Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Εἰς τὸν μέγαν δομέστικον

Νικόλαος Μεθώνης

Οι φάσεις της φανέρωσης του Πνεύματος και η πανταχού παρουσία

Εξέταση της ενέργειας του Αγίου Πνεύματος πριν και μετά την ενανθρώπηση, διάκριση μεταξύ κοινής ουσίας και υποστατικού ιδιώματος, και η αισθητή επιδημία του στους Αποστόλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 3 από 5

Ὅτι δὲ πρὸς τὸν αὐτὸν τοῦ λόγου σκοπὸν τῷ πατρὶ εὐστόχως καὶ ἡμεῖς βάλλομεν, οὐδεὶς ἄν, οἶμαι, ἀμφισβητήσειε, τοῖς πατρικοῖς αὐτοῖς τὸν νοῦν ἐπιστήσας ὅπως ποτὲ ῥήμασιν, ἐν οἷς καταλέγων τὰς διαφόρους ἐνεργείας τοῦ Πνεύματος, καὶ πρότερον εἰπὼν τὰς ἐν ταῖς οὐρανίαις δυνάμεσιν, εἶτα τὰς ἐν τοῖς πατράσι καὶ τοῖς προφήταις, ἔπειτα καὶ τὰς ἐν τοῖς Χριστοῦ μαθηταῖς, τὰς ἐν αὐτῷ Χριστῷ περιληπτικῶς μόνον παρεμφήνας διέξεισι, καὶ ταύτας τριχῆ καὶ κατὰ τρεῖς διατάξας καιρούς, τὸν πρὸ τοῦ πάθους Χριστοῦ, τὸν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὸν μετὰ τὴν ἀνάληψιν, τῷ πρώτῳ γνωριζομένας τῇ τῶν νόσων καὶ τῶν πνευμάτων καθάρσει καὶ τῷ μετὰ τὴν ἀνάστασιν ἐμφυσήματι καὶ τελευταίῳ τῷ μερισμῷ τῶν πυρίνων γλωσσῶν· ταύτας τὸ μὲν πρῶτον ἀμυδρῶς ἐνεργῆσαι τὸ Πνεῦμά φησι, τὸ δὲ δεύτερον ἐκτυπώτερον, τὸ τρίτον δὲ τελεώτερον, οὐκέτι ἐνεργείᾳ παρὸν ὡς τὸ πρότερον, οὐσιωδῶς δὲ ὡς ἂν εἴποι τις συγγινόμενόν τε καὶ συμπολιτευόμενον.

