Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Δεύτερος (συνέχεια): Η απαλλαγή από την προγονική αμαρτία και η ανακαίνιση του ανθρώπου

Περιγράφεται η κληρονομικότητα της πτώσης του Αδάμ, η κάθαρση μέσω του βαπτίσματος και η μετάδοση της νέας, αναμάρτητης ζωής. Συζητείται επίσης το ζήτημα της αναστάσεως των απίστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 14

Τί ἐστι τὸ κατὰ Χριστὸν γεννηθῆναι καὶ ὑποστῆναι. Ἐπεὶ γὰρ τὰ μὲν ἀπολλύμεθα, τὰ δὲ γινόμεθα, καὶ τὰ μὲν ῥίπτομεν, τὰ δὲ σῴζομεν, εἰ τί ἐστιν ἑκάτερον τούτων γένοιτο δῆλον, δῆλον ἂν εἴη τί ἐστιν αὐτὸ τὸ κατὰ Χριστὸν ὑποστῆναι· ἔστι τοίνυν, τὸ μὲν ἁμαρτία, τὸ δὲ δικαιοσύνη, καὶ τὸ μὲν ὁ παλαιὸς ἄνθρωπος, τὸ δὲ ὁ καινός· μᾶλλον δὲ ἀκριβέστερον ἔτι περὶ τούτων σκοπῶμεν.

Τῆς ἁμαρτίας διττῆς οὔσης καὶ εἰς ἄμφω χωρούσης, καὶ τῆς μὲν ἐν ταῖς ἐνεργείαις γινομένης, τῆς δὲ ἐν τῇ ἕξει συνισταμένης, ἡ ἐνέργεια αὐτὴ μὲν οὐ πάρεστιν ἐνίοτε οὐδὲ μένει, ἀλλ’ εὐθύς τε ἐγένετο, καὶ οὐκ ἔστι, καθάπερ βέλος ἄμα τῷ πλῆξαι παρελθόν· καταλείπει δὲ τὸ τραῦμα τοῖς εἰργασμένοις, τοὺς τύπους τῆς κακίας καὶ τὴν αἰσχύνην καὶ τὸ ὑπόχρεως εἶναι δίκης. Ἡ δὲ ἕξις ἀπὸ τῶν πονηρῶν ἐνεργειῶν, καθάπερ νόσος ἐκ διεφθαρμένης διαίτης, ταῖς ψυχαῖς ἐντεθεῖσα, μόνιμός ἐστι καὶ δεσμοῖς ἀλύτοις αὐτὴν καταδεῖ καὶ δουλοῦται τὸ φρόνημα καὶ τὰ πάντων κάκιστα ἐργάζεται τοὺς ἁλόντας, εἰς τὰς πονηροτάτας ἐνεργείας ἐνάγουσα δι’ ὧν συνέστη καὶ ἃς ἑκάστοτε τίκτει, γεννωμένη καὶ γεννῶσα κατὰ ταὐτὸν ὥσπερ ἐν κύκλῳ.

Ὅθεν συνέβαινε τὴν ἁμαρτίαν ἀτελεύτητον εἶναι, τῆς ἕξεως μὲν τὰς ἐνεργείας ἀπογεννώσης, τῇ προσθήκῃ δὲ τῶν ἐνεργειῶν τῆς ἕξεως ἐπιδιδούσης, καὶ οὕτω δι’ ἀλλήλων τῶν κακῶν ἀμφοτέρων ἀεὶ προχωρούντων, «ἡ μὲν ἁμαρτία ἔζησεν, ἐγὼ δὲ ἀπέθανον»· ἐπεὶ μηδὲ χθὲς καὶ πρώην ἤρξατο τὸ κακόν, ἀλλ’ ἐξ οὗ γεγόναμεν.

Ἀφ’ οὗ γὰρ τῷ Πονηρῷ πιστεύσας ὁ Ἀδὰμ τὰ ἑαυτοῦ, τὸν Δεσπότην περιεῖδε τὸν ἀγαθὸν καὶ τὴν γνώμην διεστράφη, καὶ ἡ ψυχὴ τὴν ὑγείαν ἐκείνην ἀπώλεσε καὶ τὴν εὐεξίαν, ἐξ ἐκείνου καὶ τὸ σῶμα συνέβη τῇ ψυχῇ καὶ ἥρμοσε καὶ συνδιεστράφη καθάπερ ὄργανον τῇ τοῦ τεχνίτου χειρί. Κοινωνεῖ γὰρ ἡ ψυχὴ τῷ σώματι τῶν παθῶν, τῷ ἄκρως ἡνῶσθαι· σημεῖον δέ· καὶ γὰρ ἐρυθριᾷ μὲν αἰσχυνομένης τὸ σῶμα, τήκεται δὲ φροντίσι τῆς ψυχῆς πολιορκουμένης.

