Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Τέταρτος (συνέχεια): Η Ευχαριστία ως έπαθλο του πνευματικού αγώνα και εσχατολογική δόξα

Η θεία Ευχαριστία προβάλλεται ως η τελική μακαριότητα. Εξετάζεται ο ρόλος του Χριστού ως συναγωνιστή και βραβείου, και περιγράφεται η εσχατολογική ολοκλήρωση των πιστών στη Βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 9 από 14

Ἔπειτα κἀκεῖνο χρὴ συνιδεῖν, ὅτι συναγωνιστής ἐστιν ἡμῖν ὁ Χριστὸς εὐωχῶν. Ὁ δὲ συναγωνιστὴς χεῖρα δίδοσιν, οὐ κειμένοις οὐδὲ νοσοῦσιν, ἀλλὰ ῥώμης μὲν καὶ τόλμης ἔχουσιν εὖ, πρὸς δὲ τὸν ἀνταγωνιστὴν γενναίως καὶ καλῶς ἱσταμένοις.

Αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς ἐνεργῶν ἐν ἑκάστῳ τῶν μυστηρίων, πάντα γίνεται, πλάστης, ἀλείπτης, συναγωνιστής, τὸ μὲν λούων, τὸ δὲ χρίων, τὸ δὲ τρέφων. Ἐκεῖ γὰρ ἐξ ἀρχῆς τὰ μέλη δημιουργεῖ, ἐνταῦθα δὲ τῷ Πνεύματι ῥώννυσιν, ἐπὶ δὲ τῆς τραπέζης σύνεστιν ἀκριβῶς καὶ συνδιαφέρει τὸν ἆθλον· μετὰ δὲ τὴν ἀπαλλαγὴν ἀθλοθέτης ἔσται καὶ καθεδεῖται τοῖς ἁγίοις κριτὴς ὧν ἐκοινώνησε πόνων. Εἶτα καὶ νικητὰς ἀποδεδειγμένους ἀναδῆσαι δεῆσαν, καὶ στέφανός ἐστιν ὁ αὐτός.

Πρὸς τοίνυν τὸ θαρρῆσαι τοὺς ὑπὲρ φιλοσοφίας ἀγῶνας καὶ διενεγκεῖν δυνηθῆναι, πλάττων μὲν καὶ ἀλείφων, πάντα δίδωσι· συναγωνιζόμενος δὲ οὐ πάντα, ἐπὶ δὲ τοῦ καιροῦ τῶν ἄθλων οὐδέν. Οὔτε γὰρ τὸν ἀλείπτην καὶ πλάστην εὔλογον παραλιπεῖν τι τῶν διαθεῖναι τὸν ἀγωνιστὴν δυναμένων· οὔτε τὸν συναγωνιστὴν ὁ τοῦ κοινωνοῦ δίδωσι λόγος, εἰς ἑαυτὸν τὸ πᾶν ἀνελέσθαι, καὶ τὸν μὲν ἐπιτρέπειν τρυφᾶν, αὐτὸν δὲ μόνον ἀποδύεσθαι· καὶ μὴν οὐδὲ τὸν ἀθλοθέτην ἢ τὸν στέφανον αὐτόν, ἀλείφειν εἰκὸς ἢ πλάττειν ἢ τὰ τοῦ ἰατροῦ ποιεῖν, οὐδέ τι προστιθέναι νίκης, ἢ ἀνδρείας ἢ ῥώμης ἢ ἀρετῆς ἡστινοσοῦν ἄλλης τοῖς ἀθληταῖς, ἀλλὰ τὴν οὖσαν μόνον καὶ φανεῖσαν εἰδέναι κοσμεῖν.

Ἔστι δὲ τοῖς ἀριστεῦσιν ἄμεινον μὲν τὸ στεφανοῦσθαι τοῦ νικᾶν ἀγωνιζομένους, ἄμεινον δὲ τὸ νικητὰς εἶναι τοῦ πλάττεσθαι· τὸ μὲν γὰρ ὑπὲρ τοῦ νικᾶν, ἡ νίκη δὲ τῶν στεφάνων ἕνεκα. Ἀλλ’ εἰ τοῦτο σημεῖον ἦν ἀτελοῦς καὶ τῆς ἐλάσσονος μοίρας, τὸ μὴ πάντη καθαίρειν μηδὲ παρασκευάζειν καὶ πλάττειν, ἧττον ἂν ἦν εἰς εὐδαιμονίαν ὁ τελευταῖος τῆς μακαριότητος ὅρος· λέγω δὴ τὸ τυχεῖν Θεοῦ στεφανοῦντος τοῦ μετὰ παραπετασμάτων ἐπὶ τῆς τραπέζης αὐτοῦ μετέχειν, ὡς τῆς μὲν τραπέζης καὶ παρασκευὴν ἐχούσης τινὰ καὶ κάθαρσιν, τῶν στεφάνων δέ, τούτων οὐδέτερον.

Διὰ ταῦτα οὐ χρὴ θαυμάζειν, εἰ τελειότερον ὂν μυστήριον τὸ δεῖπνον, ἧττον οἶδε καθαίρειν, ἄλλως τε πρὸς τοῖς εἰρημένοις καὶ ἆθλον ἐστὶ τουτὶ τὸ δῶρον, τοιοῦτον δὲ τὸ χρῆμα τῶν ἄθλων οὐ καθίστησιν οὐδὲ ἐργάζεται τοὺς ἀρίστους, ἀλλ’ ἀναδείκνυσι καὶ κοσμεῖ. Οὐ γὰρ καθάρσιον ἐν τῷ δείπνῳ καὶ συναγωνιστὴς μόνον, ἀλλὰ καὶ γέρας ἐστὶν ὁ Χριστός, ὃ δεῖ λαβεῖν ἀγωνισαμένους.

Τί γὰρ ἄλλο τοῖς μακαρίοις ἀντὶ τῶν ἐνταῦθα πόνων ἢ τὸ λαβεῖν Χριστὸν καὶ συνεῖναι; Καὶ Παῦλος μετὰ τὸν δρόμον ἐκεῖνον, τὴν ἐνθένδεν ἀνάλυσιν εἰς τοῦτο λήγειν ἔσχατον ἔφη, τὴν τοῦ Χριστοῦ συνουσίαν· «Ἀναλῦσαι γάρ, φησί, καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον».

Τοῦτο δὲ τὸ τῆς τραπέζης ἔργον διαφερόντως. Εἰ γὰρ καὶ παρὰ τοῖς ἄλλοις μυστηρίοις ἔστιν εὑρεῖν τὸν Χριστόν, ἀλλ’ ὥστε τῷ λαβεῖν παρασκευασθῆναι πρὸς τὸ δυνηθῆναι συνεῖναι· ἐνταῦθα δὲ ὥστε ἤδη καθαρῶς λαβεῖν καὶ συνεῖναι. Ποῦ γὰρ τῶν ἄλλων τὸ ἓν σῶμα καὶ ἓν πνεῦμα, καὶ τὸ μένειν μὲν ἐν αὐτῷ, μένοντα δὲ ἔχειν αὐτόν; ὑπὲρ οὗ καὶ δοκῶ καὶ Χριστὸς αὐτὸς τὴν μακαριότητα τῶν δικαίων, δεῖπνον εἶναι φησίν, αὐτὸν ἔχον διακονοῦντα.

