Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Έβδομος: Η σύμπραξη της προαιρέσεως και η κατά Θεόν λύπη

Εξετάζεται η κατάσταση του τελείου μυημένου, τονίζοντας τον ρόλο της ελεύθερης βούλησης. Γίνεται διάκριση της αληθινής κακίας από τις κοσμικές θλίψεις και αναλύεται η θεραπευτική λειτουργία της μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 13 από 14

Λόγος ἕβδομος· ὁποῖος γίνεται ὁ μεμυημένος τὴν ἀπὸ τῶν μυστηρίων χάριν φυλάξας τῇ παρ’ ἑαυτοῦ σπουδῇ. Ἐπεὶ δὲ εἴρηται τίς γενόμενος ὁ μυηθεὶς καὶ τίνα τὴν ὁδὸν ἐλθὼν ἃ παρὰ τῶν μυστηρίων ἔλαβε σώσοι, σκοπεῖν ἀκόλουθον τίς γένοιτο σεσωκὼς καὶ ποταπὸς ἂν ἀποβαίη τοὺς τρόπους, τοῖς τοῦ Θεοῦ τὰ παρ’ ἑαυτοῦ προσθείς.

Ἐκεῖνα μὲν γὰρ συνάγει τὴν ζωήν, ἃ τῶν προτέρων λόγων ἡμῖν χωρὶς ἑκάτερον ὑπόθεσις ἦν, τοῦτο μὲν ἡ παρὰ τῶν τελετῶν χάρις, τοῦτο δὲ ἡ πρὸς τὸ συντηρῆσαι τὸ δῶρον παρὰ τῶν δεξαμένων σπουδή. Νῦν δὲ συστᾶσαν αὐτὴν ὑπόλοιπόν ἐστιν ὁλόκληρον θεωρῆσαι, καὶ τί τὸ συναμφότερον δεῖξαι, καὶ οἷόν ἐστι τὴν ἀνθρωπίνην ἀρετὴν ἅπασαν τῇ χάριτι συνελθεῖν.

Τοῦτο δὲ γένοιτ’ ἄν, ἐὰν αὐτὸν τὸν ἐξ ἀμφοτέρων συγκεκροτημένον σκεψώμεθα· καθάπερ οἶμαι καὶ ὑγείαν ὅ τί ἐστι καὶ ὅσον αὐτῆς ὄφελος εἴ τις δεικνύναι ἐθέλοι, τὸν μάλιστα αὐτῆς ἀπολαύοντα ἀγαγὼν εἰς μέσον, μάλιστ’ ἂν ποιῆσαι καταφανές. Καὶ δὴ τὸν οὕτω ζήσαντα πρὸ τῶν ὀφθαλμῶν στήσαντες, μανθάνωμεν αὐτοῦ τὴν εὐεξίαν καὶ τὴν ὥραν, πανταχόθεν περισκοποῦντες· σκεψόμεθα δὲ τῶν μὲν ἄλλως αὐτὸν κοσμούντων οὐδέν, οὐδ’ εἰ θαύμασι λάμπει καὶ τοιαύτην εἴληφε χάριν· ἀλλ’ αὐτὸν τοῦτον καθαρῶς καὶ τὸν οἴκοι κόσμον τὴν τῆς ψυχῆς ἀρετήν. Ἐκείνως μὲν γὰρ εἰκάσαι τις ἂν τὸν σπουδαῖον, καὶ τοῦτ’ αὐτὸ μόνον ἀρετῆς ἂν εἴη τεκμήριον· τὸ δ’ αὐτῶν πειρᾶσθαι τῶν τρόπων, αὐτόν ἐστι γινώσκειν τὸν ἄνθρωπον.

Τί οὖν δεῖ, παρὸν αὐτόθεν μανθάνειν, τεκμαίρεσθαι καὶ σημεῖα ζητεῖν, ὅταν αὐτῶν ἐξῇ τῶν πραγμάτων ἅπτεσθαι; καίτοι οὐδὲ σημεῖον τοῦτο γένοιτ’ ἂν ἀποχρῶν ἀρετῆς. Οὔτε γὰρ πᾶσι ταῦτα τοῖς σπουδαίοις ἀκολουθεῖ, οὔθ’ οἷς ὑπῆρξεν, ἐργάται πάντες εἰσὶν ἀρετῆς. Καὶ γὰρ πολλοὶ τῶν μεγάλα παρὰ Θεῷ δυνηθέντων οὐδὲν ἐπεδείξαντο τοιοῦτον, καὶ αὖθις τῶν πονηρῶν ἐνίους ἐδέησε τοιαῦτά ποτε δυνηθῆναι· καὶ τὸν Χριστὸν καλοῦσιν οὐδὲν ἀμήχανον ἦν, οὐ τῶν τρόπων τοῦτο διδόντων ἀλλ’ ἵν’ ὁ καλούμενος φανῇ.

Καὶ διὰ τοῦτο τῆς μὲν ἀρετῆς ἕνεκα καὶ τελεταὶ καὶ πᾶς πόνος, πρὸς δὲ τὴν δύναμιν ἐκείνην οὐδεὶς οὐδὲν ἐμηχανήσατο τῶν ἐπισταμένων ὡς δεῖ πονεῖν. Καὶ τί λέγω; Μὴ παρόντων οὐδένα πόθον ἔλαβον οὐδ’ ἐζήτησαν ὧν παρόντων οὐδὲ χαίρειν ἔξεστι. «Μὴ χαίρετε γάρ, φησίν, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ὃ τοίνυν μήτε ποιεῖ τὴν ἀρετὴν μήτε γοῦν δύναται μηνῦσαι παροῦσαν, περίεργον εἴ τις ἐκείνην ζητῶν τοῦτο πολυπραγμονεῖ. Ἀλλ’ οὐδ’ εἰ θεωριῶν τινων ἀπολαύοι καὶ ἀποκαλύψεων τυγχάνει καὶ τὰ μυστήρια πάντα οἶδεν, ἀπὸ τούτων αὐτὸν εἰσόμεθα καὶ θαυμάσομεν. Καὶ ταῦτα γὰρ ἐνίοτε ἀκολουθεῖ τοῖς ἐν Χριστῷ ζῶσιν, οὐ συνίστησιν οὐδ’ ἐργάζεται τὴν ζωήν· ὥστε μηδὲν πλέον εἰς ἀρετὴν εἶναι τῷ πρὸς ταῦτα μόνον ὁρῶντι. Καὶ τοῦτο δείκνυσιν ὁ μακάριος Παῦλος, ἐν οἷς Κορινθίοις γράφων· «Ἐὰν εἰδῶ, φησί, τὰ μυστήρια πάντα καὶ ἔχω πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι καὶ γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.» Ὅθεν τἄλλα παραδραμόντες, εἰς αὐτὴν ἴδωμεν τὴν θέλησιν τῆς ψυχῆς, ἐν ᾗ καὶ χρηστότης συνέστηκεν ἀνθρώπου καὶ πονηρία, καὶ τὸ ἀληθῶς ὑγιαίνειν καὶ τὸ νοσεῖν, καὶ καθόλου ζῆν ἢ τεθνάναι, ἣν τὸ ἀγαθὴν εἶναι καὶ πρὸς Θεὸν μόνον ἔχειν, ἡ μακαρία ἐστὶ ζωή.