Ἐπεὶ δὲ ἡ φύσις ἐχώρει καὶ προῄει τὸ γένος ἀπὸ τοῦ πρώτου σώματος ἐκείνου προβαῖνον, διεδόθη καθάπερ ἄλλα τι τῶν φυσικῶν καὶ ἡ πονηρία. Ἐπεὶ δὲ οὐ παραπολαύει μόνον τὸ σῶμα τῶν τῆς ψυχῆς παθῶν, ἀλλὰ καὶ μεταδίδωσι τῶν αὑτοῦ· καὶ χαίρει γὰρ ἡ ψυχὴ καὶ ἄχθεται, καὶ σωφρονικοί τινές εἰσι καὶ ἐλεύθεροι τῷ διακεῖσθαι ὡδὶ τὸ σῶμα· διὰ τοῦτο ἀκόλουθον ἦν καὶ τὴν ἑκάστου ψυχὴν τῆς τοῦ πρώτου Ἀδὰμ κληρονομῆσαι κακίας, ἀπὸ μὲν τῆς ψυχῆς ἐκείνου πρὸς τὸ σῶμα δοθείσης, ἀπὸ δὲ τοῦ σώματος τοῖς ἐξ ἐκείνου σώμασιν, ἀπὸ δ’ αὖ τῶν σωμάτων ἐπὶ τὰς ψυχὰς ἐρχομένης.

Καὶ τοῦτό ἐστιν ὁ παλαιὸς ἄνθρωπος, ὃν σπέρμα κακίας ἀπὸ τῶν προγόνων λαβόντες ἅμα τῷ φῦναι, οὐδεμίαν ἡμέραν καθαρὰν εἴδομεν ἁμαρτίας, οὐδ’ ἀνεπνεύσαμεν ἐλεύθεροι πονηρίας, ἀλλ’ ὅ φησιν ὁ προφήτης· «Ἀπηλλοτριώθημεν ἀπὸ μήτρας, ἐπλανήθημεν ἀπὸ γαστρός.» Οὐ μέχρι τοῦ δυστυχοῦς ἐκείνου στάντες κλήρου τῆς προγονικῆς ἁμαρτίας, οὐδ’ οἷς ἐκληρονομήσαμεν ἀγαπήσαντες κακοῖς, ἀλλ’ οὕτω σφόδρα τῇ κακίᾳ προσθέντες καὶ τὸν πονηρὸν αὐξήσαντες πλοῦτον, ὥστε τοῖς δευτέροις ἀποκρύψαι τὰ πρότερα καὶ τῶν παραδειγμάτων πολλῷ χείρους τοὺς μιμησαμένους ἀναδειχθῆναι. Καὶ τὸ μέγιστον ἁπάντων· οὐ γάρ τις ἐγένετο μεταξὺ διακωχὴ τοῦ κακοῦ, ἀλλὰ συνεχῶς ἡ νόσος ἐχώρει· ἴσως δὲ καὶ διὰ τοῦτον τὸν λόγον ἀμήχανον ἦν τὸ γένος τῶν ἀνθρώπων αὐτὸ ἑαυτῷ πρὸς θεραπείαν ἀρκέσαι, μήτε γεγευμένον σχεδὸν οὐδὲ πώποτε τῆς ἐλευθερίας, μήτε ἐπεὶ μὴ πεπείρατο, δυνάμενον εἰς πόθον ἐλθεῖν καὶ τυχεῖν ἐθελῆσαι καὶ κατὰ τῆς τυραννίδος διαναστῆναι.

Τούτων τῶν χαλεπωτάτων δεσμῶν, ταύτης τῆς δίκης, τῆς νόσου, τοῦ θανάτου τὸ λουτρὸν ἀπαλλάττει, οὕτω μὲν ῥᾳδίως ὡς μηδὲ χρόνου δεηθῆναι, οὕτω δὲ παντάπασι καὶ τελείως ὥστε μηδὲ ἴχνος ὑπολειφθῆναι· καὶ οὐ πονηρίας ἀπαλλάττει μόνον, ἀλλὰ καὶ τὴν ἐναντίαν ἕξιν παρέχει.

Αὐτὸς γὰρ ὁ Δεσπότης, δι’ ὧν ἀπέθανεν, ἔδωκεν ἡμῖν ἐξουσίαν ἀποκτεῖναι τὴν ἁμαρτίαν· δι’ ὧν δὲ ἀνεβίω, τῆς καινῆς ζωῆς ἐποίησε κληρονόμους. Ὁ γὰρ θάνατος ἐκεῖνος, καθόσον μὲν αὐτὸ τοῦτο θάνατος ἦν, τὴν πονηρὰν ζωὴν ἀποκτείνει· καθόσον δέ ἐστι δίκη, τὰς εὐθύνας λύει τῶν ἁμαρτημάτων, ὧν διὰ τὰς πονηρὰς ἐνεργείας ἕκαστος ὑπόχρεως ἦμεν.

