐστιν αὐτῷ περὶ τὸ γένος κηδεμονία.

Ὅθεν καὶ τὸν Νικόδημον ἐπὶ τὸ γνῶναι τὴν φιλανθρωπίαν τοῦ Πατρός, ἐντεῦθεν ἐνάγει, καὶ τοῦτο σημεῖον ἱκανὸν ποιεῖται τῆς ἀπείρου χρηστότητος· καὶ «οὕτω, φησίν, ὁ Θεὸς τὸν κόσμον ἠγάπησεν, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον».

Εἰ γὰρ ὧν κατέθετο τῇ φύσει χαρίτων ἐπὶ τῇ καθόδῳ τοῦ μονογενοῦς ὁ Πατὴρ μείζους ἢ καλλίους οὐκ ἔχει δοῦναι, δῆλον ὡς οὐδὲ μείζω δόξαν ἂν παράσχοι χρηστότητος καὶ φιλανθρωπίας, ἧς ἐκεῖθεν ὑπῆρξε λαβεῖν.

Καὶ τούτου χάριν τὸν τρόπον τοῦτον ὁ Σωτὴρ δι’ ἑαυτοῦ ἀξίως ἑαυτοῦ καὶ τοῦ γεγεννηκότος τὸν Πατέρα τιμᾷ. Τιμὴ γὰρ Θεοῦ τί γένοιτ’ ἂν ἄλλο, ἢ τὸ διαδειχθῆναι διαφερόντως ἀγαθὸν ὄντα; Καὶ αὕτη ἐστὶν ἡ δόξα ἣ πόρρωθεν ὠφείλετο μέν, οὐκ ἐνῆν δὲ παρ’ οὐδενὸς ἀνθρώπων εἰσενεχθῆναι· καὶ διὰ τοῦτο· «Εἰ πατήρ, φησίν, εἰμὶ ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου;» Μόνῳ γὰρ ἐξῆν τῷ μονογενεῖ τὰ εἰκότα πάντα διασῶσαι πρὸς τὸν Πατέρα· καὶ τοίνυν αὐτὸ τοῦτο δεικνύς, ὡς ἄρα μόνος ἐδυνήθη τουτονὶ τὸν ἆθλον ἀνῦσαι, ἐπεὶ τὸ πᾶν «ἐτέλεσεν ἔργον» πρὸς τὸν τετιμημένον Πατέρα· «Ἐγώ, φησίν, ἐδόξασά σε ἐπὶ τῆς γῆς, ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις». Εἰκότως.

Λόγος γάρ ἐστιν ἀκριβὲς τοῦ γεγεννηκότος φέρων τὸ εἶδος, «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ»· καὶ ἐπεὶ δι’ ὧν σαρκὶ συνήφθη, τοῖς ἐν αἰσθήσει ζῶσι συνετὸς ἐγένετο, πᾶσαν τοῦ προενεγκόντος νοῦ τὴν ἀγαθὴν ἐμήνυσε θέλησιν· πρὸς ὃ κἀκεῖνο φέρειν ἡγοῦμαι, ὃ πρὸς τὸν Φίλιππον, ἰδεῖν τὸν Πατέρα ζητοῦντα, φησὶν ὁ Σωτήρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα», καὶ διὰ τοῦτό φησιν Ἠσαΐας· «Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος».

Οὕτω τοίνυν πρὸς τὴν δόξαν τοῦ Πατρὸς οὐδὲν παραλιπὼν ὁ μονογενής, μόνος καθαιρεῖ «τὸ μεσότειχον τῆς ἔχθρας», καὶ λύει τῶν ἐγκλημάτων τὸν ἄνθρωπον. Ἐπεὶ δὲ κατὰ τὴν ἑτέραν τῶν φύσεων, τὴν ἡμετέραν λέγω τὴν ἀνθρωπείαν, ὁ διπλοῦς Ἰησοῦς τὸν Πατέρα ἐτίμησε καὶ ἀπὸ τοῦ σώματος αὑτοῦ καὶ τοῦ αἵματος τὸν θαυμαστὸν ἐκεῖνον στέφανον τῆς δόξης ἔπλεξε τῷ Πατρί, διὰ ταῦτα μόνον μέν ἐστι τῆς ἁμαρτίας φάρμακον τὸ τοῦ Χριστοῦ σῶμα, μόνη δὲ λύσις ἁμαρτημάτων τὸ αἷμα.

