Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Τέταρτος (συνέχεια): Η πνευματική υιοθεσία και η κοινωνία με τον Χριστό

Επεξηγείται η πνευματική γέννηση και η αληθινή συγγένεια που εγκαθιδρύεται μέσω του σώματος και του αίματος του Χριστού, τονίζοντας την ανάγκη συνεχούς προσωπικού αγώνα και καθάρσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 8 από 14

Ὅτι ἡ ἱερὰ κοινωνία ἑκάστῳ τῶν προσιόντων οὗ δεῖται πρὸς τὴν σωτηρίαν παρέχει· καὶ ὅτι ταύτης χωρὶς οὐκ ἦν τὸν τῆς σαρκὸς λυθῆναι νόμον. Τοῦτο τὸ μυστήριον φῶς μέν ἐστι τοῖς ἤδη κεκαθαρμένοις, καθάρσιον δὲ τοῖς ἔτι καθαιρομένοις, ἀλείπτης δὲ κατὰ τοῦ Πονηροῦ καὶ τῶν παθῶν ἀγωνιζομένοις. Τοῖς μὲν γὰρ οὐδὲν ἄλλο λοιπὸν ἢ καθάπερ ὀφθαλμῷ τὴν λήμην ἀποθεμένῳ «τὸ φῶς τοῦ κόσμου» δέξασθαι· τοῖς δὲ δεομένοις ἔτι τοῦ καθᾶραι δυναμένου, καθάρσιον, τί γένοιτ’ ἂν ἄλλο; «Τὸ γὰρ αἷμα τοῦ Υἱοῦ τοῦ Θεοῦ καθαρίζει ἡμᾶς, φησίν, ἀπὸ πάσης ἁμαρτίας», ὁ διαφερόντως τῷ Χριστῷ φιλούμενος Ἰωάννης· τὴν δὲ κατὰ τοῦ Πονηροῦ νίκην τίς οὐκ οἶδεν, ὡς ὁ Χριστὸς ἀνῄρηται μόνος, οὗ μόνον ἐστὶ τρόπαιον κατὰ τῆς ἁμαρτίας τὸ σῶμα, καὶ τούτῳ δύναται βοηθῆσαι πολεμουμένοις, ἐν ᾧ πέπονθεν αὐτὸς καὶ νενίκηκε πειρασθείς;

Ἐπεὶ γὰρ τῇ σαρκὶ πρὸς τὴν πνευματικὴν ζωὴν κοινὸν οὐδὲν ἦν, ἤ γε καὶ λίαν ἀπεχθῶς ἔχει καὶ πολεμίως, «Ἐπιθυμεῖ γάρ, φησί, κατὰ τοῦ πνεύματος», διὰ ταῦτα σὰρξ ἐπενοήθη κατὰ τῆς σαρκός, τῆς χοϊκῆς ἡ πνευματική, καὶ λύεται σαρκὸς νόμῳ σαρκικὸς νόμος, καὶ σὰρξ εἴκει πνεύματι καὶ βοηθεῖ κατὰ τοῦ νόμου τῆς ἁμαρτίας.

Διὰ ταῦτα γὰρ τὴν πνευματικὴν ζῆσαι ζωὴν οὐδενὶ τῶν πάντων ἐξῆν, τῆς μακαρίας σαρκὸς ταύτης μήπω παγείσης, ὁπότε μηδ’ αὐτὸς ὁ νόμος ἐσῴζετο, καίτοι μηδὲ σφόδρα φιλοσοφίας ἐπειλημμένος, οὐδ’ ἴσχυεν οὐδὲν ἐν ἀνθρώποις, τοῦ καθ’ ἡμᾶς πεφυκότος τῇ χείρονι μοίρᾳ βοηθοῦντος· «Ἠσθένει γάρ, φησίν, ὁ νόμος διὰ τῆς σαρκός»· καὶ σαρκὸς ἑτέρας ἐδεῖτο σῶσαι δυναμένης αὐτῷ τὴν ἰσχύν· «Τὸ γὰρ ἀδύνατον, φησί, τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Τούτων ἕνεκα τῆς σαρκὸς ταύτης ἀεὶ δεόμεθα καὶ συνεχοῦς ἀπολαύομεν τῆς τραπέζης, ὡς ἂν ὁ νόμος τοῦ Πνεύματος ἐν ἡμῖν ἐνεργὸς ᾖ, καὶ τῇ ζωῇ τῆς σαρκὸς μηδεμία γένηται χώρα, μηδὲ λάβῃ καιρὸν εἰς γῆν ἐνεχθῆναι, καθάπερ τὰ βαρέα τῶν σωμάτων, διαλιπόντος τοῦ ὑπανέχοντος.