Καὶ τοῦτον τὸν τρόπον τῆς ἕξεως καὶ τῆς ἐνεργείας συμπάσης ἁμαρτίας τὸ λουτρὸν καθαροὺς ἀποφαίνει, καθόσον κοινωνοὺς ποιεῖ τοῦ ζωοποιοῦ τούτου θανάτου. Ἐπεὶ δὲ καὶ τῆς ἀναστάσεως μετέχομεν διὰ τὸ λουτρόν, ζωὴν ἡμῖν ὁ Χριστὸς δίδωσιν ἄλλην καὶ μέλη πλάττει καὶ δυνάμεις ἐντίθησιν, ὧν δεήσει πρὸς τὸν μέλλοντα βίον ἀφικομένοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐγκλημάτων ἀθρόον λύομαι καὶ τὴν ὑγείαν αὐτίκα λαμβάνω· μάλιστα μὲν ὅτι Θεοῦ καθαρῶς ἔργον ὃν οὐκ ἔνι χρόνῳ δουλεύειν, ἔπειτα οὐδὲν νῦν εὖ ποιεῖ τὸ γένος, ἵνα καὶ χρόνου δεήσῃ, ἀλλ’ εὖ πεποίηκεν. Οὐ γὰρ νῦν δίδωσι τὴν δίκην ὧν ἥμαρτον ὁ Δεσπότης, οὐδὲ νῦν κατασκευάζει τὴν ἰατρείαν καὶ μέλη πλάττει καὶ δυνάμεις ἐντίθησιν, ἀλλ’ ἔπλασε καὶ ἐνέθηκε καὶ κατεσκεύασεν. Ἀφ’ οὗ γὰρ εἰς τὸν σταυρὸν ἀνέβη καὶ ἀπέθανε καὶ ἀνέστη, ἡ ἐλευθερία τῶν ἀνθρώπων κατέστη, καὶ τὸ εἶδος καὶ τὸ κάλλος συνέστη, καὶ ἡ καινὴ μορφὴ καὶ τὰ νέα μέλη κατεσκευάσθη.

Νῦν δὲ προσελθεῖν δεῖ μόνον καὶ προσαγαγεῖν ταῖς χάρισι· καὶ τοῦτο ἡμῖν δύναται τὸ λουτρόν, συνάψαι τοὺς νεκροὺς τῇ ζωῇ, τῇ ἐλευθερίᾳ τοὺς δεδεμένους, τοὺς διεφθαρμένους τῇ μακαρίᾳ μορφῆ. Τὸ λύτρον ἐδόθη, νῦν λυόμεθα μόνον· τὸ μύρον ἐχέθη καὶ ἡ εὐωδία τὸ πᾶν κατέσχε· πνεῦσαι λείπεται μόνον, μᾶλλον δὲ οὐδὲ πνεῦσαι· καὶ γὰρ καὶ τὸ δύνασθαι πνεῦσαι παρὰ τοῦ Σωτῆρος κατεσκευάσθη καὶ τὸ δύνασθαι λυθῆναι καὶ τὸ δύνασθαι φωτισθῆναι. Καὶ γὰρ οὐ φῶς ἀνέτειλε μόνον εἰς τὸν κόσμον ἐλθών, ἀλλὰ καὶ ὀφθαλμὸν κατεσκεύασε, καὶ οὐ τὸ μύρον ἐξέχεε μόνον, ἀλλὰ καὶ αἴσθησιν ἔδωκε· νῦν δὲ τὸ ἱερὸν τοῦτο λουτρὸν ταύταις ταῖς αἰσθήσεσι καὶ ταῖς δυνάμεσι τοὺς λελουμένους συνάπτει.

Καθάπερ γὰρ ὕλη ἀνείδεος καὶ ἄμορφος εἰς τὸ ὕδωρ καταδυόμενοι τοῦτο, ἐν αὐτῷ τῷ καλῷ περιτυγχάνομεν εἴδει. Διὰ ταῦτα πάντα ἡμῖν ἀθρόον ἀνατέλλει τὰ ἀγαθά· προκατεσκεύασται γάρ· «Τὸ ἄριστόν μου ἡτοίμασται, οἱ ταῦροί μου καὶ τὰ σιτιστά, φησί, τεθυμένα καὶ πάντα ἔτοιμα, δεῦτε εἰς τοὺς γάμους.» Τοῦτο τῇ ἑορτῇ λείπεται μόνον, ἀπαντῆσαι τοὺς κεκλημένους. Ἀπαντήσασι δὲ τίνος ἔτι δεήσει πρὸς τὴν εὐδαιμονίαν; Οὐδενὸς ἤδη.

Ἐπὶ μὲν γὰρ τοῦ μέλλοντος αἰῶνος, παρασκευασάμενοι προσερχόμεθα τῷ Χριστῷ, νῦν δὲ παρασκευαζόμεθα προσελθόντες· τότε μὲν γὰρ ἀνάγκη πάντα ἔχοντας προσελθεῖν, ἐπὶ δὲ τοῦ παρόντος ἀνάγκη προσελθόντας πάντα λαβεῖν. Διὰ τοῦτο τηνικαῦτα μὲν ταῖς μωραῖς τῶν παρθένων οὐκ εἰσιτητὸς ὁ νυμφών, ἐπὶ δὲ τοῦ παρόντος αἰῶνος τοὺς ἄφρονας ἐπὶ τὴν εὐωχίαν καὶ φιλοτησίαν καλεῖ. Τότε μὲν γὰρ οὐκ ἔστι νεκρὸν ἀναβιῶναι καὶ τυφλὸν βλέψαι καὶ διεφθαρμένον ἀναπλασθῆναι, τῷ δὲ βίῳ τούτῳ θελήσεως δεῖ μόνον καὶ προθυμίας, καὶ τὰ πάντα ἀκολουθεῖ· «Ἦλθον γάρ, φησίν, εἰς τὸν κόσμον ἵνα ζωὴν ἔχωσι», καί· «φῶς εἰς τὸν κόσμον ἐλήλυθα.» Καὶ τοῦτο δὲ τῆς ἀρρήτου φιλανθρωπίας, τὸ πάντα αὐτὸν εἰργασμένον δι’ ὧν ἐλύθην, καταλιπεῖν τι καὶ ἡμῖν εἰς τὴν ἐλευθερίαν εἰσενεγκεῖν, αὐτὸ τὸ πιστεῦσαι τῷ βαπτίσματι τὴν σωτηρίαν καὶ θελῆσαι προσελθεῖν, ἵνα ἀπὸ τούτων ἡμῖν τὸ πᾶν λογισθῇ καὶ ὧν αὐτὸς εὖ πεποίηκεν καὶ τούτων ὀφείλῃ χάριν. Καὶ τοίνυν ἐπειδὰν συμβῇ λελουμένους εὐθὺς ἀπελθεῖν, μηδὲν ἕτερον ἐπαγομένους ἢ τὴν σφραγῖδα, ἐπὶ τοὺς στεφάνους καλεῖ, καθάπερ ὑπὲρ τῆς βασιλείας ταύτης ἠγωνισμένους.