Ὁπότε τοίνυν καὶ τὸ οὐσιωδῶς συγγίνεσθαι τὸ Πνεῦμα τοῖς Ἀποστόλοις ὁ Θεολόγος ἐκόλασε, πολλοῦ τινος ἄρα δέον ἐστὶ τὸ λέγειν ὡσαύτως ἐν αὐτοῖς τε εἶναι τοῦτο καὶ τῷ Χριστῷ, ᾧ παρῆν, κατ’ αὐτὸν φάναι τὸν Θεολόγον, οὐχ ὡς ἐνεργοῦν, ἀλλ’ ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν, τουτέστι συνεργοῦν κατὰ μίαν ἀμέριστον ἐνέργειαν, ὡς καὶ ὑπερηνωμένον καὶ συνουσιωμένον ὑπερουσίως κατὰ τὴν ὁμοτιμίαν τῆς φύσεως. Πρὸς μὲν οὖν τὴν προτεθεῖσαν ἐρώτησιν ἱκανὰ καὶ ταῦτα. Ὡς ἂν δὲ μὴ κατὰ τὸν ἀγνώμονα δοῦλον ἀνέργαστον εἰσκομίζειν τῷ κυρίῳ σοι δόξω τὸ παρὰ σοῦ μοι πιστευθὲν τοῦτο τάλαντον καὶ λέγειν ἄντικρυς, Ἴδε ἔχεις τὸ σόν, καὶ τἄλλα τῆς ἀγνωμοσύνης ἐκείνου ῥήματα, καὶ τὴν ἑτέρωθεν ἐπιφυομένην τοῖς εἰρημένοις ἀπορίαν ὡς οἷόν τε προσεπιλύσομαι. Εἰ γὰρ δὴ τὸ Πνεῦμα πάντα τῇ οὐσίᾳ πληροῦν ἐστιν, ὥσπερ εἴρηται, οὐ νῦν μόνον μετὰ τὴν οἰκονομίαν ἀλλὰ καὶ πρότερον, πῶς νῦν ὡς καινὸν γινόμενον ὁ Θεολόγος εἰσάγει τὸ οὐσιωδῶς τοῦτο τοῖς Ἀποστόλοις συγγίνεσθαι, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλ’ οὕτω κεκολασμένως; Τὸ γὰρ πάντα τῇ οὐσίᾳ πληροῦν ἔμελλε δήπου καὶ τοὺς Ἀποστόλους οὕτω πληροῦν καὶ χωρὶς τῆς οἰκονομίας· καὶ τί τὸ πλέον αὐτοῖς τε καὶ ἡμῖν ἐκ τῆς ὑμνουμένης οἰκονομίας; μᾶλλον δὲ πῶς, ὃ χωρὶς τῆς οἰκονομίας ἀπόλυτον ἔχειν ἐμέλλομεν πάντες, τοῦτο μετὰ τὴν οἰκονομίαν κεκολασμένον ἔχουσιν οἱ Ἀπόστολοι;

Πῶς δὲ καὶ πρότερον οὐκ οὐσίᾳ ἀλλ’ ἐνεργείᾳ παρῆν αὐτοῖς τὸ πανταχοῦ παρὸν τῇ οὐσίᾳ; ἢ ἐπειδὴ οὐσία λέγεται μὲν καὶ νοεῖται καὶ τὸ καθόλου τε καὶ κοινόν, ὡς ὁ καθόλου ἄνθρωπος καὶ ἡ ἀνθρωπότης, λέγεται δὲ καὶ τὸ καθέκαστον καὶ παρὰ τοῖς φιλοσόφοις λεγόμενον ἄτομον, ὡς οὗτος ὁ ἄνθρωπος, ὁ Πέτρος τυχὸν ἢ ὁ Παῦλος, ὃ καὶ πρώτην οὐσίαν Ἀριστοτέλης εἶναι μάλιστα βούλεται, πρὸς ὃν τάχα καὶ τό, ὡς ἂν εἴποι τις, οὐσιωδῶς ὁ Θεολόγος προσθεὶς δόξειεν ἂν ἀποτείνεσθαι, μεταφερομένου δὴ καὶ εἰς τὸ θεῖον τοῦ τῆς οὐσίας ὀνόματος καὶ θεωρουμένου ὡσαύτως κἀκεῖ τοῦ τε κοινοῦ καὶ τοῦ ἰδικοῦ· κοινὸν γὰρ ἡ θεότης καὶ τὸ Θεὸς ὄνομα, ἰδικὸν δὲ καὶ οἷον ἄτομον τῶν τῆς Τριάδος προσώπων ἕκαστον καὶ λέγεταί γε καὶ ἔστιν οὐσία ἑκάτερον· οὐσία γὰρ καὶ τὸ καθέκαστον, εἰ καὶ μὴ τοῦτο μόνον, ὃ καὶ ὑπόστασις καὶ πρόσωπον κρατεῖ λέγεσθαι· τί γὰρ ἄλλο ἢ οὐσία μετὰ προσωπικοῦ ἰδιώματος ῥητέον ἂν εἴη; ὡς κατὰ μὲν τὸ καθόλου τῆς οὐσίας καὶ κοινὸν σημαινόμενον πανταχοῦ πάρεστι τὸ θεῖον ἀεί.

