Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Έκτος: Η διαφύλαξη της χάριτος διά των εντολών και της μνήμης του Θεού

Υπογραμμίζεται η αναγκαιότητα της ανθρώπινης συνέργειας για τη διατήρηση της χάριτος των μυστηρίων, με έμφαση στην τήρηση των εντολών, τη φύλαξη των λογισμών και την αδιάλειπτη θεωρία του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 11 από 14

Λόγος ἕκτος· πῶς αὐτὴν ἀπὸ τῶν μυστηρίων λαβόντες φυλάξομεν. Ἃ μὲν οὖν τῆς ἐν Χριστῷ ζωῆς εἰς αὐτὸν τὸν Χριστὸν ἀναφέρει καὶ ὧν ἐκείνῳ μόνῳ προσῆκε, ταῦτά ἐστιν. Ἐπεὶ δὲ τὸ μὲν συστῆναι τὴν ζωὴν ἐξ ἀρχῆς τῆς τοῦ Σωτῆρος χειρὸς ἐξήρτηται μόνης, τό γε μὴν φυλάξαι παγεῖσαν καὶ μεῖναι ζῶντας καὶ τῆς ἡμετέρας ἔργον σπουδῆς· ἀνάγκη δὲ καὶ τῶν ἀνθρωπίνων ἐνταῦθα καὶ τοῦ παρ’ ἡμῶν συντελοῦντος, ὥστε μὴ διαφθεῖραι λαβόντας ἀλλὰ διὰ τέλους σῶσαι τὴν χάριν καὶ τὸν θησαυρὸν ἐνθένδεν ἐν χεροῖν ἔχοντας ἀπελθεῖν, καὶ ταῦτα σκοπεῖν δι’ ὧν ἔξεστιν ἀνῦσαι λοιπὸν ἂν εἴη τῷ νῦν ἀγῶνι· καὶ τοῦ περὶ τῆς ζωῆς ἡμῖν λόγου γένοιτ’ ἂν καὶ τοῦτο μέρος εἰκότως.

Καθάπερ γὰρ ἐπὶ τῶν πραγμάτων αὐτῶν εἰκός ἐστι καὶ συμβαῖνον, τὴν ζωὴν οὐκ ἀγαπᾶν δεξαμένους οὐδὲ καθεύδειν ὡς ἂν τὸ πᾶν ἔχοντας, ἀλλὰ καὶ δι’ ὧν φυλάξομεν προσῆκε ζητεῖν, τὸν ἴσον τρόπον κἀν τοῖς λόγοις ἂν ἔχοι, καὶ τοῖς περὶ τῶν προτέρων τοὺς περὶ τῶν δευτέρων προσθεῖναι, καὶ ὅθεν ἐζήσαμεν καὶ ὅπως καὶ τί παθόντες εἰπόντας, ἔπειτα τί ποιοῦντες οὐ προδώσομεν τὴν εὐδαιμονίαν ἀκόλουθον ἂν εἴη διεξελθεῖν.

Καίτοι τοῦτο μέν ἐστιν ἀρετὴ καὶ τὸ ζῆν κατὰ τὸν ὀρθὸν λόγον· τούτων δὲ πέρι, πολλοῖς μὲν εἴρηται τῶν ἀρχαίων, πολλοῖς δὲ τῶν ἔπειτα, καὶ οὐκ ἔστιν ὃ παρεῖται δέον εἰρῆσθαι, καὶ κινδυνεύει δὴ περίεργον ἂν ἡμῖν τὸν ἀγῶνα τοῦτον ἠνύσθαι. Ἐπεὶ δ’ ὧν ἐξ ἀρχῆς ἐνεστησάμεθα καὶ τὸ περὶ τούτων εἰπεῖν ἀπαιτούντων, εἰ μὴ προσθεῖμεν οὐκ ἔστι σῶν εἶναι τὸν λόγον, ῥητέον ὡς οἷόν τε, ἃ μὲν ἴδια τῶν ἀνθρωπίνων βίων ἑκάστῳ προσῆκε πολλῶν ὄντων παραλιπόντας, ὧν δ’ ὑπόχρεω κοινῇ τῷ Θεῷ καθέσταμεν πάντες, ταῦτα σκοποῦντας.

Οὔτε γὰρ τὴν αὐτὴν ἀρετὴν εἴποι τις ἂν εἶναι δεῖν τῶν τε τὰ κοινὰ πολιτευομένων καὶ οἳ τὰ αὑτῶν πράττουσιν, οὔτε τῶν μετὰ τὸ λουτρὸν τῷ Θεῷ μηδὲν πλέον ὑπεσχημένων καὶ οἷς ὁ βίος μονώτης, οἳ παρθενίαν προὐστήσαντο καὶ τὸ μηδὲν ἔχειν καὶ μὴ μόνον ἄλλού του κτήματος ἀλλ’ οὐδ’ αὐτοὶ σφῶν αὐτῶν εἶναι κύριοι.

Ὅτι ἡ τῶν θείων ἐντολῶν ἐργασία τὴν ἀπὸ τῶν μυστηρίων χάριν ἐν ἡμῖν συντηρεῖ, καὶ ταύτης χωρὶς ἀδύνατον ἐν Χριστῷ ζῆν. Ὃ δὲ κοινόν ἐστιν ἅπασι χρέος τοῖς ἀπὸ Χριστοῦ καλουμένοις, ὥσπερ αὐτὸ δὴ τὸ πρόσρημα, καὶ δεῖ πάντας ὁμοίως εἰσενεγκεῖν, ὑπὲρ οὗ πᾶν ὁτιοῦν προϊσχομένους οὐκ ἔστι παραιτήσασθαι τοὺς ἀπολιπομένους, οὐ τὴν ἡλικίαν, οὐ τέχνην, οὐ τύχην οὐδ’ ἡντινοῦν, οὐ νόσον, οὐκ εὐεξίαν, οὐ τὴν ἐσχατιάν, οὐ τὴν ἐρημίαν, οὐ τὰς πόλεις, οὐ τοὺς θορύβους, οὐκ ἄλλο τῶν πάντων οὐδὲ ἓν ἐφ’ ἃ συμβέβηκεν ἐγκαλουμένους ἀναχωρεῖν, ὡς οὐδενὸς αὐτῷ προσίστασθαι δυναμένου καὶ πᾶσιν ἐξόν· τῇ τοῦ Χριστοῦ θελήσει μὴ πολεμεῖν, ἀλλὰ τοὺς ἐκεῖθεν ἐκ παντὸς τρόπου σῴζοντας νόμους πρὸς τἀκείνῳ δοκοῦντα διατιθέναι τὸν βίον ...

Ταῦτα γὰρ οὔτε κρείττω δυνάμεως ἀνθρωπείας ἔστιν εἰπεῖν, οὐ γὰρ ἂν τοῖς παρανομοῦσιν ἔκειτο δίκη, τῶν τε Χριστιανῶν οὐκ ἔστιν οὐδεὶς ὃς οὐκ εἰς ἔργον ἅπαντα ἀγαγεῖν ἑαυτῷ σύνοιδεν ὑπόχρεως ὤν. Οἵ γε τὴν ἀρχὴν αὐτῷ προσιόντες ἦ μὴν διὰ πάντων ἀκολουθήσειν ηὔξαντο πάντες ὁμοίως, καὶ ταύταις ταῖς συνθήκαις δήσαντες ἑαυτοὺς οὕτω μετέσχον τῶν ἱερῶν.

Οὕτω δ’ ὄντα κοινὰ πᾶσιν ὀφλήματα τὰ τοῦ Σωτῆρος ἐπιτάγματα τοῖς πιστοῖς, καὶ δυνατὰ τοῖς βουλομένοις ἀνῦσαι καὶ σφόδρα τῶν ἀναγκαίων καὶ ὧν χωρὶς οὐκ ἂν γένοιτο Χριστῷ συνελθεῖν, τῷ πλείστῳ καὶ καλλίστῳ μέρει διεστηκότας τῇ θελήσει καὶ τοῖς βουλήμασιν.