Τοῦτο γὰρ καὶ μυστηρίων καὶ μελέτης ἔργον ἀνθρώπου, τὴν γνώμην μόνου γενέσθαι τοῦ ὡς ἀληθῶς ἀγαθοῦ. Καὶ γὰρ τῆς τοῦ Θεοῦ περὶ τὸ γένος ἐπιμελείας ἁπάσης, ἐκεῖνο μόνον τέλος ἔστιν ἰδεῖν· καὶ πρὸς τοῦτο πᾶσα μὲν ἀγαθῶν ἐπαγγελία φέρει, πᾶσα δὲ κακῶν ἀπειλή· καὶ τούτου χάριν ὁ Θεὸς τὸν κόσμον ἡμῖν ᾠκοδόμησε τοῦτον καὶ νόμους ἔθηκε· καὶ μυρίοις μὲν ἧσεν ἀγαθοῖς, πολλοῖς δὲ μετῆλθεν ἀνιαροῖς, ἵν’ εἰς ἑαυτὸν ἐπιστρέψῃ καὶ πείσῃ θέλειν αὐτὸν καὶ μόνον φιλεῖν.

Τοῦτο δὲ δῆλον ἐξ ὧν ταύτην μόνην παρ’ ἡμῶν ὑπὲρ ὧν εὖ πεποίηκεν ἀπαιτεῖ τὴν φοράν, τὸ ἀγαθὸν βούλεσθαι καὶ τὴν γνώμην εἶναι χρηστούς. Καὶ μαρτυροῦσι μὲν ἐντολαὶ πᾶσαι, μαρτυροῦσι δὲ παραινέσεις, καὶ ἁπλῶς λόγος ἅπας ἀνθρώποις ὄφελος ἔχων εἰς τοῦτο φέρων. Καὶ γὰρ πλεονεξίαν ἀναιρῶν καὶ σωμάτων ἐπιθυμίαν κολάζων καὶ θυμὸν ἄγχων καὶ μνησικακίαν ἐκβάλλων, οὐδὲν ἢ γνώμης χρηστότητα καὶ ἐπιείκειαν ἀπαιτεῖ. Καὶ αὖθις ἡ ἐν πνεύματι πτωχεία καὶ τὸ πενθεῖν καὶ τὸ ἐλεεῖν καὶ τὸ πρᾷον εἶναι καὶ τῶν ἄλλων ἕκαστον ἃ τοὺς κατορθοῦντας ὁ Χριστὸς ἐκάλεσε μακαρίους, ἀτεχνῶς ἔργα θελήσεως.

Ἔτι δὲ τὸ συνθέσθαι τοῖς ὀρθοῖς τῶν δογμάτων καὶ περὶ Θεοῦ τὰ ὄντα πιστεῦσαι, τῶν εὐγνωμόνων γίνεται· καὶ καθόλου τῆς ἀγάπης ἕνεκα πάντα φησὶν ὁ Θεὸς τεθῆναι τὸν νόμον, ἡ δὲ ἀγάπη τῆς γνώμης ἐστὶν ἀρετή. Ὅτε τοίνυν μετὰ πᾶσαν παιδείαν καὶ πρόνοιαν, θελήσεως ἡμᾶς ὁ Θεὸς εἰσπράττει καρπούς, δῆλός ἐστιν εἰς ἐκείνην ἅπαντα σπείρων καὶ πᾶσαν ἐν αὐτῇ καταβαλλόμενος τὴν εἰς τἀγαθὸν δύναμιν καὶ παρασκευήν.

Οὐκοῦν καὶ τὸ βάπτισμα διὰ τοῦτο δέδωκε καὶ τἄλλα ἡμᾶς ἐτέλεσεν, ἵν’ ἃ προσῆκεν ἀγαθὴν ποιήσῃ τὴν γνώμην, καὶ πᾶσα τῶν μυστηρίων ἡ δύναμις καὶ ἡ καινὴ ζωὴ παρ’ αὐτῇ. Ὅλως δὲ τί ποτε ἡμῖν αἱ τελεταὶ δύνανται; Πρὸς τὸν μέλλοντα βίον παρασκευάζουσι· «Δυνάμεις γάρ εἰσι τοῦ μέλλοντος αἰῶνος», ᾗ φησι Παῦλος.

Τί δέ ἐστιν ᾧ μόνῳ παρασκευαζόμεθα; Τὸ τηρῆσαι τὰς ἐντολὰς τοῦ στεφανοῦν καὶ κολάζειν ἐπὶ τοῦ μέλλοντος δυναμένου· τοῦτο γὰρ τὸν Θεὸν αὐτὸν ἡμῖν εἰσοικίζει. «Ὁ γὰρ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» Τὸ δὲ σῶσαι τοὺς νόμους τῆς γνώμης ἅπαν ἐστί.

Καὶ γὰρ ἆθλα κεῖται τοῖς αἰδεσθεῖσι τὸν νομοθέτην, καθάπερ τιμωρίαι τοῖς ὑπερόπταις· τὸ δὲ τοιοῦτον ἐθελούσιον, τοῦτο γάρ ἐστι τῆς ψυχῆς τὸ μέρος τὸ τὰς εὐθύνας δεχόμενον πανταχοῦ, καὶ τῶν παντάπασιν ἀκουσίων οὔτε στέφανον οὔτε τιμωρίαν εὕροι τις ἄν. Οὐκοῦν εἰ τὴν γνώμην ἀναπτύξομεν τοῦ κατὰ Θεὸν ζῶντος, ἐν αὐτῇ λάμπουσαν εὑρήσομεν τὴν μακαρίαν ζωήν.

Ὡσὰν δὲ πᾶσαν αὐτῆς εἰδῶμεν τὴν δύναμιν, ἐπ’ αὐτῆς αὐτὴν σκεψόμεθα τῆς ὑπερβολῆς, καθάπερ καὶ σώματος ἰσχὺν ἐπὶ τῆς ἀκμῆς. Ὑπερβολὴ δὲ θελήσεως, ἡδονὴ καὶ λύπη, τὸ μὲν προσιεμένης ὁτιοῦν, ἐκεῖνο δὲ ἐκτρεπομένης. Ὅθεν ἐν τούτοις ὁ ἄνθρωπος ὅ τί ἐστι φαίνεται καὶ ταῦτα τὸν ἑκάστου δείκνυσι τρόπον καὶ τοὺς πονηροὺς διΐστησι τῶν χρηστῶν. Καὶ οὕτω διττὸς ὁ τῶν ἀνθρώπων γίνεται βίος· τῶν μὲν πονηρῶν αἰσχροῖς καὶ ματαίοις, τῶν δὲ ἀγαθῶν χαιρόντων τοῖς ἀγαθοῖς· καὶ τῶν μὲν τοῖς δοκοῦσιν ἀηδέσι, τῶν δὲ τοῖς ὡς ἀληθῶς κακοῖς ἀχθομένων. Καὶ οὐ πονηρία καὶ χρηστότης μόνον, ἀλλὰ καὶ ῥᾳστώνη βίου καὶ δυσκολία καὶ τὸ δυστυχεῖν καὶ τὸ πράττειν εὖ, ἀπὸ τούτων κρίνεται.

Οἷς τοίνυν περὶ ζωῆς μακαρίας ὁ λόγος, πῶς οὐκ ἀναγκαία τούτων ἡ θεωρία παρ’ οἷς καὶ τὸ τῆς ζωῆς εἶδος ἁπλῶς καὶ τὴν εὐδαιμονίαν ἔστι μαθεῖν; Ἐπεὶ δὲ ἡδονῆς ἡ λύπη προτέρα, καθόσον ἐκείνου τοῦτο καρπός —«Παρακληθήσονται γάρ, φησίν, οἱ πενθοῦντες»—, εἰκός ἐστι καὶ τὸν περὶ ταύτης λόγον ἡγήσασθαι.