Οὕτω μὲν οὖν ἆθλόν ἐστιν ὁ τῆς ζωῆς ἄρτος· ἐπεὶ δὲ οἱ τοῦτο δεχόμενοι τὸ δῶρον, τὴν γῆν ἔτι πατοῦσι καὶ ὁδοιποροῦσι, καὶ διὰ τοῦτο καὶ προσκόπτουσι καὶ κονίζονται καὶ λῃστῶν δεδοίκασι χεῖρας, πρὸς τὴν παροῦσαν χρείαν αὐτοῖς εἰκότως ἀρκεῖ καὶ τὴν ἰσχὺν ἀνέχει καὶ ἡγεμών ἐστι καὶ καθαίρει, ἕως καταλύσουσιν, οὗ κατὰ τὸν Πέτρου λόγον καλὸν εἶναι τὸν ἄνθρωπον, ὅπου τῶν ἄλλων μὲν οὐδεμία χώρα ἐν καθαρῷ πραγμάτων χωρίῳ μένουσιν ἤδη, μόνον δὲ στέφανός ἐστιν αὐτοῖς ὁ Χριστὸς συνὼν καθαρῶς.

Οὐκοῦν, ὡς μὲν καθάρσιον, καὶ πρὸς τοῦτο συστᾶν ἐξ ἀρχῆς, μολυσμοῦ παντὸς ἀπαλλάττει· ὡς δὲ κοινωνὸς ἡμῖν τῶν ἀγώνων, ὧν ἡγεμὼν ὑπῆρξε, πρῶτος εἰς τούτους ἀποδυσάμενος, ἰσχὺν κατὰ τῶν πολεμούντων παρέχει· ὅτι δὲ καὶ γέρας, οὐκ ἄνευ πόνων· ὃ τοίνυν ὡς ἆθλον ἔχει τὸ δεῖπνον καὶ ὡς ἐσχάτη μακαριότης, τίν’ ἔχει λόγον, ὡς ἐλάττω δυναμένου ποιεῖσθαι τεκμήριον;

Τὸν ἴσον δὲ τρόπον χρὴ καὶ περὶ θατέρου ψηφίζεσθαι, καὶ νομίζειν τῇ τελειότητι τοῦ μυστηρίου μὴ πολεμεῖν. Οὐ γὰρ ὅτι μὴ μέγα δύναται, τὸν ἁμαρτίαις διεφθαρμένον οὐκ ἀναπλάττει, ἀλλ’ αὐτὸν μὴ δυνάμενον ταῦτα δέξασθαι καὶ παθεῖν, ἅτε τὴν πρώτην ἔτι φέροντα πλάσιν, ᾗπερ ἐν τοῖς πρόσθεν εἴρηται λόγος· ἣν ἀφανίσαι καὶ τῶν ψυχῶν ἐξελεῖν τῶν ἅπαξ βαπτισαμένων, οὐδὲ τῆς ἐσχάτης ἐστὶ πονηρίας, οὐδ’ ἂν αὐτὴν ἀρνήσασθαι τολμήσωσιν, ἣν ὡμολόγησαν τῷ κοινῷ Δεσπότῃ δουλείαν, ὡς οὐδὲ τῆς ἄκρας φιλοσοφίας ἢ ψιλῆς τῆς ὁμολογίας δυνηθείσης ἐνθεῖναι.

Ἔπειθ’ ὅτι καὶ καθόλου κρείττων ἐστὶν ὁ ἄνθρωπος ἢ τεθνάναι καὶ συντετρίφθαι, τούτου δὲ χωρὶς οὐκ ἦν ἀναπλάττεσθαι. Καὶ γὰρ ὁ μὲν θάνατος, τοῦ παλαιοῦ κόμματος· καὶ οὗτος ὁ δυνάμενος ἀποθνήσκειν, ὃν ἀνέδωκεν ὁ χοῦς· «Ἡ γὰρ ἀξίνη, φησὶν Ἰωάννης, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται». Ὁ δὲ λελουμένος ἤδη τὸν νέον φορεῖ· οὐκοῦν πῶς μὲν ἀποθανεῖται πρὸς τὸν Ἀδὰμ ἡρμοσμένος, ὃς οὐκέτι ἀποθνήσκει; Ἀνθ’ ὅτου δ’ ἂν ἀποθάνοι, ὃν ὑπὲρ τοῦ λαβεῖν ἔδει τεθνάναι, τοῦτον ἔτι φέρων ἐν τῇ ψυχῇ;

Τοῦτο δὲ οὐδ’ ἀπ’ αὐτοῦ λαβεῖν ἔξεστι τοῦ λουτροῦ· πῶς οὖν ἂν γένοιτο τῶν τελετῶν ταύτης ἐκείνη τούτῳ βελτίων, ὃ παρ’ ἀμφοῖν ὁμοίως οὐκ ἔστιν εὑρεῖν; Οὐ γὰρ οὐδ’ αὐτὸ δύναται τὸ βάπτισμα τοὺς ἤδη περιόντας καὶ πεπλασμένους αὖθις ἀναγεννᾶν, ὅ τε ἱερὸς θεσμὸς οὐδένα διὰ ταῦτα δὶς ἔλουσεν ἄνθρωπον, οὐ τύπον τινὰ σώζων καὶ τάξιν, ἀλλ’ ὅτι δὶς κατὰ ταὐτὸ γεννηθῆναι, τῶν ἀμηχάνων.

Καὶ μὴν εἴποι τις ἄν· τοῦτό ἐστι βάπτισμα, τὸ τὴν θρησκείαν τοῖς διώκταις ἐπιδειξάμενον ἀποθνήσκειν· τί οὖν, πολλοὶ τῶν ἐπὶ τοῦ ὕδατος τετελεσμένων καὶ τοῦτον ἦλθον τὸν δρόμον, δεύτερον τοῦτο δεξάμενοι τὸ λουτρόν.

Ἀλλ’ ἐκεῖνό γε πρὸς ταῦτα ἔστιν εἰπεῖν· ὡς ἄρα τῷ Χριστῷ τοὺς συνελθεῖν καὶ συζῆσαι προῃρημένους, συνίστησι μὲν τὸ πρὸς τὴν καλὴν πλάσιν ὑπὸ τῆς χειρὸς ἐκείνης πεπλάσθαι, συνίστησι δὲ τὸ δι’ ἀρετῆς αὐτοὺς παρ’ ἑαυτῶν ἀφικέσθαι καὶ τῶν ἐπαινουμένων ἀγώνων. Τὸ μὲν οὖν ὕδατι βαπτισθῆναι, πλάττει τὸν ἄνθρωπον, καὶ τοῦτ’ αὐτὸ δύναται μόνον· ὁ δ’ ὑπὲρ Χριστοῦ θάνατος δῆλός ἐστιν ἀμφότερον ἔχων, ὅ τε χορηγεῖν οἶδε τὸ ὕδωρ, καὶ ὃ παρ’ ἡμῶν εἰσφέρεσθαι δεῖ.