Ἔστι μὲν γὰρ τὸ μυστήριον τέλειον ἕνεκα πάντων, καὶ οὐκ ἔστιν ὧν δεῖ τοῖς τελουμένοις, ὃ μὴ παρέχει διαφερόντως. Ἐπεὶ δὲ ἡ τῆς ὕλης φαυλότης οὐκ ἐᾷ τὴν σφραγῖδα μένειν ἀκίνητον· «ἔχομεν γὰρ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι»· διὰ τοῦτο οὐχ ἅπαξ ἀλλὰ διηνεκοῦς ἀπολαύομεν τοῦ φαρμάκου· καὶ τὸν πλάστην ἀεὶ δέον τῷ πηλῷ παρακαθῆσθαι καὶ συγχεόμενον τὸ εἶδος αὖθις ἀνακαλεῖσθαι, καὶ συνεχοῦς ἡμᾶς ἀπολαύειν τῆς τοῦ ἰατροῦ χειρός, χαυνουμένην ἰωμένου τὴν ὕλην καὶ κλινομένην ἐπανορθουμένου τὴν γνώμην, μὴ καὶ λάθῃ θάνατος παρελθών· «Νεκροὺς γὰρ ὄντας, φησί, τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ»· καί· «Τὸ αἷμα τοῦ Χριστοῦ καθαρίζει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι».

Ὅτι ἡ ἐν πνεύματι καὶ ἀληθείᾳ τοῦ Θεοῦ λατρεία ἔργον ἐστὶ τῆς ἱερᾶς κοινωνίας. Τήν τε γὰρ ἀληθινὴν ζωὴν εἰς ἡμᾶς ἡ τῆς ἱερᾶς τραπέζης δύναμις ἀπὸ τῆς μακαρίας ἐκείνης ἕλκει καρδίας, τό τε λατρεύειν Θεῷ, καθαρῶς ἐντεῦθεν ἡμῖν. Εἰ γὰρ τοῦτό ἐστι καθαρὰ λατρεία Θεοῦ, τὸ ὑποτετάχθαι, τὸ ὑπακούειν, τὸ αὐτοῦ κινοῦντος πάντα ποιεῖν, οὐκ οἶδα πότ’ ἂν μᾶλλον ὑποταγῆναι Θεῷ δυνηθεῖμεν, ἢ ἐπειδὰν αὐτοῦ γενώμεθα μέλη. Τίνι γὰρ ἂν ὁτιοῦν ἐπιτάττειν δύναιτο μᾶλλον, ἢ τοῖς μέλεσιν ἡ κεφαλή; Μέλη γὰρ Χριστοῦ τοὺς τελουμένους καὶ πάσης ἄλλης ἱερᾶς τελετῆς ἀπεργαζομένης, τελεώτερον ἡμῖν ὁ τῆς ζωῆς τοῦτο δίδωσιν ἄρτος. Καθάπερ γὰρ διὰ τὴν κεφαλὴν καὶ τὴν καρδίαν τὰ μέλη ζῇ, οὕτως «ὁ τρώγων με, φησίν, κἀκεῖνος ζήσεται δι’ ἐμέ».

Ζῇ μὲν γὰρ καὶ διὰ τὴν τροφήν· ἡ τελετὴ δὲ οὐ τοῦτον ἔχει τὸν τρόπον. Ἡ τροφὴ μὲν γὰρ ἅτε μηδὲ αὐτὴ ζῶσα, ζωὴν μὲν παρ’ ἑαυτῆς οὐκ ἂν εἰσενέγκοι· τῷ δὲ τῇ προσούσῃ τῷ σώματι βοηθεῖν, αἰτία ζωῆς τοῖς προσιεμένοις εἶναι δοκεῖ. Ὁ δὲ τῆς ζωῆς ἄρτος αὐτός ἐστι ζῶν, καὶ δι’ ἐκεῖνον ὡς ἀληθῶς ζῶσιν, οἷς ἂν αὐτοῦ μεταδοίη. Ὅθεν ἡ μὲν τροφὴ πρὸς τὸν σιτούμενον μεταβάλλει, καὶ ἰχθὺς καὶ ἄρτος καὶ ὁτιοῦν ἄλλο σιτίον αἷμα ἀνθρώπειον, ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Ὁ γὰρ τῆς ζωῆς ἄρτος αὐτὸς κινεῖ τὸν σιτούμενον καὶ μεθίστησι καὶ πρὸς ἑαυτὸν μεταβάλλει, καὶ ὃ τῆς καρδίας ἐπιεικῶς ἐστι καὶ τῆς κεφαλῆς, κινούμεθα καὶ ζῶμεν τό γε εἰς αὐτὸν ἧκον, ὡς ἔχει ζωῆς ἐκεῖνος. Ὃ καὶ δηλῶν αὐτὸς ὁ Σωτήρ, ὡς οὐ τὸν σιτίων τρόπον ἡμῖν ἀνέχει τὸν βίον, ἀλλ’ αὐτὸς ἔχων οἴκοθεν ἐμπνεῖ, καὶ καθάπερ καρδία μέλεσιν ἢ κεφαλὴ διαδίδωσι τὴν ζωήν, ζῶντά τε ἑαυτὸν ἐκάλεσεν ἄρτον, καί· «ὁ τρώγων με, φησί, κἀκεῖνος ζήσεται δι’ ἐμέ».

Φαίνεται τοίνυν τὸν Θεὸν προσκυνεῖν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ λατρεύειν καθαρῶς, τῆς ἱερᾶς ἔργον εἶναι τραπέζης· οὐ μόνον ὅτι Χριστοῦ μέλεσιν εἶναι καὶ τοῦτον εἴκειν αὐτῷ τὸν τρόπον, ἀπὸ τῶν μυστηρίων προσγίνεται τούτων ἡμῖν, ἀλλ’ ὅτι νεκροὺς μὲν ὄντας οὐκ ἂν γένοιτο ζῶντι λατρεύειν Θεῷ, ζῶντας δὲ εἶναι καὶ ἔργων ἀπηλλάχθαι νεκρῶν ἀμήχανον, μὴ τοῦτο ἀεὶ δειπνοῦντας τὸ δεῖπνον. Καθάπερ γὰρ «Πνεῦμα τὸν Θεὸν ὄντα καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», οὕτω καὶ ζῶντι ζῶντας εἶναι προσήκει τοὺς λατρεύειν προῃρημένους· «οὐ γάρ ἐστιν ὁ Θεός, φησί, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων».

Ἔστι μὲν οὖν καὶ τὸ ζῆν κατὰ τὸν ὀρθὸν λόγον καὶ πρὸς ἀρετὴν ἔχειν, Θεῷ λατρεύειν· ἀλλ’ ἐκεῖνο μὲν καὶ δούλων γένοιτ’ ἂν ἔργον· «Ὅταν γὰρ ταῦτα πάντα ποιήσητε, φησί, λέγετε ὅτι ‘Ἀχρεῖοι δοῦλοι ἐσμέν’». Αὕτη δὲ ἡ λατρεία πρὸς τῶν υἱῶν γίνεται μόνων· ἡμεῖς δὲ οὐ τῶν δούλων, ἀλλ’ εἰς τὸν τῶν παίδων καλούμεθα χορόν.

Διὰ τοῦτο σαρκὸς καὶ αἵματος αὐτῷ κοινωνοῦμεν· «Τὰ γὰρ παιδία, φησί, κεκοινώνηκε σαρκὸς καὶ αἵματος». Καθάπερ γὰρ ἐκεῖνος, ἵνα πατὴρ ἡμέτερος γένηται καὶ τὸν λόγον ἐκεῖνον δυνηθῇ λέγειν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός», σαρκὸς καὶ αἵματος ἡμῖν ἐγένετο κοινωνός, οὕτω καὶ ἡμᾶς, ἵν’ ἐκείνῳ γενώμεθα παῖδες, ἀνάγκη τῶν ἐκείνου μεταλαμβάνειν· καὶ τοῦτον τὸν τρόπον οὐ μέλη διὰ τὴν τελετὴν αὐτῷ γινόμεθα μόνον, ἀλλὰ καὶ παῖδες, ὥστε λατρεύειν ὑποταττομένους, ἑκόντας μὲν καὶ μετ’ ἐθελουσίου γνώμης, ὥσπερ οἱ παῖδες· ἀκριβῶς δέ, καθάπερ τὰ μέλη. Οὕτω γὰρ ἡ λατρεία θαυμαστὴ καὶ οὕτως ὑπερφυής, ὥστε καὶ ταύτης κἀκείνης δεῖ τῆς εἰκόνος, καὶ τῆς τῶν υἱῶν καὶ τῆς τῶν μελῶν, ὡς οὐκ ἀρκούσης τῆς ἑτέρας τὸ ὂν ἐνδείξασθαι.

Τί μὲν γὰρ τοῦτο θαυμαστόν, μηδεμίαν κίνησιν αὐτοὺς οἴκοθεν κεκτημένους, ὥσπερ τὰ μέλη ὡς ὑπὸ κεφαλῆς τοῦ Θεοῦ κινηθῆναι; Τί δὲ ἐκεῖνο μέγα, καθάπερ τοῖς πατράσι τῆς σαρκός, τῷ πατρὶ τῶν πνευμάτων ὑποταγῆναι; Τὸ δὲ συναμφότερον ὑπερφυές, ὅταν τοῦ λόγου τὴν αὐτονομίαν σώζοντες ὥσπερ οἱ παῖδες, ὑποταγῆναι δυνηθῶμεν ὥσπερ τὰ μέλη.