Ἄλλως τε, τὸ μὲν οἷς προσῆκόν ἐστιν ἄχθεσθαι, φεύγειν ἐστὶ τὸ κακόν· τό γε μὴν χαίρειν δεόντως, ὁ πρὸς τἀγαθόν ἐστι δρόμος· ἐκεῖνο δὲ τούτου τῇ προόδῳ δεύτερον· «Ἔκκλινον γάρ, φησιν, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν».

Εἴρηται μὲν οὖν κἀν τοῖς ἔμπροσθεν λόγοις περὶ τῆς κατὰ Θεὸν λύπης, ὧν ὑπόθεσις ἃ λογιζομένους ἔνι πενθεῖν, ἀλλ’ ἐπ’ ἄλλα βλέπουσι, καὶ διὰ τοῦτο πρὸς ἅπαν ὃ προσήκει τῷ πάθει μὴ δυνηθεῖσι. Νῦν δὲ θεωρῆσαι δεῖ, Θεὸς δὲ ἄγοι τὸν λόγον, τί τέ ἐστιν ὃ λυπήσει τὸν σπουδαῖον, καὶ τίνα τρόπον, καὶ τἄλλα δήπουθεν ἐν οἷς πᾶσα τῆς ἐπαινουμένης λύπης πρὸς τὴν πονηρὰν ἡ διαφορά.

Ὅτι μὲν οὖν οἷς δεῖ καὶ πῶς δεῖ ἀκόλουθον τὸν ἐν Χριστῷ ζῶντα λυπεῖσθαι, πᾶσίν ἐστι φανερόν· τίνα δὲ τὰ δέοντα, καὶ τίς ὁ τρόπος ὁ προσήκων, καὶ τῶν τοιούτων, οὐ πᾶσι δήλων καθισταμένων, ἡ σκέψις οὐ μάτην γένοιτ’ ἂν ἡμῖν ὅση δυνατή.

Ἡ μὲν οὖν λύπη τοῦ μίσους ἐξήρτηται, τὸ δὲ μῖσος, τοῦ λόγου τῆς πονηρίας. Καὶ γὰρ ἀποστρεφόμεθα μὲν ὃ δοκοῦμεν εἶναι πονηρόν· οἷς δέ τις ἐχθρῶς ἔχει καὶ πρὸς ἃ δυσχεραίνει, τούτοις ἀνιᾶται παροῦσιν· ὅθεν ὁ ζῶν ὀρθῶς καὶ τῆς ἀληθινῆς φιλοσοφίας ἐπειλημμένος οἶδε μὲν πρῶτον ὅπερ ἐστὶ κακὸν ἀληθῶς, οἶδε δὲ ὃ χρὴ μισεῖν, ἀνιᾶται δὲ οἷς ἄχθεσθαι δεῖ.

Διὰ τοῦτο ζητῶμεν τί τὸ ὡς ἀληθῶς ἀνθρώπῳ κακόν. Πολλῶν τοίνυν καὶ παντοδαπῶν ὄντων ἃ τοὔνομα δέχεται τοῦτο, καὶ τῶν μὲν ἀνθρώποις ἐν κοινῷ πᾶσι, τῶν δ’ ἐνίοις ὄντων δυσχερῶν, οὐδὲν οἷον ἡ τῆς ψυχῆς πονηρία καὶ τὸ τὴν γνώμην νοσεῖν.

Καὶ γὰρ καὶ ἀέρων φθοραὶ καὶ ὡρῶν ἀταξίαι καὶ χωρῶν ἀφορίαι καὶ γῆς διαστάσεις καὶ σεισμοὶ καὶ λοιμοὶ καὶ αὖθις πενία καὶ νόσος καὶ ὕβρις καὶ δεσμωτήριον καὶ πληγαὶ καὶ τῶν τοιούτων ἕκαστον, αὐτὸ μὲν ἂν εἴη κακόν, ἀνθρώπῳ δὲ κακὸν οὐδαμῶς. Ταῦτα μὲν γὰρ τοῖς ἔξω λυμαίνεται καὶ σώματος καὶ κτημάτων οὐδὲν περαιτέρω χωρεῖ. Ὁ δὲ ἄνθρωπος οὔτε τὸ σῶμά ἐστιν ἵνα νοσοῦντος αὐτὸς νοσῇ, οὔτε πολλῷ μᾶλλον τῶν ἃ δεῖ τῷ σώματι χορηγούντων, ὧν ἀφῃρημένων εἰς αὐτὴν βεβλάφθαι τὴν ἀνθρωπότητα δεήσει.

Καὶ μὴν οὐδ’ αἱ τῶν πολλῶν ψῆφοι τὸν ἄνθρωπον πλάττουσιν, ὅπως ᾖ χείρων εἴ τις περὶ αὐτοῦ τὰ χείρω γινώσκει. Καὶ γὰρ εἰ τοῦτο θήσομεν, δεήσει καὶ κακῶς πράττειν καὶ βέλτιον ἔχειν κατὰ ταὐτόν, καὶ πονηρὸν μὲν εἶναι καὶ χρηστόν, ἄθλιον δὲ καὶ μακάριον τὸν αὐτόν, ἔστιν ἐφ’ ὧν τῶν μὲν ταῦτα, τῶν δ’ ἐκεῖνα ψηφιζομένων.

Εἰ δ’ ἔστιν ὡς ἀληθῶς ἄνθρωπος ἡ γνώμη καὶ τὸ λογίζεσθαι, ὧν τῶν ἄλλων οὐδὲν αὐτῷ κοινωνεῖ, τοῦτο μὲν ἀρετὴν ἀνθρώπου, τοῦτο δὲ κακίαν δύναται φέρειν· καὶ τὸ δυστυχεῖν ἂν εἴη κατὰ ταῦτα καὶ τὸ πράττειν καλῶς καὶ τὸ νοσεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ στένοντα ζῆν καὶ τὸ τρυφᾶν, τὰ μὲν παρατραπέντων ἐκείνων, τὰ δ’ ἐν οἷς ἔδει μενόντων.

Ἐπεὶ δὲ παρατροπὴ μὲν λογισμοῦ τὸ ψεῦδος, τῆς δὲ γνώμης τὸ πονηρόν, ζητεῖν ὑπόλοιπον τίνι τούτῳ σαφεῖ τεκμηρίῳ ἑκατέρας εἰσόμεθα τὴν παρατροπήν. Πολλῶν δὲ γενομένων, τὸ πάντων ἱκανώτατον, ἡ κρίσις αὐτοῦ τοῦ Θεοῦ· καὶ ἀγαθὸν μὲν καὶ ἀληθὲς ὅπερ ἐκείνῳ δοκεῖ, φαῦλον δὲ καὶ ψεῦδος ὃ μὴ τῶν ἐκεῖθεν ἔτυχε ψήφων· καὶ ἃ μὲν ἐκεῖνος μανθάνειν ἀξιοῖ τὸν ἄνθρωπον, ταῦτ’ ἀληθῆ· ἃ δὲ βούλεσθαι κελεύει, ταῦτα χρηστά· τὰ δὲ τούτοις πολεμοῦντα γέμει μὲν ἀπάτης, γέμει δὲ πονηρίας.