Ὧν μὲν οὖν τὸ βάπτισμα καὶ ὅπως τὰς ψυχὰς ἀπαλλάττει, ταῦτά ἐστιν· ἐπεὶ δὲ καὶ ζωήν τινα παρέχει διὰ τὸν ἀναστάντα, ζητῶμεν τί ἐστιν ἡ ζωή. Ὅτι τὴν τοῦ Χριστοῦ ζωὴν ἡμῖν ἐντίθησι τὸ βάπτισμα. Ἔστι μὲν οὖν εἰκὸς μὴ ταύτην εἶναι, καθ’ ἣν πρότερον ἐζῶμεν, καλλίω δὲ τῆς προτέρας, οἰκείαν δὲ τῇ φύσει. Εἰ μὲν γὰρ τὴν προτέραν καὶ νῦν ἔχομεν, τί ἔδει καὶ ἀποθνήσκειν; εἰ δὲ ἄλλην τὰ αὐτὰ δυναμένην, τοῦτο μὲν οὖν οὐκ ἦν ἀναστῆναι· εἰ δὲ τὴν ἀγγελικήν, τί κοινὸν ἡμῖν πρὸς ἐκείνους; ἄνθρωπος γὰρ ὁ πεσών· τὸ δὲ ἀνθρώπου πεσόντος ἄγγελον εἶναι τὸν ἀνιστάμενον, τὸν ἄνθρωπον οὐκ ἦν ἀναπλάττεσθαι· παραπλήσιον γὰρ ὥσπερ εἰ συντριβέντος ἀνδριάντος, οὐκ ἀνθρώπου μορφὴ ἀλλ’ εἶδος ἕτερον ἐπετίθετο τῷ χαλκῷ· τοῦτο γὰρ ἦν ὁτιοῦν ἄλλο πλάττειν, οὐ τὸν ἀνδριάντα ἀναπλάττειν.

Διὰ ταῦτα ἀκόλουθόν ἐστι τὴν ζωὴν ταύτην ἀνθρωπείαν τε εἶναι καὶ νέαν καὶ τῆς προτέρας καλλίω· ταῦτα δὲ πάντα τῇ τοῦ Σωτῆρος μόνῃ συμβαίνει ζωῇ. Καινὴ μὲν γάρ, ὅτι πρὸς τὴν παλαιὰν οὐδὲν κοινὸν εἶχε, καλλίων δὲ οὐδ’ ὅσον ἐνθυμηθῆναι, Θεοῦ γάρ· τῇ φύσει δὲ οἰκεία, καὶ γὰρ ἦν ἀνθρώπου ζωή· καὶ ὁ ταύτην βιούς, καθάπερ Θεὸς οὕτω καὶ ἄνθρωπος ἀληθῶς καὶ τῆς φύσεως ἕνεκα τῆς ἀνθρωπείας καθαρὸς ἁπάσης ἦν ἁμαρτίας· τούτων ἕνεκα πᾶσα ἀνάγκη τὴν τοῦ Χριστοῦ ζωὴν ἀναγεννωμένοις ἡμῖν ἀνατέλλειν. Διὰ τοῦτο καὶ ἀναμάρτητοι τοῦ ὕδατος ἀπαλλαττόμεθα τούτου. Ἔτι δὲ καὶ ὧδε γίνεται δῆλον.

Ἡ γὰρ ἐν τῷ βαπτίσματι γέννησις ἀρχὴ τῆς μελλούσης ἐστὶ ζωῆς, καὶ ἡ τῶν καινῶν μελῶν καὶ τῶν αἰσθήσεων κομιδὴ τῆς ἐκεῖ διαίτης παρασκευή· παρασκευάσασθαι δὲ πρὸς τὸ μέλλον οὐκ ἔστιν ἑτέρως ἢ τὴν Χριστοῦ ζωὴν ἐνθένδεν ἤδη λαβόντας ὃς «πατὴρ ἐγένετο τοῦ μέλλοντος αἰῶνος» ὥσπερ ὁ Ἀδὰμ τοῦ παρόντος· τῆς γὰρ ἐν φθορᾷ ζωῆς αὐτὸς ἡγήσατο τοῖς ἀνθρώποις.

Καθάπερ γὰρ οὐκ ἔνι βιῶναι τόνδε τὸν βίον τὸν ἀνθρώπινον, μὴ τὰς αἰσθήσεις τοῦ Ἀδὰμ καὶ τὰς περὶ τὸ ζῆν δυνάμεις, ταύτας δὴ τὰς ἀνθρωπείας, λαβόντας, τὸν ἴσον τρόπον οὐδὲ πρὸς τὸν μακάριον ἐκεῖνον κόσμον ζῶντα χωρῆσαι, μὴ τῇ τοῦ Χριστοῦ ζωῇ παρεσκευασμένον καὶ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα πλασθέντα.