Καὶ τοίνυν, τοῖς μὲν μήπω μεμυημένοις ἔστι μὲν βάπτισμα καὶ πλάσις, τῷ Χριστῷ καὶ μετὰ Χριστοῦ καὶ μαρτυροῦσι καὶ θαπτομένοις, ἐν οἷς ὁ τοῦ βαπτίσματος ἕστηκεν ὅρος, ἔστι δὲ ἀρετή, τῶν ὑπὲρ τοῦ καλοῦ γέμων ἱδρώτων καὶ καρτερίας τῆς ἐσχάτης· τοῖς δὲ τετελεσμένοις, τὸ μὲν πρῶτον οὐ γίνεται, πλασθεῖσιν ἤδη καὶ ζῶσι, τὸ δεύτερον δέ· καὶ γὰρ γυμνάσιον εὐσεβείας καὶ ἀρετῆς ἀπόδειξις, καὶ τοῦ τὸν Χριστὸν εἰδέναι καὶ φιλεῖν μὲν ὑπὲρ ὅ τι φιλητὸν ἅπαν, τῶν δ’ εἰς ἐκεῖνον ἐλπίδων μηδὲν ἀσφαλέστερον ἄγειν; πεῖρα σαφὴς σιδήρῳ καὶ πυρὶ καὶ τοῖς βιαιοτάτοις δοκιμασθεῖσα. Καὶ τούτων ἕνεκα τῷ μὲν βαπτίσματι τοὺς ἅπαξ μεμυημένους αὖθις θεμιτὸν ἥκιστα χρῆσθαι, δωρεῖσθαι μηδὲν πλέον, οὗ λαβόντες ἐκεῖθεν ἔχομεν, δυναμένῳ· τῇ μαρτυρίᾳ δὲ καὶ πάνυ, μὴ μόνον γεννᾶν καὶ πλάττειν, ἀλλὰ καὶ στεφάνους αὐτοῖς ἀπὸ γενναίων ἔργων πλέκειν ἐπισταμένῃ, καὶ διὰ τοῦτο τοῖς μὲν ἀμυήτοις ἀμφότερα κεκτημένῃ, τοῖς μεμυημένοις δὲ θάτερον.

Καινὸν γὰρ οὐδέν, ἑαυτὴν συντελῆ πρὸς ἄμφω παρεχομένῃ, τοὺς ἀμφοτέρων μὴ δεομένους, ὑπὲρ θατέρου χρωμένους, τυγχάνειν οὗ δέονται μόνου, ἐπεὶ καὶ τὰ τῆς ἱερᾶς δῶρα τραπέζης οἶδε μὲν καθαίρειν τοὺς μήπω τοῦτο δεξαμένους, δύναται δὲ φωτίζειν τοὺς ἤδη κεκαθαρμένους· καὶ ὅμως οὐδὲν κωλύει περὶ τοῦ δευτέρου προσιέναι τῷ μυστηρίῳ τοὺς τὸ πρῶτον ἔχοντας. Καὶ τούτων μὲν ἅλις.

Ἀλλ’ ὅθεν ἡμῖν ὁ λόγος ἐπὶ ταῦτα προήχθη, τὴν παντελῆ τῶν ἀνθρώπων πρὸς τὸν Θεὸν ὅπερ ἐργάζεται κοινωνίαν, εἴτε λατρείαν χρὴ τὸ πρᾶγμα καλεῖν, εἴτε υἱοθεσίαν εἴτε καὶ ἄμφω ταῦτα, τὸ ἱερόν ἐστι δεῖπνον, ὃ συγγενεῖς ἡμᾶς τῷ Χριστῷ ποιεῖ μᾶλλον ἢ τὸ παρ’ αὐτῶν φῦναι τοῖς γεγεννηκόσιν αὐτοῖς. Οὔτε γὰρ ἀμυδράν τινα σώματος ἡμῖν καταβάλλεται κρηπῖδα καὶ μικρὰς αἵματος ἀφορμάς, ἀλλὰ τελείων αὐτῶν ἡμῖν κοινωνεῖ· οὔτε ζωῆς αἴτιος μόνον ὥσπερ οἱ γεγεννηκότες, ἀλλὰ καὶ ζωή, καὶ οὐ τούτῳ δὴ λέγεται ζωὴ τῷ ζωῆς αἴτιος εἶναι, ὃν τρόπον φῶς ἐκάλει τοὺς ἀποστόλους, ὅτι φωτὸς ἡμῖν κατέστησαν ἡγεμόνες, ἀλλ’ ὅτι ᾧ ζῆν ἔστιν ὡς ἀληθῶς, αὐτός ἐστιν αὐτὴ ἡ ζωή.

Ἐπεὶ καὶ ἁγίους τοὺς αὐτῷ προσκειμένους ἀπεργάζεται καὶ δικαίους, οὐ μόνον παιδεύων καὶ διδάσκων ἃ δεῖ, καὶ πρὸς ἀρετὴν ἀσκῶν τὴν ψυχήν, καὶ ἣν ἐκείνη πρὸς τὸν ὀρθὸν λόγον δύναμιν ἔχει πρὸς ἐνέργειαν ἄγων, ἀλλὰ καὶ αὐτὸς γινόμενος αὐτοῖς δικαιοσύνη ἀπὸ Θεοῦ καὶ ἁγιασμός. Τοῦτον γὰρ μάλιστα τὸν τρόπον τοῖς ἁγίοις τοῦτ’ αὐτὸ τὸ μακαρίοις καὶ ἁγίοις εἶναι συμβαίνει, τοῦ συνόντος ἕνεκα μακαρίου, δι’ ὃν ἀπὸ μὲν νεκρῶν ζῶσι, σοφοὶ δὲ ἀπὸ ἀνοήτων, ἅγιοι δὲ καὶ δίκαιοι καὶ υἱοὶ Θεοῦ ἀπὸ μιαρῶν καὶ πονηρῶν κατέστησαν δούλων. Οἴκοθεν γὰρ αὐτοῖς καὶ τῆς ἀνθρωπείας φύσεως καὶ σπουδῆς, ἐξ ὧν ἂν κυρίως ταῦτα καλοῖντο, γέγονεν οὐδὲ ἕν, ἀλλὰ καὶ ἅγιοι διὰ τὸν ἅγιον, καὶ δίκαιοι καὶ σοφοὶ διὰ τὸν συνόντα δίκαιον καὶ σοφόν· καὶ ὅλως εἴ τις ἀληθῶς ἐν ἀνθρώποις τὰ μεγάλα καὶ σεμνὰ ταῦτα δίκαιός ἐστιν ἀκούειν, τὴν ἐπωνυμίαν ἐκεῖθεν ἔχει· μάλιστα μέν, ὅτι τά γε οἴκοθεν καὶ παρ’ αὐτῶν, τοσοῦτον ἀπέχει δικαίους αὐτοὺς ἀπεργάζεσθαι καὶ σοφούς, ὥστε πονηρία μὲν αὐτοῖς ἡ δικαιοσύνη, μωρία δὲ σαφὴς ἡ σοφία. Ἔπειτα, εἰ καὶ τὰ μάλιστα σεμνοὺς ἐποίει καὶ κόσμον ἡμῖν εἶχεν ἡ ἀρετή, δι’ ὧν πρὸς τὴν ἐκ Θεοῦ δικαιοσύνην καὶ τὴν σοφίαν οἰκείως ἔχομεν μᾶλλον ἢ τὴν ἀνθρωπείαν, καὶ ἣν ἡμῖν ἐνέθηκεν ἡ σπουδή, καλεῖσθαι μᾶλλον ἀπὸ ταύτης ἢ ἐκείνης εἰκὸς ἂν εἴη.