Ἀνάγκη γὰρ κοινωνῆσαι γνώμης ᾧ κοινωνοῦμεν αἱμάτων, καὶ μὴ τὰ μὲν συνημμένους, τὰ δὲ διῃρημένους, οὕτω μὲν φιλεῖν, ἐκείνως δὲ πολεμεῖν, καὶ τέκνα μὲν εἶναι, μωμητὰ δέ, καὶ μέλη μέν, ἀλλὰ νεκρά, οἷς ὄφελος οὐδὲν τὸ συμφῦναι καὶ γεννηθῆναι, καθάπερ τὸ κλῆμα τῆς ἀληθινῆς ἀμπέλου διαιρεθεῖσιν, οὗ τέλος ἔξω βληθῆναι καὶ ξηρανθῆναι καὶ προσριφῆναι πυρί.

Διὰ ταῦτα τὸν ἐν Χριστῷ ζῆν προῃρημένον ἀκόλουθον μὲν τῆς καρδίας καὶ τῆς κεφαλῆς ἐκείνης ἐξῆφθαι, οὐ γὰρ ἑτέρωθεν ἡμῖν ἡ ζωή· τοῦτο δὲ οὐκ ἐξὸν δυνηθῆναι μὴ τὰ αὐτὰ βουλομένους, ἀνάγκη πρὸς τὴν τοῦ Χριστοῦ θέλησιν τὴν γνώμην καθόσον οἷόν τε ἀνθρώποις ἀσκῆσαι καὶ τῶν αὐτῶν ἐπιθυμεῖν καὶ τοῖς αὐτοῖς ἐκείνῳ χαίρειν παρασκεῦσαι.

Τὰς γὰρ ἐναντίας ἐπιθυμίας μιᾶς ἀνίσχειν καρδίας τῶν ἀμηχάνων· «ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας οὐδὲν ἄλλο, φησί, προφέρειν οἶδεν ἢ πονηρόν, καὶ ὁ ἀγαθὸς ἀγαθόν.» Καὶ καθάπερ τοῖς ἐν Παλαιστίνῃ πιστοῖς, ὅτι τῶν αὐτῶν ἐπεθύμουν, «ἦν ἡ καρδία, φησί, καὶ ἡ ψυχὴ μία», τὸν ἴσον τρόπον εἴ τις τῷ Χριστῷ μὴ κοινωνὸς εἴη τῆς γνώμης, ἀλλ’ οἷς ἐκεῖνος ἐπιτάττει πρὸς παλινῳδίαν ἐξάγοι, τὴν ἑαυτοῦ ζωὴν οὐ πρὸς τὴν αὐτὴν ἐκείνῳ τάττει καρδίαν, ἀλλὰ δῆλός ἐστι καρδίας ἐξηρτημένος ἑτέρας· ἐπεὶ καὶ τοὐναντίον κατὰ τὴν ἑαυτοῦ καρδίαν εὗρε τὸν Δαβὶδ ὅτι «τὰς ἐντολάς σου, φησίν, οὐκ ἐπελαθόμην».

Εἰ δὲ ζῆν μὲν οὐκ ἔστι μὴ τῆς καρδίας ἐξηρτημένους ἐκείνης, ἐξηρτῆσθαι δὲ οὐκ ἂν εἴη μὴ τὰ αὐτὰ βουλομένους, ἵνα ζῆν δυνηθῶμεν σκοπῶμεν ὅπως τῶν αὐτῶν ἐρᾶν τῷ Χριστῷ καὶ τοῖς αὐτοῖς ἐκείνῳ δυνησόμεθα χαίρειν.

Ἔστι τοίνυν πράξεως μὲν ἐπιθυμία πάσης ἀρχή, ἐπιθυμίας δὲ λογισμός· οὐκοῦν πειρατέον πρό γε πάντων, τῶν ματαίων ἀπάγειν τὸν τῆς ψυχῆς ὀφθαλμόν, ἐννοιῶν ἀγαθῶν μεστὴν ἔχοντας ἑκάστοτε τὴν καρδίαν, ὥστε μηδαμοῦ κενὴν οὖσαν χώραν εἶναι ταῖς πονηραῖς.

Ὅτι τὸ τὰ Χριστοῦ μελετᾶν ἀεὶ καὶ στρέφειν ἐν τῇ ψυχῇ τῆς ἐργασίας τῶν ἐντολῶν αἴτιον καὶ ἀρχὴ γίνεται· καὶ περὶ τῆς τοιαύτης μελέτης. Πολλῶν δὲ ὄντων ἃ μελέτης ὕλην καὶ ψυχῆς ἔργον καὶ νοῦ τρυφὴν καὶ διατριβὴν ποιεῖσθαι προσῆκε, τὸ πάντων ἥδιστον καὶ λυσιτελέστατον καὶ φθέγξασθαι καὶ λογίσασθαι, τῶν μυστηρίων ὁ λόγος καὶ ὃν ἐνθένδεν ἔσχομεν πλοῦτον· καὶ τίνες μὲν ἦμεν πρὶν μεμυῆσθαι, τίνες δὲ καθέσταμεν μυηθέντες· καὶ τίς μὲν ἡ προτέρα δουλεία, τίς δὲ ἡ νῦν ἐλευθερία καὶ βασιλεία· καὶ τίνα μὲν ἡμῖν ἤδη τῶν ἀγαθῶν παρεσχέθη, τίνα δὲ ἀπόκειται· καὶ πρό γε τούτων, τίς ἡμῖν ἁπάντων τούτων ὁ χορηγὸς καὶ οἷον μὲν αὐτῷ τὸ κάλλος, ὁποῖος δὲ τὴν χρηστότητα, καὶ ὅπως ἐφίλησε τὸ γένος καὶ ἡλίκος ὁ ἔρως.

Τούτων γὰρ τὴν διάνοιαν προκατειληφότων καὶ τὴν ψυχὴν κατασχόντων, οὐ ῥᾴδιον ἐπ’ ἄλλο βλέψαι τὸν λογισμὸν καὶ τὴν ἐπιθυμίαν μετενεγκεῖν ἑτέρωσε, οὕτω μὲν καλῶν ὄντων, οὕτω δὲ ἐπαγωγῶν· αἵ τε γὰρ εὐεργεσίαι πλήθει καὶ μεγέθει νικῶσι, τό τε φίλτρον ὅθεν ἐπὶ ταύτας προήχθη, μεῖζον ἢ λογισμοῖς ἀνθρώπων ὑποπεσεῖν.

Καθάπερ γὰρ τῶν ἀνθρώπων τοὺς ἐρῶντας ἐξίστησι τὸ φίλτρον, ὅταν ὑπερβάλῃ καὶ κρεῖττον γένηται τῶν δεξαμένων, τὸν ἴσον τρόπον ὁ περὶ τοὺς ἀνθρώπους ἔρως τὸν Θεὸν ἐκένωσεν. Οὐ γὰρ κατὰ χώραν μένων καλεῖ πρὸς ἑαυτὸν ὃν ἐφίλησε δοῦλον, ἀλλ’ αὐτὸς ζητεῖ κατελθών· καὶ πρὸς τὴν καταγωγὴν ἀφικνεῖται τοῦ πένητος ὁ πλουτῶν· καὶ προσελθών, δι’ ἑαυτοῦ μηνύει τὸν πόθον, καὶ ζητεῖ τὸ ἴσον, καὶ ἀπαξιοῦντος οὐκ ἀφίσταται· καὶ πρὸς τὴν ὕβριν οὐ δυσχεραίνει, καὶ διωκόμενος προσεδρεύει ταῖς θύραις, καὶ ἵνα τὸν ἐρῶντα δείξῃ πάντα ποιεῖ, καὶ ὀδυνώμενος φέρει καὶ ἀποθνῄσκει.