Καὶ γὰρ καὶ διὰ τοῦτο συνέστη τὴν ἀρχήν, ἵνα τὸν Πατέρα δοξάσῃ, καὶ ᾗ φησὶν αὐτὸς ὁ Σωτήρ, «εἰς τοῦτο γεγέννηται καὶ εἰς τοῦτο ἐλήλυθεν εἰς τὸν κόσμον»· καὶ τὸν ἑξῆς ἅπαντα χρόνον, μόνον μὲν τὸ πρὸς τοῦτο φέρον ἅπαν «ἐτέλεσεν ἔργον», μόνον δὲ τὸν ὑπὲρ τούτου διαφερόντως ὑπομεμένηκε πόνον. Καὶ γὰρ τοῦτο τὸ σῶμα «τοῦ πληρώματος τῆς θεότητος» ἐγένετο θησαυρός· καὶ πάσης μὲν ἦν ἄγευστον ἁμαρτίας, ἐπλήρωσε δὲ πᾶσαν δικαιοσύνην, ἐκήρυξε δὲ τοῖς ὁμογενέσι ἀγνοούμενον τὸν Πατέρα, καὶ οἷς ἔλεγε καὶ οἷς ἐπεδείκνυτο. Τοῦτό ἐστι τὸ σφαγὲν ἐπὶ τοῦ σταυροῦ καὶ ὃ τῇ σφαγῇ προσάγον, ἐδειλία καὶ ἠγωνία καὶ ἱδρῶτι περιερρεῖτο καὶ προὐδόθη καὶ συνελήφθη καὶ κριτῶν ἠνέσχετο παρανόμων· καὶ «ἐμαρτύρησε μὲν ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν», ᾗ φησὶ Παῦλος, ἔδωκε δὲ δίκην τῆς ὁμολογίας θάνατον, καὶ τοῦτον ἐπὶ σταυροῦ· καὶ μάστιγας μὲν ἐπὶ τῶν μεταφρένων, ἐπὶ δὲ τῶν χειρῶν καὶ τῶν ποδῶν ἥλους, τῇ πλευρᾷ δὲ τὴν λόγχην ἐδέξατο· καὶ ἤλγησε μαστιγούμενον καὶ ὠδυνήθη προσηλούμενον. Τοῦτο τὸ αἷμα, τῶν πληγῶν ἐκπηδῆσαν, τὸν ἥλιον ἔσβεσε καὶ τὴν γῆν ἔσεισε καὶ τὸν ἀέρα ἡγίασε καὶ πάντα τὸν κόσμον ἀπέκλυσε τοῦ ῥύπου τῆς ἁμαρτίας.

Ὅθεν καθάπερ ἐδέησεν ἁπλῶς τῷ γραπτῷ νόμῳ τοῦ πνευματικοῦ νόμου, τῷ ἀτελῶς ἔχοντι τοῦ τελείου, τῷ τέλειον ἀποφῆναι τὸν κατορθοῦντα μὴ δυναμένῳ τοῦ δυναμένου, τὸν ἴσον τρόπον καὶ τῶν μετὰ τὸ λουτρόν, περὶ ὧν ἐξήμαρτον εἰς τὴν χάριν παραιτουμένων, τοῖς πόνοις καὶ τοῖς ἱδρῶσι καὶ τοῖς δάκρυσι, τοῦ αἵματος δεῖ τῆς Καινῆς Διαθήκης καὶ τοῦ σφαγέντος σώματος, ὡς οὐδὲν ὄφελος ὂν ἐκείνων τούτων χωρίς.