Καθάπερ γὰρ οὐ τῶν ἔξωθέν ἐσμεν ἐπώνυμοι καὶ τῶν ἀλλοτρίων, ἀπὸ δὲ τῶν οἰκείων καὶ ἅπερ ἡμῶν ἔνεστι τῇ φύσει καὶ διατίθεσθαι καὶ καλεῖσθαι συμβαίνει, οὐ γὰρ ἡ οἰκία καὶ τὸ ἱμάτιον πρὸς τοῦτο ἢ ἐκεῖνο τὸ ἦθος πλάσειεν ἄν, οὐδ’ ἂν πονηρίας ἢ ἀρετῆς ὀνόματος μεταδοῖεν, οὕτω τῶν οἰκείων αὐτῶν ἐκεῖνα διατίθησι μᾶλλον καὶ τὴν ἐπωνυμίαν ποιεῖται κοινήν, ἃ μᾶλλον ἡμέτερα· τὰ δὲ τοῦ Χριστοῦ ἡμέτερα μᾶλλον ἤπερ τὰ ἡμῶν αὐτῶν. Οἰκεῖα μὲν γάρ, ὅτι μέλη καὶ υἱοὶ καθέσταμεν καὶ σαρκὸς καὶ αἵματος καὶ Πνεύματος αὐτῷ κοινωνοῦμεν· ἔγγιον δὲ ἡμῖν οὐ τῶν ἀπὸ τῆς ἀσκήσεως μόνον, ἀλλ’ ἤδη καὶ τῶν ἀπὸ τῆς φύσεως περιγενομένων, ὅτι συγγενέστερος ἡμῖν ἐδείχθη καὶ τῶν γεγεννηκότων αὐτῶν.

Διὰ ταῦτα γάρ, οὐδὲ τὴν ἀνθρωπείαν εἰσενέγκαι φιλοσοφίαν, οὐδὲ μέχρι τούτων στῆναι τῶν ἄθλων, ἀλλὰ ταύτην μὲν ζῆσαι τὴν ἐν Χριστῷ ζωὴν τὴν καινήν, ἐκείνην δὲ ἐπιδείξασθαι τὴν δικαιοσύνην ὑποχρέῳ καθέσταμεν πάντες. Οὐκ ἂν εἰ μὴ ταύτῃ προσήκομεν μᾶλλον, καὶ διαφερόντως πρὸς ἡμῶν ἦν· διὰ τοῦτο γὰρ «τῷ Χριστῷ συνετάφημεν διὰ τοῦ βαπτίσματος, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν». Καὶ πρὸς Τιμόθεον· «Ἐπιλαβοῦ, φησὶ Παῦλος, τῆς αἰωνίου ζωῆς». Καί· «Γίνεσθε ἅγιοι κατὰ τὸν καλέσαντα ἅγιον». Καί· «Γίνεσθε οἰκτίρμονες», οὐ τὸν ἔλεον τὸν ἀνθρώπειον, ἀλλὰ «καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί». Καί· «Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς». ᾯ φίλτρῳ Παῦλος ἐφίλει «ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ»· ὅθεν καὶ ὁ Σωτὴρ αὐτὸς τοὺς μαθητὰς εἰρήνην ἄγειν κελεύων, αὐτὴν ἐντίθησιν αὐτοῖς τὴν εἰρήνην τὴν ἑαυτοῦ· «Εἰρήνην γάρ, φησί, τὴν ἐμὴν δίδωμι ὑμῖν»· καὶ πρὸς τὸν Πατέρα· «ἵνα, φησίν, ἡ ἀγάπη ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ».

Καὶ ὅλως καθάπερ ἡ γέννησις θεία τίς ἐστι καὶ ὑπερφυής, οὕτω καὶ ἡ ζωὴ καὶ ἡ δίαιτα καὶ ἡ φιλοσοφία καὶ πάντα ταῦτα, καινὰ καὶ πνευματικά. Καὶ τοῦτο δηλῶν ὁ Σωτὴρ Νικοδήμῳ· «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, φησί, πνεῦμά ἐστι». Διὰ τοῦτο καὶ Παῦλος· «Ἵνα εὑρεθῶ, φησίν, ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ Θεοῦ δικαιοσύνην».

Ὁ δὲ λόγος ὅτι τοῦτό ἐστι τὸ βασιλικὸν ἱμάτιον· τὰ γὰρ ἡμέτερα, δοῦλα· ἐλευθερία δὲ καὶ βασιλεία, πρὸς ἣν ἐπείγεσθαι δεῖ, πῶς ἂν γένοιτο δούλων ἆθλον; οὐ γὰρ ἂν εἴη βασιλείας ἀξίους φανῆναι, πλέον οὐδὲν ἢ δούλων ἀρετὴν ἐπιδειξαμένους. Καθάπερ γὰρ «ἡ φθορὰ τῆς ἀφθαρσίας, ᾗ φησι Παῦλος, οὐκ ἂν γένοιτο κληρονόμος», «δεῖ δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», τὸν ἴσον τρόπον οὐδὲ τὰ τῶν δούλων ἔργα, πρὸς τὴν βασιλείαν ἐκείνην ἀρκέσαι δύναιτ’ ἂν ἡμῖν, ἀλλὰ τῆς ἐκ Θεοῦ δεήσει δικαιοσύνης. Υἱὸν γὰρ εἶναι δεῖ τὸν κληρονόμον, οὐ δοῦλον· «Ὁ γὰρ δοῦλος, φησί, οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα».

Ἀνθ’ ὧν ἕκαστον τῶν ἐπὶ τὸν κλῆρον τοῦτον ἀφιξομένων, πρότερον ἀποβαλόντα τὸν δοῦλον, δεῖξαι δεῖ τὸν Υἱόν· ὅπερ ἐστὶ τὴν μορφὴν τοῦ Μονογενοῦς ἐπὶ τῶν προσώπων κομισαμένους, μετὰ τούτου τοῦ κάλλους τῷ γεγεννηκότι φανῆναι. Καὶ τοῦτό ἐστιν ὑπὸ τοῦ Υἱοῦ τοῦ Θεοῦ πάσης ἀφεθῆναι δουλείας καὶ ὡς ἀληθῶς ἐλευθέρους εἶναι, ὃ τῷ Χριστῷ νοεῖ τὸ πρὸς τοὺς Ἰουδαίους εἰρημένον ἐκεῖνο· «Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε».

Λύει γὰρ καὶ υἱοὺς Θεοῦ ποιεῖται τοὺς δούλους, ὅτι Υἱὸς ὢν αὐτὸς καὶ πάσης ἐλεύθερος ἁμαρτίας, καὶ σῶμα αὐτοῖς καὶ αἷμα καὶ Πνεῦμα καὶ τὰ αὐτοῦ πάντα κοινὰ ποιεῖται· τοῦτον γὰρ τὸν τρόπον καὶ ἀνέπλασε καὶ ἠλευθέρωσε καὶ ἐθέωσε, τὸν ὑγιᾶ καὶ ἐλεύθερον καὶ ἀληθινὸν Θεὸν ἑαυτὸν ἡμῖν ἀναμίξας.