Ἐπεὶ γὰρ δυοῖν ὄντων ἃ δῆλον καθίστησι καὶ θριαμβεύει τὸν ἐραστήν· τοῦ τε πᾶσιν οἷς ἔξεστιν εὖ ποιεῖν τὸν ἐρώμενον, τοῦ τε δεινὰ πάσχειν αἱρεῖσθαι περὶ αὐτοῦ καὶ ὀδυνᾶσθαι δεῆσαν, δεῖγμα μὲν φιλίας τοῦ προτέρου τὸ δεύτερον γένοιτ’ ἂν πολλῷ τινι μεῖζον, τῷ Θεῷ δὲ οὐκ ἐξῆν ἀπαθεῖ ὄντι κακῶν· ἀλλὰ φιλάνθρωπος ὢν εὐεργετεῖν μὲν εἶχε τὸν ἄνθρωπον, ἀνέχεσθαι δὲ ὑπὲρ αὐτοῦ πληττόμενος οὐδ’ ἐγγύς· καὶ τὸ μὲν φίλτρον ὑπερφυὲς ἦν, τὸ δὲ σημεῖον ᾧ δῆλον ἂν ἦν οὐ προσῆν, ἔδει δὲ μὴ λανθάνειν σφόδρα φιλῶν, ἀλλὰ τῆς μεγίστης ἀγάπης δοῦναι πεῖραν ἡμῖν καὶ δεῖξαι τὸν ἔσχατον ἐρῶν ἔρωτα· ταύτην μηχανᾶται τὴν κένωσιν καὶ πραγματεύεται καὶ ποιεῖ δι’ ὧν οἷός τε γένοιτ’ ἂν δεινὰ παθεῖν καὶ ὀδυνηθῆναι· καὶ οὕτως οἷς ἠνέσχετο πείσας, ὡς ἄρα φιλεῖ διαφερόντως, πρὸς ἑαυτὸν ἐπιστρέψει τὸν ὅτι πέπειστο μισεῖσθαι φυγόντα τὸν ἀγαθόν.

Τὸ δὲ πάντων καινότατον· οὐ γὰρ ἤνεγκε μόνον τὰ δεινότατα πάσχων καὶ ἐπὶ ταῖς πληγαῖς ἀποθνῄσκων, ἀλλὰ καὶ ἀναβιοὺς καὶ τῆς φθορᾶς ἀναστήσας τὸ σῶμα, τῶν πληγῶν ἔτι περιέχεται τούτων καὶ τὰς οὐλὰς ἐπὶ τοῦ σώματος φέρει, καὶ τοῖς ὀφθαλμοῖς τῶν ἀγγέλων μετὰ τούτων φαίνεται καὶ τὸ πρᾶγμα κόσμον ἡγεῖται καὶ χαίρει δεικνὺς ὅτι δεινὰ πέπονθε καὶ τἄλλα μὲν ἔρριψεν ὅσα τοῦ σώματος καὶ ἔστιν αὐτῷ τὸ σῶμα πνευματικὸν καὶ οὔτε βάρους οὔτε πάχους οὔτ’ ἄλλου πάθους αὐτῷ τῶν σωματικῶν οὐδὲν ὑπελείφθη· τὰς ὠτειλὰς δὲ παντάπασιν οὐκ ἀπέβαλεν οὐδὲν τελέως ἀπετρίψατο τὰς πληγάς, ἀλλὰ στέργειν ᾠήθη διὰ τὸ περὶ τὸν ἄνθρωπον φίλτρον, ὅτι διὰ τούτων εὗρεν ἀπολωλότα καὶ πληττόμενος εἷλε τὸν ἐρώμενον.

Ἄλλως γὰρ ἔτι συνεστάναι τὰ πληγῶν ἴχνη πῶς ἂν ἀκόλουθον ἦν ἀθανάτου σώματος, ἃ θνητῶν ἐνίοτε καὶ φθαρτῶν καὶ τέχνη καὶ φύσις ἐξέβαλεν; Ἀλλ’ ὡς ἔοικεν, ἐπιθυμία μὲν ἦν αὐτῷ περὶ ἡμῶν ἀλγῆσαι πολλάκις· ἐπεὶ δὲ οὐκ ἐξῆν, τοῦ σώματος αὐτῷ τὴν φθορὰν καθάπαξ διαφυγόντος, καὶ ἅμα τῶν πληξόντων φειδόμενος ἀνθρώπων, τὰ γοῦν σημεῖα τῆς σφαγῆς ἔγνω τῷ σώματι συντηρεῖν καὶ τοῖς τύποις ἀεὶ συνεῖναι τῶν τραυμάτων ὧν ἅπαξ ἐνεγέγραπτο σταυρωθείς, ἵνα δῆλος ὡς ἄρα περὶ τῶν δούλων ἐσταύρωται καὶ τὴν πλευρὰν ἐνύγη πόρρωθεν ᾖ, καὶ μετὰ τῆς ἀκτῖνος ἐκείνης τῆς ἀπορρήτου καὶ ταῦτα κόσμον ἔχῃ τῷ βασιλεῖ.

Τί τοῦ φίλτρου τούτου γένοιτ’ ἂν ἴσον; τί τοσοῦτον ἐφίλησεν ἄνθρωπος; τίς οὕτω μήτηρ φιλόστοργος ἢ πατὴρ φιλότεκνος; ἢ τίς τῶν καλῶν οὑτινοσοῦν οὕτως ἔλαβεν ἔρωτα μανικόν, ὥστε ὅτι φιλεῖ, παρ’ αὐτοῦ τοῦ φιλουμένου πληγεὶς οὐκ ἀνασχέσθαι μόνον οὐδὲ τὸ φίλτρον ἔτι περὶ τὸν ἀγνώμονα σῴζειν, ἀλλὰ καὶ αὐτὰ τοῦ παντὸς ἡγεῖσθαι τὰ τραύματα; καίτοι ταῦτα γένοιτ’ ἂν οὐ φιλοῦντος μόνον, ἀλλὰ καὶ σφόδρα τιμῶντος, εἰ δὴ τῆς ἐσχάτης τοῦτο τιμῆς τὸ μηδὲ τοῖς ἀρρωστήμασι τῆς φύσεως ἐπαισχύνεσθαι, ἀλλὰ μετὰ τῶν μωλώπων ὧν τῆς ἀνθρωπίνης ἐκληρονόμησεν ἀσθενείας, ἐπὶ τοῦ βασιλείου καθῆσθαι θρόνου.

Καὶ οὐ τὴν φύσιν μὲν τοσούτων ἠξίωσε, τοὺς καθ’ ἕνα δὲ περιεῖδεν, ἀλλ’ ἐπὶ τὸ διάδημα τοῦτο πάντας καλεῖ, δουλείας ἀφῆκεν, υἱοὺς ἐποίησε· τὸν οὐρανὸν ἀνέῳξε πᾶσι καὶ τὴν ὁδὸν ὑποδείξας καὶ ὅπως ἔστιν ἀναπτῆναι, καὶ πτερὰ δέδωκε· καὶ οὐκ ἠγάπησεν, ἀλλὰ καὶ αὐτὸς ἡγεῖται καὶ ὑπανέχει καὶ παρακαλεῖ ῥαθυμοῦντας.

Καὶ οὔπω τὸ μεῖζον εἶπον· οὐ γὰρ μέχρι τοσούτου τοῖς δούλοις σύνεστιν ὁ Δεσπότης καὶ κοινωνεῖ τῶν αὑτοῦ οὐδὲ χεῖρα δίδωσι μόνον, ἀλλ’ ἑαυτὸν ἡμῖν ὅλον παρέσχεν, ὑπὲρ οὗ «νεώς ἐσμεν Θεοῦ» ζῶντος. Χριστοῦ μέλη ταῦτα τὰ μέλη· τούτων τῶν μελῶν τὴν κεφαλὴν τὰ χερουβὶμ προσκυνεῖ· οἱ πόδες οὗτοι, αἱ χεῖρες αὗται ἐκείνης ἐξήρτηνται τῆς καρδίας.

