Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τοῦ λόγου ἀξίας (Νόθος)

Νικόλαος Καβάσιλας

Επιχειρήματα κατά της αξίας του λόγου

Παράθεση πέντε επιχειρημάτων τα οποία υποστηρίζουν ότι η σοφία του λόγου είναι μάταιη και δεν συμβάλλει στον τελικό σκοπό του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

<Νικολάου Καβάσιλα> Λόγοι τῶν βουλομένων ἀποδεικνύειν, ὅτι ἡ περὶ τὸν λόγον σοφία μάταιον. Πρῶτον. Ὁ λόγος ἐνδέχεται πρὸς τὸ οἰκεῖον τῷ ἀνθρώπῳ τέλος ἄγειν· λόγου χωρὶς ἐνδέχεται τυχεῖν τὸν ἄνθρωπον τοῦ οἰκείου τῇ φύσει τέλους, τοῦ Θεοῦ, καὶ μετὰ τοῦ λόγου ἐνδέχεται μὴ τυχεῖν. Οὐκ ἄρα συμβάλλεται τῷ ἀνθρώπῳ πρὸς τὸ οἰκεῖον αὐτῷ τέλος. Ὃ μὴ συμβάλλεται τῷ χρωμένῳ πρὸς τὸ οἰκεῖον τέλος, μάταιον· ὁ λόγος ἄρα μάταιον.

Δεύτερον. Ἔτι· πολλοὶ διὰ τούτου χείρους ἐγένοντο καὶ τοῦ τέλους οὐκ ἔτυχον· τὸ δὲ τοιοῦτον, κακόν· τὸ δὲ κακὸν οὐδενὸς ἕνεκα· μάταιον ἄρα· ὁ λόγος ἄρα μάταιον. Τρίτον. Ἔτι· τοῖς ζητοῦσι τὸ οἰκεῖον τῇ φύσει τέλος θρήνου ἀξία ἔδοξεν ἡ τριβεῖσα περὶ τὸν λόγον ζωή· μάταιον ἄρα.

Τέταρτον. Ἔτι· οὐ τελείαν ἔλαβον τὴν γνῶσιν τῶν ὄντων διὰ τοῦ λόγου οἱ χρησάμενοι τῷ λόγῳ· ἔνεστιν ἄρα πλάνη τῷ λόγῳ. Οὐκ ἄρα ποιεῖ, ὅπερ ἐπαγγέλλεται· οὐκ ἄρα ἔρχεται πρὸς τὸ οἰκεῖον τέλος· μάταιον ἄρα.

Πέμπτον. Ἔτι· τοῖς διατρίβουσι περὶ μόνον τὸν λόγον ἄνευ τινὸς ἑτέρας προσθήκης ἢ πονηρᾶς ἢ ἀγαθῆς οὐ συμβάλλεται οὐδὲν πρὸς τὸ προκείμενον τέλος· μάταιον ἄρα.