Καὶ οὕτω τὴν ἀληθινὴν ὄντα δικαιοσύνην τὸν Χριστόν, ἡμέτερον ἀγαθόν, καὶ πρὸ τῶν φυσικῶν αὐτῶν, τὸ ἱερὸν ἐργάζεται δεῖπνον, ὥστε καὶ φιλοτιμούμεθα τοῖς αὐτοῦ καὶ ὡς ἂν αὐτοὶ κατορθωκότες οὕτως εὐδοκιμοῦμεν, καὶ καλούμεθά γε ἐκεῖθεν, εἰ τὴν κοινωνίαν φυλάττομεν· καὶ εἴ τις ἀληθῶς ἅγιος καὶ δίκαιος καὶ ὁτιοῦν τῶν ἐπαινουμένων ἀκούοι, τὴν ἐπωνυμίαν, ἐξ ὧν ἐκείνου τετύχηκεν ἔλαβεν· «Ἐν τῷ Θεῷ γάρ, φησίν, ἐπαινεθήσεται ἡ ψυχή μου» καί· «ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη».

Ὅθεν τῶν ἀνθρωπίνων μὲν οὐδέν, τὰ Χριστοῦ δὲ ἀπαιτούμεθα καὶ ἐνεγκεῖν ἐπὶ τῶν ψυχῶν καὶ φέροντας ἀπελθεῖν, καὶ ταύτην πρὸ τῶν στεφάνων ἐπιδείξασθαι τὴν φιλοσοφίαν ἐκ παντὸς τρόπου καὶ τοῦτον τὸν καινὸν πλοῦτον, μηδὲν ἐπεισαγαγόντας αὐτῷ τοῦ πονηροῦ κόμματος, ὡς μόνην ταύτην οὖσαν ὑπὲρ τῆς ἐν οὐρανῷ βασιλείας ἀξιόχρεω φοράν.

Ἐπεὶ γὰρ ἆθλον ὃ δεῖ λαβεῖν ἀγωνισαμένους ὁ Θεός ἐστιν αὐτός, ἀνάγκη δὴ πρὸς τὸ γέρας ἀνάλογον ἔχειν, καὶ θείους εἶναι τοὺς ἀγῶνας, καὶ Θεὸν τοῖς ἀθληταῖς οὐ μόνον ἀλείπτην εἶναι καὶ τῶν ἀγώνων ἡγεμόνα, ἀλλὰ καὶ αὐτὸν ἐν αὐτοῖς εἶναι τὸν κατορθοῦντα, ὥστε τὸ μὲν ζητούμενον τέλος τῇ παρασκευῇ, τῷ τέλει δὲ τὴν παρασκευὴν ἀκόλουθον εἶναι.

Καθάπερ γὰρ εἰς τὴν γῆν πέμπων, οὐδὲν ἡμᾶς ἔδρασεν οὐδ’ ἀπῄτησεν ὑπερφυές, οὕτω πρὸς Θεὸν ἄγων καὶ τῆς γῆς ἀπαλλάττων, οὐδὲν ἀφῆκεν ἔχειν ἀνθρώπινον, ἀλλ’ ὧν ἡμῖν ἐδέησε πρὸς πάντα ἑαυτὸν ἥρμοσε, καὶ τῶν πρὸς τὸ τέλος ἐκεῖνο παρασκευάσαι δυναμένων οὐδὲν ἀφῆκεν ἀργὸν ἑαυτοῦ.

Εἶτε γὰρ ἀρρωστίαν εἴποι τις ἂν τὸ ἡμέτερον τοῦτο καὶ ἰατρείαν, οὐκ αὐτὸς εἰσῆλθεν εἰς τὸν κάμνοντα μόνον καὶ ὀφθαλμῶν ἠξίωσε καὶ χειρός, καὶ ὧν ἔδει πρὸς τὴν θεραπείαν αὐτουργὸς ἦν, ἀλλὰ καὶ αὐτὸ τὸ φάρμακον καὶ ἡ δίαιτα καὶ ὁτιοῦν ἄλλο τῶν πρὸς τὴν ὑγείαν φερόντων, αὐτὸς ἐγένετο.

Εἴτε ἀνάπλασίς ἐστιν, ἐξ ἑαυτοῦ καὶ τῶν οἰκείων σαρκῶν ἀνακαλεῖται, καὶ ὃ τοῦ διαφθαρέντος ἡμῖν ἀντεισήγαγεν, αὐτὸς ἦν. Οὐ γὰρ ὅθεν ἔπλασεν ἀπὸ τῆς αὐτῆς ἀνεπλάσθημεν ὕλης· ἀλλ’ ἐκεῖνο μὲν ἐποίησε «χοῦν λαβὼν ἀπὸ τῆς γῆς», ὑπὲρ δὲ τοῦ δευτέρου τὸ οἰκεῖον ἔδωκε σῶμα. Καὶ τὴν ζωὴν ἀνακτώμενος, οὐ τὴν ψυχὴν ἐπὶ τῆς φύσεως ἑστῶσαν ποιεῖ καλλίω, ἀλλὰ τὸ αἷμα ἐγχέων ταῖς καρδίαις τῶν μεμυημένων τὴν ἑαυτοῦ ζωὴν αὐτοῖς ἀνατέλλει· τότε μὲν γὰρ «ἐνεφύσησε, φησί, πνοὴν ζωῆς», νῦν δὲ τοῦ Πνεύματος ἡμῖν αὑτοῦ κοινωνεῖ. Καὶ γάρ· «Ἐξαπέστειλε, φησίν, ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ, ἐν ταῖς καρδίαις ἡμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ». Ἐπεὶ καὶ φωτὸς δεῆσαν, τότε μέν· «Γενηθήτω φῶς εἶπε, καὶ ἐγένετο φῶς», τὸ δοῦλον τοῦτο· νῦν δὲ ὁ Δεσπότης αὐτὸς «ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, ὁ τότε εἰπὼν ἐκ σκότους φῶς λάμψαι», Παύλου φωνή.

Καὶ τὸ πᾶν εἰπεῖν· ἐπὶ μὲν τῶν προτέρων χρόνων διὰ τῶν κτισμάτων τούτων τῶν ὁρωμένων εὐηργέτει τὸ γένος, καὶ προστάγμασι καὶ πρεσβείαις καὶ νόμοις ἦγε τὸν ἄνθρωπον, τοῦτο μὲν χρώμενος ἀγγέλοις, τοῦτο δὲ τῶν ἀνθρώπων τοῖς σεμνοτέροις· νῦν δὲ αὐτὸς ἀμέσως δι’ ἑαυτοῦ καὶ πρὸς πάντα χρώμενος ἑαυτῷ.