Τίνων μὲν οὐ λυσιτελέστερα, τίνων δὲ οὐχ ἡδίω ταῦτα λογίζεσθαι; Ταῦτα γὰρ σκοπούντων καὶ τούτων ἐν τῇ ψυχῇ κρατούντων τῶν λογισμῶν, πρῶτον μὲν οὐκ ἂν εἴη πάροδος ἐν ἡμῖν τῶν πονηρῶν οὐδενί· ἔπειτα περιέσται τὰς εὐεργεσίας καταμαθοῦσι τῷ περὶ τὸν εὐεργέτην προσθεῖναι πόθῳ· φιλοῦντες δὲ οὕτω σφόδρα, καὶ τῶν ἐντολῶν ἐργάται τῶν αὐτοῦ, καὶ τῆς γνώμης ἐσόμεθα κοινωνοί· «Ὁ γὰρ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει».

Ἄλλως τε τὴν οἰκείαν ἀξίαν, ὅση τίς ἐστιν, ἐπιγνόντες, οὐκ ἂν προδοῖμεν ῥᾳδίως· οὐκ ἀνασχοίμεθα δουλεῦσαι τῷ δραπέτῃ δούλῳ, βασιλείαν συνεγνωκότες ἡμῖν αὐτοῖς· οὐκ ἀνοίξομεν τὸ στόμα πονηρᾷ γλώσσῃ, ἂν ἐν νῷ τὴν τράπεζαν ἔχωμεν καὶ οἷον τὸ τὴν γλῶσσαν ταύτην φοινίξαν αἷμα. Πῶς χρησόμεθα τοῖς ὀφθαλμοῖς ἐφ’ ἃ μὴ δεῖ, μυστηρίων οὕτω φρικτῶν ἀπολελαυκόσιν; Οὐ κινήσομεν τοὺς πόδας, οὐκ ἐκτενοῦμεν χεῖρας ἐπί τι πονηρόν, ἂν ἐνεργὸν ἐν τῇ ψυχῇ τὸν περὶ τούτων ἔχωμεν λόγον ὡς ἄρα Χριστοῦ μέλη ταῦτα καὶ ἱερὰ καὶ καθάπερ φιάλη τὸ ἐκείνου φέρουσιν αἷμα, μᾶλλον δὲ ὅλον αὐτὸν ἐνδέδυνται τὸν Σωτῆρα, οὐ καθάπερ ἱμάτιον οὐδ’ ὥσπερ αὐτὸ τὸ σύμφυτον δέρμα, ἀκριβέστερον δὲ τοσοῦτον ὅσον καὶ αὐτῶν τῶν ἁρμονιῶν καὶ αὐτῶν τῶν ὀστῶν τὸ ἔνδυμα τοῦτο τοῖς ἐνδεδυμένοις πολὺ συμπέφυκε μᾶλλον. Τὰ μὲν γὰρ δύναιτ’ ἄν τις καὶ μὴ βουλομένων ἀποτεμεῖν, τὸν Χριστὸν δὲ οὐδ’ ἂν εἷς οὐχ ἑκόντας εἶναι περιδῦσαι τοὺς ἅπαξ ἐνδυσαμένους, οὐ τῶν ἀνθρώπων, οὐ τῶν δαιμόνων, «οὐ τὰ ἐνεστῶτα, φησὶ Παῦλος, οὐ τὰ μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτ’ ἄλλη κτίσις ἑτέρα», κἂν ὁπωσοῦν δυνάμει κρατῇ.

Τῶν γὰρ τοῦ Χριστοῦ μαρτύρων τὴν μὲν δορὰν ἀποσῦραι καὶ περιελεῖν ὁ Πονηρὸς ἴσχυσε ταῖς τῶν τυράννων χερσί, καὶ κατατεμεῖν τὰ μέλη καὶ ὀστᾶ συντρίψαι καὶ τἄνδον ἐκχέαι καὶ ἀνασπάσαι τὰ σπλάγχνα· τὸ δ’ ἱμάτιον τοῦτο συλῆσαι καὶ τοῦ Χριστοῦ γυμνῶσαι τοὺς μακαρίους, τοσοῦτον ἐδέησε ταῖς ἐπινοίαις, ὥστε πολὺ μᾶλλον ἢ πρόσθεν δι’ ὧν ᾠήθη περιδῦσαι περιβαλὼν ἔλαθε.

Τί οὖν ἱερώτερον γένοιτ’ ἂν τοῦ σώματος τούτου, ᾧ φυσικῆς συμφυΐας ἁπάσης ὁ Χριστὸς ἐντέτηκε μᾶλλον; Οὐκοῦν αἰδεσόμεθα καὶ τηρήσομεν αὐτῷ τὸ σεμνόν, ἂν οὕτω θαυμαστὴν αὐτῷ λαμπρότητα συνειδότες, ἔπειτα πρὸ τῶν ὀφθαλμῶν αὐτὴν ἔχωμεν ἑκάστοτε τῆς ψυχῆς; Εἰ γὰρ τεμένη καὶ σκεύη καὶ ὁτιοῦν ἱερόν, ὅτι τοῦτ’ αὐτὸ γινώσκομεν ὡς ἄρ’ ἐστὶν ἱερόν, ἄσυλον τηροῦμεν ἐκ παντὸς τρόπου, σχολῇ γε τὰ μείζω προδώσομεν· οὐδὲν γὰρ ὅσον ἄνθρωπος ἱερὸν ᾧ καὶ φύσεως ἐκοινώνησεν ὁ Θεός.

Ἐνθυμηθῶμεν γὰρ τίνι μὲν «ἅπαν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων»· τίς δὲ ἐπὶ τῶν νεφελῶν ἥξει «μετὰ δυνάμεως καὶ δόξης πολλῆς», ὑπὲρ πᾶν παράδειγμα λάμπων· ἄνθρωπος οὗτος ὥσπερ δῆτα καὶ Θεός. Καὶ ἡμῶν δὲ ὑπὲρ τὸν ἥλιον ἕκαστος ὡς ἀληθῶς δύναται λάμψειν, ἐπὶ τῶν νεφελῶν ἀρθῆναι, τὸ σῶμα ἰδεῖν ἐκεῖνο τοῦ Θεοῦ, πρὸς αὐτὸν πετάσαι, προσελθεῖν, ἡμέρως ὀφθῆναι. Φανέντα γὰρ τὸν Δεσπότην ὁ τῶν ἀγαθῶν δούλων περιστήσεται χορός, καὶ λάμποντος ἐκείνου καὶ αὐτοὶ λάμψουσιν. Οἷον τὸ θέαμα φωστήρων πλῆθος ἀριθμοῦ κρεῖττον ἐπὶ τῶν νεφελῶν ἰδεῖν, ἀνθρώπους αἰρομένους καὶ πετομένους, πανήγυριν ἀνενεχθῆναι πρὸς οὐδὲν παράδειγμα δυναμένην, δῆμον θεῶν περὶ τὸν Θεόν, καλοὺς περὶ τὸν ὡραῖον, οἰκέτας περὶ τὸν Δεσπότην, οὐ βασκαίνοντα τοῖς δούλοις εἰ τῆς λαμπρότητος κοινωνήσει, οὐδ’ ἡγούμενον ἐλάττω τὴν δόξαν ἑαυτῷ ποιήσειν εἰ τῆς βασιλείας πολλοὺς λήψαιτο μερίτας· καθάπερ τῶν ἀνθρώπων οἱ κρατοῦντες τοῖς ὑπὸ χεῖρα κἂν πάντα δῶσι, τῶν σκήπτρων οὐδ’ ὄναρ ἀνέχονται κοινωνεῖν. Οὐ γὰρ ὡς δούλοις προσέχει, οὐδὲ τιμᾷ δούλων τιμαῖς· φίλους δὲ ἡγούμενος καὶ νόμους αὐτοῖς φιλίας σῴζων, ὅ γε θεὶς ἐξ ἀρχῆς, κοινὰ τὰ ὄντα ποιεῖται καὶ οὐ τοῦτο ἢ ἐκεῖνο μόνον, ἀλλὰ τὴν βασιλείαν αὐτήν, αὐτὸ δίδωσι τὸ διάδημα.