Διονύσιος δὲ ὁ θεῖος καὶ τὰς ἱερὰς αὐτὰς τελετὰς μὴ ἂν τελέσαι φησὶ μηδὲ τὰ αὐτῶν δυνηθῆναι, μὴ τοῦ δείπνου προστεθέντος τοῦ ἱεροῦ· σχολῇ γε δὴ πόνον καὶ δικαιοσύνην ἀνθρώπων ἁμαρτίας δύνασθαι λύειν, καὶ τὰ τοιαῦτα περαίνειν ἔχειν εἰκός ἐστιν· ἄλλως τε τῶν ἱερῶν ἓν καὶ τοῦτο μυστηρίων τοὺς περὶ ὧν ἐξήμαρτον μεταγνόντας καὶ προσαγγείλαντας ἑαυτοὺς τοῖς ἱερεῦσι πάσης ἀπολύεσθαι δίκης παρὰ Θεῷ δικαστῇ. Οὐκοῦν οὐδὲ τούτου γένοιτ’ ἂν τυχεῖν ἐνεργοῦ, μὴ τὸ ἱερὸν δειπνήσαντας δεῖπνον.

Διὰ τοῦτο καὶ λούμεθα μὲν ἅπαξ, πρόσιμεν δὲ τῇ τραπέζῃ πολλάκις, ὅτι συμβαίνει μὲν ἑκάστοτε Θεῷ προσκρούειν ἀνθρώπους ὄντας, λύειν δὲ τὸ ἔγκλημα πειρωμένοις μετανοίας χρεία καὶ πόνων καὶ τοῦ θριαμβεῦσαι τὴν ἁμαρτίαν· ταῦτα δὲ δράσειεν ἂν κατὰ τῆς ἁμαρτίας, ἢν τὸ μόνον τῶν ἀνθρωπίνων κακῶν φάρμακον προστεθῇ.

Καθάπερ γὰρ τὴν ἀγριέλαιον ἡ καλλιέλαιος, ἐπειδὰν ἐγκεντρισθῇ, πρὸς ἑαυτὴν καθάπαξ ἀμείβει, καὶ ὁ καρπὸς οὐδαμόθεν κοτίνῳ προσήκων, τὸν ἴσον τρόπον καὶ ἡ τῶν ἀνθρώπων δικαιοσύνη αὐτὴ μὲν πρὸς οὐδὲν φέρει δι’ ἑαυτήν, τῷ δὲ Χριστῷ συναφθέντων καὶ σαρκὸς καὶ αἵματος κεκοινωνηκότων, τὰ μέγιστα τῶν ἀγαθῶν εὐθὺς ἐδυνήθη, ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείας κληρονομίαν, ἃ τῆς τοῦ Χριστοῦ δικαιοσύνης ἐστὶ καρπός.

Ὥσπερ γὰρ ἀπὸ τῆς ἱερᾶς τραπέζης τὸ σῶμα Χριστοῦ κομιζόμεθα, σῶμα τῶν κρειττόνων ὑπερνικώντων, οὕτως ἀκόλουθον ἐνταῦθα καὶ τὴν δικαιοσύνην ἡμῶν χριστοειδῆ γενέσθαι δικαιοσύνην. Τὸ γάρ· «Σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέρους» οὐ κατὰ τὸ σῶμα μόνον νομιστέον εἰρῆσθαι, ἀλλὰ πολλῷ δικαιότερον τῇ ψυχῇ καὶ τῇ κατ’ αὐτὴν ἐνεργείᾳ τὴν κοινωνίαν ταύτην ἀποδοτέον ἐστίν· ἐπεὶ καὶ «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι», τοῦτό ἐστι δεικνύντος τὴν κοινωνίαν ταύτην καὶ συμφυΐαν ἐπὶ τοῦ νοῦ μάλιστα συνεστᾶναι καὶ τῆς ψυχῆς.

