Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Εἰς τὸν μέγαν δομέστικον

Νικόλαος Μεθώνης

Προοίμιο και αφορμή της συγγραφής

Η διατύπωση του ερωτήματος του Μεγάλου Δομεστίκου περί της ενοικήσεως του Αγίου Πνεύματος στους Αποστόλους, η απολογία για την καθυστέρηση και η επίκληση της θείας συνδρομής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 1 από 5

ΝΙΚΟΛΑΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΕΘΩΝΗΣ πρὸς τὸν μέγαν Δομέστικον, ἐρωτήσαντα περὶ τοῦ ἁγίου Πνεύματος πῶς λέγεται οὐσιωδῶς ἐπιδημῆσαι καὶ ἐνοικῆσαι τοῖς Ἀποστόλοις; καὶ εἰ οὕτως ἦν καὶ ἐν τῷ Χριστῷ, πῶς οὐχὶ καὶ αὐτοὶ χριστοὶ λέγονται; ἢ εἰ μὴ οὕτως, τίς ἡ διαφορά; Τὰς ἀφορμὰς τῶν παρόντων περὶ τοῦ παναγίου Πνεύματος λόγων, ὦ πανσέβαστε καὶ ὑπέρτιμε καὶ πανυπέροχε κεφαλή, ἐκ τῆς σῆς μεγαλεπιβολωτάτης τε καὶ ποριμωτάτης διανοίας ἐρωτηματικῶς προβληθείσας, ὁ πένης ἐγὼ καὶ ἀγροῖκος καὶ ὑπερόριος πρὸ καιροῦ τινος δανεισάμενος ἦν δὲ ἡ ἐρώτησις, εἰ οὐσιωδῶς τὸ Πνεῦμα τοῖς Ἀποστόλοις ἐνῴκοισεν, ᾗ φησιν ὁ περιώνυμος ἐν θεολόγοις Γρηγόριος, ὥσπερ ἄρα ἦν καὶ ἐν τῷ Χριστῷ, πῶς οὐχὶ χριστοὶ καὶ αὐτοὶ αὐτόχρημα χρηματίζουσιν;

ἢ τί τὸ ἐν Χριστῷ πλέον ἢ ἐν αὐτοῖς, καθ’ ὃ μόνος ἂν δικαιοῖτο Χριστὸς λέγεσθαι;, οἶδα μὲν καὶ τότε μέρος τι τοῦ χρέους δι’ ὑπογυίου τῆς ἀποκρίσεως προκαταβαλλόμενος, τὸ δὲ νῦν ὅλως ἥκω σοι τὸ τοῦ δάνους κεφάλαιον σὺν Θεῷ δὲ λέγῳ μετὰ τῶν προσωφειλημένων τόκων ὡς εὐγνώμων χρεώστης ἀποτιννύς· σὺ δέ με τῆς εὐγνωμοσύνης ἀποδεξάμενος, μὴ μέμψῃ τῆς βραδύτητος· οὐ γὰρ ὀλιγωρίᾳ τοῦ εἰκότος καταμελῶν, τὸν χρόνον παρείλκυσα, οὐδ’ ἄλλο τι τῶν ἀναγκαίων ἐμοὶ τῆς σῆς θεραπείας ἐπίπροσθεν θέμενος, μὴ οὕτως ἀφρονευσαίμην ποτέ, ὡς ὕψος τοσοῦτον ἐξουσίας περιιδεῖν μάλιστα καὶ βασιλικοῦ προηγησαμένου κελεύσματος, τὴν λύσιν μοι τοῦ παρὰ σοῦ προτεθέντος ζητήματος ἐπιτρέποντος καὶ νόμους ἀθετῆσαι θεοθεσπίστους, οἳ πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι διατάσσονται καὶ πᾶσιν ἀποδιδόναι καθηκόντως τὰς ὀφειλάς· ἀλλ’ ἐπεὶ τὸ μὲν ἑτοίμως ἔχειν πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος καὶ αὐτίκα μοι τότε κατὰ τὸ εἰσχωροῦν ἀφωσίωται, καίτοι φρίττοντι καὶ γλῶσσαν ἀεὶ καὶ διάνοιαν ἐν τοῖς περὶ τῶν τοιούτων λόγοις, ἐδέησε δ’ ὅμως καὶ τελειοτέρας τοῖς τηνικαῦτα ῥηθεῖσι τῆς διαρθρώσεως.