Καὶ πρὸς τί γὰρ ἄλλο βλέπων ὁ μακάριος Παῦλος «κληρονόμους μὲν εἶναι φησὶ Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ» καὶ τῷ Χριστῷ «συμβασιλεύειν» τοὺς μετασχόντας τῶν δυσχερῶν; Τί τοσοῦτον τερπνὸν ὥστε πρὸς τὴν θέαν ἐκείνην ἁμιλληθῆναι; Χορὸς μακαρίων, δῆμος χαιρόντων!

Καὶ ὁ μὲν εἰς τὴν γῆν ἐξ οὐρανοῦ καταβαίνει, γῆ δὲ ἡλίους ἄλλους ἀντανίσχει τῷ τῆς δικαιοσύνης ἡλίῳ καὶ πάντα γέμει φωτός. Ἔνθεν οἱ μελέτῃ καὶ κακοπαθείᾳ καὶ πόνοις καὶ τῇ τῶν ὁμοφύλων κηδεμονίᾳ τὴν περὶ τὸν Χριστὸν ἐπιδειξάμενοι καρτερίαν· ἐκεῖθεν οἱ καὶ τὴν σφαγὴν μιμησάμενοι τὴν αὐτοῦ καὶ πρὸς ξίφη καὶ πῦρ καὶ θάνατον ἐκδεδωκότες αὑτούς, τὰς οὐλὰς ἔτι δεικνύντες ἐπὶ τῶν λαμπόντων σωμάτων καὶ θριαμβεύοντες τοῖς τῶν πληγῶν τύποις ὡς ἐπιγραφῇ τροπαίων, κύκλος ἀριστέων ἀπὸ τραυμάτων εὐδοκίμων παρὰ βασιλεῖ τῷ σφαγῆναι νενικηκότι καί, ᾗ φησι Παῦλος, «διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένῳ».

Ταῦτα ποιουμένοις μελέτην καὶ τούτων οὖσιν ὅσαι ὧραι τῶν λογισμῶν, τό τε τῆς φύσεως ἡμῶν ἀξίωμα γνώριμον ἥ τε φιλανθρωπία δήλη γένοιτ’ ἂν ἡμῖν τοῦ Θεοῦ. Ὅτι κἂν ἁμάρτωσιν οἱ τὰ Χριστοῦ μελετῶντες οὐκ ἀπαγορεύουσι σωτηρίαν· ἀλλ’ αὐτίκα τῷ τῆς μετανοίας φαρμάκῳ τὴν ψυχικὴν ὑγείαν ἀνακαλοῦνται.

Τοῦτο δὲ μάλιστα μὲν ἐπί τι πονηρὸν ἰδεῖν οὐκ ἐάσει, πεσόντας δὲ εἰ συμβαίη ἀναλήψαιτ’ ἂν ῥᾳδίως. Πολλῶν γὰρ ὄντων ἅπερ ἂν ἡμῖν προσταίη τῇ σωτηρίᾳ, μέγιστον ἁπάντων τὸ πλημμελοῦντας ὁτιοῦν μὴ πρὸς τὸν Θεὸν εὐθὺς ἐπεστράφθαι παραιτουμένους, ἀλλ’ αἰσχυνομένους καὶ δεδοικότας, ἐργώδη τινὰ νομίζειν τὴν εἰς ἐκεῖνον ὁδόν, καὶ ὡς ὀργίλως πρὸς ἡμᾶς καὶ δυσχερῶς ἔχει, καὶ μεγάλης δεῖ τοῖς προσελθεῖν βουλομένοις παρασκευῆς.

Ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία τῆς ψυχῆς παντάπασι τοῦτον ἐκβάλλει τὸν λογισμόν. Τῷ γὰρ εἰδότι σαφῶς ὅπως ἡμερότητος ἔχει καὶ ὡς «ἔτι λαλοῦντος ἐρεῖ· ‘Ἰδοὺ πάρειμι’», τί γένοιτ’ ἂν κώλυμα περὶ τῶν ἡμαρτημένων εὐθὺς αὐτῷ προσελθεῖν; Τοῦτο γὰρ μηχάνημα καθ’ ἡμῶν καὶ τέχνη τοῦ κοινοῦ πολεμίου, πρὸς μὲν τὴν ἁμαρτίαν ἄγοντα θρασύτητι καὶ τόλμῃ κινεῖν, τολμήσασι δὲ τὰ δεινότατα καὶ πεσοῦσιν αἰσχύνην καὶ δέος ἄτοπον ἐντιθέναι· ὡς ἂν τῷ μὲν παρασκευάσῃ πεσεῖν, τῷ δ’ ἀναστῆναι μὴ συγχωρήσῃ· μᾶλλον δὲ τῷ μὲν ἀπαγάγῃ Θεοῦ, τῷ δὲ πρὸς αὐτὸν ἐπανελθεῖν οὐκ ἐάσῃ, καὶ οὕτω διὰ τῶν ἐναντίων ἐφ’ ἓν ἑλκύσῃ βάραθρον.

Ταῦτα δὲ πάσῃ σπουδῇ φυλάττεσθαι δεῖ καὶ φεύγειν ὁμοίως τήν τε πρὸ τῆς ἁμαρτίας τόλμαν καὶ τὴν μετὰ ταύτην αἰσχύνην καὶ φόβον ὧν οὐδὲν ὄφελος. Οὐ γὰρ δὴ κέντρον οὗτος ὁ φόβος ἀλλὰ νάρκη τίς ἐστι ταῖς ψυχαῖς· οὐδ’ αἰσχυνόμεθα τοῖς τραύμασιν ἵν’ ἐξεύρωμεν οἷς θεραπεύσομεν ἀλλ’ ἵνα τοὺς τοῦ Σωτῆρος φύγωμεν ὀφθαλμούς· καθάπερ Ἀδὰμ ἐκρύβη διὰ τὸ τραῦμα, τὴν τοῦ ἰατροῦ χεῖρα φεύγων ὑπὲρ οὗ ζητεῖν ἔδει, τῷ μὴ κατ’ αὐτὸς αὑτοῦ θριαμβεῦσαι τὴν ἁμαρτίαν, ἀλλὰ τὴν γυναῖκα προϊσχόμενος, τὴν τῆς γνώμης ἀσθένειαν συγκαλύψαι τό γ’ ἐπ’ αὐτῷ, καὶ Κάϊν μετ’ ἐκεῖνον λανθάνειν ζητῶν, οἷς ᾠήθη δυνηθῆναι λαθεῖν, ᾧ πάντα πρὸ τῶν ὀφθαλμῶν.

Ἔστι γὰρ λυσιτελῶς καὶ δεῖσαι καὶ αἰσχυνθῆναι καὶ ψυχὴν τῆξαι καὶ σῶμα κατενεγκεῖν ὅταν πρὸς τὸν Θεὸν ταῦτα δύνηται φέρειν· «Ἀπὸ γὰρ τῶν καρπῶν αὐτῶν, φησίν, ἐπιγνώσεσθε αὐτούς». Ἐπεὶ δ’ οὐχ ὅσον αἰσχύνη καὶ δέος ἀλλὰ βαρεῖά τις ἀνία τὴν ἁμαρτίαν ἐκδέχεται, καὶ ταύτης οὐδεμία γένοιτ’ ἂν βλάβη τοῖς ἀκριβῶς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐπισταμένοις.

Κἂν γὰρ τὰ ἔσχατα τῶν κακῶν αὐτοῖς συνειδῶσιν, οὐκ ἂν πρόοιντο τὰς ἐλπίδας· εἴσονται δὲ μηδὲν οὕτω μεῖζον εἶναι συγγνώμης ὥστε τῆς τοῦ Θεοῦ κρατῆσαι χρηστότητος· λύπην δὲ τὴν μὲν οἴσουσι τὴν σωτήριον καὶ ζητήσουσιν οἷς μείζω ποιήσουσι, τὴν ἑτέραν δὲ ἐκβαλοῦσι ταῖς ἀγαθαῖς ἐλπίσι λυμαινομένην.