Τῶν δὲ θείων χρησμῶν οἱ μὲν ἀνθρώπων κομιζόντων εἰς τὴν γῆν ἦλθον, τῶν δὲ αὐτὸς ἦν ὁ Θεὸς ἄγγελος, ἀνθρώπου φύσιν ἐνδὺς καὶ ἄνθρωπος ἀνθρώποις φωνῇ συγγενεῖ τὰ δοκοῦντα μηνύσας. Τί οὖν ἢ χρηστότερον τῶν παραγγελμάτων ἢ ἀληθέστερον τῶν δογμάτων ἐφ’ ὧν ὁ Θεὸς αὐτὸς μὲν νομοθέτης, αὐτὸς δὲ διδάσκαλος, αὐτὸς δὲ δημαγωγὸς ἦν, εἴ γε μόνος μὲν ἀλήθεια, μόνος δέ ἐστιν ἀγαθός;

Εἰ τοίνυν χρὴ μαθεῖν ἃ παρατροπὴ τῆς φύσεως ὄντα λυπεῖ τὸν ἀληθινὸν ἄνθρωπον, τἀναντία τούτων προσήκει λαβεῖν. Ἐκεῖνο γὰρ ἀληθῶς κακὸν ὃ πρὸς τὴν γνώμην ἐκείνην ἵσταται, πονηρὸν δὲ ὂν καὶ μισεῖν εἰκὸς οἷς ἐμέλησε τοῦ ἀγαθοῦ, μισοῦντας δὲ ἀπεύχεσθαι μὲν ἀπόντος, παρόντος δὲ ἀνιᾶσθαι. Λυπήσει δὲ αὐτοὺς παρὸν τὸ κακὸν ἢ σφίσιν ἐστὶν οὗ τοῦ λόγου παρατραπεῖσιν, ἢ τοῖς ἄλλοις οἷς αὐτοὶ τὰ βελτίω συνεύχονται. Συνεύχονται δὲ πᾶσιν ἀνθρώποις, τῷ τε πρὸς τὴν θείαν ἁμιλλᾶσθαι φιλανθρωπίαν, τῷ τε τὴν τοῦ Θεοῦ δόξαν ἐπιθυμεῖν ὁρᾶν ἑκασταχοῦ λάμπουσαν.

Καὶ οὕτω μόνον ἀνιαρὸν τοῖς ἐν Χριστῷ ζῶσιν ἡ ἁμαρτία· πρῶτον μὲν ὅτι πονηρόν, αὐτοὶ δὲ τοὺς τρόπους χρηστοί· δεύτερον ὅτι τοῖς τοῦ Θεοῦ μάχεται νόμοις ᾧ τῆς γνώμης ἐπείγονται κοινωνεῖν· καὶ τρίτον ὅτι μάτην ἀνιᾶσθαι κατὰ τὸν ὀρθὸν λόγον ζῶντας, ἥκιστα πρέπον· ἐνταῦθα μόνον οὐ μάτην ἐστὶν ἀνιᾶσθαι, τῆς λύπης τὰ πάντων λυσιτελέστατα καρπουμένους.

Ἐπὶ μὲν γὰρ τῶν ἄλλων οὐδὲν ἔσται πλέον εἴ τις ἀλγεῖ· καὶ πενία καὶ νόσος καὶ ὁτιοῦν τῶν τοιούτων οὐδὲν μᾶλλον ὑποχωρήσει δακρύουσι. Ψυχῆς δὲ πονηρίᾳ λύπη τὸ φάρμακον· ἣ καὶ μέλλουσαν προανεῖλε καὶ παροῦσαν ἔπαυσε καὶ τολμηθείσης τὰς εὐθύνας δύναται λύειν. Ὑπὲρ οὗ μοι δοκεῖ καὶ τὴν ἀρχὴν ἐντεθῆναι τῇ φύσει, πρὸς οὐδὲν ἄλλο βοηθεῖν ἡμῖν δυναμένη.

Τὴν γὰρ ἁμαρτίαν οὐ προῖκα, μισθοῦ δέ τινος τολμῶντες τῆς ἡδονῆς, καὶ τὸ τέρπον τοῦ κατὰ ψυχὴν εὖ ἔχοντος ἀλλαττόμενοι· οὐ γὰρ ἐφ’ ἑαυτῆς αὐτὴν ἑλοίμεθ’ ἂν ψυχῆς ὄλεθρον καὶ νοῦ πήρωσιν· καὶ τὰ τοιαῦτα σαφῶς εἰδότες, ἐπειδὰν μεταγνόντες ἐφ’ οἷς ἡμάρτομεν ἀνιώμεθα, τὴν ἐκεῖθεν ἀτιμάζοντες ἡδονὴν καὶ πάθει πάθος ἐκκρούοντες, δῆλοι καθέσταμεν, τῷ ῥίπτειν ἅπερ ἐλάβομεν, λαμβάνοντες ἅπερ ἐρρίψαμεν.

Καὶ ἅμα τὸ ἀνιᾶσθαι τίμημα γίνεται ἡμῖν ἐφ’ οἷς ἐτολμήσαμεν, ᾧ καθῃραμένοις οὐ πληγῶν δεήσει δευτέρων. ᾯ καὶ Θεὸς ἐξ ἀρχῆς τοῖς αὑτοῦ τιμωρεῖ νόμοις ἠδικημένοις, λύπης καὶ πόνων τῷ παρανενομηκότι τιμήσας· οὐκ ἂν ταύτην εἰσπράττεσθαι νομίσας τὴν δίκην, εἰ μὴ τῶν ἐγκλημάτων ἄντικρυς ἦν καὶ λύειν εἶχεν εὐθύνης.

Τούτῳ δὲ τῷ τρόπῳ καὶ αὐτὸς ὕστερον κατὰ τῆς ἁμαρτίας ἐχρήσατο, τὸν ἄνθρωπον εἰσελθών, καὶ δεῆσαν ἐκβαλεῖν τῆς φύσεως τῶν ἀνθρώπων τὴν ἁμαρτίαν, ἀλγήσας ἐξέβαλε. Καὶ μὴν οὐ τοῦτο δὴ μάταιον μόνον εἴ τις ἐφ’ ὁτῳοῦν ἀνιᾶται τῶν εἰς σῶμα φερόντων, ἀλλὰ καὶ ζημία περιφανής· τοῦτο γάρ ἐστι Θεοῦ τι τῶν ἄλλων ἔμπροσθεν ἀγαγεῖν.

Ταύτης τῆς πονηρίας ἔσχατον μὲν ἡ τοῦ Ἰούδα μανία, μικρὸν ἀργύριον τοῦ Θεοῦ καὶ Σωτῆρος ἀλλαξαμένου, ἀρχὴ δὲ καὶ σπέρμα τὸ πρὸς τὴν ἐκείνου μνήμην τοῦτο παθεῖν καὶ τῆς ἐν αὐτῷ διατριβῆς ἐκκρουσθῆναι τῷ φιλεῖν ἄλλο τι τῶν πάντων.

Τούτου γὰρ ἐπιδεδωκότος τοῦ πάθους καὶ τῆς τοῦ Θεοῦ λήθης τὴν χώραν τῆς ψυχῆς κατασχούσης, ἡ περὶ αὐτὸν ἀγάπη μαραίνεται, ἐπεὶ καὶ τοὐναντίον τῇ συνεχεῖ μνήμῃ φύεται· τοῦ δὲ φίλτρου σβεσθέντος, ἡ περὶ τὰς ἐντολὰς αὐτοῦ ῥᾳθυμία καὶ τὸ παρανομεῖν εὐθὺς ἀπαντᾷ, καθάπερ «Ὁ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει».

