Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Εἰς τὸν μέγαν δομέστικον

Νικόλαος Μεθώνης

Ερμηνεία του κυριακού εμφυσήματος και πατερική συμφωνία

Αναίρεση των παρερμηνειών περί της ταύτισης του αναστάσιμου εμφυσήματος με την αΐδια εκπόρευση, διάκριση του άκτιστου από το κτιστό πνεύμα και απόδειξη της ομοουσιότητας του Πνεύματος μέσω της πατερικής παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 5

Ὅτι μὲν γὰρ ἕνα δεῖ λέγειν Χριστόν, τὸν μόνον ὅλῳ τῷ χρίσματι συνουσιωμένον ὑπερουσίως καὶ ἡνωμένον ἀχωρίστως καὶ μετὰ σάρκωσιν τὸν Κύριον Ἰησοῦν, καὶ ὅτι μέτοχοι τοῦ Χριστοῦ οὐκ αὐτοὶ Χριστοὶ οἱ Ἀπόστολοι, καὶ ὡς τὴν χάριν τοῦ Πνεύματος αὐτοῖς τε τοῖς Ἀποστόλοις καὶ δι’ αὐτῶν ἡμῖν παρὰ τοῦ Πατρὸς αὐτὸς ὁ μονογενὴς Υἱὸς καὶ Χριστὸς πλουσίως ἐξέχεεν, οὐχ οὕτω πρὸ τῆς κατ’ αὐτὸν οἰκονομίας ὑφηπλωμένον, ἱκανῶς, οἶμαι, διὰ τῶν εἰρημένων παρεστησάμεθα· ὅτι δέ τινες τῶν τῆς εὐεργεσίας τυχόντων, μὴ χωροῦντες τὸ τῆς χάριτος μέγεθος κατὰ τὸ μέτρον τῆς οἰκείας χωρήσεως, καὶ ταύτην κατασμικρύνουσι, δυὸ τὰ μάλιστα κατὰ ταυτὸν ἁμαρτάνοντες, ὅτι τε τὴν οἰκείαν ἀγνοοῦσιν εὐτέλειαν καὶ ὅτι τὰ ὑπερεπέκεινα πάντων ἐκ τῶν καθ’ ἑαυτοὺς παραπτώσεων κρίνουσι, καὶ οἱ μὲν ἐμφύσημα τοῦ Χριστοῦ, οἱ δὲ ψιλὴν ἐνέργειαν, οἱ δὲ δάκτυλον καὶ ἔλαττον εἶναι τοῦ Υἱοῦ, ὡς αὐτοῦ χειρὸς ἐπέχοντος λόγον, τὸ Πνεῦμα νομίζοντες· ἐκ τῶν τοιούτων παρανοήσεων εἰς τὸ καὶ ἐκ τοῦ Υἱοῦ λέγειν αὐτὸ ἐκπορεύεσθαι καὶ ἔλαττον εἶναι τοῦ Υἱοῦ καθυπάγονται, ῥήσεις τινὰς τῆς ἱερᾶς Γραφῆς ἀποκνίζοντες καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν μεταφέροντες· δέοι ἂν ἴσως καὶ περὶ τούτου ὑπομνησθῆναι, καὶ τά γε δοκοῦντα ἐκ τῆς Γραφῆς ἐχόμενα τρίβου κεῖσθαι σκάνδαλα περιελόντες, εὐθεῖαν οὕτω καὶ ἀπρόσκοπον καταστῆσαι τοῖς βουλομένοις διεξιέναι τὴν ὁδὸν τῆς περὶ τοῦ εὐθέος καὶ ἡγεμονικοῦ Πνεύματος ἀληθείας.