Διὰ τοῦτο γὰρ οὐ σῶμα περιέθετο μόνον, ἀλλὰ καὶ ψυχὴν ἔλαβε καὶ νοῦν καὶ θέλησιν καὶ πᾶν ὁτιοῦν ἀνθρώπειον, ἵν’ ὅλοις ἡμῖν ἑνωθῆναι δυνηθῇ καὶ δι’ ὅλων ἡμῶν χωρήσῃ, καὶ πρὸς ἑαυτὸν ἡμᾶς ἀναλύσῃ, πᾶσι πάντα συνάψας τοῖς ἡμετέροις τὰ ἑαυτοῦ· ὅθεν ἁμαρτάνουσιν ἀνάρμοστός ἐστι καὶ ἀκόλλητος, ὅτι ταύτῃ μόνον κοινὸν ἡμῖν οὐδὲν πρὸς ἐκεῖνον.

Τὰ γὰρ ἄλλα πάντα καὶ ἐδέξατο φιλανθρώπως παρ’ ἡμῶν καὶ ἡμῖν συνάπτει φιλανθρωπότερον. Τὸ μὲν γὰρ ἦν τὸν Θεὸν εἰς τὴν γῆν κατελθεῖν, τὸ δὲ ἡμᾶς ἐνθένδε ἀναγαγεῖν· καὶ τὸ μὲν αὐτὸν ἐνανθρωπῆσαι, τὸ δὲ τὸν ἄνθρωπον θεωθῆναι· καὶ τὸ μὲν τὴν φύσιν ἁπλῶς τῶν ὀνειδῶν ἀπαλλάττει, ἐφ’ ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τὴν ἁμαρτίαν νικήσασαν, τὸ δὲ ἕκαστον τῶν ἀνθρώπων ἁμαρτιῶν ἀπολύει καὶ Θεῷ συνίστησι· ταῦτα δὲ ἐκείνων φιλανθρωπότερα.

Ἐπεὶ γὰρ οὐκ ἐνῆν ἡμᾶς ἀνελθόντας τῶν αὐτοῦ μετασχεῖν, αὐτὸς κατελθὼν εἰς ἡμᾶς, τῶν ἡμετέρων μεταλαμβάνει· καὶ οὕτως ἀκριβῶς οἷς ἔλαβε συνεφύη, ὥστε δι’ ὧν ἡμῖν, ἃ παρ’ ἡμῶν ἔλαβεν, ἀποδίδωσιν, ἑαυτοῦ μεταδίδωσι, καὶ σαρκὸς καὶ αἵματος μετέχοντες ἀνθρωπείου τὸν Θεὸν αὐτὸν ταῖς ψυχαῖς δεχόμεθα, καὶ σῶμα Θεοῦ καὶ αἷμα καὶ ψυχὴν Θεοῦ καὶ νοῦν καὶ θέλησιν οὐδὲν ἔλαττον ἢ ἀνθρώπινα.