Σκοπῶμεν γὰρ ἄνωθεν. Ἐπὶ τῷ σῶσαι τὸ γένος οὐκ ἄγγελον ἔπεμψεν, ἀλλ’ αὐτὸς ἐλήλυθεν· ἔδει μαθεῖν τοὺς ἀνθρώπους ὑπὲρ ὧν ἀφίκετο, καὶ οὐ κατὰ χώραν μένων μετεπέμπετο τοὺς ἀκουσομένους, ἀλλ’ αὐτὸς ἐξήτει περιϊών, οἷς ἂν μεταδοίη τῶν λόγων. Καὶ τὰ μέγιστα τῶν ἀγαθῶν ἐπὶ τῆς γλώττης κομίζων, ἐπὶ τὰς θύρας ἐχώρει τῶν εὖ παθεῖν δεομένων, καὶ μὴν καὶ τοὺς νοσοῦντας οὕτως ἰᾶτο, παραγινόμενος αὐτὸς καὶ χειρὸς ἁπτόμενος· καὶ ὀφθαλμοὺς ἐδημιούργει γεγεννημένῳ τυφλῷ, τῷ προσώπῳ πηλὸν ἐπιβαλών, ὃν αὐτὸς οἴκοθεν ἐποίησε πτύσας εἰς τὴν γῆν καὶ τῷ δακτύλῳ μάξας, ἀνείλετο καὶ προσέπλασε. Καὶ «ἥψατο τῆς σοροῦ» φησί. Καὶ ἐπέστη τῷ τάφῳ Λαζάρου καὶ φωνὴν ἐγγύθεν ἀφῆκε, καίτοι καὶ πόρρωθεν εἴπερ ἐβούλετο καὶ λόγῳ καὶ νεύματι μόνῳ, καὶ ταῦτα καὶ τὰ τούτων ἔτι μείζω πάντα ἂν εἰργασμένος, ὅς γε καὶ τὸν οὐρανὸν τὸν τρόπον τοῦτον ἐποίησεν. Ἀλλὰ τὸ μὲν ἂν ἦν τῆς αὐτοῦ δυνάμεως τεκμήριον ἐναργές, ἐκεῖνο δὲ τῆς φιλανθρωπίας σημεῖον, ἣν ἐπιδειξόμενος ἦλθεν.

Ἔτι τοίνυν τοὺς ἐν ᾍδου δεσμώτας ἔδει λυθῆναι, καὶ τὸ ἔργον οὐκ ἐπέτρεψεν ἀγγέλοις ἢ τοῖς ἄρχουσι τῶν ἀγγέλων, ἀλλ’ αὐτὸς κατῆλθεν εἰς τὸ δεσμωτήριον. Τοὺς αἰχμαλώτους τὴν ἐλευθερίαν εἰκὸς ἦν οὐ προῖκα λαβεῖν, ἀλλ’ ἐωνημένους· καὶ λύει τὸ αἷμα καταβαλών.

Τοῦτον τὸν τρόπον ἐξ ἐκείνου καὶ εἰς τὴν ἐσχάτην ἡμέραν ἁμαρτιῶν ἀπαλλάττει καὶ εὐθύνης ἀφίησι καὶ ῥύπου τὰς ψυχὰς ἀποκλύζει. Καὶ γὰρ αὐτός ἐστιν ᾧ καθαίρει, ὅπερ ὁ Παῦλος δηλῶν· «Δι’ ἑαυτοῦ, φησί, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς». Διὰ ταῦτα καὶ διάκονον αὐτὸν καλεῖ καὶ αὐτὸς ἑαυτὸν διακονοῦντα, καὶ ἐπὶ τῷ διακονῆσαι παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον ἐληλυθέναι.

Καὶ τὸ μέγιστον ἁπάντων· οὐ γὰρ ἐπὶ τοῦ παρόντος μόνον, ὅτε μετὰ τῆς ἀνθρωπείας ἀσθενείας ἐφάνη καὶ ἦλθεν οὐχ «ἵνα κρίνῃ τὸν κόσμον» καὶ τὰ δούλων ἐπεδείκνυτο καὶ τὰ τοῦ Δεσπότου πάντα ἀπέκρυπτεν, ἀλλ’ ἤδη καὶ ἐπὶ τοῦ μέλλοντος, ὅτε μετὰ δυνάμεως ἀφίξεται καὶ ἐπὶ τῆς πατρικῆς φανεῖται δόξης, ἐπὶ τῆς ἀναδείξεως, ἐπὶ τῆς βασιλείας αὐτῆς· «Περιζώσεται, φησί, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς», εἰκότως, δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς.

Τοῦτον γὰρ τὸν τρόπον τὴν καθαρὰν καὶ ἀληθινὴν ἐβασίλευσε βασιλείαν, αὐτὸς ἑαυτῷ πρὸς τὴν βασιλείαν ἀρκέσας· καὶ οὕτως ἤγαγεν ὧν ἐκράτησεν, ἱλαρώτερον μὲν φίλων, ἀκριβέστερον δὲ τυράννων, πατρὸς φιλοστοργότερον, μελῶν συμφυέστερον, καρδίας ἀναγκαιότερον, οὐ φόβῳ κλίνων, οὐ μισθῷ δουλούμενος, ἀλλ’ αὐτὸς ὢν ἑαυτῷ δύναμις τῆς ἀρχῆς καὶ μόνος αὐτὸς ἑαυτῷ συνάπτων τοὺς ἀρχομένους.

Τὸ γὰρ φόβῳ ἢ μισθούμενον βασιλεύειν οὐκ αὐτόν ἐστιν ὡς ἀληθῶς ἄρχειν, ἀλλὰ τῆς ὑπακοῆς τὰς ἐλπίδας αἰτιᾶσθαι δεῖ καὶ τὰς ἀπειλάς. Ὥσπερ τοίνυν οὐκ ἂν ἄρχοι κυρίως, ᾧ τὸ κρατεῖν ἑτέρωθεν, οὕτως οὐδὲ δουλεύειν ἔστιν ἀληθῶς τῷ Θεῷ, ἐπειδὰν κατά τινα τῶν εἰρημένων ὑποταττώμεθα τρόπον.

Ἐπεὶ δὲ ἔδει τὴν καθαρωτάτην ἀρχὴν αὐτὸν βασιλεύειν, οὐ γὰρ ἦν εἰκὸς τὴν ἑτέραν, ἐξεῦρεν ὅπως ἀνύσει. Καὶ οὗτος ἦν ὁ τρόπος ὁ παραδοξότατος. Τοῖς γὰρ ἐναντίοις ἐχρήσατο, καὶ ἵνα Δεσπότης ἀληθὴς ᾖ, δούλου δέχεται φύσιν καὶ διακονεῖ τοῖς δούλοις μέχρι σταυροῦ καὶ θανάτου, καὶ οὕτω τὰς ψυχὰς τῶν δούλων αἱρεῖ καὶ τὴν θέλησιν ἀμέσως χειροῦται. Τούτου χάριν καὶ Παῦλος ταύτην τὴν διακονίαν τὴν αἰτίαν εἰδὼς εἶναι τῆς βασιλείας, ὅτι «Ἐταπείνωσεν ἑαυτόν, φησί, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε». Καὶ ὁ θαυμαστὸς Ἠσαΐας· «Διὰ τοῦτο αὐτός, φησί, κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ μετὰ ἀνόμων ἐλογίσθη».

Διὰ μὲν γὰρ τὴν πρώτην δημιουργίαν τῆς φύσεως ἡμῶν ὁ Χριστὸς Δεσπότης, διὰ δὲ τὴν καινὴν κτίσιν τῆς γνώμης ἐκράτησεν· ὅπερ ἐστὶν ἀνθρώπων ὡς ἀληθῶς βασιλεύειν, ὅτε τὴν κατὰ τὸν λογισμὸν ἐξουσίαν καὶ τὴν τῆς γνώμης αὐτονομίαν, ἃ ποιεῖ τὸν ἄνθρωπον, ἐνταῦθα καταδήσας καὶ δουλωσάμενος ἤγαγεν· ὑπὲρ οὗ καί· «Ἐδόθη μοι πᾶσα ἐξουσία, φησίν, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», ὡς δή τι καινὸν παθὼν ὁ πρὸ τῶν αἰώνων Δεσπότης τοῦ κόσμου, ὅτι μετὰ τῶν ἐν οὐρανῷ καὶ ἡ τῶν ἀνθρώπων φύσις τὸν κοινὸν ἐπέγνω Δεσπότην. Καὶ μὴν καὶ τὸ τοῦ Δαβὶδ ἐκεῖνο· «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη», ταύτην ἐστὶν αἰνιττομένου τὴν βασιλείαν, καθ’ ἣν τὰ ἔθνη «σύσσωμα τῷ Σωτῆρι καὶ συμμέτοχα», Παῦλός φησι. Τῷ γὰρ οὕτω τοῖς σώμασι καὶ ταῖς ψυχαῖς καθάπαξ ἡνῶσθαι, οὐ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν καὶ προαιρέσεων κατέστη Δεσπότης, καὶ κρατεῖ τὴν ὡς ἀληθῶς αὐτάρκη καὶ καθαρὰν βασιλείαν, αὐτὸς ἄγων δι’ ἑαυτοῦ, καθάπερ ψυχὴ σῶμα καὶ μέλη κεφαλή.