Ὅτι ἡ κατὰ τὴν χάριν υἱοθεσία καὶ τὸ εἰσποιηθῆναι Θεῷ ἐν τῇ ἱερᾷ συνίσταται κοινωνίᾳ. Καὶ τοῦτό ἐστι τὸ χρῆμα τῆς ὑμνουμένης υἱοθεσίας, οὐκ ἐπὶ τῆς φωνῆς ἱσταμένης, ὥσπερ ἐπὶ τῶν ἀνθρωπίνων, οὐδὲ μέχρι τούτου τιμώσης. Ἐφ’ ἡμῶν μὲν γὰρ οἱ ποιητοὶ υἱοί, τοῖς γεγεννημένοις ὀνόματος κοινωνοῦσι μόνον, καὶ μέχρι τούτου κοινὸς αὐτοῖς ὁ πατήρ, γέννησις δὲ οὐδεμία οὐδὲ ὠδῖνες· ἐνταῦθα δὲ καὶ γέννησίς ἐστιν ἀληθῶς καὶ κοινωνία πρὸς τὸν μονογενῆ, οὐ τῆς ἐπωνυμίας μόνον, ἀλλὰ καὶ πραγμάτων αὐτῶν, τοῦ αἵματος, τοῦ σώματος, τῆς ζωῆς.

Καὶ τί γὰρ μεῖζον ἢ ὅταν αὐτὸς ὁ Πατήρ, τοῦ μονογενοῦς ἐν ἡμῖν ἐπιγινώσκῃ τὰ μέλη, ὅταν αὐτὴν εὑρίσκῃ τὴν μορφὴν τοῦ παιδὸς ἐπὶ τῶν προσώπων τῶν ἡμετέρων; «Συμμόρφους γάρ, φησί, προώρισε τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ».

Ὅτι κατὰ ταύτην τὴν υἱοθεσίαν οἱ εἰσποιηθέντες προσφυέστερον ἔχουσι πρὸς τὸν Χριστὸν ἢ πρὸς τοὺς γεγεννηκότας. Καὶ τί λέγω τὴν υἱότητα τὴν πεποιημένην, ὅταν τῆς φυσικῆς αὐτῆς προσφυέστερον καὶ συγγενέστερον ἔχῃ, καὶ οἱ οὕτω γεννηθέντες υἱοὶ Θεοῦ μᾶλλον ἢ τῶν γεγεννηκότων αὐτῶν, καὶ τοσοῦτο μᾶλλον, ὅσον ἐκείνων μᾶλλον ἢ τῶν ὑποβαλλομένων εἰσί; Τί γάρ ἐστιν, ὃ τοὺς ἀληθεῖς ἡμῖν πατέρας ποιεῖ; Ἐκ τῶν σαρκῶν αὐτῶν, ταύτην ἔχομεν τὴν σάρκα, καὶ ἐκ τῶν αἱμάτων αὐτῶν, συνέστηκεν ἡμῖν ἡ ζωή.

Τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος «σάρκες ἐσμὲν ἐκ τῶν σαρκῶν αὐτοῦ, καὶ ὀστᾶ ἐκ τῶν ὀστῶν αὐτοῦ», ἀλλὰ τῆς κοινωνίας ἑκατέρας πολὺ τὸ μέσον. Ἐπὶ μὲν γὰρ τῶν φυσικῶν τὸ νῦν αἷμα τῶν παίδων, οὐκέτι καὶ τῶν γεγεννηκότων ἐστίν, ἀλλ’ ἦν ἐκείνων πρὶν ἢ τῶν παίδων εἶναι, καὶ τοῦτο ποιεῖ τὸ γένος, ὅτι ὃ νῦν τούτων, ἐκείνων πρότερον ἦν· τὸ δὲ τῆς τελετῆς ἔργον, τὸ αἷμα ᾧ ζῶμεν, νῦν ἐστιν αἷμα Χριστοῦ, καὶ ἡ σὰρξ ἣν πήγνυσιν ἡμῖν τὸ μυστήριον, σῶμά ἐστι τοῦ Χριστοῦ, καὶ κοινὰ ἔτι τὰ μέλη καὶ κοινὴ ἡ ζωή.

Τοῦτο δέ ἐστιν ἡ ἀληθὴς κοινωνία, ὅταν ἀμφοῖν τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον παρῇ, ὡς ἐπειδὰν ἑκάτερος ἔχῃ, καὶ νῦν μὲν οὗτος, νῦν δὲ ἐκεῖνος, οὐ κοινωνεῖν ἂν εἴη μᾶλλον ἢ διεστάναι. Οὐ γάρ ἐστι τὸ συνάπτον, ὅτι μὴ πάρεστι κατὰ ταῦτον ἀμφοτέροις, ὅ γε μόνος ἑκάτερος ἔχει· ὅθεν οὔτε κοινωνοῦσιν ἀλλήλοις οὑτινοσοῦν ἀληθῶς, οὔτε κεκοινωνήκασιν, ἀλλ’ ὅτι τὸ αὐτό ἐστιν, ὃ πρότερον ἦν τούτου, νῦν δὲ ἐκείνου, εἰκόνα τινὰ κοινωνίας ἔχει. Καθάπερ γὰρ οὐκ ἄν τις εἴη σύνοικος, ᾧ τὴν αὐτὴν ᾤκησεν οἰκίαν, εἰ μετ’ ἐκεῖνον οἰκοίη οὐδ’ ἀρχῆς καὶ πραγμάτων καὶ φροντίδων κοινωνὸς ὁτῳοῦν, ὃς ἐξεδέξατο τὴν ἀρχήν, ἀλλ’ ὃς ἄν, πρός γε τῷ τὸν αὐτὸν οἰκῆσαι τόπον καὶ τῶν αὐτῶν προστῆναι πραγμάτων, ἔτι καὶ χρόνοις χρήσαιτο τοῖς αὐτοῖς· τὸν ἴσον κἀνταῦθα τρόπον ἂν ἔχοι καὶ σαρκὸς καὶ αἵματος τοῖς μὲν γεγεννηκόσιν οὐ πάνυ, μὴ τὸν αὐτὸν ἡμῖν αὐτὰ μετασχοῦσι χρόνον· τῷ Χριστῷ δὲ ὡς ἀληθῶς κοινωνοῦμεν, πρὸς ὃν ἀεὶ καὶ σῶμα καὶ αἷμα καὶ μέλη καὶ πάντα ταῦτα κοινά.