Καὶ ἄλλως δὲ γέννησίς ἐστι τὸ λουτρόν· καὶ γεννᾷ μὲν ἐκεῖνος, γεννώμεθα δὲ ἡμεῖς· τῷ δὲ γεννωμένῳ παντί που δῆλον ὡς ἄρα τὴν ἑαυτοῦ ζωὴν ἐντίθησιν ὁ γεννῶν. Διὰ τί καὶ οἱ ἄπιστοι ἀναστήσονται ἄφθαρτοι μὴ τῷ Χριστῷ πιστεύσαντες, ὃς τῆς ἀναστάσεως ἐκείνης ἐστὶν ἡγεμὼν μόνος.

Ἐνταῦθα δὲ καὶ θαυμάσαι τις ἄν. Οὐ γὰρ οἱ λελουμένοι μόνον, ἀλλ’ ἤδη καὶ οἷς οὐκ ἐξεγένετο παρασκευασθῆναι πρὸς τὸν ἀθάνατον βίον τῇ δυνάμει τῶν μυστηρίων, καὶ ἁπλῶς ἄνθρωποι πάντες ἀγήρω κομιοῦνται τὰ σώματα καὶ ἀναστήσονται ἄφθαρτοι. Θαυμαστὸν γάρ, εἰ μετέσται τῆς ἀναστάσεως, ἣν ὁ τοῦ Χριστοῦ θάνατος μόνος εἰσήνεγκεν εἰς τὸν κόσμον, τοῖς μὴ τὸ λουτρὸν δεξαμένοις, ᾧ κοινωνοῦμεν τοῦ ζωοποιοῦντος θανάτου. Εἰ γὰρ τὸν ἰατρὸν ἔφυγον καὶ τὴν βοήθειαν οὐκ ἐδέξαντο καὶ τὸ μόνον ἀπεσείσαντο φάρμακον, τί λοιπὸν ἦν, ὃ πρὸς τὴν ἀθανασίαν αὐτοῖς ἀρκέσει; Καὶ δοκεῖ δυοῖν θάτερον εἰκὸς εἶναι συμβαίνειν· ἢ πάντων ἑξῆς ἀπολαύειν ἁπάντας, ὧν ὁ Χριστὸς ἡμῖν αἴτιος ἐγένετο ἀποθνήσκων, καὶ συναναστῆναι καὶ συζῆν αὐτῷ καὶ συμβασιλεύειν καὶ τὴν ἄλλην ἔχειν εὐδαιμονίαν, εἴ γε «δεῖ τῶν παρ’ ἡμῶν οὐδενός»· ἢ εἰ πᾶσα ἀνάγκη καὶ ἡμᾶς ὁτιοῦν εἰσφέρειν τοὺς μὴ τὴν πίστιν εἰσενεγκόντας τῷ Σωτῆρι μηδὲ ἀναβιῶναι.

Ἔστι τοίνυν ἐκεῖνο περὶ τούτων εἰπεῖν. Ἡ ἀνάστασις φύσεώς ἐστιν ἐπανόρθωσις· τὰ δὲ τοιαῦτα προῖκα δίδωσιν ὁ Θεός—ὥσπερ γὰρ πλάττει μηδὲ βουλομένους, οὕτως ἀναπλάττει μηδὲν προεισενεγκόντας. Ἡ δὲ βασιλεία ἐκείνη καὶ ἡ τοῦ Θεοῦ θεωρία καὶ τὸ συνεῖναι Χριστῷ τρυφή ἐστι τῆς θελήσεως· διὰ τοῦτο τοῖς θελήσασι καὶ ἠγαπηκόσι καὶ ποθήσασιν ἔξεστι μόνοις· τούτους μὲν γὰρ καὶ τρυφᾶν ἀκόλουθόν ἐστι τῶν ποθουμένων παρόντων, τὸν δὲ μὴ βουληθέντα ἀμήχανον. Πῶς γὰρ ἂν καὶ τρυφᾶν δύναιτο καὶ χαίρειν παρόντων, ὧν οὐκ ἔλαβε πόθον ἀπόντων; ἐπεὶ μηδὲ ἐπιθυμῆσαι τηνικαῦτα δύναιτ’ ἂν καὶ ζητῆσαι τυχεῖν, ὅτι οὐχ ὁρᾷ τὸ κάλλος ἐκεῖνο, καὶ ὅ φησιν ὁ Κύριος· «Οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό», τυφλὸς ἐντεῦθεν εἰς τὸν βίον ἐκπεσὼν ἐκεῖνον καὶ πάσης αἰσθήσεως καὶ δυνάμεως ἀπεστερημένος, δι’ ὧν ἔξεστι καὶ γνῶναι τὸν Σωτῆρα καὶ θελῆσαι συνεῖναι καὶ δυνηθῆναι.