Τοῖς δὲ τοὺς τοῦ Θεοῦ νόμους πατοῦσι καὶ τὰ τοιαῦτα τολμηταῖς, καὶ τὸν τῆς πίστεως προδοῦναι λόγον, ἄν τι δέῃ κερδαίνειν, οὐδὲν ἀπᾷδον· «Τῆς γὰρ συνειδήσεώς τινες ἀστοχήσαντες, περὶ τὴν πίστιν ἐναυάγησαν», ὁ μακάριος ἔφη Παῦλος· «Νεκρὰ γάρ ἐστι, φησίν, ἡ πίστις» οἷς τῶν καταλλήλων οὐκ ἐμέλησεν ἔργων· ὅθεν εἰ διαφθείροιτο ῥᾳδίως, καινὸν οὐδέν.

Τριῶν γὰρ ὄντων ἃ τῷ Θεῷ παρ’ ἡμῖν φυλάττει τὸ σέβας, τοῦ φόβου τῶν κειμένων τοῖς ἀσεβέσι κακῶν, τῆς ἀγαθῆς τῶν εὐσεβούντων ἐλπίδος, τοῦ περὶ αὐτὸν τὸν Θεὸν καὶ τὸ καλὸν ἔρωτος, ἐνεργὸν οὐδὲν ταῖς τῶν παρανομεῖν ἐγνωκότων καταλείπεται ψυχαῖς· ἀλλὰ καθάπερ οἷς ὁ βίος τοῖς τοῦ Θεοῦ τάττεται νόμοις ἡ περὶ αὐτὸν αἰδὼς αὔξεται, τὸν ἴσον τρόπον τοὺς τῶν λογίων ὑπερόπτας κατὰ μικρὸν ἐπιλείπει· καὶ προϊοῦσι πρὸς τὸ καλὸν τοῦτο πάθος οὐδὲν κοινόν· τῷ δὲ ταύτην ἐκ μέσου γενέσθαι, πάντων τῶν ἐπισχεῖν ἂν δυνηθέντων τὴν πονηρίαν ἀνῃρημένων καὶ τοῦ τἀγαθὸν εἰσφέροντος λογισμοῦ τῷ πολλάκις ἐπιστομισθῆναι σεσιγηκότος, ἐπ’ ἔσχατα χωρεῖν αὐτοὺς τῶν κακῶν, οὐδὲν χαλεπόν.

Διὰ ταῦτα τὴν μέριμναν οἱ σπουδαῖοι φυλάττονται καὶ πρὸς τὴν ῥίζαν ἐξ ἀρχῆς ἵστανται τῶν κακῶν καὶ τὴν καρδίαν τῷ Θεῷ μόνῳ τηροῦσι καθάπερ ἄλλο τι τέμενος, τὴν μνήμην ἐξελόντες αὐτῷ. Καὶ γὰρ ἴσασι τῶν μὲν ἱερῶν οἴκων τοῖς πολλοῖς οὐδὲ ψαύειν ἐξεῖναι καὶ σκευῶν καὶ πέπλων τοῖς οὕτως ἀφωρισμένοις πρὸς ἄλλο τι χρῆσθαι τῶν ἀθεμίτων εἶναι· ψυχῆς δὲ Θεῷ καθιερωθείσης οὐδὲν ἴσον εἶναι τῶν ἱερῶν, ὅθεν καὶ χρῆναι παντὸς μᾶλλον ἄδυτον εἶναι τοῖς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τραπεζῶν καὶ κολυβιστῶν καὶ τοιούτων ἀπηλλάχθαι πραγμάτων. Εἰ γὰρ τὸν τῆς προσευχῆς οἶκον οὕτως ἔχειν ἐχρῆν, ὅπως δεῖ νομίζειν αὐτὸν τὸν εὐχόμενον ὑπὲρ οὗ καὶ τὸ χωρίον ἐκεῖνο καθαρεύειν ἔδει θορύβων; καίτοι τῷ μὲν ἑκάστοτε τοὔνομα οὐκ ἦν ἐνεργὸν οὐδ’ ἦν ἀεὶ προσευχῆς οἶκος, τῶν εὐχομένων ἐνίοτε κενὸς ὤν· χριστιανοὺς δὲ τῇ τοῦ Θεοῦ συνουσίᾳ προσκεῖσθαι τὸν ἀεὶ χρόνον, «ἀδιαλείπτως προσευχομένους» ὁ τοῦ Παύλου κελεύει νόμος.

Κἀκεῖνο δὲ συνορῶμεν· τῶν γὰρ ἄλλων ὁ Σωτὴρ ἁμαρτημάτων λόγοις ἀπάγων, ἐνταῦθα καὶ γλώσσῃ κέχρηται καὶ ὀργῇ καὶ χειρὶ καὶ μάστιγι, λογίζεσθαι παρέχων, ὅσης ἀξιοῖ τὸ πρᾶγμα σπουδῆς. Ταῦτα γὰρ οὐ τὸν νεὼν τοσοῦτον ἐκεῖνον βουλομένου σεμνύνειν, ὃν κατασκαπτόμενον περιεῖδεν, ὅσο τῶν πιστῶν ἕκαστον, παρ’ οἷς ἐπηγγείλατο μένειν, μερίμνης ἀπηλλάχθαι καὶ φροντίδων, ὅσου τιμᾶται δεικνύντος ἦν· καὶ ἅμα ὡς ἰταμὸν τὸ πάθος, καὶ χρεία θυμοῦ καὶ ψυχῆς ἑστώσης καὶ νήφοντος λογισμοῦ καὶ πρό γε τούτων αὐτῆς τῆς χειρὸς τοῦ Σωτῆρος, ὃν ἔνδον μὴ λαβόντας, τὸν θόρυβον ἀμήχανον ἐκβαλεῖν.

Διὰ ταῦτα τὸν ἱερόσυλον θανάτῳ ζημιοῦσθαι νόμος ἔκειτο, καὶ τοῖς τῶν Ἁγίων Ἁγίοις παραπετάσματος ἐδέησε. Καὶ Ὀζᾶν ἀπέθνῃσκε τῇ κιβωτῷ περιτραπείσῃ χεῖρα βέβηλον ὑποσχών, καὶ Ὀζίας λέπραν τῶν ἱερῶν ἀπώνατο, καὶ πολλὰ δὴ τοιαῦτα τῇ βεβαπτισμένῃ ψυχῇ τὸ καθαρῶς ἄσυλον τῷ ἀληθινῷ Θεοῦ τεμένει νομοθετεῖ.

Διὰ ταῦτα τοῖς ἐν Χριστῷ ζῶσιν εἰλικρινῆ μερίμνης τὴν ψυχὴν ἔχειν πολλοῦ τινος εἶναι δοκεῖ. Κἄν τι τὴν γνώμην εἰσέλθῃ τῶν εἶναι προὔργου δοκούντων, οὐκ ἐπιστρέφει τὸν λογισμόν, καθάπερ τῷ Πέτρῳ τῶν ἐν χερσὶν οὐδὲν ἐμέλησεν, ἐπεὶ καλοῦντος τοῦ Σωτῆρος ἤκουσε. Καὶ γὰρ καὶ αὐτοὶ καλοῦνται κλῆσίν τινα συνεχῆ καὶ διηνεκῆ διὰ τῆς ἐνσημανθείσης ἀπὸ τῶν μυστηρίων τῇ ψυχῇ χάριτος, ἥτις ἐστί, Παῦλος εἶπε, «τὸ τοῦ Υἱοῦ τοῦ Θεοῦ Πνεῦμα ἐν ταῖς καρδίαις αὐτῶν κράζον· Ἀββᾶ ὁ Πατήρ».