Ἄγονται γὰρ οἳ στέργειν τὸν ζυγὸν ᾠήθησαν τοῦτον, ὥσπερ οὐκ αὐτοὶ λόγῳ συζῶντες, οὐδὲ προαιρέσεως συνόντες αὐτονομίᾳ. «Κτηνώδης γάρ, φησίν, ἐγενόμην παρά σοι»· καὶ τοῦτό ἐστι τὴν ψυχήν τινα τὴν ἑαυτοῦ μισῆσαι καὶ ἀπολέσαι καὶ δι’ ὧν ἀπόλλυσι σῶσαι ὅταν οὕτως ἡ καινὴ κτίσις κρατήσῃ, καὶ ὁ καινὸς Ἀδὰμ παντάπασιν ἀποκρύψῃ τὸν παλαιόν, καὶ οὔτε γεννήσεως οὔτε ζωῆς οὔτε τελευτῆς οὐδὲν τῆς παλαιᾶς περιλειφθῇ ζύμης.

Καὶ γὰρ τῷ παλαιῷ μὲν ἀπὸ τῆς γῆς συνέστη τὸ σῶμα, «ὁ δὲ νέος ἐκ Θεοῦ, φησίν, ἐγεννήθη»· καὶ τῆς ζωῆς δὲ ἑκατέρας ἡ τράπεζα μαρτύριον ἑκατέρα· τὴν μὲν γὰρ ἀνῆκεν ἡ γῆ, τὸν δὲ καινὸν ἄνθρωπον ὁ ἐπουράνιος ἀπὸ τῶν οἰκείων τρέφει σαρκῶν· διὰ ταῦτα καὶ ἀναλύοντες ὁ μὲν εἰς τὴν γῆν ἐπανῆλθεν, ἐξ ἧς προῆλθεν, ὁ δὲ εἰς τὸν Χριστὸν ἐχώρησεν, ὅθεν ἐλήφθη.

Καὶ τῇ τοῦ προενεγκόντος ἀρχῇ κατάλληλον ἑκάτερος ποιεῖται τὴν τελευτήν· «Οἷος γάρ, φησίν, ὁ χοικός, τοιοῦτοι καὶ οἱ χοϊκαί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι». Καὶ οὐ τῆς ψυχῆς ἕνεκα μόνον, ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ. Καὶ αὐτὸ γὰρ ἐπουράνιον, καθάπερ τὸ συναμφότερον ἐκεῖ χοϊκόν· ἥ τε γὰρ ψυχὴ τὰς χεῖρας οἰκεῖ τοῦ ἐπουρανίου, τό τε σῶμα, μέλος ἐκείνου· καὶ ψυχῆς μὲν οὐ μετέχει, τοῦ δὲ ζῶντος Πνεύματος γέμει· καὶ ζῇ μετὰ τελευτήν, τῆς προτέρας ζωῆς οὐδ’ ὅσον εἰπεῖν καλλίω, ἐπεὶ οὐδὲ ἀπέθανεν ἀληθῶς τὴν ἀρχήν· «Ἔδοξαν γάρ, φησὶ Σολομών, τεθνάναι», καὶ οὐ τοῖς εὖ φρονοῦσιν, ἀλλ’ «ἐν ἀφρόνων ὀφθαλμοῖς». Καθάπερ γὰρ «ὁ Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει», οὕτω τὰ Χριστοῦ μέλη «θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα»· πῶς γὰρ ἂν καὶ γεύσαιτο θανάτου τῆς ζώσης ἀεὶ καρδίας ἐξηρτημένα;

Εἰ δὲ κόνις τὸ ὁρώμενον καὶ πλέον οὐδέν, οὐ χρὴ θαυμάζειν. Ὁ μὲν γὰρ πλοῦτος ἔνδον· «Ἡ ζωὴ γάρ, φησίν, ἡμῶν κέκρυπται»· ὁ δὲ θησαυρὸς ὀστράκινον σκεῦος· «Ἔχομεν γὰρ τὸν πλοῦτον τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», Παῦλος εἶπεν. Ὅθεν οἷς τὰ θύραζε φαίνεται μόνον, ὁ πηλὸς ἂν ὁρῷτο μόνος.

Τοῦ Χριστοῦ δὲ διαδειχθέντος, καὶ ἡ κόνις αὕτη τὸ οἰκεῖον ἐπιδείξεται κάλλος, ὅτε τῆς ἀστραπῆς ἐκείνης μέλος οὖσα φανεῖται, καὶ προσαρμόσει τῷ ἡλίῳ καὶ τὴν ἀκτῖνα κοινὴν ἀφήσει. «Λάμψουσι γάρ, φησίν, οἱ δίκαιοι ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν»· βασιλείαν τοῦ Πατρὸς τὴν ἀκτῖνα καλῶν ἐκείνην, καθ’ ἣν ὤφθη μὲν αὐτὸς λάμπων τοῖς ἀποστόλοις, «τὴν βασιλείαν τοῦ Θεοῦ», καθάπερ αὐτός φησι, «ἐληλυθυῖαν ἐν δυνάμει» θεασαμένοις.

Λάμψουσι δὲ καὶ οἱ δίκαιοι ἐπὶ τῆς ἡμέρας ἐκείνης μίαν λαμπρότητα καὶ δόξαν, τῶν μὲν τῷ δέχεσθαι, τοῦ δὲ τῷ διδόναι φαιδρυνομένων. Ὁ γὰρ ἄρτος οὗτος, τὸ σῶμα τοῦτο ὅπερ ἐνθένδεν ἀπὸ τῆς τραπέζης ταύτης, ἐκεῖ κομίζοντες ἥξουσι, τοῦτό ἐστιν ὅπερ ἐπὶ τῶν νεφελῶν τότε φανεῖται πᾶσιν ὀφθαλμοῖς, καὶ δείξει τὴν ὥραν ἀνατολῇ καὶ δύσει δίκην ἀστραπῆς ἐν μιᾷ χρόνου ῥοπῇ.