Διὰ τοῦτο οὐ χρὴ θαυμάζειν, εἰ ζήσονται μὲν ἀθάνατα πάντες, οὐ πάντες δὲ μακαρίως· ὅτι τῆς μὲν περὶ τὴν φύσιν ἁπλῶς τοῦ Θεοῦ προνοίας ἀπολαύουσι πάντες ὁμοίως· τῶν δὲ τὴν θέλησιν κοσμούντων δώρων, μόνοι τῶν ἄλλων οἱ περὶ Θεὸν εὐσεβεῖς. Ὁ δὲ λόγος, ὅτι πᾶσι μὲν ὁ Θεὸς ἅπαντα βούλεται τἀγαθά, καὶ πάντων ὁμοίως μεταδίδωσι τῶν αὑτοῦ, καὶ ὅσα τὴν θέλησιν εὖ ποιεῖ, καὶ ἃ τὴν φύσιν ἐπανορθοῖ· ἡμεῖς δὲ τῶν μὲν εἰς τὴν φύσιν τοῦ Θεοῦ χαρίτων, ἐπεὶ μὴ δυνάμεθα φεύγειν, καὶ μὴ βουλόμενοι τυγχάνομεν πάντες—καὶ γὰρ καὶ ἄκοντας εὖ ποιεῖ καὶ βιάζεται φιλανθρώπως, ὁπόταν ἀποσείσασθαι τὴν εὐεργεσίαν βουλώμεθα μέν, οὐ δυνώμεθα δέ.

Τοιοῦτον δὲ τὸ τῆς ἀναστάσεως δῶρον· οὐ γὰρ ἐφ’ ἡμῖν ἐστιν οὔτε τὸ γεννηθῆναι τὴν ἀρχὴν οὔτε τὸ ἀποθανόντας ἀναβιώσκεσθαι πάλιν ἢ τοὐναντίον. Ἃ δὲ τῆς θελήσεως τῆς ἀνθρωπίνης ἐξήρτηται, λέγω δὴ τὸ ἑλέσθαι τὸ ἀγαθόν, ἁμαρτιῶν ἄφεσις, ἤθους ὀρθότης, ψυχῆς καθαρότης, Θεοῦ φίλτρον, τὸ τούτων ἆθλον ἡ ἐσχάτη μακαριότης.

Ταῦτα δὲ ἐφ’ ἡμῖν ἐστι λαβεῖν ἢ φυγεῖν, ὅθεν βουλομένοις μὲν ἔξεστιν, μὴ βουλομένοις δὲ πῶς ἂν γένοιτο αὐτῶν ἀπολαύειν; Οὐ γὰρ ἔστιν ἄκοντας ἐθέλειν, οὐδὲ βιάζεσθαι βουλομένους. Ἔτι δὲ δι’ ἐκεῖνον τὸν λόγον· ἐπεὶ γὰρ μόνος ἔλυσεν ὁ Κύριος τὴν μὲν φύσιν τῆς φθορᾶς, τὴν δὲ γνώμην τῆς ἁμαρτίας, τὸ μὲν «πρωτότοκος γενόμενος τῶν νεκρῶν», τὸ δὲ «πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν εἰς τὰ Ἅγια τῶν Ἁγίων», ἅτε τὴν ἁμαρτίαν ἀποκτείνας καὶ τὸν Θεὸν ἡμῖν διαλλάξας καὶ «τὸ μεσότοιχον καταλύσας» καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν αὐτὸς ἁγιάσας, ἵνα καὶ ἡμεῖς ὦμεν «ἡγιασμένοι ἐν ἀληθείᾳ»· φανερὸν ὅτι μόνοι λύοιντο ἂν εἰκότως καὶ τῆς φθορᾶς καὶ τῆς ἁμαρτίας, οἱ καὶ θελήσεως αὐτῷ καὶ φύσεως μετασχόντες· τὸ μὲν ὡς ἄνθρωποι, τὸ δὲ ὡς «ἠγαπηκότες τὴν ἐπιφάνειαν αὐτοῦ» καὶ τὸ πάθος καὶ τοῖς προστάγμασι πεισθέντες καὶ θελήσαντες ἅπερ ἐκεῖνος.

Οἱ δὲ τὸ μὲν εἶχον, τὸ δὲ οὐκ ἐδέξαντο, καὶ τὸ μὲν ἀνθρώποις εἶναι σφισὶ συνέβη, πιστεύειν δὲ τῷ Σωτῆρι τὴν σωτηρίαν καὶ κοινωνεῖν τῷ ἀγαθῷ τῆς γνώμης οὐκέτι, τούτους τῆς μὲν ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τῶν ἐπὶ δικαιοσύνῃ στεφάνων ἐκπίπτειν ἀκόλουθόν ἐστι, τῇ γνώμῃ διϊσταμένους· λυθῆναι δὲ τὴν ἑτέραν ἐλευθερίαν καὶ ἀναστῆναι τῆς φύσεως τῆς αὐτῆς ὡς ἀνθρώπῳ τῷ Χριστῷ γενομένους, οὐδὲν κωλύει. Τὸ γὰρ βάπτισμα τῆς ἐν Χριστῷ μακαρίας ζωῆς αἴτιόν ἐστι μόνον, οὐ τῆς ζωῆς· ἁπλῶς γὰρ τὴν ἀθάνατον ζωήν, τὸ τὸν Χριστὸν τεθνάναι καὶ ἀναβιῶναι πᾶσι παρέσχεν ὁμοίως. Διὰ τοῦτο ἡ μὲν ἀνάστασις καινόν ἐστι δῶρον πᾶσιν ἀνθρώποις, ἄφεσις δὲ ἁμαρτιῶν καὶ οἱ ἐν οὐρανοῖς στέφανοι καὶ ἡ βασιλεία, ἐκείνων γίνεται μόνων, οἷς ὑπῆρξε προεισενέγκαι τὴν ὀφειλομένην συντέλειαν, οἳ τάττουσιν ἑαυτοὺς ἐνθένδεν, ὡς ἔστιν οἰκείως ἔχειν πρὸς τὸν βίον ἐκεῖνον καὶ τὸν νυμφίον· γεννώμενοι μὲν καινῶς, ὅτι καινὸς ἐκεῖνος Ἀδάμ, κάλλει δὲ λάμποντες καὶ τὴν ὥραν σώζοντες, ἣν αὐτοῖς ἐνεποίησε τὸ λουτρόν, ὅτι «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ τὴν μὲν κεφαλὴν ἑστῶσαν ἔχοντες οἷαι τῶν ὀλυμπιονικῶν ὅτι στέφανός ἐστιν, ὦτα δὲ ὅτι Λόγος, ὀφθαλμοὺς δὲ ὅτι ἥλιος, ὄσφρησιν δὲ ὅτι καὶ μύρον ἐστὶν ὁ νυμφίος καὶ «μύρον ἐκκενωθέν», σεμνοὶ δὲ καὶ ἐπὶ τῶν ἱματίων διὰ τὸν γάμον. Εἶεν.