Εἰ δὲ τοῦτο ποιεῖ τὰ παιδία, τὸ κοινωνῆσαι σαρκὸς καὶ αἵματος, δῆλοι καθέσταμεν πρὸς τὸν Σωτῆρα συγγενέστερον ἔχοντες ἀπὸ τῆς τραπέζης ἢ τῆς φύσεως πρὸς τοὺς γεγεννηκότας αὐτούς· ἔτι τοίνυν οὐκ ἅπαξ ζωώσας ὥσπερ ἐκεῖνοι καὶ συστησάμενος ἀπηλλάγη, ἀλλ’ ἀεὶ πάρεστι καὶ ἥνωται, καὶ τούτῳ αὐτῷ ζωοῖ καὶ συνίστησι τῷ παρεῖναι.

Καὶ τῶν μὲν γεγεννηκότων ἀφεστηκότας οὐδὲν κωλύει περιεῖναι, τοὺς δὲ τοῦ Χριστοῦ διϊσταμένους οὐδὲν ἄλλο λοιπὸν ἢ τεθνάναι. Καὶ τὶ μὴ λέγω τὸ μεῖζον; Συστῆναι μὲν γὰρ αὐτοὺς ἐφ’ ἑαυτῶν τοὺς υἱεῖς οὐκ ἔστι μὴ διαστάντας τῶν γεγεννηκότων, ἀλλὰ τοῦτο ποιεῖ τοὺς μὲν γεγεννηκέναι, τοὺς δὲ γεγεννῆσθαι τὴν ἀρχὴν τῷ διαιρεθῆναι· ἡ δ’ ἐπὶ τῶν μυστηρίων υἱότης ἐν τῷ συνεῖναι καὶ κοινωνεῖν ἐστι, καὶ τοῦτό ἐστι διεφθάρθαι καὶ μηκέτ’ εἶναι, τὸ διεστάναι.

Οὐκοῦν εἰ κοινωνίαν τινὰ βούλεται τὸ τῆς συγγενείας ὄνομα, καὶ τούτους οἶμαι μηνύει τοὺς αἵματι κοινῷ συνημμένους, μόνη μὲν αἵματος ἂν εἴη κοινότης, μόνη δὲ καὶ συγγένεια καὶ υἱότης, καθ’ ἣν τῷ Χριστῷ κοινωνοῦμεν.

Διὰ τοῦτο καὶ τὴν φυσικὴν γέννησιν ἀποκρύπτει, ἐπειδὰν ἐπὶ τῶν αὐτῶν γένωνται· «Ὅσοι γὰρ ἔλαβον αὐτόν, φησίν, οἷς ἔδωκεν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οὐκ ἐγεννήθησαν ἐξ αἱμάτων», καίτοι γεγέννηται καὶ σάρκες ἦσαν οἱ γεγεννηκότες, καὶ τῆς γεννήσεως προτέρα ταύτης ἐκείνη, ἀλλὰ τοσοῦτον ἡ δευτέρα κατεκράτησε τῆς πρεσβυτέρας, ὥστε μηδὲ ἴχνος ἐκείνης μηδὲ ὄνομα λοιπὸν εἶναι. Καὶ οὕτως ὁ ἱερὸς ἄρτος τὸν νέον εἰσάγων ἄνθρωπον πρόρριζον ἐκβάλλει τὸν παλαιόν.

Καὶ τοῦτο γὰρ τῆς ἱερᾶς ἔργον τραπέζης· «οἱ γὰρ λαβόντες αὐτόν, φησίν, οὐκ ἐγεννήθησαν ἐξ αἱμάτων». Πότε δὲ αὐτὸν λαμβάνομεν; ἐπιγνῶμεν τὸ ῥῆμα, καὶ παρ’ ὃ τῶν μυστηρίων εἴρηται τοῦτο, λέγω δὴ τό· «Λάβετε».