Μετὰ ταύτης ζῶσιν οἱ μακάριοι τῆς ἀκτῖνος καὶ τελευτώντων τὸ φῶς οὐκ ἀποχωρεῖ. «Φῶς γὰρ δικαίοις διαπαντός», καὶ πρὸς τὴν ζωὴν ἐκείνην τούτῳ λάμποντες ἀφικνοῦνται, ᾧ τὸν ἀεὶ συνῆσαν χρόνον, ἐπ’ ἐκεῖνο τηνικαῦτα τρέχοντες. Ὁ γὰρ ἑκάστῳ συμβήσεται τότε τῶν ἀναβιωσκομένων, ὀστᾶ καὶ μέρη καὶ μέλη τῇ κεφαλῇ συνιόντα τὴν ὁλότητα τῷ σώματι διασώζειν, τοῦτο καὶ τῷ Σωτῆρι Χριστῷ, τῇ πάντων κοινῇ κεφαλῇ.

Καὶ γὰρ ἐπὶ τῶν νεφελῶν ἀστράψασα μόνον, τὰ οἰκεῖα πανταχόθεν ἀπολήψεται μέλη, Θεὸς ἐν μέσῳ θεῶν, ὡραῖος ὡραίου κορυφαῖος χοροῦ· καὶ καθάπερ τὰ μετέωρα βάρη, τῶν δεσμῶν τῶν ἐπεχόντων ῥαγέντων, ἐπὶ τὴν γῆν χωρεῖ καὶ τὸν μέσον εὐθὺς ἐζήτησε τόπον· ὡς δὲ καὶ τὰ σώματα τοῖς ἁγίοις προσήλωται μὲν τῇ γῇ, τῇ φθορᾷ δεθέντα καὶ τυραννούμενα μένει, καὶ διὰ τοῦτο «στενάζομεν, φησί, ἐν τῷ σκήνει», φανείσης δὲ τῆς ἐλευθερίας, ἀκρατήτῳ φορᾷ πρὸς τὸν Χριστὸν ἵεται, τὸν οἰκεῖον κομιζόμενα τόπον. Ὅθεν ὁ Παῦλος ἄσχετον δεικνὺς εἶναι τὸν δρόμον ἐκεῖνον, ἁρπαγὴν τὸ πρᾶγμα καλεῖ· «Ἁρπαγησόμεθα γάρ, φησίν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα»· καὶ ὁ Σωτὴρ παραλαμβάνεσθαί φησιν αὐτούς· «Τότε γάρ, φησί, δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται», ἐκεῖνο σημαίνων, ὡς οὐδὲν ἀνθρώπινον οὐδὲ παρ’ αὐτῶν, ὥστε καὶ σχολῇ τινα χώραν εἶναι, ἀλλ’ αὐτὸς ἑλκύσει, αὐτὸς ἁρπάσει, ὃν οὐκ ἔνι χρόνῳ δουλεύειν.

Καθάπερ γὰρ ἐξ ἀρχῆς οὐκ ἀνέμεινε ζητηθῆναι παρ’ αὐτῶν, ἀλλ’ αὐτὸς ἐζήτησε πλανωμένους, καὶ τὴν ὁδὸν ὑποδείξας, ἔπειτα βαδίζειν μὴ δυναμένους, ἀνελόμενος ἐπὶ τῶν ὤμων ἐκόμισε, καὶ πίπτοντας ἀνεκαλεῖτο, καὶ ῥαθυμοῦντας ἐπηνωρθοῦτο, καὶ ἀποχωροῦντας παρεκάλει, καὶ ὅλως περὶ τῆς σωτηρίας αὐτοῖς διετέλεσεν ἐνοχλῶν· οὕτω καὶ τότε τὸν τελευταῖον πρὸς αὐτὸν τρέχοντας δρόμον, αὐτὸς ἀναστήσει καὶ πετομένοις αὐτὸς ἐργάσεται τὸ πτερόν.

Διὰ τοῦτο καὶ ἀετοὺς αὐτοὺς ἀπεκάλει συνιόντας ἐπὶ τὸ πτῶμα· «Ὅπου γάρ, φησί, τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί». Καὶ γὰρ ἀπὸ τραπέζης ἐπὶ τράπεζαν ἥξουσι, τῆς ἔτι καλυπτομένης ἐπὶ τὴν ἤδη φανερουμένην, ἀπὸ τοῦ ἄρτου ἐπὶ τὸ πτῶμα. Νῦν μὲν γὰρ ἄρτος ἐστὶν αὐτοῖς ὁ Χριστός, τὴν ἀνθρωπείαν ἔτι ζῶσι ζωήν· καὶ πάσχα, διαβαίνουσι γὰρ ἐνθένδεν ἐπὶ τὴν ἐν οὐρανῷ πόλιν. Ὅτε δὲ «ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί», ὁ θαυμαστός φησιν Ἠσαίας, τότε δὲ ἐπ’ αὐτοῦ τοῦ πτώματος καθεδοῦνται καθαροῦ παραπετασμάτων.

Ὃ καὶ δηλῶν ὁ μακάριός φησιν Ἰωάννης· «Ὀψόμεθα αὐτὸν καθώς ἐστιν». Οὔτε γὰρ ἄρτος ἐστὶν αὐτοῖς ὁ Χριστός, τῆς ἐν σαρκὶ ζωῆς πεπαυμένης, οὔτε πάσχα μένουσιν ἤδη. Τοῦ πτώματος δὲ πολλὰ φέρει· καὶ γὰρ μετὰ τῶν στιγμάτων αἱ χεῖρες καὶ τὰ ἴχνη τῶν ἥλων οἱ πόδες ἔχουσι, καὶ τὸν τύπον ἔτι φέρει τοῦ δόρατος ἡ πλευρά.

Τοῦτο τὸ δεῖπνον ἐπ’ ἐκεῖνο φέρει τὸ πτῶμα, τούτου χωρὶς ἀμήχανον ἐκεῖνο λαβεῖν, οὐχ ἧττον ἢ τὸν ἐκκοπέντα τοὺς ὀφθαλμοὺς τοῦ φωτὸς εἰς πεῖραν ἐλθεῖν. Εἰ γὰρ «οὐκ ἔχουσι ζωὴν ἐν ἑαυτοῖς» οἱ τοῦτο μὴ δειπνοῦντες τὸ δεῖπνον, νεκρῶν μελῶν ἀθάνατος πῶς ἂν γένοιτο κεφαλή;

Μία μὲν γὰρ ἡ τῆς τραπέζης δύναμις, εἷς δὲ ὁ ἑστιῶν ἐν ἑκατέρῳ τῶν κόσμων· καὶ τοῦτο μέν ἐστιν ὁ νυμφών, τοῦτο δὲ ἡ πρὸς τὸν νυμφῶνα παρασκευή, τοῦτο δὲ αὐτὸς ὁ νυμφίος. Ὅθεν τοῖς μὴ μετὰ τούτων ἀπεληλυθόσι τῶν δώρων πρὸς τὴν ζωήν, ἔσται πλέον οὐδέν. Οἷς δὲ ὑπῆρξε καὶ λαβεῖν τὴν χάριν καὶ σῶσαι, καὶ «εἰς τὴν χαρὰν εἰσῆλθον τοῦ Κυρίου αὐτῶν» καὶ τῷ νυμφίῳ συνεισῆλθον εἰς τὸν νυμφῶνα καὶ τῆς ἄλλης ἀπήλαυσαν τῆς ἐν τῷ δείπνῳ τρυφῆς, οὐ τηνικαῦτα τυχόντες, ἀλλ’ ὃ κομίζοντες ἦλθον, τούτου διαδειχθέντος καθαρώτερον αἰσθανόμενοι.

Καὶ οὗτος ὁ λόγος, καθ’ ὃν «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστιν».