Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Πρώτος (συνέχεια): Η σταυρική θυσία και η νίκη επί της αμαρτίας

Αναλύεται το απολυτρωτικό έργο της ενανθρωπήσεως και του σταυρικού θανάτου του Χριστού, καθώς και ο τρόπος με τον οποίο η δωρεά της νίκης οικειοποιείται από τους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 14

Ὁ γὰρ καταλλάξας καὶ συνάψας καὶ εἰρηνοποιήσας τὸν ἄνω κόσμον τοῖς κάτω, καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας», «οὐ δύναται ἀρνήσασθαι ἑαυτόν», ὁ μακάριος ἔφη Παῦλος. Τὰς μὲν γὰρ πύλας ἐκείνας διὰ τὸν Ἀδὰμ ἀνεῳγυίας, ἐκείνου μὴ μείναντος ἐφ’ οἷς ἔδει μένειν, καὶ κλεισθῆναι δήπουθεν εἰκὸς ἦν. Ταύτας δὲ ὁ Χριστὸς αὐτὸς ἀνέωξεν, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν» οὐδὲ δύναται ἁμαρτάνειν· «ἡ γὰρ δικαιοσύνη αὐτοῦ, φησί, μένει εἰς τὸν αἰῶνα»· ὅθεν ἀνάγκη πᾶσα μένειν ἀνεωγμένας, καὶ πρὸς μὲν τὴν ζωὴν εἰσάγειν, ἀπὸ δὲ τῆς ζωῆς ἔξοδον οὐδενὶ παρέχειν. «Ἦλθον γάρ, φησὶν ὁ Σωτήρ, ἵνα ζωὴν ἔχωσι.» Τοῦτο γάρ ἐστιν ἡ ζωὴ ἣν ὁ Κύριος ἧκε φέρων· τὸ διὰ τῶν μυστηρίων τούτων ἐλθόντας, μετασχεῖν αὐτῷ τοῦ θανάτου καὶ κοινωνῆσαι τοῦ πάθους, καὶ τούτου χωρὶς τὸν θάνατον οὐκ ἔνι διαφυγεῖν.

Οὔτε γὰρ μὴ βαπτισθέντα ἐν ὕδατι καὶ Πνεύματι δυνατὸν εἰς τὴν ζωὴν εἰσελθεῖν· οὔτε «οἱ μὴ φαγόντες τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πιόντες αὐτοῦ τὸ αἷμα, δύνανται ζωὴν ἐν ἑαυτοῖς ἔχειν». Καὶ σκοπῶμεν ἄνωθεν.

Τίς ἡ αἰτία, δι’ ἣν τὰ μυστήρια δύνανται μόνα τὴν ἐν Χριστῷ ζωὴν ἐντιθέναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Ζῆσαι μὲν γὰρ οὐκ ἦν τῷ Θεῷ μὴ ταῖς ἁμαρτίαις ἀποθανόντας· ἀποκτεῖναι δὲ δυνηθῆναι τὴν ἁμαρτίαν μόνου Θεοῦ.

Τοῖς γὰρ ἀνθρώποις ὠφείλετο μέν· δίκαιοι γὰρ ἦμεν ἑκόντες ἡττηθέντες, ἀναπαλαίσασθαι τὴν ἧτταν· οὐκ ἐνῆν δὲ οὐδ’ ἐγγύς, δούλοις ἤδη γενομένοις τῆς ἁμαρτίας· πῶς γὰρ ἂν ἐγενόμεθα κρείττους ᾗ δουλεύοντες ἦμεν; ἦ γὰρ ἂν καὶ μείζους ἦμεν, «οὐκ ἔστι δὲ δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ». Ἐπεὶ τοίνυν ὁ μὲν τὸ χρέος τοῦτο καταβαλεῖν καὶ τὴν νίκην ἄρασθαι ταύτην δίκαιος ὤν, ἀνδράποδον ἦν ὧν ἔδει τῷ πολέμῳ κρατεῖν· ὁ δὲ Θεὸς ᾧ ταῦτα ἐξῆν οὐδενὸς ὑπόχρεως ἦν, καὶ διὰ ταῦτα τὸν ἀγῶνα οὐδέτερος ἀνῃρεῖτο, καὶ ἡ ἁμαρτία ἔζη, καὶ ἦν ἀμήχανον ἤδη τὴν ἀληθινὴν ζωὴν ἡμῖν ἀνατεῖλαι—τὸ τρόπαιον ἄλλου μὲν ὀφείλοντος, ἄλλου δὲ δυναμένου—, τούτων ἕνεκα συνελθεῖν ἐδέησε τοῦτο κἀκεῖνο, καὶ ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τὰς φύσεις, τοῦ τε προσήκοντος τῷ πολέμῳ καὶ ἐδύνατο νικῆσαι.

Γίνεται τοίνυν. Καὶ Θεὸς μὲν οἰκειοῦται τὸν ὑπὲρ τῶν ἀνθρώπων ἀγῶνα· ἄνθρωπος γάρ· ἄνθρωπος δὲ νικᾷ τὴν ἁμαρτίαν, καθαρὸς ὢν ἁμαρτίας ἁπάσης, Θεὸς γὰρ ἦν. Καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ὀνειδῶν ἀπαλλάττεται, καὶ ἀναδεῖται νίκης στεφάνῳ, τῆς ἁμαρτίας πεσούσης.

Οὔπω δὲ καὶ τῶν ἀνθρώπων ἕκαστος ἢ νενίκηκε τούτων ἕνεκα ἢ ἠγώνισται, ἤγουν τῶν δεσμῶν ἐκείνων ἐλύθη· καὶ τοῦτο δὲ αὐτὸς ἐποίησε, δι’ ὧν προσέθηκεν ὁ Σωτήρ, ἐν οἷς ἑκάστῳ τῶν ἀνθρώπων ἔδωκεν ἐξουσίαν ἀποκτεῖναι τὴν ἁμαρτίαν καὶ κοινωνοὺς αὐτῷ γενέσθαι τῆς ἀριστείας.

Ἐπεὶ γὰρ μετὰ τὸ τρόπαιον ἐκεῖνο δέον στεφανοῦσθαι καὶ θριαμβεύειν, ὁ δὲ πληγῶν καὶ σταυροῦ καὶ θανάτου καὶ τῶν τοιούτων εἰς πεῖραν ἦλθε, καὶ ὅ φησι Παῦλος· «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας», τί γίνεται;

Ὁ μὲν οὐδὲν ἠδίκησεν ὧν ταῦτα ἔδωκε δίκην, οὐδὲ ἐποίησεν ἁμαρτίαν οὐδὲ εἶχεν οὐδὲν ὅθεν ἂν ἐγκαλεῖν εἶχεν ὁ συκοφάντης καὶ σφόδρα ἀναισχυντῶν. Πληγὴ δὲ καὶ ὀδύνη καὶ θάνατος ἐξ ἀρχῆς κατὰ τῆς ἁμαρτίας ἐπενοήθη· τί γὰρ καὶ συνεχώρει φιλάνθρωπος ὢν ὁ Δεσπότης; Οὐ γὰρ εἰκός ἐστι φθορᾷ καὶ θανάτῳ τὴν ἀγαθότητα χαίρειν.

Διὰ τοῦτο μετὰ τὴν ἁμαρτίαν εὐθὺς τὸν θάνατον καὶ τὴν ὀδύνην συνεχώρησεν ὁ Θεός, οὐ δίκην ἡμαρτηκότι μᾶλλον ἐπάγων ἢ φάρμακον νενοσηκότι παρέχων. Ἐπεὶ τοίνυν τοῖς ὑπὸ τοῦ Χριστοῦ πεπραγμένοις οὐκ ἦν ἐφαρμόσαι ταύτην τὴν δίκην, καὶ ἀρρωστίας ἴχνος εἶχεν οὐδὲν ὁ Σωτὴρ ἣν ἀνεῖλεν ὅπερ ἔλαβε φάρμακον, εἰς ἡμᾶς ἡ τοῦ ποτηρίου δύναμις ἐκείνου διαβαίνει, καὶ ἀποκτείνει τὴν ἐν ἡμῖν ἁμαρτίαν· καὶ ἡ τοῦ ἀνευθύνου πληγὴ γίνεται δίκη τοῖς πολλῶν ὑπόχρεως οὖσι.

Καὶ ἐπεὶ μεγάλη τις ἦν ἡ δίκη καὶ θαυμαστὴ καὶ μείζων ἢ τῶν ἀνθρωπείων κακῶν ἀντίρροπος εἶναι, οὐ μέχρι τούτου μόνον ἔστη λύσασα τὸ ἔγκλημα· ἀλλὰ τοσαύτην προσέθηκεν ὑπερβολὴν ἀγαθῶν, ὥστε καὶ εἰς τὸν οὐρανὸν αὐτὸν ἀναβῆναι καὶ τῆς ἐνταῦθα βασιλείας τῷ Θεῷ κοινωνῆσαι, τοὺς ἀπὸ γῆς, τοὺς ἐχθίστους, τοὺς δεδεμένους, τοὺς ἠνδραποδισμένους, τοὺς ἠτιμωμένους. Τίμιος γὰρ ἦν ὁ θάνατος ἐκεῖνος, οὔμενουν οὐδ’ ὅσον ἀνθρώποις λογίσασθαι δυνατόν, καὶ εἰ ὀλίγου τινὸς ἐπράθη τοῖς φονευταῖς συγχωροῦντος τοῦ Σωτῆρος· ἵνα καὶ τοῦτο πτωχείας αὐτῷ γέμῃ καὶ ἀτιμίας.

Ὡσὰν τῷ μὲν ὅλως πραθῆναι τὰ δούλων ὑπομείνας, τὸ ὑβρισθῆναι κερδάνῃ· κέρδος γὰρ ἡγεῖτο τὴν ὑπὲρ ἡμῶν ἀτιμίαν· τῷ δὲ ὀλίγου τινός, αἰνίξηται προῖκα καὶ δῶρον εἰς τὸν ὑπὲρ τοῦ κόσμου θάνατον ἀφιγμένος· ἑκὼν ἀπέθανε μηδένα μηδὲν ἀδικήσας, οὔτε τοῦ βίου ἕνεκα οὔτε τῆς εἰς τὸ κοινὸν πολιτείας, χαρίτων ὑπάρξας τοῖς φονευταῖς, τῶν ἐπιθυμιῶν καὶ τῶν ἐλπίδων πολλῷ μειζόνων.

Καὶ τί δὴ ταῦτα λέγω; Θεὸς ἀπέθανεν· αἷμα Θεοῦ τὸ χεθὲν ἐπὶ τοῦ σταυροῦ. Τί τιμιώτερον τούτου γένοιτ’ ἂν τοῦ θανάτου; Τί φρικωδέστερον; Τί τοσοῦτον ἥμαρτεν ἡ τῶν ἀνθρώπων φύσις, ὅσον λύειν εἶχεν ἡ δίκη; Πηλίκον ἂν ἦν τὸ τραῦμα, ὥστε ἀντίρροπον γενέσθαι τῇ τοῦ φαρμάκου τούτου δυνάμει;

Ἔδει μὲν γὰρ τιμωρίᾳ τινὶ τὴν ἁμαρτίαν καταλυθῆναι, καὶ ὧν πρὸς Θεὸν ἐξημάρτομεν τὴν ἀξίαν δόντας δίκην, ἀπηλλάχθαι τῶν ἐγκλημάτων· ὁ γὰρ τιμωρησάμενος οἷς ἐπήνεγκε δίκην, ἐγκαλοίη περὶ τῶν αὐτῶν οὐκ ἂν ἔτι.

Ἀνθρώπων δὲ οὐδεὶς ἦν ὃς εὐθύνης καθαρὸς ὢν αὐτός, ὑπὲρ τῶν ἄλλων ἔπαθεν ἄν, ὅπου γε οὐδὲ ἑαυτῷ τις ἤρκεσεν οὐδὲ τὸ γένος ἅπαν, εἰ μυριάκις ἐξῆν ἀποθανεῖν, τὴν γιγνομένην ἂν ἀπέτισε δίκην. Τί γὰρ ἂν ἄξιον καὶ πάθοι δοῦλος αἴσχιστος, τὴν εἰκόνα συντρίψας τὴν βασιλικὴν καὶ πρὸς τοσοῦτον ὕψος ὑβρίσας;

Διὰ ταῦτα ὁ Δεσπότης ὁ ἀναμάρτητος πολλῶν δεινῶν ἀνασχόμενος ἀποθνήσκει· καὶ φέρει μὲν τὴν πληγὴν ὑπὲρ τῶν ἀνθρώπων ἀπολογούμενος, ἄνθρωπος ὤν· λύει δὲ τὸ γένος τῶν ἐγκλημάτων καὶ δίδωσι τοῖς δεδεμένοις ἐλευθερίαν, ὅτι αὐτὸς οὐκ ἐδεῖτο ταύτης, Θεὸς ὢν καὶ Δεσπότης.

Ἀνθ’ ὧν μὲν οὖν ἡ ἀληθινὴ ζωὴ διὰ τοῦ θανάτου τοῦ Σωτῆρος εἰς ἡμᾶς διαβαίνει, ταῦτά ἐστιν. Ὁ δὲ τρόπος ὅπως ταύτην ἕλκομεν εἰς τὰς ἡμετέρας ψυχάς, τοῦτό ἐστι· τὸ τελεσθῆναι τὰ μυστήρια, τὸ λούσασθαι, τὸ χρισθῆναι, τὸ τῆς τραπέζης ἀπολαῦσαι τῆς ἱερᾶς. Ταῦτα γὰρ ποιοῦσιν ὁ Χριστὸς ἐπιδημεῖ καὶ ἐνοικεῖ καὶ συνάπτεται καὶ προσφύεται, καὶ τὴν ἁμαρτίαν ἐν ἡμῖν ἀποπνίγει, καὶ τὴν ζωὴν ἐνίησι τὴν ἑαυτοῦ καὶ τὴν ἀριστείαν, καὶ κοινωνοὺς ποιεῖται τῆς νίκης. Ὢ τῆς ἀγαθότητος; λουμένους ἀναδεῖ καὶ δειπνοῦντας ἀνακηρύττει.

Διὰ τί λουομένους καὶ μύρῳ χριομένους καὶ δειπνοῦντας ὁ Χριστὸς στεφανοῖ. Διὰ τί καὶ κατὰ τίνα τοῦ γιγνομένου λόγον ἀπὸ λουτροῦ καὶ μύρων καὶ τραπέζης νίκη καὶ στέφανος, ἃ πόνων καὶ ἱδρώτων ἐστὶ καρπός;

Ὅτι εἰ καὶ μὴ ἀγωνιζόμεθα μηδὲ πονοῦμεν ταῦτα ποιοῦντες, ἀλλὰ τόν γε ἀγῶνα ὑμνοῦμεν ἐκεῖνον καὶ θαυμάζομεν τὴν νίκην καὶ προσκυνοῦμεν τὸ τρόπαιον καὶ περὶ τὸν ἀριστέα σφοδρόν τι καὶ ἄρρητον ἐπιδεικνύμεθα φίλτρον. Καὶ τὰ τραύματα ἐκεῖνα καὶ τὴν πληγὴν καὶ τὸν θάνατον οἰκειούμεθα καὶ δι’ ὧν ἔξεστιν εἰς ἡμᾶς αὐτοὺς ἕλκομεν καὶ αὐτῶν γευόμεθα τῶν σαρκῶν τοῦ νεκρωθέντος καὶ ἀναστάντος· ὅθεν εἰκότως ἀπὸ τοῦ θανάτου καὶ τῶν ἀγώνων ἐκείνων ἀπολαύομεν ἀγαθῶν.

Εἰ γάρ τις τύραννον ἁλόντα καὶ δίκην ἀπαιτούμενον παρελθὼν ἐξαιρεῖται καὶ στεφάνων ἀξιοῖ καὶ σεμνύνει τὴν τυραννίδα καὶ αὐτὸς ἡγεῖται ἀποθνήσκειν ἐκείνου πίπτοντος καὶ καταβοᾷ τῶν νόμων καὶ πρὸς τὰ δίκαια δυσχεραίνει καὶ ταῦτα οὐ σὺν αἰσχύνῃ οὐδὲ συγκαλύπτων τὴν πονηρίαν, ἀλλὰ παρρησιαζόμενος καὶ μαρτυρόμενος καὶ ἐπιδεικνύμενος, τοῦτον τίνων ἀξιώσομεν ψήφων; Οὐ τῶν αὐτῶν αὐτῷ τιμησόμεθα τῷ τυράννῳ; Παντί που δῆλον.

Οὐκοῦν τοὐναντίον ἅπαν, εἴ τις ἀριστέα θαυμάζει καὶ χαίρει νενικηκότι καὶ στεφάνους αὐτῷ πλέκει καὶ θορύβους ἐγείρει καὶ σείει τὸ θέατρον καὶ θριαμβεύοντι προσπίπτει σὺν ἡδονῇ καὶ κεφαλὴν καταφιλεῖ καὶ περιπτύσσεται δεξιὰν καὶ οὕτω σφόδρα μαίνεται περὶ τὸν στρατιώτην καὶ ἣν ἀνῄρηται νίκην, ὥσπερ αὐτὸς ὢν ὁ τὴν κεφαλὴν τῷ στεφάνῳ κοσμήσων τὴν ἑαυτοῦ· οὗτος γὰρ μερίτης ἂν εἴη τῶν ἐπάθλων τῷ νικητῇ, παρά γε εὐγνώμοσι δικασταῖς, καθάπερ ἐκεῖνος; οἶμαι, κοινωνήσει τῷ τυράννῳ τῆς δίκης.

Εἰ γὰρ περὶ τοῦς πονηροὺς ἃ προσῆκε σώσομεν καὶ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἀπαιτητέον εὐθύνας, σχολῇ γε εἰκός ἐστι τοὺς ἀγαθοὺς τῶν γιγνομένων ἀποστερεῖν. Εἰ δὲ καὶ τοῦτο προστεθὲν εἶ, καὶ ὁ τὴν νίκην εἰργασμένος ἐκείνην αὐτὸς μὲν οὐ δεῖται τῶν ἀπὸ τῆς νίκης γερῶν, ἐκεῖνο δὲ ἀντὶ πάντων ἡγεῖται λαμπρὸν ἰδεῖν ἐπὶ τοῦ θεάτρου τὸν σπουδαστὴν καὶ τοῦτο τῆς ἀγωνίας ἆθλον ἑαυτῷ νομίζει στεφανωθῆναι τὸν ἑταῖρον, πῶς οὐ δικαίως ἐκεῖνος καὶ μάλα ἀκολούθως ἄνευ ἱδρώτων καὶ κινδύνων τὸν ἀπὸ τοῦ πολέμου κομιεῖται στέφανον;

Ταῦτα δὴ καὶ ἡμῖν τὸ λουτρὸν τοῦτο δύναται καὶ τὸ δεῖπνον καὶ ἡ σώφρων τοῦ μύρου τρυφή. Μυούμενοι γάρ, τὸν μὲν τύραννον κακίζομεν καὶ καταπτύομεν καὶ ἀποστρεφόμεθα, τὸν ἀριστέα δὲ ἐπαινοῦμεν καὶ θαυμάζομεν καὶ προσκυνοῦμεν καὶ φιλοῦμεν ὅλῃ ψυχῇ, ὥστε τῷ περιόντι τοῦ φίλτρου ὡς ἄρτον σιτούμεθα καὶ ὡς μύρον χριόμεθα καὶ ὡς ὕδωρ περιβαλλόμεθα.

Φανερὸν δὲ ὅτι τὸν πόλεμον ὑπὲρ ἡμῶν εἵλετο τοῦτον, καὶ ἵνα νικήσωμεν ἡμεῖς αὐτὸς ἠνέσχετο ἀποθνήσκων· ὥστε οὐδὲν ἀνακόλουθον οὐδὲ ἀπᾷδον ἀπὸ τῶν μυστηρίων τούτων ἐπὶ τοὺς στεφάνους ἔρχεσθαι. Ἡμεῖς μὲν γὰρ τὴν δυνατὴν ἐπιδεικνύμεθα προθυμίαν, καὶ τὸ ὕδωρ ἀκούοντες τοῦτο τὰ τοῦ θανάτου τοῦ Χριστοῦ καὶ τοῦ τάφου δύνασθαι, καὶ πιστεύομεν εὖ μάλα καὶ πρόσιμεν ἡδέως καὶ καταδυόμεθα· ὁ δέ—οὐ γὰρ μικρὰ δίδωσιν οὐδὲ μικρῶν ἀξιοῖ—τοὺς προστιθεμένους τοῖς μετὰ τὸν θάνατον καὶ τὴν ταφὴν δεξιοῦται, οὐ στέφανόν τινα παρέχων, οὐ δόξης μεταδιδούς, ἀλλ’ αὐτὸν τὸν νικητὴν αὐτὸς ἑαυτὸν ἐστεφανωμένον.

Καὶ τὸ ὕδωρ ἀναδύντες, αὐτὸν τὸν Σωτῆρα φέρομεν ἐπὶ τῶν ἡμετέρων ψυχῶν, ἐπὶ τῆς κεφαλῆς, ἐπὶ τῶν ὀφθαλμῶν, ἐν αὐτοῖς τοῖς σπλάγχνοις, ἐπὶ τῶν μελῶν ἁπάντων, ἁμαρτίας καθαρόν, φθορᾶς ἁπάσης ἀπηλλαγμένον, οἷος ἀνέστη καὶ τοῖς μαθηταῖς ὤφθη καὶ ἀνελήφθη, οἷος ἀφίξεται πάλιν τοῦτον ἀπαιτήσων τὸν θησαυρόν.

Οὕτω δὲ γεννηθέντες καὶ καθάπερ εἴδει τινὶ καὶ μορφῇ τῷ Χριστῷ τυπωθέντες, ἵνα μηδὲν ἐπεισαγάγωμεν ἀλλότριον εἶδος, τῆς ζωῆς τὰς εἰσόδους αὐτὸς κατέχει. Καὶ δι’ ὧν ἀέρα καὶ τροφὴν εἰσάγοντες τῇ ζωῇ τοῦ σώματος βοηθοῦμεν, διὰ τούτων αὐτὸς εἰς τὰς ἡμετέρας εἰσδύεται ψυχάς· καὶ τὰς θύρας ἀμφοτέρας οἰκειοῦται, τῇ μὲν ὡς μύρον καὶ εὐωδία, τῇ δὲ ὡς τροφὴ προσήκων. Καὶ γὰρ καὶ ἀναπνέομεν αὐτὸν καὶ τροφὴ γίνεται ἡμῖν. Καὶ οὕτως ἑαυτὸν διὰ πάντων ἡμῖν ἀνακεράσας καὶ ἀναμίξας, ἑαυτοῦ ποιεῖται σῶμα καὶ γίνεται ἡμῖν ὅπερ μέλεσι κεφαλή. Διὰ τοῦτο γὰρ καὶ τῶν ἀγαθῶν ἁπάντων αὐτῷ κοινωνοῦμεν, ὅτι κεφαλή· τὰ γὰρ τῆς κεφαλῆς εἰς τὸ σῶμα διαβαίνειν ἀνάγκη.

Ὑπὲρ οὗ καὶ θαυμάσαι τις ἂν ὅτι μὴ καὶ τῶν πληγῶν αὐτῷ μετέσχομεν οὐδὲ τοῦ θανάτου, ἀλλὰ μόνος μὲν ἠγώνισται, ἐπεὶ δὲ ἔδει στεφανωθῆναι τηνικαῦτα κοινωνοὺς ἡμᾶς ποιεῖται τῶν ἑαυτοῦ. Ἔστι μὲν οὖν καὶ τοῦτο τῆς ἀρρήτου φιλανθρωπίας· οὐ πόρρω δὲ λόγου καὶ τῆς γινομένης ἀκολουθίας. Μετὰ γὰρ τὸν σταυρόν, τῷ Χριστῷ συνήφθημεν· μήπω δὲ ἀποθανόντα, κοινὸν οὐδὲν ἡμῖν πρὸς ἐκεῖνον. Ὁ μὲν γὰρ Υἱὸς καὶ ἀγαπητός· ἡμεῖς δὲ μιαροὶ καὶ δοῦλοι καὶ ἐχθροὶ τῇ διανοίᾳ. Ἐπεὶ δὲ ἀπέθανε καὶ τὸ λύτρον ἐδόθη καὶ τὸ τοῦ διαβόλου δεσμωτήριον κατεστράφη, τηνικαῦτα τὴν ἐλευθερίαν καὶ τὴν υἱοθεσίαν ἐκομισάμεθα καὶ μέλη τῆς μακαρίας ἐκείνης κατέστημεν κεφαλῆς. Ἐξ ἐκείνου τοίνυν, ἃ τῆς κεφαλῆς ἐστι καὶ ἡμῶν γίνεται.

Καὶ νῦν μὲν ἀναμάρτητοι τοῦ ὕδατος ἀπαλλαττόμεθα τούτου, καὶ τῶν αὐτοῦ μετέχομεν χαρίτων διὰ τὸ μύρον, καὶ διὰ τὴν τράπεζαν τὴν αὐτὴν ἐκείνῳ ζῶμεν ζωήν· ἐπὶ δὲ τοῦ μέλλοντος θεοὶ περὶ Θεόν, καὶ τῶν αὐτῶν αὐτῷ κληρονόμοι, καὶ τὴν αὐτὴν αὐτῷ βασιλεύοντες βασιλείαν, ἐάν γε μὴ ἑκόντες ἡμᾶς αὐτοὺς ἀποτυφλώσωμεν ἐν τῷδε τῷ βίῳ καὶ τὸν χιτῶνα διαρρήξωμεν τὸν βασιλικόν. Τοῦτο γὰρ ὑπὲρ τῆς ζωῆς εἰσάγωμεν μόνον, τὰς δωρεὰς ὑπομεῖναι καὶ τῷν χαρίτων ἀνασχέσθαι καὶ μὴ ῥίψαι τὸν στέφανον, ὃν πολλοῖς ἱδρῶσι καὶ πόνοις ἔπλεξεν ἡμῖν ὁ Θεός.

Τοῦτό ἐστιν ἡ ἐν Χριστῷ ζωή, ἣν συνίστησι μὲν τὰ μυστήρια· δοκεῖ δέ τι δύνασθαι πρὸς ταύτην καὶ τὴν ἀνθρωπείαν σπουδήν. Ὅθεν τῷ περὶ αὐτῆς εἰπεῖν βουλομένῳ, περὶ τῶν μυστηρίων ἑκάστου πρῶτον διαλαβόντι, εἶτα περὶ τῆς κατ’ ἀρετὴν ἐργασίας ἀκόλουθον ἂν εἴη σκοπεῖν.