Δῆλον γὰρ ὡς ἐπὶ τὸ δεῖπνον ταύτῃ καλούμεθα τῇ φωνῇ, καθ’ ὃ τὸν Χριστὸν καὶ χερσὶ λαμβάνομεν ἀληθῶς καὶ στόματι δεχόμεθα καὶ ψυχῇ συμμίγνυμεν καὶ σώματι συνάπτομεν καὶ κιρνῶμεν αἵματι. Καὶ πρόσεστι τὸ δικαίως· τοῖς γὰρ οὕτω τὸν Σωτῆρα καὶ λαβοῦσι καὶ κατασχοῦσι διατέλους, ἔστι μὲν αὐτὸς ἁρμόζουσα κεφαλή, τούτῳ δὲ ἐκεῖνοι πρέποντα μέλη· γέννησιν δὲ τὰ μέλη γεννηθῆναι τῇ κεφαλῇ τὴν αὐτήν, ἀκόλουθον ἦν. «Οὐκ ἒξ αἱμάτων» ἡ σὰρξ ἐκείνη «οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ Θεοῦ» τοῦ Ἁγίου Πνεύματος· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, φησίν, ἐκ Πνεύματός ἐστιν Ἁγίου». Εἰκὸς ἦν καὶ τὰ μέλη τοῦτον γεννηθῆναι τὸν τρόπον, ὅπου γε καὶ αὐτὴ ἡ γέννησις τῆς κεφαλῆς τῶν μελῶν τούτων τῶν μακαρίων γέννησις ἦν· τοῦτο γὰρ ἦν συστῆναι τὰ μέλη, τὸ γεννηθῆναι τὴν κεφαλήν.

Εἰ δὲ καὶ ἡ ἀρχὴ τῆς ζωῆς γέννησίς ἐστιν ἑκάστῳ, καὶ τὸ τὴν ζωὴν ἄρξασθαι, τοῦτό ἐστι γεννηθῆναι, δι’ ὧν ζωὴ τῶν αὐτῷ προσκειμένων ἐστὶν ὁ Χριστός, αὐτοὶ γεγέννηνται τοῦ Χριστοῦ τὸν βίον τοῦτον εἰσεληλυθότος καὶ γεννηθέντος.

Τοσοῦτος σωρὸς ἡμῖν ἀγαθῶν ἀπὸ τῆς ἱερᾶς ἀνίσχει τραπέζης· ῥύεται δίκης, ἀποτρίβεται τὴν ἀπὸ τῆς ἁμαρτίας αἰσχύνην, ἀνακαλεῖται τὴν ὥραν, αὐτῷ προσδεῖ τῷ Χριστῷ τῶν φυσικῶν δεσμῶν ἀκριβέστερον· τὸ καθάπαξ εἰπεῖν, τελείους ποιεῖ τὸν ἀληθῆ χριστιανισμὸν τελετῆς ἁπάσης διαφερόντως.

Διὰ τί τὸ τῆς τραπέζης μυστήριον τελεώτερον τοῦ βαπτίσματος ὄν, οὔτε ἀναπλάττει τὸν ἡμαρτηκότα οὔτε καθαίρει πόνων χωρίς, ὥστε τὸ βάπτισμα: Ἐνταῦθα δὲ περὶ τοῦ μυστηρίου πολλοῖς ἐπῆλθε θαυμάζειν, εἰ οὕτω τελεώτατα πάντων ἔχον, πρὸς τὸ λύειν εὐθύνης τοῦ βαπτίσματος ἐλάττω δοκεῖ δύνασθαι, μεῖζον ὄν· ἐκεῖνο μὲν γὰρ οὐδὲν πονοῦντας, τὸ δὲ πόνων ἡγησαμένων. Καὶ τῶν μὲν ἐκεῖ καθαρθέντων πρὸς τοὺς μηδὲ τὴν ἀρχὴν μολυσμὸν ὁντινοῦν δεξαμένους οὐδεμία διαφορά, τῶν δὲ ἐπὶ τοῦ δείπνου πολλοῖς τῶν ἡμαρτημένων ἔνεισιν ἴχνη.

Καὶ διελόντας ἀκριβέστερον εἰπεῖν, τεττάρων τούτων ἐν τοῖς ἡμαρτημένοις θεωρουμένων, τοῦ τὴν ἁμαρτίαν ἐργασαμένου, τῆς πονηρᾶς ἐνεργείας, τῆς ἐπὶ ταύτῃ δίκης, τῆς ἐκεῖθεν ἐντεθείσης τῇ ψυχῇ προστροπῆς· τῆς μὲν ἐνεργείας αὐτὸν οἴκοθεν ἀπηλλάχθαι δεῖ τὸν εἰργασμένον καὶ πεπαυμένον ἐπὶ τὸ λουτρὸν ἥκειν, τἄλλα δὲ τὸ βάπτισμα μὲν οὐδὲν οὐδενὸς πραγματευσαμένου καθάπαξ ἐκ μέσου πάντα ποιεῖ, καὶ τὴν δίκην καὶ τὴν νόσον καὶ αὐτὸν ἀναιρεῖ τὸν ἡμαρτηκότα· καὶ γὰρ ἐναποθνήσκει τοῖς ὕδασι καὶ νέος τίς ἐστιν ἄνθρωπος, ὃν ἀναδίδωσι τὸ λουτρόν.