Τοῦ μὲν οὖν διττὴν εἶναι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι λύπην, καὶ τὴν μὲν ἐπανορθοῦν, τὴν δὲ τοῖς ἀνεχομένοις ὄλεθρον ἔχειν, μάρτυρες σαφεῖς ἑκατέρων· τοῦ μὲν Πέτρος ὁ μακάριος, θατέρου δὲ Ἰούδας ὁ μιαρός. Ὧν τῷ μὲν διέσωσε τὴν γνώμην ἡ λύπη, καὶ τῷ Χριστῷ συνέστη κλαύσας πικρῶς οὐδὲν ἦττον ἢ πρὶν εἰς αὐτὸν ἐξαμαρτεῖν· τὸν δὲ ἐπὶ βρόχον ἤγαγε, τὸν Ἰούδαν, καὶ ἀπῆλθε δεσμὰ φέρων ἐν τῷ καιρῷ τῆς κοινῆς ἐλευθερίας, ὅτε τὸ καθάρσιον τοῦ κόσμου παντὸς ἐχεῖτο τὴν ἑαυτοῦ κάθαρσιν ἑνὸς ἀνδρὸς ἀπογνούς.

Διττῆς οὔσης τῆς ἐπὶ τοῖς ἁμαρτήμασι λύπης, καὶ τῆς μὲν οὔσης βλαβερᾶς, τῆς δὲ σωτηρίου, τίς ἡ διαφορά; Ὡσὰν δὲ πόρρωθεν εἰδότες, τὴν μὲν εἰσδεχώμεθα, τὴν δὲ φεύγωμεν, τῶν παθῶν ἑκατέρου προσθεῖναι δεῖ τὴν διαφοράν, καὶ ᾧ τὸ μὲν εὖ ποιεῖν ἡμᾶς ἔχει, τὸ δὲ κακῶς.

Ἐπεὶ γὰρ ἁμαρτάνοντες τῷ τε Θεῷ καὶ ἡμῖν αὐτοῖς γινόμεθα πονηροί, τὸ μὲν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ἀγνωμοσύνης ἀλγεῖν οὔτε βλάβος οὐδὲν οἴσει καὶ μάλιστα γένοιτ’ ἂν ἡμῖν ἐν καιρῷ· τό γε μὴν περὶ ἡμῶν αὐτῶν θαυμαστάς τινας ψήφους ὑποθεμένους, ἔπειτ’ ἐξεληλεγμένας ὁρῶντες, δι’ ὧν τῶν δεόντων ἡμαρτήκαμεν, ἀνιᾶσθαι καὶ κόπτεσθαι καὶ πικρῷ τινι μεταμέλῳ τὴν καρδίαν πιέζειν, ὡς οὐκ ὂν βιωτὸν τηλικούτοις κακοῖς τοιοῖσδε περιπεσοῦσι, ταύτην δὲ τὴν λύπην ἀποτρέπεσθαι δεῖ, θανάτου μητέρα φανερῶς οὖσαν, καὶ πρὸς ᾅδην ἄγουσαν. Τὴν μὲν γὰρ ἀλαζονεία καὶ τὸ πολλοῦ τινος ἡμᾶς αὐτοὺς ἀξιοῦν, τὴν ἑτέραν δὲ τὸ περὶ τὸν Δεσπότην ἐγείρει φίλτρον, καὶ τὸ σαφῶς εἰδέναι τὸν εὐεργέτην, καὶ ὧν ὀφειλέται πάντες αὐτῷ καταστάντες οὔτ’ εἰσφέρομεν οὐδὲν καὶ πρός γε κακοῖς ἀμειβόμεθα. Καθάπερ τοίνυν ἀλαζονεία πονηρόν, οὕτω καὶ τὸ διὰ ταύτην ταῖς ψυχαῖς γινόμενον ἄλγος· καὶ αὖθις ἥ τε περὶ τὸν Χριστὸν ἀγάπη τῶν ἐσχάτως ἐπαινουμένων, τοῦ τε τοῖς ἐκεῖθεν βέλεσι κεντουμένους ὀδυνᾶσθαι καὶ τήκεσθαι τὴν ψυχήν, μακαριώτερον τοῖς εὖ φρονοῦσιν οὐδέν.

Ὅτι τὴν περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ μελέτην συνεχῆ ποιεῖσθαι δεῖ μὴ διακοπτομένους. Ἐπεὶ δ’ ἐξήρτηται μὲν τῆς περὶ τὸν Χριστὸν ἀγάπης ἡ χαρίτων γέμουσα λύπη, ἀγάπη δὲ τῶν ἐννοιῶν αἳ τὸν Χριστὸν ἔχουσι καὶ τὴν ἐκείνου φιλανθρωπίαν, ταύτας ἂν εἴη προὔργου τῇ μνήμῃ κατέχειν καὶ στρέφειν ἐν τῇ ψυχῇ καὶ τῆς διατριβῆς ταυτησὶ μηδέποτε σχολὴν ἄγειν· ἀλλ’ ἐπίτηδες τοῦτο μὲν ἐφ’ ἑαυτῶν αὐτοὺς ταυτὶ μελετᾶν καὶ λογίζεσθαι, τοῦτο δ’ ἐν ταῖς συνουσίαις γλώσσης τρυφὴν καὶ συλλόγων ὕλην ποιεῖσθαι, καὶ πρός γε πειρᾶσθαι μηδενὶ διακοπτομένους συνεχῆ ταύτην ἐπιδείκνυσθαι τὴν σπουδήν, εἰ μὲν οἷόν τε διὰ βίου, εἰ δ’ οὖν συχνόν τινα χρόνον, ὡς ἂν ἐντακῆναι δυνηθῇ καὶ κατάσχῃ παντάπασι τὴν καρδίαν.

Οὔτε γὰρ πῦρ δράσειεν ἂν οὐδὲν οἷς ἂν ἐπέλθοι μὴ συνεχῶς ὁμιλῆσαν, οὔτε λογισμὸς διαλείπων πρὸς ὁτιοῦν πάθος ἂν διάθοιτο τὴν καρδίαν, ἀλλὰ δεῖ χρόνου συχνοῦ τινος ἐφεξῆς. Οἱ μὲν οὖν ἀπὸ τῶν ἐν αἰσθήσει καλῶν καὶ ἡδέων τὴν ἐπιθυμίαν καίοντες λογισμοί, διότι τὰς μὲν αἰσθήσεις ἐνεργοὺς ἡμῖν ἐξ ἀρχῆς εἶναι συμβαίνει, τοὺς δὲ ἐκεῖθεν ὁρμᾶσθαι, σύντροφοι καὶ ἡλικιῶται, καὶ πείθοντες ἅτ’ ἂν βούλοιντο ῥᾳδίως, τῷ τε ἡδεῖς εἶναι, τῷ τε πολὺν ἡμῖν χρόνον συνεῖναι.

Πρὸς δὲ τὸν νοῦν καὶ τὴν ἐκείνου φιλοσοφίαν χρόνῳ ὕστερον ἀφιγμένοις, πολλῆς ἀνάγκη τῆς σπουδῆς, ὡς ἐν βραχεῖ χρόνῳ, καὶ συνεχοῦς συνουσίας, ὥστε παθεῖν τι πρὸς τὸ ἀγαθόν, οὔτε αὐτίκα τέρπον, καὶ ὀψὲ μάλα πολλῶν ἤδη πληρωθεῖσιν ἐπεισερχόμενον. Μόλις γὰρ ἂν τῷ συντόνῳ τῆς μελέτης τὸ μακρὸν τῆς ἐκείνων διακόψαντες συνηθείας, τἀληθῆ μὲν τῶν δοκούντων, τἀγαθὰ δὲ τῶν ἡδέων ἀντεισαγαγεῖν δυνηθεῖμεν.