Ποῦ, γάρ φησι, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; τῷ ἀπόρῳ τῆς ἐρωτήσεως τὸ ἀδύνατον τῆς διαδράσεως ἐνδεικνύμενος· εἶτα διὰ τῶν ἑξῆς τὴν ἐν τοῖς ἀκροτάτοις τόποις τοῦ Θεοῦ παρουσίαν διαγορεύει, ἵνα τοῖς ἄκροις καὶ τὰ μέσα συμπεριλάβῃ· καὶ πάρεστιν ἀσωμάτως, ἀμιγῶς, ἀχράντως, ἀπεριγράπτως, καθ’ ὃ καὶ μηδαμοῦ παρεῖναι λέγεται, ὡς μηδενὶ τόπῳ τῆς παρουσίας αὐτοῦ περιγραφομένης, ὅλον πανταχοῦ καὶ ὅλον οὐδαμοῦ, ἀχωρίστως ἀλλήλαις συνεῖναι νοουμένων τῶν ὑποστάσεων πανταχοῦ τε ὡσαύτως καὶ μηδαμοῦ· κατὰ δὲ τὸ ἰδικὸν ὁ μὲν Πατήρ, ἅτε δὴ καὶ πηγὴ τῆς ὅλης θεότητος αὐτὸς ὢν ἀένναος, ἐφ’ ἑστίας ἀεὶ διαμένει τῆς θείας ἀμετακίνητος, ταύτης δὴ τῆς, ὡς εἴρηται, πανταχοῦ τε καὶ μηδαμοῦ παρουσίας· ὁ δὲ Υἱὸς χωρίζεται μὲν οὐδ’ οὕτως ᾗ Θεὸς τῆς πατρικῆς ἑστίας οὐδὲ μεθίσταται, κλίνει δὲ ὅμως τοὺς οὐρανοὺς καὶ εἰς γῆν κάτεισι, καὶ οὐσιωθεὶς τὸ ἡμέτερον καὶ αὐτὸς οὐσιωδῶς τουτέστιν αὐτοπροσώπως ἡμῖν ὁμιλεῖ καὶ ὀπτάνεται καὶ συναναστρέφεται.

Ἔπρεπε δὲ καὶ περὶ τοῦ Πνεύματος, φησὶν ὁ ῥηθεὶς Θεολόγος, ὑπὸ σώματί πως ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς, καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν. Καὶ αὐτὸ τοιγαροῦν τηνικαῦτα μάλιστα καὶ ἀπὸ τότε τοῖς Ἀποστόλοις οὐσιωδῶς κατὰ τοῦτο τῆς οὐσίας τὸ σημαινόμενον, καὶ διὰ τῶν Ἀποστόλων ἡμῖν συγγίνεται καὶ συμπολιτεύεται, ὁπηνίκα καὶ ἀφ’ οὗ ἐν εἴδει πυρίνων ὤφθη γλωσσῶν αὐτοῖς διαμεριζόμενον, διὰ τὸ μηδέπω προσωπικῶς τε καὶ ἰδικῶς αὐτό που παρεῖναι, εἰ καὶ ὡς Θεὸς πανταχοῦ παρῆν μετὰ τοῦ Πατρὸς καὶ Υἱοῦ τῶν ὁμοουσίων κατὰ τὸ τῆς οὐσίας καθόλου καὶ κοινὸν σημαινόμενον· ἢ παρὸν μὴ σωματικῶς τε καὶ αἰσθητῶς φαίνεσθαι, ἀλλ’ ἢ διὰ μόνης τῆς ἐνεργείας παραδεικνύεσθαι· διὸ καὶ ἐνεργείᾳ παρεῖναι αὐτὸ τηνικαῦτα ὁ Θεολόγος φησί, τὴν πρὸς αἴσθησιν ἔκφανσιν αὐτοῦ σαφῶς ἐξηγούμενος. Οὕτω γὰρ νοεῖται καὶ τὸ εἰρημένον ἐν Εὐαγγελίῳ, Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον· ἦν μὲν γὰρ καὶ προῆν ὡς Θεὸς ἀεί, ἀλλ’ αὐτὸ μόνον ἰδικῶς καὶ προσωπικῶς ἐπιδημοῦν ἐν γῇ καὶ σωματικῶς ὀπτανόμενον οὔπω ἦν, ὅτι, φησίν, Ἰησοῦς οὐδέπω ἐδοξάσθη.