Ὁ δὲ ἱερὸς ἄρτος, ὃν ἂν ἠνιαμένον λάβοι καὶ πεπονηκότα, τῶν ἡμαρτημένων ἀξίως ἀφίησι μὲν εὐθύνης, ἀποκλύζει δὲ τῆς πονηρᾶς ἕξεως τὴν ψυχήν, ἀποκτείνει δὲ οὐδαμῶς· οὐ γὰρ ἀναπλάττειν ἄνωθεν οἶδε. Καὶ τοῦτον μόνον τῶν τῆς ἁμαρτίας ὅρων ἀκίνητον καταλείπει καὶ μένειν ἀφίησιν, ὑπεύθυνον μὲν οὐκέτι, αὐτὸν δὲ ὅμως τὸν τολμητήν. Εἰσὶ δὲ οἳ καὶ σημεῖα φέρουσιν ἔτι τῆς ἀρρωστίας καὶ οὐλὰς τῶν πάλαι πληγῶν, ἂν ἦττον ἢ προσῆκον ἦν, μελήσῃ περὶ τῶν τραυμάτων αὐτοῖς, καὶ πρὸς τὴν τοῦ φαρμάκου δύναμιν οὐκ ἐφάμιλλον εἰσενέγκωσι τῆς ψυχῆς τὴν παρασκευήν.

Καὶ τῆς καθάρσεως τούτῳ διήνεγκε ταύτης ἐκείνη, ὅτι τε οὐκ ἀποπνίγει τὸν ἡμαρτηκότα καὶ ἀναπλάττει, καὶ ὅτι μένοντα καθαίρουσα μόνον, οὐδὲ τοῦθ’ ἡμῖν ἔχει πόνων χωρίς. Ταῦτα δὲ πρὸς μὲν τὴν τελευτὴν οὐδέν, ἀλλ’ εἰς αὐτὴν ἤκει τὴν φύσιν τοῦ πράγματος, καὶ τοῦ χρῆναι τοὺς ὑπευθύνους, ταύτῃ μὲν λουμένους, ἐκείνως δὲ δειπνοῦντας καθαίρεσθαι.

Ὅτι διὰ τοῦτο λαμβάνομεν ἐν τῷ βαπτίσματι δυνάμεις τοῦ ἐνεργοῦν, ἵνα ἐνεργῶμεν. Καὶ περὶ μὲν τοῦ δεῖσθαι πόνων ἐκεῖνο λέγω. Τὸ βάπτισμα μὲν μήπω συστάντας παραλαβὸν μηδὲ δύναμιν ἡντινοῦν κεκτημένους ὑπὲρ τοῦ καλοῦ δραμεῖν, οὐ μάτην ἡμᾶς ταῦτα πάντα προῖκα ἐργάζεται καὶ δεῖται τῶν παρ’ ἡμῶν οὐδενός, ὡς ἂν εἰσενεγκεῖν οὐδὲν δυναμένων Ἡ τράπεζα δὲ συνεστῶσιν ἤδη καὶ ζῶσι καὶ δυναμένοις ἀρκεῖν ἡμῖν αὐτοῖς προκειμένη, χρῆσθαι τῇ δυνάμει καὶ τοῖς δοθεῖσιν ὅπλοις ἀφίησι, καὶ διώκειν τἀγαθὸν οὐκέτι κομιζομένους οὐδ’ ἑλκομένους, ἀλλ’ αὐτοὺς οἴκοθεν καὶ παρ’ ἡμῶν αὐτῶν ὁρμῶντας καὶ κινουμένους, ὡς ἂν ἤδη τρέχειν ἐπισταμένους.

Τί μὲν γὰρ ἔδει καὶ ποιῆσαι λαβεῖν, οἷς οὐκ ἔδει χρήσασθαι; τί δὲ ῥωννύναι καὶ καθοπλίζειν, τὸν οἴκοι μέλλοντα καθεύδειν; Εἰ γὰρ μήτε τὴν ἀρχὴν γεννωμένοις μήθ’ ὕστερον καθαίρεσθαι βουλομένοις ἀγώνων ἦν καὶ πόνων καιρός, οὐκ οἶδα πότ’ ἂν ἡμῖν αὐτοῖς ἐγενόμεθα χρήσιμοι, τί δ’ ἂν ἦν ἔργον ἀνθρώπων, τῶν ὑπὲρ τῆς ἀρετῆς δρόμων ἀνῃρημένων, μᾶλλον δὲ τί χεῖρον ἂν ἦν τοῦ καθ’ ἡμᾶς πράγματος, πραττόντων μὲν ὧν ἔπαινός ἐστιν οὐδὲ ἕν, πρὸς δὲ τὸ πονηρὸν ἐνεργὸν ἐχόντων ἑκάστοτε τὴν ψυχήν.