Καὶ οὕτως ἑκάστοτε πάντων ὑπερορῶσιν ἵν’ ἑκάστοτε τῷ Χριστῷ δυνηθῶσιν ἀκολουθεῖν, ὅτι «οὐ καλόν ἐστι, φησίν, ἀφέντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις»· πρῶτον μὲν ὅτι μηδὲν αὐτοῖς πρὸ τοῦ Θεοῦ, ἔπειθ’ ὅτι καὶ πάντα παρ’ αὐτῷ τἄλλα προσδοκῶσιν εὑρήσειν, τῶν ἀγαθῶν ὄντι πάντων ταμίᾳ. Καὶ γὰρ αἰτοῦσι πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, τοῦ ἀψευδοῦς ἐπαγγελίᾳ, πάντα τἄλλα ἀκολουθήσειν.

Ὑπὲρ τούτων μερίμνης τοὺς αὐτῷ προσκειμένους ὁ Σωτὴρ ἀπάγων ἁπάσης, πολὺν τοῦ νόμου τούτου ποιεῖται λόγον, ἵνα τε μὴ τῶν μειζόνων ἀποστερῶνται, καὶ ὅτι μάτην κόπτονται φροντίζοντες ὧν πρὸ αὐτῶν ἐκείνῳ μελήσει.

Εἰ δὲ τὸ μεριμνᾶν ὑπὲρ τούτων ζημία, τὸ ἀνιᾶσθαι ποῦ θήσομεν; ὃ μὴ μόνον ἐστὶ τοῦ Θεοῦ τῇ μνήμῃ τὴν ψυχὴν ἀφεστάναι, ἀλλὰ καὶ παντάπασιν ἐσκοτῶσθαι καὶ τυφλὸν εἶναι τὸν λογισμόν, ὡς καὶ πρὸς ὄλισθον παντοδαπὸν ἐντεῦθεν εὐχερῶς ἔχειν. Νοῦς γὰρ ἐπειδὰν ἀθυμίᾳ κάτοχος ᾖ, τῷ σεσεῖσθαι τοῖς ἐκεῖθεν ἰλίγγοις καὶ καταπεσεῖν, τὰ φαυλότατα πάντων ἑαυτῷ χρῆται· τὴν μὲν ἐνέργειαν τὴν ἑαυτοῦ καὶ τὴν ἀξίαν ἑτοίμως ἄγαν προϊέμενος καὶ ὃ πέφυκε, καθάπερ οἱ μακρῷ κάρῳ κατασχεθέντες τὰ ἐν χερσί, πάθεσι δὲ ῥᾳδίως εἴκων, ἀνδραπόδων δίκην οἷς ἐπιτάττειν δίκαιος ἦν. Καὶ οὕτως οὐδὲν κωλύει τὴν ψυχὴν ἀποθανεῖν, μυρίας λαβοῦσαν πληγάς, τῶν μὲν «ἀφ’ ὕψους αὐτῇ πολεμούντων πολλῶν ὄντων», ᾗ Δαβὶδ εἶπε, τοῦ δ’ ἐπικουρῆσαι δυναμένου κειμένου. Διὰ τοῦτο Παῦλος· «Ἡ λύπη, φησί, τοῦ κόσμου θάνατον κατεργάζεται».

Πρὸς δὴ ταῦτα βλέποντες οἳ περιεῖναι καὶ ζῆν αὑτοῖς βούλονται τὴν ψυχήν, οὐ λύπην φεύγουσι μόνον, ἀλλὰ καὶ μερίμνης ἀπέχονται, πόρρωθεν ἐκτρεπόμενοι τὸ κακόν. Εἰ δὲ πολλοῖς τῶν σπουδαίων πόλεων καὶ συνοικιῶν ἐπιμελουμένοις, καὶ πραγμάτων ἅψασθαι συνέβη, ἀλλὰ μερίμναις οὐδὲν μᾶλλον προσέσχον οὐδ’ ἐξέστησεν αὐτῶν τοῦ καθεστηκότος τὸν λογισμόν.

Μεριμνῶμεν γὰρ ἐπειδάν, περὶ ὧν ζητοῦμεν καὶ ὧν ὅπως ἔσται τυχεῖν σκοποῦμεν, πρὸς ταῦτα πόθον τινὰ κεκτημένοις, ἔπειτα τυχεῖν εἰ γένοιτ’ ἂν ἡμῖν ὧν ἐπιθυμοῦμεν ἄδηλον ᾖ. Ταῦτα γὰρ τὴν μέριμναν συνίσταται καὶ κατατείνειν δύναται τὴν ψυχήν, τό τε περὶ τὸ ζητούμενον φίλτρον, τό τε περὶ τοῦ τέλους τῆς περὶ αὐτὸ σπουδῆς μηδὲν εἰδέναι σαφές. Ἄν τε γὰρ ἢ περὶ ὧν φιλοῦμεν οὐδὲν εἰδῶμεν, ἢ περὶ ὧν φιλοῦμεν τὰ κατ’ εὐχὴν εἰδῶμεν, οὐδὲν ἡμῖν δυσχερὲς οὐδὲ μέριμνα· ἄν τε ζητοῦντες ὃ φιλοῦμεν ὡς οὐ ληψόμεθα σαφῶς εἰδῶμεν, τοῦ μεριμνᾶν οὐδεὶς καταλείπεται τόπος, οὐδεμία γὰρ ἐνταῦθα φροντὶς οὐδὲ φόβος ἐν οἷς ὁ τῆς μερίμνης ἕστηκεν ὅρος· ἀλλ’ ἀτεχνῶς ὡς ἤδη τοῦ κακοῦ παρόντος λύπη τὸ πάθος.

Τῶν δὴ μεριμνᾶν ποιούντων τῶν ἐν Χριστῷ ζώντων οὐδετέρου ταῖς ψυχαῖς ἐνοχλοῦντος, ἀνάγκη τῶν ἀπὸ τῆς μερίμνης αὐτοὺς ἀπηλλάχθαι κακῶν. Οὔτε γὰρ οὐδενὶ προστετήκασι τῶν παρόντων, καὶ εἴ τι πρὸς τὴν τοῦ σώματος ἐργάζονται χρείαν, τὸ τέλος ἑκάστοτε τῆς σπουδῆς ἴσασι τρόπον δή τινα. Τὸ γὰρ τῷ Θεῷ δοκοῦν τοῖς πόνοις εὔχονται πέρας καὶ ὡς ἀπαντήσει τὰ παρὰ τῶν εὐχῶν αὐτίκα μάλα σαφῶς γινώσκουσι.

Μεριμνῷεν γὰρ ἄν, ἢ τῶν πενήτων οἳ τρυφῆς ἐπιθυμοῦντες μείζω τῶν ὄντων τὴν πρὸς τὸν βίον ζητοῦσι παρασκευήν, ἢ τῶν πλουτούντων οἷς πρὸ τῶν χρημάτων οὐδέν, οἳ μενόντων τε παρ’ αὐτοῖς τρέμουσι μὴ φυγόντα λάθωσι καὶ ἀναλουμένων ἀλγοῦσι, κἂν εἰς ἃ δεῖ μάλιστα τῷ σώματι δαπανῶσι. Μάλιστα μὲν ὡς ἂν αὐτῶν ἀτόπως ἐρῶντες, ὥστε βούλοιντ’ ἂν μᾶλλον μηδὲν ἐκεῖθεν ὠφελουμένους τὸν ἀεὶ χρόνον ἔνδον κατέχειν, ἢ προεμένους ἃ δεῖ κερδαίνειν τῶν θησαυρῶν, ἔπειθ’ ὅτι περὶ τῆς δαπάνης δεδοίκασι μὴ μάτην αὐτοῖς ᾖ, περὶ τοῦ τῶν πόνων τέλους ἥκιστα θαρρεῖν δυναμένοις, ἐπεὶ μὴ τῆς τοῦ Θεοῦ χειρὸς τὰς ἐλπίδας ἐξῆψαν, ἑστῶτος καὶ βεβαίου πράγματος, ἀλλ’ ἑαυτοῖς καὶ τοῖς ἑαυτῶν λογισμοῖς ἐν οἷς πράττουσι τὸ πᾶν ἐπιτρέπουσιν, οἳ «δειλοί τέ εἰσι καὶ ἐπισφαλεῖς», φησὶ Σολομῶν.

Ἐκείνοις δὲ πᾶσαν μὲν τρυφὴν μισοῦσι, πάντων δὲ τῶν ὁρωμένων ὑπερορῶσι, πάντων δὲ ὧν ἑαυτοῖς ἢ περὶ τῶν ἄλλων πονοῦσι, τῷ λύχνῳ τῶν τοῦ Θεοῦ νόμων ἡγεμόνι χρωμένοις, μετὰ δὲ τῆς εἰς αὐτὸν ἐλπίδος πάντα ποιοῦσι ὡς τὸ συνοῖσον αὐτοῖς ἀπαντήσει, τίς ἀνάγκη μερίμνης; ἀνθ’ ὁτοῦ δὲ ἀγρυπνήσουσι περὶ ὧν ὡς ἤδη κατωρθωμένων γινώσκουσι; Οὐ γὰρ τὸ ταῖς σπουδαῖς ἀκόλουθον τέλος ἐκ παντὸς τρόπου ζητοῦντες ἀλλ’ ὅπερ ἂν συνενέγκοι, οὔτε μέλλοντος μεριμνῶσι, μάλα σαφῶς εἰδότες ὅτι τεύξονται τῶν εὐχῶν, καὶ στέργουσιν ἀπαντῆσαν, τὸ πάντων λυσιτελέστατον καὶ ὅπερ ηὔξαντο, τοῦτ’ αὐτὸ πιστεύοντες εἶναι.

Καὶ ὅλως καθάπερ ὁδοὶ πόροις ἐπειδὰν ἀγωγοῦ τύχωσιν ἡγεῖσθαι καλῶς αὐτοῖς οἷ δεῖ βαδίζειν ἐπισταμένου, πλάνης οὐδεὶς ἂν γένοιτο φόβος, οὐδ’ ἔστι περὶ τοῦ καταλύματος αὐτοῖς φροντὶς οὐδεμία, τὸν ἴσον τρόπον καὶ αὐτοὶ τῷ πάντα μὲν εἰδότι, πάντα δὲ δυναμένῳ, τῶν περὶ αὐτοὺς φροντίδων ἐκστάντες, καὶ τοῦτον βίου καὶ τῆς περὶ τοῦτον σπουδῆς προστησάμενοι μόνον, μερίμνης αὐτοὶ καθαρὰν ἔχουσι τὴν ψυχήν, ἵνα τοῦ ὡς ἀληθῶς ἀγαθοῦ μόνου ποιούμενοι λόγον, «τὰ τοῦ Κυρίου μεριμνῶσιν» ὥσθ’ ὑπὲρ μόνων τῶν ἐκείνῳ δοκούντων, ἄν τι δέῃ, φοβηθῆναι καὶ ἀνιαθῆναι καὶ ὁτιοῦν τοιοῦτον παθεῖν.

Ἐνταῦθα γὰρ οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις λυσιτελεῖς καθεστᾶσιν ὑπὲρ ὧν δακρύουσιν· ὃ καὶ θαυμάσαι τις ἂν τῆς τοῦ Θεοῦ χρηστότητος, εἰ νόσον μὲν οὐδεὶς ἂν φύγοι τὸ φάρμακον ἄλλου πίνοντος, εὐθύνης δὲ λύοιτ’ ἂν ἀλγούντων ἑτέρων.

Ὃ μὲν οὖν ἀνιᾷ τοὺς ἐν Χριστῷ ζῆν βουλομένους, φανερὸν ἐκ τῶν εἰρημένων. Πῶς δὲ καὶ τίσι χρωμένους τοῖς λογισμοῖς προσθεῖναι λοιπόν. Οὐ γὰρ τῶν αὐτῶν ἕνεκα πάντες περὶ τῆς ἁμαρτίας ἀλγοῦσιν· ἀλλὰ τοὺς μὲν δακρύειν ἀλαζονεία τὸ πεῖθον, ὅτι τῶν μεγίστων σφᾶς αὐτοὺς ἀξιοῦντες παρὰ τὰς ἐλπίδας πράττουσι· τοῖς δὲ ἀνιαρὸν ἡ τῶν ἄθλων οἶμαι ζημία· τοῖς πλείοσι δὲ ὁ τῆς εὐθύνης φόβος· τοῖς δέ γε πάντων ἀρίστοις ὁ περὶ τὸν νομοθέτην ἔρως ἀφόρητον ἐργάζεται τὸ παρανομεῖν.

Καθάπερ γὰρ τῶν κατορθούντων τὴν ἀρίστην ἔχουσι τάξιν οἷς οὔτε φόβος κακῶν οὔτε μισθῶν ἐλπίδες ἀλλ’ ὁ τοῦ Θεοῦ μόνον ἔρως τοὺς περὶ ἀρετῆς εἰργάσατο πόνους, οὕτω τῶν ἁμαρτανόντων καὶ διὰ τοῦτο κοπτομένων, οἷς τὸ πένθος τὸ περὶ τὸν Θεὸν ἐξέκαυσε φίλτρον, οἱ βέλτιστοι τῶν ἄλλων εἰσίν. Ἐκεῖνοι μὲν γὰρ αὐτοὶ ἑαυτοῖς τὸ πάθος ἐργάζονται καὶ παρ’ ἑαυτῶν ἐπὶ τὸ πενθεῖν ἔρχονται καὶ ὅτι σφᾶς αὐτοὺς φιλοῦσι δακρύουσι· τούτους δὲ ὁ κινῶν αὐτός ἐστιν ὁ Θεός· ὅθεν ἐπεὶ τῷ κινοῦντι τὴν φορὰν ἀνάγκη συμβαίνειν, τοσοῦτο τῆς λύπης ἐκείνη ταύτης βελτίων ὅσο τῶν κινούντων τὸ μέσον· καθάπερ καὶ βέλει δρόμος ἄριστος καὶ πρὸς τὸν σκοπὸν ἀτεχνῶς ἀπὸ χειρῶν μάλιστα τοξεύειν ἐπισταμένων.

Ἐπεὶ δὲ οὐκ ἐφ’ οἷς δεῖ μόνον ἀνιᾶσθαι καὶ ὅπως, ἀλλὰ καὶ ὅσον εἰδέναι χρή, καὶ γὰρ ἔστι μὲν ἔλαττον ἢ τοῖς ἡμαρτημένοις ἐστὶ προσῆκον ἀλγεῖν, ἔστι δὲ τῷ πάθει μᾶλλον τοῦ δέοντος συγχωρεῖν, οἱ μετὰ τούτων πενθοῦντες τῶν λογισμῶν τὸ μέτρον τῶν δακρύων εἴσονται.