Ὅτι μὲν οὖν ἐνεφύσησεν ὀπτανθεὶς τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ὁ Σωτὴρ καὶ εἶπε, λάβετε Πνεῦμα ἅγιον, ὡς τὸ θεῖόν φησιν Εὐαγγέλιον, καὶ ἡμεῖς συνομολογοῦμεν· τὸ δὲ τὴν ἐμφύσησιν ταύτην ἐκπόρευσιν εἶναι τοῦ τῆς ὑπερουσίου Τριάδος ἑνὸς ἁγίου Πνεύματος, ὡς διὰ τοῦτο καὶ τὸ Πνεῦμα λέγειν εἶναι ἐμφύσημα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, τῆς τῶν Λατίνων ἐστὶ παρανοίας, οὐχ ἡμέτερον λέγειν. Εἰ γὰρ καὶ Πνεῦμα ἅγιον ὠνόμασεν ὁ Κύριος αὐτὸ δὴ τοῦτο τὸ οἰκεῖον ἐμφύσημα, ἀλλ’ οὐχὶ καὶ ἀντιστρέφοντας ἀνάγκη τὸ Πνεῦμα τὸ ἅγιον λέγειν τοῦ Κυρίου ἐμφύσημα, ὡς εἰς ταυτὸν ἄγειν τό τε ἅγιον Πνεῦμα καὶ τὸ τοῦ Κυρίου ἐμφύσημα· ἦ γὰρ ἂν ὁ τοῦτο διδοὺς καὶ τὸ πρῶτον ἐμφύσημα ὃ πλάσας ἀπαρχῆς τὸν ἄνθρωπον ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο ὁ ἄνθρωπος, ᾗ φησιν ἡ Γραφή, εἰς ψυχὴν ζῶσαν τὸ Πνεῦμα δώσει τὸ ἅγιον εἶναι, τὸ τῷ δημιουργῷ ὁμοούσιον, καὶ οὕτως τῇ τῶν Μανιχαίων κακονοίᾳ συνυπαχθήσεται· ἢ διὰ τί τοῦτο διδοὺς οὐ δώσει κἀκεῖνο, ὁπότε μᾶλλον ἔδει ἐκεῖνο ἢ τοῦτο διδόναι, εἴπερ ἐκεῖνο μὲν ἀσώματον ὅλον, τοῦτο δὲ σωματικόν, ὅτι καὶ ἀπὸ σώματος τὸ ἐμφύσημα καὶ ............ Πνεῦμα ἅγιον, οὐ τοῦτο δὴ μόνον τὸ συμπληρωτικὸν τῆς Τριάδος λέγεται Πνεῦμα, ἀλλ’ ἔστι μὲν πνεῦμα καὶ ὁ Πατήρ. Πνεῦμα, γάρ φησιν, ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.

Τίνα δὲ εἶπε Θεόν, ἐδήλωσε προειπών, Ἔρχεται ὥρα ἐν ᾗ οὐχ ὧδε ἢ ὧδε προσκυνήσουσι τῷ Πατρί· ἔστι δ’ ὅπου καὶ ὁ Υἱὸς ὡς τό, Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος· Πνεῦμα δὲ ἅγιον καὶ ὁ Ἄγγελος, ἐκεῖθεν ἕλκων τὴν ἁγιότητα· ἔτι δὲ καὶ ἡ τοῦ δικαίου ψυχή· πάντως πνεῦμα ἅγιον καὶ τὸ ἀντιδιαστελλόμενον τῷ γράμματι, καὶ ἄλλο τὸ τῷ πνεύματι τῆς δουλείας, ὃ καὶ τῆς υἱοθεσίας πνεῦμα ὠνόμασται· ἠρίθμηται δὲ καὶ τῷ Ἡσαΐᾳ ἑπτά τινα πνεύματα, οὐδ’ ἐκεῖνά γε τῆς ἁγιωνύμου· καὶ ἁπλῶς τῶν πνευματικῶν χαρισμάτων ἕκαστον πνεῦμα ἅγιον ὀνομάζεται· καθὰ καὶ νῦν ὁ Σωτὴρ τὸ χάρισμα τῆς τῶν ἁμαρτημάτων ἀφέσεως διὰ τοῦ ἐμφυσήματος ἐμπνεύσας τοῖς Ἀποστόλοις, ἅγιον τοῦτο πνεῦμα ὠνόμασε.

