Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Εἰς τὸν μέγαν δομέστικον

Νικόλαος Μεθώνης

Η παρουσία του Αγίου Πνεύματος στη θεία οικονομία

Αναφορά στην Τριαδική ομοουσιότητα και εξέταση της διαφοράς μεταξύ της ουσιώδους και αχώριστης ένωσης του Πνεύματος με τον Χριστό και της μεριστής μετοχής των Αποστόλων σε αυτό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 5

Τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς ὂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐξ ἀϊδίου ἐκπορευόμενον, ὅθεν καὶ ὁ Υἱὸς τὴν συναΐδιον ἔχει γέννησιν, οὔτε τοῦ Πατρὸς χωρίζεται διὰ τὴν ἐκεῖθεν ἐκπόρευσιν, καὶ ἐν τῷ Υἱῷ κατὰ ταυτὸν ἀχωρίστως μένει. Ἀχώριστος γὰρ καὶ συμφυὴς καὶ ὁμοούσιος ἡ Τριάς, καὶ ἡ πηγαία θεότης, ὥς πού τις ἔφη τῶν θεοσόφων, ἔστι τε καὶ ὀνομάζεται· ὁ δὲ Υἱὸς ὡς γεννητῶς ἐκ τοῦ Πατρὸς προελθών, τὸ δὲ Πνεῦμα ὡς ἰδιοτρόπως ἐκεῖθεν ἐκπορευόμενον, καὶ εἷς τὰ τρία Θεός, ὅλα δι’ ὅλων ἀλλήλοις ἡνωμένα, καὶ ὅλα ὅλων ἀλλήλων διακεκριμένα ὑπὲρ πᾶσαν ἕνωσιν καὶ διάκρισιν.

Ὧν γὰρ ὑπερούσιον τὸ εἶναι, τούτων καὶ ὁ λόγος τῆς πρὸς ἄλληλα σχέσεως ἄφραστός τε καὶ ἀνεννόητος. Οὕτως οὖν ὑπερηνωμένον τῷ Υἱῷ καὶ Λόγῳ τὸ θεῖον Πνεῦμα, οὐδὲν ἧττον καὶ μετὰ τὴν ὑπερφυῆ τοῦ Λόγου καὶ ὑπὲρ κατάληψιν σάρκωσιν ὑπερηνωμένον αὐτῷ μεμένηκε, καὶ οὐκ ἔστιν ὅτε ἢ ὅπου ἢ ὅπως χωρὶς τοῦ Πνεύματος ὁ Χριστός· ἐπεὶ καὶ Χριστὸς αὐτὸ δὴ τοῦτο καὶ τοὔνομα καὶ τὸ πρᾶγμα, αὐτόθεν ἡμῖν συνεπινοούμενον εἰσάγει τὸ Πνεῦμα· τοῦτο γὰρ τὸ χρίσμα· περὶ οὗ ἐν μὲν Ἡσαΐᾳ, Πνεῦμα Κυρίου, φησίν, ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, καὶ τἄλλα ὅσα τῆς εὐαγγελικῆς, εἴτουν πνευματικῆς χάριτος, τῆς διὰ Χριστοῦ δεδομένης ἡμῖν· ἐν δὲ ψαλμῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· ἔλαιον μὲν ὡς χρίσμα τὸ Πνεῦμα τοῦ Δαβὶδ ὀνομάσαντος, ἀγαλλιάσεως δέ, ἵν’ ἐκ τοῦ ἰδίου αὐτὸ γνωρίσῃ καρποῦ. Καρπὸς γὰρ τοῦ Πνεύματος κατὰ τὸν Ἀπόστολον ἡ χαρὰ εἴτουν ἀγαλλίασις. Καὶ γοῦν ἅμα Πνεῦμά τε τοῦτο τὸ ἅγιον ἐπῆλθεν εἰς τὴν Παρθένον κατὰ τὴν τοῦ Ἀγγέλου φωνήν, τὸν τρόπον τῆς παρθενικῆς συλλήψεως ἑρμηνεύοντος, καὶ τοῦ ὑψίστου δύναμις ὁ Υἱὸς αὐτῇ ἐπεσκίασε, περιπλάττων ἐξ αὐτῆς ἑαυτῷ σὺν τῷ Πνεύματι τὸ ἀνθρώπινον.

Βαπτίζεται Χριστὸς τὴν ἐμὴν ἐνεργῶν ἐν ἑαυτῷ κάθαρσιν καὶ ἀνάπλασιν, καὶ τὸ Πνεῦμα φανερῶς ὁρᾶται τῷ βαπτιστῇ καθιπτάμενον ἄνωθεν, ὅθεν καὶ ἡ πατρικὴ φωνὴ ἐξηχεῖτο, ἐρχόμενόν τε καὶ μένον ἐπὶ τὸν Ἰησοῦν, ἵνα καὶ τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ δέξῃ κατὰ ταυτὸν πρόοδον καὶ τὴν ἐν τῷ Υἱῷ μονὴν καὶ ἀνάπαυσιν. Ἐκεῖθεν εἰς τὴν ἔρημον ἔξεισι πρὸς τὸ πειρασθῆναι, ἀλλὰ πλήρης Πνεύματος ἁγίου καὶ ἀγόμενος, ᾗ φησιν ὁ Λουκᾶς, ἐν τῷ Πνεύματι. Θαυματουργεῖ μετὰ ταῦτα καὶ ἐξελαύνει δαίμονας, ἀλλ’ ἐν Πνεύματι, ὃ καὶ δάκτυλον λέγει Θεοῦ. Σταυροῦται καὶ ὁ Λόγος τοῦ Πνεύματος οὐ χωρίζεται, εἰ καὶ τῇ σαρκὶ τὸ πάσχειν οἰκείως παραχωρεῖ, καθ’ ὃ καὶ τό, Θεέ μου Θεέ μου, ἵνα τί μὲ ἐγκατέλιπες; ὡς ἄνθρωπος φθέγγεται. Θνήσκει μέν, ἀλλὰ τὴν ψυχήν, ἣν καὶ πνεῦμά φησιν ὡς ἀσώματον, εἰς χεῖρας τοῦ Πατρὸς παρατίθεται Χεῖρας δὲ τοῦ Πατρὸς τὸν Υἱὸν ἴσμεν καὶ τὸ Πνεῦμα, ἵνα δείξῃ καὶ τὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωρισμόν, ὅς ἐστιν ὁ φυσικὸς κατ’ ἄνθρωπον θάνατος, καὶ τὸ τῶν χειρῶν συμφυὲς καὶ συνεργὸν καὶ ἀχώριστον· καὶ ἀπ’ ἀλλήλων μὲν τὸ σῶμα καὶ ἡ ψυχὴ διῃρέθησαν, τῶν δὲ θείων χειρῶν οὐδαμῶς ἀπεσπάσθησαν, συμπαρουσῶν ἐν μὲν τῷ τάφῳ τῷ σώματι, ἐν τῷ ᾅδῃ δὲ τῇ ψυχῇ.

Πανταχοῦ δὲ καὶ ἐν τῷ θείῳ θρόνῳ μετὰ τοῦ σφετέρου Πατρὸς ἀνίσταται καὶ τοῖς μαθηταῖς ἐποπτάνεται καὶ δείκνυσιν ἀχώριστον ἔχων τὸ Πνεῦμα τῷ ἐμφυσήματι καὶ τῇ δι’ αὐτοῦ μεταδόσει τοῦ πνευματικοῦ ἐκείνου χαρίσματος τῆς τῶν ἁμαρτιῶν ἀφέσεώς τε καὶ κατασχέσεως. Εἰς οὐρανοὺς ἄνεισιν, ὅθεν ὡς Θεὸς οὐκ ἀπελείφθη ποτέ, καὶ τῷ πατρικῷ θρόνῳ μετὰ τοῦ προσλήμματος ἐνιδρύεται, καὶ τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς μὲν ὡς ἐκεῖθεν ἐκπορευόμενον, ἀλλὰ καὶ αὐτὸ ὡς ὂν καὶ αὐτῷ καὶ μένον ἐν αὐτῷ, πέμπει τοῖς μαθηταῖς ὡς ὑπέσχετο. Οὕτως μὲν οὖν ἐν Χριστῷ τὸ Πνεῦμα ὅλως ὅλῳ καὶ μετὰ τὴν ἐνανθρώπησιν ὑπερφυῶς ἡνωμένον καὶ συνουσιωμένον ὑπερουσίως καὶ συνὸν ἀχωρίστως καὶ συνενεργοῦν διὰ πάσης τῆς σωτηριώδους οἰκονομίας τὴν ἐμὴν ἀνάπλασίν τε καὶ ἀναζώωσιν· οὐχ οὕτως δὲ καὶ ἐν τοῖς Ἀποστόλοις οὐχ οὕτως, εἴ γε μήδ’ ἐν ταῖς ἀγγελικαῖς οὕτως καὶ οὐρανίαις δυνάμεσιν. Οὐδεμία γὰρ φύσις τὴν ὑπερφυᾶ φύσιν ὡς αὐτὴ ἑαυτὴν χωρεῖν δύναται· ἀλλὰ πληροῖ μὲν τὸ Πνεῦμα τὰ πάντα πᾶσι παρὸν καὶ πᾶσι χορηγοῦν παρ’ ἑαυτοῦ τὸ εἶναι κατὰ μετάδοσιν, καθόσον ἕκαστα μετέχειν καὶ χωρεῖν αὐτὸ δύναται· οὐχ ἥκιστα δὲ καὶ ὅλον μένει καθ’ ἑαυτὸ τοῖς πᾶσιν οὕτως ἀχώρητον, ὡς εἰ καὶ μυρίοι τινὲς ἦσαν κόσμοι καὶ τούτων ἄλλοι μυριοπλάσιοι, κἀκείνους οὐδὲ ἧττον αὐτὸ πληροῦν δύνασθαι καὶ μένειν ἔτι τὸ ὅλον ἀχώρητον.