Τίνος χάριν οἱ τὸν Χριστὸν ἀρνησάμενοι μεταγνόντες οὐκ ἀναβαπτίζονται. Ταῦτα δὲ καὶ πρὸς ἕτερον φέρει ζήτημα δίκαιον ὂν μὴ περιῶφθαι. Εἰ γὰρ τὸ μὲν ἐθέλειν καὶ πιστεῦσαι καὶ προσελθεῖν τῶν τοῦ βαπτίσματος δώρων ἐπιτυχεῖς γεγενῆσθαι παρασκευάζει, τὸ δὲ ταῦτα φεύγειν, καὶ τὴν μακαριότητα πᾶσαν ἐκείνην φεύγειν ἐστί, τοὺς μετὰ τὸ λαβεῖν ῥίψαντας καὶ τῆς γνώμης τῆς προτέρας ἑαυτοὺς μεμψαμένους καὶ τὸν Χριστὸν ἠρνημένους, ἐπειδὰν εἰς τὴν Ἐκκλησίαν ἐφ’ οἷς ἠνόμησαν μεταγνόντες αὐτομολῶσιν, ὁ ἱερὸς θεσμός, ἀκόλουθον ὂν ἐπὶ τὸ λουτρὸν αὐτοὺς ἄγειν, καὶ τὰ μυστικὰ τελεῖν ἐξ ἀρχῆς ὡσὰν τὸ πᾶν ἀπολωλεκότας, ὁ δὲ τῷ θείῳ μύρῳ τὰ σώματα αὐτοῖς ἀποσημηνάμενος καὶ μηδὲν πλέον προσθείς, τοῦ κύκλου γράφεται τῶν πιστῶν, τί οὖν πρὸς ταῦτα εἴποι τις ἄν; ἢ δυοῖν τούτων ἡμῖν τὴν πρὸς Θεὸν εὐσέβειαν δυναμένων—τοῦ τε λαβεῖν ὀφθαλμὸν ἀπὸ τῶν μυστηρίων, τοῦ τε χρῆσθαι καὶ πρὸς τὴν ἀκτῖνα ἐκείνην ὁρᾶν—τοῖς προδεδωκόσι τὸν χριστιανισμὸν τὸ μὲν ἀπόλλυται τὸ δεύτερον, ἐκεῖνο δὲ μένει, λέγω δὴ τὴν πρὸς τὸ βλέπειν ἐπιτηδειότητα καὶ παρασκευήν.

Αἴτιον δὲ ὅτι τὸ μὲν ἀποβαλεῖν ἔξεστι βουλομένοις, ἡμέτερον γὰρ ἢ στέρξαι τὸν ἥλιον ἢ πρὸς τὴν ἀκτῖνα μῦσαι τὸν ὀφθαλμόν· τό γε μὴν αὐτὸν ἐκκόψαι τὸν ὀφθαλμὸν καὶ τὴν πλάσιν ἐκείνην παντάπασι διαφθεῖραι, τῶν ἀμηχάνων ἡμῖν. Εἰ γὰρ τῶν ἐν τῇ ψυχῇ δυνάμεων, μεθ’ ὧν ἡμᾶς ἡ φύσις ἐγέννησεν, οὐδ’ ἡντινοῦν δυνάμεθα λύειν, ἥκιστα δὴ πάντων, ἣν ἡμῖν ἀναγεννῶν αὐτὸς ἀμέσως ἐνέθηκεν ὁ Θεός· ἐπεὶ καὶ αὐτὸ τὸ ἐν ἡμῖν ἡγούμενον, ὅ τι ποτέ ἐστι πλάττει καὶ διατίθησι τὸ λουτρόν, εἴτε λόγου καὶ γνώμης αὐτονομίαν, εἰθ’ ἕτερον ὁτιοῦν χρὴ τοῦτο νομίσαι, ᾧ πᾶσα μὲν εἴκει δύναμις τῆς ψυχῆς καὶ πρὸς τὴν ἐκείνου φέρεται κίνησιν, ἐπιτάττει δὲ οὐδὲν οὐδὲ δύναται μεταβάλλειν, ἀλλ’ οὐδὲ αὐτὸ ἑαυτό—κρεῖττον γὰρ οὐδὲν γένοιτ’ ἂν ἑαυτοῦ— καὶ οὐ μὴν οὐδὲ τὸν Θεὸν εἰκός· οὐ γὰρ ἀφέλοιτ’ ἂν ὧν ἡμῖν κατέθετο δώρων οὐδέν· «ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, φησί, τοῦ Θεοῦ»· καὶ ὅλως ἄπειρος ἀγαθότης ὢν βούλεται πᾶν ἡμῖν ἀγαθὸν καὶ δίδωσί γε, ἀλύτου τῆς τοῦ αὐτεξουσίου προεδρίας ὑποκειμένης.