Ἔδει γὰρ πρῶτον τὸν Υἱὸν πληρῶσαι τὴν κατ’ αὐτὸν οἰκονομίαν καὶ δοξασθῆναι τῷ πάθει καὶ τῇ ἀναστάσει καὶ εἰς ἑαυτὸν ἐπανελθεῖν, καθάπερ ἤδη φθάσας ἡμᾶς ὁ Θεολόγος ἐδίδαξε, καὶ τότε καὶ αὐτὸ φανεροῦν ἡμῖν ἑαυτό, ἀπὸ σωματικῆς ὀπτάνσεως ἀπαρξάμενον· καθὼς ἐχωροῦμεν τὴν πρώτην γνῶσιν αὐτοῦ παραδέχεσθαι, οὕτως καὶ παρῆν πρότερον πάντα πληροῦν τῇ οὐσίᾳ, καὶ οὐδαμοῦ παρῆν, τὸ μὲν κατὰ τὸ κοινόν, τὸ δὲ κατὰ τὸ ἰδικὸν σημαινόμενον τῆς οὐσίας· καὶ τὸ μὲν καθ’ αὑτὸ .......... κατάληψιν· οὕτως πρότερον ἐνεργείᾳ παρόν, ὕστερον οὐσιωδῶς ὡς ἂν εἴποι τις ὁ περιττὸς τὴν ἔξω σοφίαν, κατὰ τὸ σημαινόμενον δηλαδὴ τῆς κατ’ αὐτὸν πρώτης οὐσίας, ὃν ὁ λόγος φθάσας ἐδήλωσε τοῖς μαθηταῖς ἐπεδήμησε συγγινόμενόν τε καὶ συμπολιτευόμενον, ἅμα δὲ καὶ καθὼς ἐχώρουν αὐτὸ παραδέχεσθαι.

Οὕτως ἐλάβομεν, ὃ οὐκ εἴχομεν, οὐδ’ ἂν ἔσχομεν μὴ τῆς κατὰ Χριστὸν προηγησαμένης οἰκονομίας· καὶ μέγα ὄντως καὶ οἷον ἀξίως ὑμνεῖν οὐ δυνάμεθα τὸ τῆς οἰκονομίας μυστήριον, δι’ οὗ τῶν ἁμαρτιῶν ἐλάβομεν ἄφεσιν καὶ νενεκρωμένοι ἀνεζωώθημεν καὶ μακρὰν ὄντες ἐγγὺς γεγόναμεν καὶ υἱοθετήθημεν, καὶ Πατέρα μὲν ἔγνωμεν ἐν Υἱῷ, Υἱὸν δὲ ἐν Πνεύματι, καὶ τὸν θησαυρὸν τῶν ἀπορρήτων ἀγαθῶν αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν ἐπλουτήσαμεν. Ἔχεις καὶ τῆς ἀπορίας ταύτης τὴν λύσιν. Ἐπεὶ δέ μοι καὶ ἔτι τὰς ἀκοὰς ἁπλοῖς πρὸς ἀκρόασιν, ὥσπερ τὰς χεῖρας τῶν δανειστῶν οἱ ἀπληστότεροι οὐ τόκους μόνον τοὺς ὡρισμένους, ἀλλὰ καὶ ἐπιτόκους προσαπαιτοῦντες, ἐγώ σου τὴν καλὴν ταύτην ἐπαινῶν ἀπληστίαν, οὐκ ὀκνήσω καὶ πλέον τι τῶν ὠφειλημένων, ἀφ’ ὧν καὶ παρὰ τῶν ἱερῶν γραμμάτων ἐρανιζόμενος εὐπόρησα, προσκαταβαλεῖν ἐχόμενος τῆς ἀκολουθίας τῶν εἰρημένων.