Διὰ τί οὐ κρατοῦσιν οἱ ἀγαθοὶ λογισμοὶ τῶν πονηρῶν ἀεί. Ὅθεν οὐδὲ χρὴ θαυμάζειν εἰ τῶν λογισμῶν οἱ ἄριστοι τῶν πονηρῶν οὐ κρατοῦσι πανταχοῦ καὶ τῶν χειρόνων οὐ πλέον ἔχουσιν οἱ καλλίους παρὰ τοῖς ἐν λόγῳ ζῶσιν.

Ἀρκέσαι γὰρ ἂν εἰκότως, οἶμαι, πρὸς τὸ δυνηθῆναι γενέσθαι χρηστόν, οὐ τοῦτ’ αὐτὸ μαθεῖν ὅθεν ἂν γένοιτο πεισθῆναι γενέσθαι χρηστόν· ἀνάγκη δὲ καὶ μελετῶντας διατρίψαι καὶ μεῖναι λογιζομένους καὶ τὸν ὀρθὸν λόγον οὐ μαθόντα κτήσασθαι μόνον, ἀλλὰ καὶ χρήσασθαι πρὸς ἃ δεῖ.

Καθάπερ καὶ σιτίον καὶ ὅπλον καὶ φάρμακον καὶ ἱμάτιον οὐ τοῖς συνοῦσιν ἁπλῶς καὶ κεκτημένοις ὄφελος ἔχει, τοῖς χρωμένοις δὲ τὰ γιγνόμενα βοηθεῖ. Εἰ δὲ τῶν λογισμῶν οἱ μὲν φαῦλοι τὸν νοῦν εἰς ἑαυτοὺς ἀσχολοῖεν ἐγκείμενοι, τῶν δ’ ἀγαθῶν ὅσον αἰσθέσθαι γεγευμένοι μόνον ἀποπηδῶμεν, τί καινὸν τὰ χείρω κρατεῖν, καὶ τοὺς μὲν πονηροὺς κατασχεῖν τὴν τῆς ψυχῆς χώραν ἐνεργοὺς ὄντας, τοὺς δ’ ἐκβεβλῆσθαι παντάπασιν ἡττημένους ὄντας ἀργούς;

Οὔτε τοίνυν μὴ οἰκοδομεῖν τὸν οἰκοδομεῖν εἰδότα ἢ μὴ τὸν ἰατρὸν ὑγιάζειν ἢ τῶν δημιουργῶν ὁντινοῦν τὰ αὑτοῦ ποιεῖν, ἕως οὐ χρῷτο τῇ τέχνῃ, καινὸν οὐδέν· οὔτε ἐκεῖνο θαυμαστόν, εἴ τις τὸν ὀρθὸν λόγον ἔχων, ἐνεργὸν δὲ οὐκ ἔχων, οὐδὲν ἀπώνατο τῆς σπουδῆς. Χρήσαιτο γὰρ ἄν τις τοῖς μὲν ὅπλοις πρὸς τοὺς ἐπιόντας, ᾗ προσῆκε διαχειρίζων, τῇ τέχνῃ δὲ κατ’ αὐτὴν ἐνεργῶν· τῶν δὲ λογισμῶν τοῖς ἀρίστοις καθάπερ τοῖς συμβούλοις χρώμεθα, προσέχων τὸν νοῦν οὐχ ὅσον ἃ δεῖ μαθόντα γνῶναι, ἀλλ’ ὥστε γνόντα πεισθῆναι καὶ τῶν ὡς ἀληθῶς καλῶν ἔρωτα σχεῖν, ὃ περιέργου δεῖται μελέτης. Ἐπεὶ καὶ τοὐναντίον ἐπὶ τῶν φαύλων τὸ μὲν ἀσχολεῖσθαι καὶ διατρίβειν, τῇ ψυχῇ τὸν ὄλεθρον ἔχει, τὸ δ’ ἁπλῶς οὑτωσὶ γνῶναι δεινὸν οὐδέν· ὅθεν ἀνάγκη τὴν μελέτην ὥσπερ ἐκεῖ φεύγειν, οὕτως ἐνταῦθα διώκειν.

Ὅτι ἡ περὶ τῶν θείων μελέτη συνεχὴς γινομένη ἀνάπτει τὸν περὶ Χριστὸν ἔρωτα. Τὸ μὲν οὖν ἐθέλειν τἀγαθὸν οὐδὲν ἔργον· οὐδεμία γὰρ τοῦ πράγματος ἡγεῖται σπουδή. Πρὸς δὲ τὸ λαβεῖν καὶ σῶσαι πόνου δεόμενον, πραγματείας καὶ μεθόδου χρεία τινός, πῶς ἂν ἑκόντες εἶναι τοὺς ἀγῶνας ἀνελοίμεθα τούτους, ὡς οὐκ ὂν ῥᾴδιον ἑλέσθαι πονεῖν.

Ἔστι δὲ τὸ μὲν ἁπανταχοῦ πρὸς τοὺς ἀγῶνας ἀλεῖφον ὁ περὶ ὧν ἀγωνιζόμεθα πόθος· οὗτος γὰρ ἡδεῖς ποιεῖ τοὺς πόνους, κἂν ὦσι λίαν ὀδυνηροί· τὸν ἔρωτα δὲ τῶν καλῶν, τῶν ἄλλων μὲν οὐδέν, τὸ προσχεῖν δὲ τὸν νοῦν αὐτοῖς καὶ καταμαθεῖν τὸ κάλλος ἀνάπτει. Καὶ τοῦτό ἐστι τὸ πῦρ ὅπερ ἀπὸ τῆς περὶ Θεὸν μελέτης ἀνήφθη τῇ τοῦ προφήτου ψυχῇ· «Καὶ ἐν τῇ μελέτῃ μου, φησίν, ἐκκαυθήσεται πῦρ». Ὃς ἑτέρωθι δεικνὺς περὶ ὅ τε ἡ μελέτη καὶ τίνος ἔργον ἀνδρός, τὸν μέν φησι τὸν μακάριον ἄνθρωπον εἶναι, τὸ δὲ τὸν τοῦ Θεοῦ νόμον· «ὁ γὰρ μακάριος ἀνὴρ ἡμέρας, φησί, καὶ νυκτὸς ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετήσει».

Εἰ δὲ ἡ περὶ τὸν γραπτὸν νόμον μελέτη τὸ πῦρ ἀνάπτειν δύναται τοῦτο, τί ποτε χρὴ δρᾶσαι νομίσαι τὸν νόμον τοῦ Πνεύματος, ὃς τὸν ἀληθινὸν ἔρωτα τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἐνέθηκε μόνος, καὶ πυρὰν ἀνῆψε πόθου σβεσθῆναι μηδενὶ δυναμένην, οὐ τῶν ἡδέων, οὐ τῶν ἑτέρως ἐχόντων, «οὐ τῶν ἐνεστώτων, οὐ τῶν μελλόντων»; Ὑπὲρ οὗ μοι δοκεῖ καὶ πυρίναις φανῆναι γλώσσαις εἰσενεχθείς, ὅτι τὴν πυρὸς δίκην πάντα τολμῶσαν ἀγάπην εἰσήνεγκεν· ἐπεὶ καὶ πρῶτον αὐτὸν τὸν τοῦ νόμου νομοθέτην ἀγάπη κεκόμικεν εἰς τὴν γῆν καὶ αὐτὸ τὸ τοῦ νομοθέτου σῶμα φιλανθρωπίας ἐστὶ καρπός, καὶ ἄλλως δὲ αὐτῷ ὁ νόμος ἅπας ἔρωτος γέμει· καὶ τοῦτον μὲν ἐπιδείκνυται πᾶσιν οἷς ἔχει, τοῦτον δὲ εἰσάγει, τούτῳ δὲ πείθει, τοῦτον δὲ παρ’ ἡμῶν δῶρον ὑπὲρ ὧν ἔδωκεν ἀποχρῶν ἡγεῖται λαβών.