Τοσούτων δὴ πνευμάτων ἁγίων καὶ ὄντων καὶ λεγομένων τὸ καθ’ ἕκαστον οἴεσθαι τούτων αὐτὸ εἶναι τὸ χορηγὸν καὶ δημιουργὸν πάντων καὶ ὅλον καὶ παντελές, μᾶλλον δὲ ὑπερτελὲς Πνεῦμα ἅγιον, ἀτελοῦς ἄντικρυς καὶ νηπιωδεστάτης φρενός· τὸ δὲ καὶ τοιαύτην νομίζειν τοῦ παναγίου Πνεύματος τὴν ἐκπόρευσιν εἴτουν ὕπαρξιν, ὁποίαν νῦν ποτε καὶ νῦν ἐμπνεῖσθαι τοῦτο καὶ ἐνεργεῖσθαι, σαφῶς ἐστι τῶν ὑποτιθεμένων τὸ Πνεῦμα ψιλὴν ἐνέργειαν, οἷς οὕτως ὁ Θεολόγος προσυπαντᾷ Εἰ ἐνέργειά, φησιν, ἐστί, ἐνεργηθήσεται οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται· τοιοῦτον γὰρ ἡ ἐνέργεια. Πῶς οὖν ἐνεργεῖ καὶ τάδε λέγει καὶ ἀφορίζει καὶ λυπεῖται καὶ παροξύνεται, καὶ ὅσα κινουμένου σαφῶς ἐστιν, οὐ κινήσεως·

Πάντως δὲ οὐκ ἐνδοιάσομεν μή ποτε τούτῳ τῷ Θεολόγῳ ὁ θεῖος ἀντιδοξεῖ Κύριλλος ἐνέργειαν προδήλως τὸ Πνεῦμα λέγων. Οὐ γὰρ τὸ ταύτην τοῦτό φησιν ἐνέργειαν ὁποίαν ὥς τι τῶν χωριστῶν συμβεβηκότων ἐνεργηθεῖσάν ποτε καὶ παύεσθαι, οὐ μὴν οὐδ’ ἀχώριστον μέν, οὐχὶ δὲ καὶ καθ’ ἑαυτὴν ὑφεστῶσαν, πρὸς ἣν δόξαν ὁ Θεολόγος ἀπήντησεν, ἀλλ’ ἐνέργειαν φυσικήν τε καὶ οὐσιώδη καὶ ἐνυπόστατον· τῷ μὲν φυσικὴν λέγειν καὶ οὐσιώδη τὸ ἀπὸ τοῦ προβαλλομένου ταύτην Πατρὸς ἐμφαίνων ἀχώριστον· ἐπεὶ δ’ ἔστι τι καὶ ἀχώριστον ἐν τοῖς ὁπωσοῦν οὖσι συμβεβηκός, ἵνα μή τις δόξῃ τοιαύτην αὐτὸν τὸ Πνεῦμα λέγειν ἐνέργειαν καὶ τὴν τοιαύτην ἀναιρῶν ὑποψίαν τῷ προστιθέναι καὶ ἐνυπόστατον, τουτέστιν καθ’ ἑαυτὴν ὑφεστῶσαν, ἀλλὰ καὶ ἐνεργοῦσαν· ἐξ αὐτῆς γάρ φησι τῆς πατρικῆς οὐσίας δηλαδὴ ποιοῦσα καὶ ἐνεργοῦσα καὶ ἐν αὐτῇ μένουσα πάντα ἐργάζεται τὰ τοῦ Θεοῦ.

Τὸ γοῦν ὅλον, συνελόντα εἰπεῖν, τοιαύτην ἐνέργειαν τὸ θεαρχικὸν Πνεῦμά φησιν ὁ θεῖος Κύριλλος, οἵαν καὶ τὸν Υἱὸν ὁ Θεολόγος δύναμιν λέγειν οὐκ ἂν παραιτήσηται· οὔκουν ἀλλήλοις οἱ πατέρες ἀντιδοξοῦσιν, ἀλλὰ τοῖς πατράσιν ἀντιδοξεῖ προφανῶς ὁ τὴν ὅπως ποτὲ γενομένην ἐμφύσησιν τοῦ Υἱοῦ, δημιουργικῶς μὲν τὴν προτέραν, ἀνακαινιστικῶς δὲ τὴν δευτέραν, ταύτην εἶναι λέγων ἢ τοιαύτην τοῦ θείου Πνεύματος τὴν ἐκπόρευσιν, κἀντεῦθεν ἀφορίζων τὴν τοῦ Πνεύματος ὕπαρξιν ἐν τῷ νῦν οὕτως καὶ νῦν οὕτως γίνεσθαί τε καὶ ἀπογίνεσθαι, πρὸς ὃ καὶ ἄμφω οἱ θεῖοι πατέρες διεμαχέσαντο.