Τοῦτο γοῦν οἶμαι καὶ τὸν μέγαν ἐν θεολόγοις Γρηγόριον δηλῶσαι βουλόμενον εἰπεῖν τὸ Πνεῦμα πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· οὐ τῇ δυνάμει διδόντα πλέον ἤ περ τῇ οὐσίᾳ τοῦ Πνεύματος, ἵνα τις τοῦτο καὶ ὡς ἄπορον διαγράψηται.

Πῶς γὰρ ἂν ἔχοι τι πλέον τῆς οὐσίας ἡ δύναμις, ἥτις ἐκ τῆς οὐσίας τε πρόεισι καὶ δευτέρας ἀεὶ μετ’ ἐκείνην τυγχάνει τάξεως· οὐδὲ γὰρ εἶπε χωρητὸν κόσμῳ κατὰ τὴν οὐσίαν, ἀχώρητον δὲ κατὰ δύναμιν, ὅθεν ἔμελλε χώραν διδόναι τῇ ἀπορίᾳ, ὡς τὴν μὲν οὐσίαν τῷ κοσμικῷ τάχα χωρήματι συμμετρῶν, τὴν δὲ δύναμιν ἀποφαίνων μείζονα· ἀλλὰ τὴν μὲν διὰ πάντων αὐτοῦ δίιξιν καὶ τὴν ἐν ἑαυτῷ πάντων συνοχὴν καὶ συντήρησιν ἀνέδειξέ σοι διὰ τοῦ εἰπεῖν πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον· οὐδὲν δὲ ἀλλοῖον οὐδὲ τὸ πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, πλὴν ὅσον ἐνέργειαν παριστώντων τῶν εἰρημένων· τὸ πληρωτικὸν δυνάμεως ἐστὶ παραστατικόν, ἐξ ἧς ἡ ἐνέργεια ἡ ἐν τῷ πληροῦν δηλουμένη. Προσθεὶς δὲ τούτοις καὶ τὸ ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν ἔδειξεν αὐτοῦ καὶ τὴν ὑπεξηρημένην καὶ ἄπειρον ὑπὲρ τὰ πάντα ὑπεροχὴν διὰ τῆς δυνάμεως, ἣ μεσότης ἐστὶν οὐσίας καὶ ἐνεργείας, ἐν ἑαυτῇ ταύτας συνδέουσα καὶ τὰς ἀκροτάτας συμπεριλαβοῦσα· ἄπειρον γὰρ τὸ θεῖον, ὁ δὲ κόσμος πεπερασμένος, καὶ οὐ δήπου τῷ πεπερασμένῳ χωρεῖται τὸ ἄπειρον, ἀλλ’ ἀχώρητόν ἐστι παντὶ κόσμῳ αἰσθητῷ τε καὶ νοητῷ κατὰ τὴν οὐσιώδη καὶ ἐνεργὸν αὐτοῦ δύναμιν, μόνῳ δὲ χωρητὸν αὐτῷ ἑαυτῷ.

Ὥστε κἂν οὐσιωδῶς φῶμεν ἐπιδημῆσαι τὸ Πνεῦμα καὶ ἐνοικῆσαι τοῖς Ἀποστόλοις, ἀλλ’ οὐχὶ καὶ ὅλον αὐτὸ καὶ τὸ πᾶν ἐν ἑκάστῳ τούτων χωρηθῆναι δοίημεν, οὐδ’ οὕτως ἑνωθῆναι καὶ συνουσιωθῆναι ὡς τῷ Χριστῷ, ὡς ἀχωρίστως αὐτοῖς συνεῖναι, καὶ περὶ ἑκάστου λέγειν ἀνάγκην ἔχειν, Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ὃ περὶ τοῦ Χριστοῦ εἴρηται· ἀλλ’ ἐκ τοῦ πληρώματος αὐτοῦ, φησὶν ὁ κατεξαίρετον ἀγαπητὸς καὶ ἐπιστήθιος μαθητής, ἡμεῖς πάντες ἐλάβομεν. Καὶ ἡ τῶν Πράξεων ἱστορία οὐ μίαν γλῶσσαν ὀφθῆναί φησιν, ὡς καὶ περιστερὰν μίαν ἐπὶ τοῦ σωτηρίου βαπτίσματος, ἀλλὰ πλείους διαμεμερισμένας, ὡς καὶ μεριστῶς ἑκάστην ἐφ’ ἕνα ἕκαστον καθίσαι τῶν Ἀποστόλων· οὕτως καὶ Παῦλος, Ἑκάστῳ, φησίν, ἐδόθη χάρις, καὶ διαιρέσεις χαρισμάτων καὶ διακονημάτων εἰσί· καὶ πάντα ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Διαιρετῶς οὖν καὶ μεριστῶς ἐν τοῖς Ἀποστόλοις τὸ Πνεῦμα, ἀλλ’ οὐχ ὅλον ἐν ἑκάστῳ καὶ ἀδιαίρετον καὶ ἀμέριστον, οὐ μὴν οὐδ’ ἀχώριστον, ἀλλ’ ἔστιν ὅπου καὶ χωριστόν. Εἰ γὰρ ἀχωρίστως αὐτοῖς συνῆν, οὐκ ἄν ποτε καὶ πρὸς ἀλλήλους διενεχθέντες εὑρέθησαν· οὐ γὰρ ἔδει τὸ ἓν καὶ τὸ αὐτὸ καὶ τὸ τῆς εἰρήνης Πνεῦμα πρὸς ἑαυτὸ διαφέρεσθαι.