Αὐτὸς οἶδας οἵαις ἀσχολίαις τὸν μεταξὺ χρόνον προσδιατρίβων, καὶ ὡς πρὸς τὸ σφοδρότερον κατεπεῖγον μετὰ τῆς βασιλικῆς μεγαλοφυεστάτης προνοίας ἱστάμενος. Κοσμικὸν δὲ ὑπῆρχε τὸ φρόντισμα καὶ πάντων τὸ προὐργιαίτατον, ὅπως ἂν τὸν ἐκ τῆς ἐφόδου τῶν ἑσπερίων πάντων ἐθνῶν ἐπηρτημένον ἡμῖν κίνδυνον παραγάγητε, ἐπέχοντες ἀναγκαίως τοῖς κατ’ ἐμὲ πᾶσιν, οὐ τῶν λόγων μόνον, ἀλλὰ καὶ τῆς ἄλλης ἐντυχίας τὴν παρρησίαν. Ἄρτι δὲ Θεοῦ συνεργίᾳ τοῦ τοῖς ἀγαθοῖς ἀγαθύνοντος καὶ τοῖς ἀγαπῶσιν αὐτὸν πάντα συνεργοῦντος εἰς τὸ ἀγαθόν, καὶ διὰ ταῦτα τὴν βασιλείαν τοῦ θειοτάτου ἡμῶν αὐτοκράτορος πανευτυχῶς διεξάγοντος, ἐκ μέσου τοῦ τοιοῦδε σκώλου παρηρημένου, καὶ τὴν τοῦ λέγειν παρρησίαν μηδενός μοι λοιπὸν ἐμποδίζοντος, οὐκέτι δεῖν ἔγνων μηκύνειν τὴν προθεσμίαν τῆς ἀποφλήσεως, μὴ καὶ πρόστιμον τῆς ὑπερθέσεως προσαπαιτηθῶ.

Πλὴν ἀλλὰ καὶ πρότερον καὶ νῦν οὐκ ἐμαυτῷ θαρρῶν, οὐδ’ ἀνθρωπίνης σοφίας περιουσίᾳ καὶ γλώσσης εὐστροφίᾳ καὶ δεινότητι λόγων ἐναβρυνόμενος τοσούτου καταθρασύνομαι πράγματος, ὃ καὶ τοῖς διαβατικώτερον καὶ ὑψηλότερον λαχοῦσι τὸν νοῦν δόξειεν ἂν δυσεργότατον· ἀλλὰ τῇ ἐνυποστάτῳ θείᾳ σοφίᾳ, τῇ αὐτοαληθείᾳ, τῷ Θεῷ Λόγῳ πιστεύσας τῷ, Πλάτυνον, εἰπόντι, τὸ στόμα σου καὶ πληρώσω αὐτό· ἵνα καὶ πλατύνῃ τῷ ἐπιτάγματι καὶ πληρώσῃ τῷ ἐπαγγέλματι, μᾶλλον δὲ καὶ στόμα διδόναι παρ’ ἑαυτοῦ, καὶ σοφίαν ἀναντίρρητον ἐπαγγειλαμένῳ τοῖς ἀκαταπλήκτως παρισταμένοις ἐνώπιον βασιλέων καὶ ἡγεμόνων καὶ παρρησιαζομένοις ἀμερίμνῳ καὶ ἀνενδοιάστῳ φρονήματι τὴν εὐσέβειαν· ἔτι δὲ καὶ τῇ σῇ πίστει θαρρήσας μεθ’ ἧς προέτεινας τὴν ἐρώτησιν, οὐκ ἐριστικῶς πάντως οὐδὲ πειραστικῶς ἀναξίως τοῦ ἐν σοὶ πνεύματος, ἀλλὰ ζητητικῶς τε καὶ φιλαλήθως καὶ τὸ ζητούμενον πιστεύων εὑρίσειν κατὰ τὸ τοῦ θείου ἐπαγγέλματος ἀδιάπτωτον, ἅτε δὴ καὶ θεοπειθῶς ἐρευνῶν ἀεὶ τὰς Γραφὰς καὶ εἰς τὸ βάθος ἐγκύπτων τῶν νοημάτων καὶ τούτων τὰ τοὺς πολλοὺς διαφεύγοντα καὶ λανθάνοντα, τὰ μὲν ἀμέσως αὐτὸς ἐξευρίσκων, τὰ δὲ διὰ τῶν προεξευρηκότων καταλαμβάνων μετὰ τοιαύτης παρασκευῆς, καὶ οὕτω σοι πάρειμι, ὡς οὐ μᾶλλόν τι λέξων αὐτὸς ἢ καὶ αὐτὸς ἀκουσόμενος τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός, δι’ ὧν δίδωσιν αὐτίκα καὶ φθέγματος καὶ στόματος καὶ νοήματος.

Λεγέσθω τοιγαροῦν τὰ παρὰ Θεοῦ περὶ τοῦ θείου Πνεύματος χορηγούμενα, καὶ ἡμεῖς ἀκούωμεν ἐπευξάμενοι καὶ πνεῦμα συνέσεως ἡμῖν ἐμπνευσθῆναι τοῦ συνετῶς ἀκούειν τῶν λεγομένων.