Διὰ ταῦτα τόπον ἔργων ἀνθρώποις ἔδει συγχωρηθῆναι καὶ καιρὸν ἀγώνων, τό γε τελείοις ἀνδράσιν εἶναι παρὰ τῶν μυστηρίων ἤδη λαβοῦσι, καὶ δυναμένοις τὸ τῇ φύσει προσῆκον ἔργον ἐργάζεσθαι, καὶ τῆς ἡμέρας φανείσης, «ἣν ὁ Κύριος ἐποίησε», μηκέτι καθεύδειν, ἀλλ’ ἐπ’ ἔργα χωρεῖν· καὶ ᾗ φησὶ Δαβὶδ «ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ τὸν ἄνθρωπον ἐξελθεῖν ἕως ἑσπέρας».

Καθάπερ γὰρ μετὰ ταύτην τὴν ἡμέραν «ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι», οὕτω καὶ πρὸ ταύτης ἦν ὅτε παντελὴς ἦν τοῦ πράττειν ἀδυναμία, καὶ οὐδεὶς ἤδει ποῖ δεῖ βαδίζειν, νυκτὸς ἐχούσης ἔτι τὴν γῆν, «ἐν ᾗ, φησίν, ὁ περιπατῶν οὐκ οἶδε ποῦ ὑπάγει».

Τοῦ ἡλίου δὲ ἀνασχόντος καὶ πανταχοῦ δία τῶν μυστηρίων τῆς ἀκτῖνος χεθείσης, ἀνάγκη μηδεμίαν ἀνθρωπείων ἔργων εἶναι καὶ πόνων ἀναβολήν, ἀλλὰ σιτεῖσθαι τὸν ἄρτον τοῦτον ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἡμέτερον ὡς ὑπὲρ ἡμῶν κλώμενον, ἄλλως θ’ ὅτι τοῖς λογικοῖς ἀφώρισται μόνοις, καὶ ὅ φησιν ὁ Κύριος, «ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν», ὅπερ ἐστὶ κελεύοντος, οὐκ ἀργοὺς οὐδ’ ἀπράκτους, ἀλλ’ ἐργαζομένους ἐπὶ τὸ δεῖπνον τοῦτο χωρεῖν.

Εἰ γὰρ τοὺς ἀργοὺς καὶ τῆς ἀπολλυμένης τραπέζης ὁ τοῦ Παύλου νόμος ἀπάγει· «ὁ γὰρ ἀργός, φησί, μηδὲ ἐσθιέτω»· τίνων δεήσει τῶν ἔργων, τοῖς ἐπὶ ταύτην καλουμένοις τὴν τράπεζαν; Ὅτι μὲν οὖν οὕτως ἐχρῆν τῶν ἱερῶν ἅπτεσθαι δώρων, καὶ τούτου χάριν πρὸ τῆς τελετῆς οἴκοθεν αὐτοὺς καθαίρεσθαι δεῖ, φανερὸν ἐκ τῶν εἰρημένων. Ὅτι δὲ τοῦτό ἐστιν οὐκ ἐλάττω μόνον τῶν ἄλλων μυστηρίων, ἀλλὰ καὶ μείζω δυναμένου, δῆλον ἐκεῖθεν.

Πρῶτον μὲν γάρ, εἰ τοῖς βελτίοσιν ὁ Θεὸς τὰ μείζω δωρεῖται, ὃς «τὸν ἔλεον ἵστησι καὶ ζυγῷ τινι, τὸ τοῦ προφήτου, καὶ δικαιοσύνῃ πάντα ποιεῖ», πολλῷ δὲ καλλίους ἡμᾶς εὐποιεῖ, τετελεσμένους ἤδη καί που καὶ περὶ ἀρετῆς ἠγωνισμένους, ἢ μηδὲ τὴν ἀρχὴν λουσαμένους, λείπεται καὶ τὴν χάριν, ταύτην ἐκείνης εἶναι βελτίω, καὶ τῶν δευτέρων δώρων ἀμεινόνων τοὺς μεμυημένους τυγχάνειν.

Ἔστι δ’ ἐκεῖνο μὲν τὸ βάπτισμα, τοῦτο δὲ τὸ δεῖπνον τὸ ἱερόν, ὃ τοσοῦτο τελεώτερον ἡγεῖσθαι προσῆκεν, ὅσο μείζονος δεῖ τοῖς προσελθεῖν βουλομένοις παρασκευῆς. Οὐ γὰρ εἰκός, τὸ μεῖζον μὲν τοῖς βουλομένοις ἅπασι, τὸ δ’ ἔλαττον τοῖς ἀγῶσιν ἢ μυστηρίοις καθηραμένοις ἐξεῖναι· τοὐναντίον μὲν οὖν ἐντεῦθεν εὔλογον τεκμαίρεσθαι καὶ τελεώτερον ἔχειν ἐκεῖνο νομίζειν, ὃ μὴ πολλῶν ἔργων καὶ γενναίων οὐκ ἔστιν ὠνήσασθαι.