Διηνέχθησαν δὲ Παῦλος μὲν Πέτρῳ κατὰ πρόσωπον ἀντιστάς, ὑποκριναμένῳ τὸν ἀπὸ τῶν ἀκροβύστων ἀφορισμόν, καὶ πᾶσιν, ὡς αὐτός φησιν, οὐκ ὀρθοποδοῦσιν ὑπεναντίως διατεθείς· Μάρκος δὲ πρὸς καιρὸν τὸν Παῦλον ἐάσας καὶ μὴ συνεκδημήσας ἐν τῷ κηρύγματι, καὶ αὖ ὑποστρέψας καὶ μὴ παραδεχθείς, ἐφ’ ᾧ καὶ ὁ μέσον Παύλου καὶ Βαρνάβα παροξυσμός· οὐκ ἄρα ἐπίσης οὐδ’ ὡσαύτως ἐν Χριστῷ τε καὶ ἐν Ἀποστόλοις τὸ Πνεῦμα. Οὐκοῦν οὐδὲ χριστοὶ κυρίως λεχθεῖεν ἂν οἱ μήτε ἀπ’ ἀρχῆς, ὃ λέγεται, πρώτης μήτε μὴν ἔπειτα συνουσιωθέντες ἀχωρίστως ὅλῳ τῷ χρίσματι, ἀλλ’ εἷς μὲν οὗτος, εἷς Κύριος Ἰησοῦς Χριστός συμφήσαιμεν ἂν καὶ ἡμεῖς τῷ Παύλῳ· οἱ δὲ ὡς μεριστοὶ τοῦ χρίσματός τε καὶ τοῦ Χριστοῦ μέτοχοι χριστιανοὶ μᾶλλον ἀπὸ τοῦ Χριστοῦ παρωνύμως κληθήσονται· τοῦτο δὴ τὸ καινὸν καὶ θεοδώρητον ὄνομα, οὗ καὶ πᾶσιν ἡμῖν ἀφθόνως ὁ Κύριος μετέδωκε.

Πρὸς γὰρ ἐκεῖνον εἴρηται μόνον τὸ ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως μετὰ καὶ τῆς πρὸς τοὺς ἄλλους διαστολῆς παρὰ τοὺς μετόχους σου· καίτοι ἔστιν εἰπεῖν, ὡς οὐδ’ ὁ Θεολόγος ἀπόλυτον τὴν οὐσιωδῶς λέξιν παρέλαβεν, ἀλλ’ ἐκόλασε τῇ προσθήκῃ τοῦ ὡς ἂν εἴποι τις, ἵνα δηλώσῃ μὴ κυριολεκτήσας, ἀλλ’ ὥστε τὴν διαφορὰν παραστῆσαι τῆς φανερῶς ἐνεργουμένης νῦν ἐνεργείας, εἴτουν παρουσίας τοῦ Πνεύματος, πρὸς τὰς πρότερον τῇ λέξει καταχρησάμενος, τοσαύτην οὖσαν, ὅσην ἂν εἴποι τις αὐτοῦ τινος παρόντος αὐτοπροσώπως· τοῦτο γὰρ δηλοῦν βούλεται τὸ οὐσιωδῶς καὶ ἀπόντος· διὰ δὲ τῆς οἰκείας ἐνεργείας ἀναλόγως παραδεικνυμένου ἢ ἀμυδρότερον ἢ ἐναργέστερον· ὡς ἔστιν ἰδεῖν καὶ μὴ φαινόμενον τὸν τεχνίτην ἀπὸ τοῦ οἰκείου τεχνήματος.