Τοιοῦτον δὲ τὸ τοῦ βαπτίσματος ἀγαθόν. Οὐ γὰρ ἄγχει τὴν γνώμην οὐδὲ κατέχει, ἀλλὰ δύναμις οὖσα, τοὺς μὲν χρωμένους ὤνησε, τοὺς δὲ μὴ χρωμένους οὐδὲν ἐκώλυσε μεῖναι πονηρούς· καθάπερ καὶ τὸ σῶν ἔχειν τὸν ὀφθαλμὸν οὐκ ἂν προσταίη τοῖς ἐν σκότει ζῆν βουλομένοις. Καὶ δῆλον αὐτόθεν· αὐτοὶ γὰρ οὗτοι μάρτυρες σαφεῖς, οἱ μετὰ τὸ λούσασθαι καὶ τὰ ἐκεῖθεν πάντα λαβεῖν, εἰς τὴν ἐσχάτην ἀσέβειαν καὶ μοχθηρίαν ἐξενεχθέντες.

Διὰ ταῦτα τοίνυν τῷ μὴ τὰς ἐντεθείσας ἀποθέσθαι δυνάμεις, πλάσεως δευτέρας οὐ δεομένους, ὁ ἱερεὺς λούει μὲν οὐδαμῶς, χρίων δὲ πνευματικὴν ἐνίησι χάριν εὐσεβείας, οἶμαι, καὶ φόβου Θεοῦ καὶ ἀγάπης καὶ τῶν τοιούτων, ἃ τὴν προτέραν αὐτοῖς ἀνακαλεῖσθαι δύναται γνώμην· τοιαῦτα γὰρ τοῖς τελουμένοις ἔχει τὸ μύρον. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐπὶ δὲ τὰ ἑξῆς τοῦ λόγου χωρῶμεν.

Φανερὸν μὲν οὖν ἐκ τῶν εἰρημένων, ὡς ἄρα τὴν ζωὴν τοῦ Χριστοῦ ζῶσιν οἱ διὰ τοῦ βαπτίσματος γεννηθέντες. Τί ἐστιν ὃ πάσχοντες οἱ βαπτιζόμενοι τῆς ζωῆς τῷ Χριστῷ κοινωνοῦσιν. Τί δὲ ἡ τοῦ Χριστοῦ ζωή; Λέγω δή· τί ἐστιν ἐκεῖνο τὸ πάθος, ὃ τοῦ βαπτίσματος ἀπολελαυκότες οἱ λελουμένοι τοῦ βίου τῷ Χριστῷ κοινωνοῦσι; δῆλον οὔπω γέγονεν ἔτι.

Τούτου δὲ τὸ μὲν πλεῖστον ὑπὲρ τὸν ἀνθρώπινον λόγον· δύναμις γάρ ἐστι τοῦ μέλλοντος αἰῶνος, ᾗ φησι Παῦλος, καὶ πρὸς βίον ἄλλον παρασκευή. Καθάπερ τοίνυν οὐκ ἔστι καταμαθεῖν ὀφθαλμῶν ἀρετὴν ἢ χρώματος χάριν μὴ τῷ φωτὶ προσάγοντας, καὶ τὰ τῶν ἐγρηγορότων εἰδέναι τοὺς καθεύδοντας ἕως καθεύδουσι, τὸν ἴσον τρόπον οὐδὲ τὰ καινὰ μέλη καὶ τὰς δυνάμεις, οἷς καθαρῶς πρὸς τὸν μέλλοντα βίον ἔξεστι χρῆσθαι, δυνατὸν συνιδεῖν ἐπὶ τοῦ παρόντος, τίνα τέ ἐστιν ἀκριβῶς, καὶ οἷον αὐτοῖς σύνεστι κάλλος· δεῖ γὰρ συγγενοῦς κάλλους καὶ φωτὸς καταλλήλου.

Καὶ μὴν μέλη Χριστοῦ ἐσμεν, καὶ τοῦτό ἐστι τὸ τοῦ βαπτίσματος ἔργον· συνέστηκε δὲ ἡ λαμπρότης τῶν μελῶν καὶ τὸ κάλλος ἐν τῇ κεφαλῇ· φαίνοιτο γὰρ ἂν οὐ καλὰ τὰ μέλη μὴ τῇ κεφαλῇ συνημμένα· τούτων δὲ τῶν μελῶν ἡ κεφαλὴ κρύπτεται μὲν ἐπὶ τοῦ παρόντος, φανεῖται δὲ κατὰ τὸν μέλλοντα βίον· τότε δὴ καὶ τὰ μέλη λάμψει καὶ διαδειχθήσεται, ἐπειδὰν μετὰ τῆς κεφαλῆς ἀναλάμψῃ.