Ἀλλ’ ἡμεῖς καὶ τοῖς θείοις τούτοις πατράσι καὶ πρὸ τούτων τῷ θεοκήρυκι Παύλῳ ἑπόμενοι τὸ τοῦ Κυρίου ἐμφύσημα τὸ μὲν πρῶτον ἐνεργείας εἶναι ψυχωτικῆς, τὸ δὲ δεύτερον ἁγιαστικῆς τε καὶ πνευματικῆς ἀποφαινόμεθα χάριτος.

Ἐγένετο, γάρ φησιν, ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν· ὃ δὴ καὶ Πνεῦμα ἅγιον εἰρῆσθαι παρὰ τοῦ Σωτῆρός φαμεν· καὶ οὕτω πᾶσαν ἀτοπίαν τοῖς τοῦτ’ αὐτὸ εἶναι τὸ ἐνυπόστατον Πνεῦμα λέγουσιν ἑπομένην ἐκκλίνομεν. Τοῦτο δὲ καὶ κτιζόμενον πνεῦμα παρὰ τοῦ Ἀμὼς εἰρῆσθαι ὁ μέγας φησὶν Ἀθανάσιος· καὶ πάλιν ἐν Ἰεζεκιὴλ πνεῦμα καινὸν μετὰ καρδίας καινῆς δοθήσεσθαι τοῖς ἀνθρώποις ἐπαγγελλόμενον, τὸ διὰ τοῦ εὐαγγελίου ἀνακτιζόμενον καὶ ἀνακαινιζόμενον τῶν ἀνθρώπων πνεῦμα· ὁ μὲν γὰρ ὡς ἐκ προσώπου φησὶ τοῦ Θεοῦ· Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα· ὁ δέ, Δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην· καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν· ἐν οἷς καὶ θαυμασίως ὁ μέγας ἐπισημαίνεται· ὅτι δὶς εἰρημένου τοῦ πνεύματος, τὸ μὲν καινὸν ὠνόμασεν, ὃ δώσειν ἐπαγγειλάμενος, ἵνα δηλώσῃ τὸ ἐν ἡμῖν ἀνακαινιζόμενον· τὸ δέ, τὸ πνεῦμά μου, εἶπε, τὸ συμφυὲς αὐτῷ δηλονότι καὶ ὁμοούσιον, ἐν ᾧ καὶ τὸ ἡμέτερον κτίζεται καὶ ἀνακαινίζεται, καθὼς καὶ ὁ ψαλμῳδός φησιν, Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· καὶ πάλιν εὔχεται καρδίαν καθαρὰν ἐν αὐτῷ κτισθῆναι καὶ πνεῦμα εὐθὲς τοῖς αὐτοῦ ἐγκάτοις ἐγκαινισθῆναι.

Ἄλλο τοίνυν καὶ κατὰ τοὺς ἁγίους Πατέρας καὶ κατὰ τοὺς θείους Προφήτας τὸ διὰ τοῦ κυριακοῦ ἐμφυσήματος αὐτίκα τοῖς Ἀποστόλοις ἐμπνευσθὲν Πνεῦμα ἅγιον, καὶ ἄλλο τὸ μετὰ τοῦτο παρὰ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τούτοις ἀποσταλέν, ἐν εἴδει πυρίνων γλωσσῶν διαμερισθέν· οὐδ’ ἄρα τοῦτο τοῦ Κυρίου ἐστὶν ἐμφύσημα, οὐδὲ ἐνέργεια νῦν παρ’ αὐτῷ καὶ νῦν ἀποτελούμενον, ἀλλ’ εἴπερ ἄρα, καθὰ καὶ τῷ θείῳ Κυρίλλῳ δοκεῖ, ἐνέργεια φυσικὴ καὶ οὐσιώδης καὶ ἐνυπόστατος, οἷα καὶ ὁ Υἱὸς δύναμις, ἐκ τῆς θείας οὐσίας τουτέστι τῆς πατρικῆς προϊοῦσα καὶ ἐν αὐτῷ μένουσα καὶ πάντα ἐργαζομένη τὰ τοῦ Θεοῦ.