Καθάπερ γὰρ ἐν πληγῇ σώματος, ἕως μὲν ἔτι νοσεῖ τὸ μέλος, τῆς ἐκτριβείσης σαρκὸς ἀντεισενεγκεῖν δύναιτ’ ἂν ἢ τὸ παράπαν οὐδὲν ἢ τοῦ φυσικοῦ καὶ τεταγμένου μείζω τὸν ὄγκον, ἐπειδὰν δὲ ἡ φύσις ἑαυτῆς γένηται καὶ νόσου καθαρὰ χωρῇ, πρὸς τὴν συμμετρίαν εὐθὺς εἶδε καὶ τῶν ἐλλειφθέντων οὐδὲν πλέον ἀναδοῦσα παύεται· τὸν ἴσον τρόπον κἀπὶ τῶν τῆς ψυχῆς ἀρρωστημάτων ἂν ἔχοι. Τῆς γὰρ ἐπὶ τοῖς ἁμαρτήμασι λύπης καὶ κακοπαθείας καὶ δακρύων καὶ τῶν τοιούτων ἁπάντων ἐκεῖνο ζητούντων τὴν ἁμαρτίαν ἐξελεῖν, ἀποκαταστῆσαι δὲ τῶν τῆς ψυχῆς καλῶν ὅσον ἀπενήνεκται, ἡ τῶν θείων ἐρώτων προϊοῦσα λύπη, μόνη τῶν ἄλλων ὑγιὴς οὖσα, μόνη μὲν σὺν λόγῳ χωρεῖ, μόνη δὲ τῶν ἄλλων τὸ μέτρον ἐπίσταται.

Εἰ γὰρ προσέκοψαν, ἀλλ’ οὐχ ἑτέραν ἦλθον οὐδ’ ἤμειψαν τὴν ὁρμὴν οὐδ’ ἠγνόησαν τοὺς ὅρους καὶ ὅποι χρὴ καταλύειν, οἷς τὸ τοῦ Θεοῦ φίλτρον ἐνέμεινε. Τοῦτο γάρ ἐστι πρὸς τὸν Θεὸν ὀρθῶς βαδίζειν, τὸ σὺν ἀγάπῃ βαδίζειν ἣ «τῶν ἀμώμων ἐστὶν ὁδός», ὁ μελῳδὸς εἶπεν· «ἐν ὅλῃ γάρ, φησί, καρδίᾳ ἐκζητήσουσιν αὐτόν», τὴν ἐπιτεταγμένην ἐπιθυμίαν διὰ τούτου δηλῶν· οὗτοι γὰρ «οἱ πορευόμενοι ἐν νόμῳ κυρίου», οἱ σὺν ἀγάπῃ ζῶντες, οἷς ὁ πᾶς ἐξήρτηται νόμος· ἄλλως τε τὴν ἁμαρτίαν εὐθὺς ἅπασαν ἀποδῦσιν ἣ μόνη σκοτοῖ τὸν τῆς ψυχῆς ὀφθαλμόν, οὐδὲν ἐμποδὼν αὐτοῖς, κἀν ταῖς ἀθυμίαις πρὸς τὸν ὀρθὸν λόγον ὁρᾶν, καὶ ὅσον δεῖ πενθεῖν εἰδέναι σαφῶς.

Ἐπεὶ γὰρ τῆς ἀρετῆς ὅρος τῆς ἀνθρωπίνης, ᾗ πρόσθεν ἔφην, Θεῷ κοινωνῆσαι γνώμης, κακίας δὲ τοὐναντίον, καὶ τοῦτο μέν ἐστι τοῦ σκοποῦ τυγχάνειν τὸν ἄνθρωπον, ἐκεῖνο δὲ ἁμαρτάνειν, οἳ μὲν μισθοῦ φιλοσοφοῦσιν, οὔτε κατορθοῦντες αὐτὴν αὐτῆς ἕνεκα φιλοῦσι τὴν ἀρετήν, οὔτε πταίσαντες αὐτῆς λόγον ὀδύρονται τὴν κακίαν· ἀλλὰ τοῦτο μὲν ὁ τῶν ἄθλων ἔρως αὐτοὺς ἐποίησεν, ἐκεῖνο δὲ ἡ ζημία· ὅθεν τὴν οὐσίαν αὐτὴν ὡς εἰπεῖν τῆς ἁμαρτίας ἥκιστα μισοῦντες, οὐ φεύγουσι καθαρῶς ἔν γε τῷ διακειμένῳ τῆς γνώμης, κἂν τῆς ἐνεργείας τύχωσι πεπαυμένοι. Καθάπερ γὰρ τὸν τοὺς πονηροὺς τῶν ἀνθρώπων μισοῦντα διὰ τὸν τρόπον, οὐκ ἔστι προσειπεῖν μισάνθρωπον, ὡς δὲ καὶ τὸ πρὸς τὴν ἁμαρτίαν δυσχερῶς ἔχειν οὐχ ὅτι τοῖς τοῦ Θεοῦ πολεμεῖ νόμοις, ἀλλ’ ὅτι ζημίαν ἔχει τοῖς τολμῶσι, τὴν ζημίαν ἐστὶ φευγόντων ἀληθῶς, οὐκ αὐτὴν ἀποστρεφομένων τὴν πονηρίαν· οἳ καὶ δῆλοι πάντως εἰσίν, οὐκ ἂν φυλαξάμενοι τὴν κακίαν, εἰ χωρὶς κινδύνων ἁμαρτάνειν ἐξῆν.

Οὓς δὲ πρὸς τὴν φιλοσοφίαν τὸ τοῦ Θεοῦ φίλτρον ἀνέστησεν καὶ τιμῶσι τὸν νόμον ὅτι τὸν νομοθέτην στέργουσιν, ἐπειδὰν τῷ Θεῷ προσκεκρουκότες ἑαυτῶν καταγνῶσιν, αὐτὴν τὴν ἁμαρτίαν ἑαυτοῖς μέμφονται, καὶ δακρύουσι οὐχ ὅτι τῶν ἐπ’ ἀρετῇ μισθῶν ἐψεύσθησαν, ἀλλ’ ὅτι μὴ τῷ Θεῷ τῇ γνώμῃ συνέβησαν.

Ὅθεν ἐκεῖνοι μὲν καὶ μετεγνωκότες ἐφ’ οἷς ἥμαρτον, κακίας οὐ παντελῶς καθαρὰν ἔχουσι τὴν ψυχήν, καὶ διὰ ταῦτα ταλαιπωρίας τινὸς καὶ δακρύων καὶ πόνων ὑπὲρ τῶν ἡμαρτημένων δεῆσαν, παρὰ τοῖς ὑγιαίνουσι τὸ μέτρον ζητήσουσι.

Οὗτοι δὲ τὴν νόσον ἅπασαν ἐκβαλόντες ἑαυτοῖς ἀρκέσουσι. Διττῆς γὰρ οὔσης τῆς ἁμαρτίας, ἀμφοτέρας φεύγουσι τὰς μερίδας· τῆς τε γὰρ ἐνεργείας αὐτῆς ἐπαύσαντο μεταμεληθέντες, καὶ πάθος πονηρὸν καὶ διάθεσις ἡτισοῦν οὐκ ἐνέμεινε, τοῦ πρὸς τἀγαθὸν καὶ τὸν Θεὸν ταῖς ψυχαῖς ἐντακέντος αὐτοῖς πάθους μὴ συγχωροῦντος. Καὶ περὶ μὲν τῆς λύπης τοσαῦτα.