Ἔδει γὰρ καὶ τοῦτο εἶναι κἀκεῖνο γενέσθαι, τὸ τῆς ἐμῆς ἀσθενείας φάρμακον. Εἰ μὲν γὰρ Θεὸς ἦν μόνον, οὐκ ἂν οὕτως ἡνώθη· πῶς γὰρ ἂν ἡμῖν ἐγένετο δεῖπνον; Εἰ δ’ ὅπερ ἡμεῖς μόνον, οὐκ ἂν οὕτως ἔδρασε. Νῦν δὲ τὸ συναμφότερον· οὕτω μὲν ὡς ὁμογενέσιν ἑνοῦται καὶ συμφύεται τοῖς ἀνθρώποις, ἐκείνως δὲ τὴν φύσιν ἆραι δύναται καὶ κινῆσαι καὶ πρὸς ἑαυτὸν μεταστῆσαι. Τῶν γὰρ δυνάμεων τὰς ἐλάττους αἱ μείζους ἐπὶ τῶν αὐτῶν μένειν, ἐπειδὰν καὶ αὐταῖς συνενεχθῶσιν, οὐ συγχωροῦσι· καὶ σίδηρος οὐδὲν σιδήρου φέρει πυρὶ συνελθών, καὶ γῆ καὶ ὕδωρ τῶν οἰκείων τὰ τοῦ πυρὸς ἀλλάττονται πυρὸς ἀπολελαυκότα. Εἰ δὲ τῶν ὁμογενῶν δυνάμεων αἱ κρείττους οὕτω δρῶσιν εἰς τὰς ἐλάττους, τί δεῖ περὶ τῆς ὑπερφυοῦς ἐκείνης νομίσαι;

Φανερὸν τοίνυν, ὡς ἐγχεῖται μὲν ἡμῖν ὁ Χριστὸς καὶ ἀναμίγνυσιν ἑαυτόν, ἀμείβει δὲ καὶ πρὸς ἑαυτὸν μεταβάλλει, καθάπερ ῥανίδα μικρὰν ὕδατος ἐγχεθεῖσαν ἀπείρῳ μύρου πελάγει. Τοσαῦτα γὰρ δύναται τοῖς ἐμπεσοῦσι τόδε τὸ μύρον, ὥστε οὐκ εὐώδεις ἀποδείκνυσιν ἁπλῶς οὐδὲ μύρου πνέοντας μόνον, ἀλλ’ εὐωδίαν αὐτὴν τὴν ἕξιν καὶ εὐωδίαν αὐτοῦ τοῦ κενωθέντος δι’ ἡμᾶς μύρου· «Χριστοῦ γάρ, φησίν, εὐωδία ἐσμέν».

Τοιαύτην ἔχει δύναμιν καὶ χάριν τοῖς τετελεσμένοις τὸ δεῖπνον, ἐάν γε καθαροὶ προσελθόντες κακίας ἁπάσης, μηδὲν ἐπεισαγάγωμεν ἔπειτα πονηρόν· οὕτω γὰρ ἔχουσι καὶ παρεσκευασμένοις, οὐδὲν κωλύσει τὸν Χριστὸν οὕτως ἀκριβῶς ἡμῖν ἑνωθῆναι.

Ὅτι ὁ μυστικὸς γάμος καθ’ ὃν ὁ Χριστὸς νυμφευθῇ ἐν τῇ ἱερᾷ συνίσταται κοινωνίᾳ. «Τὸ μυστήριον τοῦτο μέγα ἐστί», τὴν ἕνωσιν ταύτην ἐξαίρων ὁ μακάριος ἔφη Παῦλος. Τοῦτο γάρ ἐστιν ὁ γάμος ὁ πολυύμνητος, καθ’ ὃν ὁ πάναγνος νυμφίος τὴν Ἐκκλησίαν ὡς παρθένον ἄγεται νύμφην. Καὶ γὰρ ἐνταῦθα μὲν ὁ Χριστὸς «ἐκτρέφει» τὸν περὶ αὐτὸν χορόν, τούτῳ δὲ μόνῳ τῶν μυστηρίων «σάρκες ἐσμὲν ἐκ τῶν σαρκῶν αὐτοῦ, καὶ ὀστὰ ἐκ τῶν ὀστῶν αὐτοῦ». Ταῦτα δέ ἐστιν, οἷς ὁ ἀπόστολος ὁριζόμενος τὸν γάμον, νυμφίον ἀποδείκνυσι τὸν Χριστὸν εἶναι, καὶ «τὴν νύμφην ἔχειν» ὁ νυμφαγωγός φησιν Ἰωάννης.