Εἰ δὲ καὶ χεὶρ μὲν λέγεται ὁ Υἱός, δάκτυλος δὲ τὸ Πνεῦμα τῶν γὰρ ἄλλων εὐαγγελιστῶν εἰρηκέναι λεγόντων τὸν Κύριον· εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ὁ Λουκᾶς ἀντὶ τοῦ ἐν Πνεύματι Θεοῦ, ἐν δακτύλῳ Θεοῦ ἀναγράφεται, ἀλλὰ καὶ ἐν Αἰγύπτῳ Θεοῦ δάκτυλος διὰ Μωσέως τὸν χοῦν εἰς ζῶα μετέβαλε, δεικνὺς ὅτι καὶ ἡ πρώτη τῶν ζώων γένεσις ἐν αὐτῷ συντετέλεστο· καὶ τότε γὰρ πνεῦμα Θεοῦ, φησιν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος, οὐ παρὰ τοῦτο τὸ Πνεῦμα εὐτελεστέον, καὶ ἢ τοῦ Υἱοῦ νομιστέον ἔλαττον, ὡς μέρος ἐκείνου· μέρος γὰρ ὁ δάκτυλος τῆς χειρός· ἵνα μὴ καὶ τὸν Υἱὸν τοῦ Πατρὸς μέρος ἀναγκασθῶμεν εἰπεῖν ὡς ἐκείνου χεῖρα, καὶ οὕτως ἐλάττονα, ἢ ἐκ τοῦ Υἱοῦ δοτέον ἐκφύεσθαι· καίτοι οὔτε δάκτυλος οὕτως εἴρηται τοῦ Θεοῦ, ἀλλ’ ἢ Θεοῦ δάκτυλος, οὔτε τοῦτο μόνον, ἀλλὰ καὶ χεὶρ ἔστιν ὅπου καὶ αὐτὸ λέγεται· Αἱ χεῖρές σου, γάρ φησιν, ἐποίησάν με καὶ ἔπλασάν με· Καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· κοινῶς χεῖρας τὸν Υἱὸν καὶ τὸ Πνεῦμα καλῶν, ἰδίως δὲ πάλιν ἑκάτερον.

Ἡ χείρ σου, φησίν, ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου· χεῖρα μὲν ἁπλῶς τὸ Πνεῦμα κατονομάζων, ᾧ καὶ τὴν ὁδηγίαν ὡς ἐνέργειαν χειρὶ τοῦ Πατρὸς ἐνταῦθα διδούς, ἀλλαχοῦ καὶ παρ’ αὐτοῦ σαφῶς τούτου λαβεῖν ἐπεύχεται, Τὸ Πνεῦμά σου, λέγων, τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· δεξιὰν δὲ τὸν Υἱόν, ᾧ καὶ τὴν συνεκτικὴν καὶ φρουρητικὴν τῶν ὄντων ὡς ἀπὸ μέρους τῆς ἐν αὐτῷ κατοχῆς προσμαρτυρεῖ δύναμιν, καθὰ καὶ ἀλλαχοῦ περὶ τούτου φησί·

Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὔτε οὖν ἔλαττον τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὔτε ἐκ τοῦ Υἱοῦ, ὡς ἅτε δὴ τῆς τούτου χειρὸς αὐτὸ δάκτυλος, ὁπότε καὶ αὐτὸ χείρ. Χεὶρ δὲ οὔτε χειρὸς μέρος λέγεται, οὔτε ἐκ χειρός, ἀλλὰ τοὺς μερισμοὺς καὶ τὰς ἀνισότητας κάτω λιπόντες μετὰ πάσης τῆς σωματικῆς διαπλάσεως, τὴν ὁμοουσιότητα μόνην ἐκ τῶν ὑποδειγμάτων τοῦ τε δακτύλου καὶ τῶν χειρῶν ἀναλογισώμεθα.