Οὐ γὰρ ἐπιτάττει καθάπερ ὀφείλουσι δούλοις, ἀλλ’ ὥσπερ πολλῶν μὲν παρ’ ἡμῶν πρὸς αὐτὸν πόνων ἡγησαμένων, πολλῆς δὲ συνηθείας καὶ φίλτρων, ἐπὶ τὴν κοινωνίαν καλεῖ τῶν αὑτοῦ προσιόντας εὐθὺς ἐξ ἀρχῆς. Ἐγὼ μὲν ὑπὲρ τῆς βασιλείας ἠγώνισμαι καὶ πολλοῖς, φησίν, ἔπλεξα τὸν στέφανον πόνοις· ὑμεῖς δὲ ἀπονητὶ δέξασθε, αἰτῶ δὲ παρ’ ὑμῶν ἀντὶ τούτων εἰ φιλεῖτε πλέον οὐδέν.

Ὢ τῆς ἀρρήτου χρηστότητος, εἰ μὴ φιλεῖ μόνον οὕτω σφοδρῶς, ἀλλὰ καὶ τὸ φιλεῖσθαι παρ’ ἡμῶν τοσούτου τιμᾶται καὶ ὑπὲρ τούτου πάντα ποιεῖ. Καὶ τίνος γὰρ ἕνεκεν ᾠκοδόμησε μὲν οὐρανὸν καὶ γῆν καὶ τὸν ὁρώμενον κόσμον, τοῦ δὲ μὴ ὁρωμένου τὸ κάλλος οἷον καὶ ὅπως αὐτῷ συνέστη νεύματι μόνῳ καὶ τὴν ἐνταῦθα πᾶσαν διδάσκει φιλοσοφίαν, ἢ τοῦ γε πρὸς ἑαυτὸν ἐπιστρέψας πεῖσαι φιλεῖν; Καὶ ὅλως καθάπερ οἱ θερμοὶ τῶν ἐραστῶν τὴν σοφίαν ἡμῖν ἐπιδείκνυται καὶ τὴν χρηστότητα καὶ τὴν τέχνην, ἵν’ ἐνθεῖναι τὸν ἔρωτα τὸν ἑαυτοῦ δυνηθῇ. Καὶ τοίνυν ποιεῖται τοσοῦτον τοῦ πράγματος λόγον καὶ οὕτως ἄγει πολλοῦ τινος ὥσθ’ ὑπὲρ τούτου πάντα ποιήσας ἃ Θεοῦ φύσει προσῆκεν οὐκ ἀγαπῆσαι, ἀλλὰ πρὸς ἑτέραν φύσιν ἰδεῖν, ὥστε καὶ ταύτῃ πρὸς τοῦτο χρήσασθαι, ἵν’ ἅπερ οὐκ εἶχε πείθειν τῷ Θεὸς εἶναι, ταῦτα γενόμενος ἄνθρωπος δυνηθῇ, καὶ δι’ ἑκατέρων ὧν τε οἴκοθεν ἧκε κομίζων, ὧν τε ἔξωθεν εἰλήφει, τὸν ἐρώμενον ἀναρτήσηται.

Οὕτως ὁ τοῦ Πνεύματος νόμος φιλίας ἐπιεικῶς ἐστι νόμος, καὶ πρὸς εὐγνωμοσύνην αὐτόθεν ἀσκεῖ. Διὰ τοῦτο προσεκτέον αὐτῷ τὸν νοῦν. Ὅτι τὸ τὰ Χριστοῦ μελετᾶν οὐ δεῖται πόνου οὐδὲ πρός τι τῶν βιωτικῶν ἡμῖν προσίσταται.

Πρῶτον μὲν ὅτι οὐδὲ ἱδρώς ἐστιν ἐνταῦθα οὐδείς, οὐδὲ δεῖ πονεῖν οὐδὲ χρήματα ἀναλίσκειν, οὐδ’ ἀδοξία γένοιτ’ ἂν οὐδ’ αἰσχύνη, οὐδ’ ἄλλο γε οὐδὲν ἐσόμεθα χείρους· ἀλλὰ καὶ τέχναις ἔστι χρήσασθαι οὐδὲν ἧττον καὶ πρὸς ἐπιτήδευμα ὁτιοῦν ἔχειν οὐδὲν κώλυμα· καὶ στρατηγήσει μὲν ὁ στρατηγός, γεωργήσει δὲ ὁ γεωργὸς καὶ δημιουργὸς προστήσεται τῶν ἔργων, καὶ οὐ δεήσει γε οὐδενὶ τῶν γιγνομένων διὰ τουτουσὶ τοὺς λόγους· οὐ γὰρ ἐσχατιὰν ἀνάγκη καταλαβεῖν οὐδ’ ἀήθη τινὰ προσέσθαι τροφὴν οὐδ’ ἀμεῖψαι θοἰμάτιον οὐδ’ ὑγείαν διαφθεῖραι οὐδ’ ἄλλο τι τολμῆσαι τόλμημα· ἀλλ’ ἔστιν οἴκοι μένοντα καὶ μηδὲν ἀπολλύντα τῶν ὑπαρχόντων, τούτοις ἀεὶ συνεῖναι τοῖς λογισμοῖς.

Τί οὖν κωλύει γενέσθαι τὰ τοιαῦτα χρηστὸν ὑπὲρ ὧν καὶ πόνους εἰκὸς ἦν ἐνέγκαι δεῆσαν; Εἰ γὰρ ἀνθρώπους ὄντας καὶ λογίζεσθαι δυναμένους ὁτιοῦν ἀνάγκη λογίζεσθαι, πῶς οὐ τὰ βέλτιστα χρὴ λογίζεσθαι; Καὶ εἰ μάταια καὶ φαῦλα καὶ ὧν ὄφελος οὐδὲν τοῖς λογιζομένοις, οὐδὲ πώποτε ἐνομίσθη τύχην ἢ τέχνην ἢ τὴν οὐσίαν ἢ ὁτιοῦν τῶν κατὰ τὸν βίον οὐδενὶ χείρω ποιήσειν, ἥκιστα δὴ πάντων ταῖς ἀγαθαῖς ἐννοίαις ταῦτα μεμψόμεθα καὶ τἀγαθὸν διώξομεν πονηρίας.

Ὅτι τὸ τὰ Χριστοῦ μελετᾶν πάσης διατριβῆς ἴδιον. Καὶ μὴν οὕτω μὲν οὐδενὶ λυσιτελεῖ πολεμοῦσι, σύνεστι δέ τις αὐταῖς ἀηδία; σχολῇ γε, οὐ μᾶλλον ἢ αὐτὴν ταῦτα ἂν εἴποι τις τὴν χαράν. Εἴτε γὰρ τοῖς ἀρίστοις χαίρομεν, βέλτιον γένοιτ’ ἂν οὐδὲν τῶν ἐννοιῶν αἳ τὸν Χριστὸν ἔχουσι καὶ τὴν ἐκείνου φιλανθρωπίαν, ὅτι μηδὲ αὐτῶν τῶν πραγμάτων ἐν οἷς αὐτός ἐστιν ὁ τελευταῖος τῆς χρηστότητος ὅρος· εἴτε τὸ οἰκεῖον ἡδὺ καὶ φίλον, τούτων ἡμῖν ὃ προσήκει μᾶλλον οὐδ’ ἂν εἷς εὕροι πολλὰ καμών· οὐ γὰρ τῶν γιγνομένων καθ’ αἷμα μόνον ἁπλῶς, οὐ τῶν γεγεννηκότων αὐτῶν, ἀλλ’ ἤδη καὶ ἡμῶν αὐτῶν συγγενέστερος ὁ Χριστὸς ἀπὸ τῶν προτέρων δέδεικται λόγων. Ὅθεν συμβαίνει, καὶ τῷ λογιζομένῳ τῆς ψυχῆς, τῶν περὶ αὐτοῦ λόγων μηδὲν οἰκειότερον εἶναι. Ὥστε καὶ δι’ ὧν οἰκείως ἡμῖν καὶ συγγενῶς ἔχει καὶ οἷς ἀρίστη πασῶν ἐστιν, ἡδίω χαρίεντος ὅτου τις ἂν εἴποι τὴν διατριβὴν ταύτην εἶναι βεβαπτισμέναις ψυχαῖς.