Εἰ δὲ δεῖ καὶ ἰσχνοτέρως ἐπιβαλεῖν, ἐπειδὴ χεὶρ ὡσαύτως καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς εἴρηται, ἀλλὰ δὴ καὶ Θεὸς ἑκάτερον ὡμολόγηται, χειρὸς δὲ μιᾶς πλείους οἱ δάκτυλοι, τὰς διαφόρους πνευματικὰς εἴτουν θείας ἐνεργείας δακτύλους ῥητέον ἂν εἴη Θεοῦ κοινῶς τε κατὰ τὸν τῆς ὁμοφυΐας λόγον τοῦ τε Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, καὶ ἰδίως τοῦ Πνεύματος, καθὸ δι’ αὐτοῦ καὶ ἐν ἑαυτῷ διαιροῦνται καὶ διανέμονται τὰ κατὰ ταύτας χαρίσματα. Καὶ ᾧ μὲν ἀποστολικῶς εἰπεῖν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτά, φησιν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται Οὕτως οὖν καὶ τὴν τῶν σημείων καὶ τῶν ἰαμάτων ἐνέργειαν, μίαν οὖσαν τῶν ἠριθμημένων, δάκτυλον νοητέον εἰρῆσθαι Θεοῦ τοῦ Πνεύματος, ὃ καὶ χεὶρ ὡς τούτων ἁπασῶν περιεκτικὸν προφητικῶς εἴρηται.

Λέγεται δὲ καὶ τούτων ἑκάστη χεὶρ Κυρίου καὶ πνεῦμα Θεοῦ ὡς ἀπὸ μέρους κατὰ γραφικὸν ἔθος τὸ ὅλον· Ἐγένετο χεὶρ Κυρίου, φησὶν ὁ Προφήτης, ἐπ’ ἐμέ, τουτέστιν ἐδόθη μοι προφητικὴ ἐνέργεια· καὶ ὁ Κύριος τόν τε Δαβὶδ ἐν πνεύματι Θεοῦ, τῇ αὐτῇ δηλονότι προφητικῇ ἐνεργείᾳ, τὸν ἐξ αὐτοῦ καλεῖν Κύριον, καὶ αὐτὸς ἐν πνεύματι Θεοῦ, τουτέστι τῇ τερατουργῷ τοῦ Θεοῦ καὶ Πνεύματος ἐνεργείᾳ, ἐκβάλλειν φησὶ τὰ δαιμόνια. Κἀκεῖνό γε μὴν τὸ περὶ τοῦ Πνεύματος εἰρημένον τῷ Ἀποστόλῳ, Διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, μὴ ἁπλῶς παραδράμωμεν, ἀλλὰ προσχόντες αὐτόθεν τε τὴν αὐθεντίαν τοῦ Πνεύματος καταμάθωμεν, καὶ ἔτι μᾶλλον ἐκ τῆς κυριακῆς ἀποφάνσεως, Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, διαρρήδην διατρανούσης. Εἰ δὲ τὸ περὶ Θεοῦ καὶ Πατρὸς εἰρημένον τῷ Ἀποστόλῳ, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι τοῦτο καὶ περὶ τοῦ Πνεύματος εἴρηται· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, ἐκ τῆς κατ’ ἐνέργειαν ταυτότητος συλλογιστέον ἂν εἴη καὶ τὴν κατ’ οὐσίαν ταυτότητα Πατρός τε καὶ Πνεύματος. Οὕτως οὐδὲν μικροπρεπῶς οὐδ’ ἀναξίως τῆς ὁμοτίμου Πατρί τε καὶ Υἱῷ θεότητος τοῦ ἁγίου Πνεύματος, μάλιστα μὲν οὖν πάντα θεοπρεπῶς ἡ θεία διαλαμβάνει Γραφή· οὕτω καὶ αὐτὸς σαφῶς ὁ Θεὸς Λόγος τὸ Πνεῦμα θεολογεῖ.