Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 70-86: Δυνάμεις, σώματα, μεθεκτό και αμέθεκτο

Θεολογική κριτική της θεωρίας περί μεθεκτού και αμεθέκτου, αναίρεση της προκλείου ιεραρχίας και ταύτιση της αληθούς απειρίας και παντοδυναμίας αποκλειστικά με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 6 από 12

οʹ. Πᾶν τὸ ὁλικώτερον ἐν τοῖς ἀρχηγικοῖς καὶ πρὸ τῶν μερικῶν εἰς τὰ μετέχοντα ἐλλάμπει καὶ δεύτερον ἐκείνων ἀπολείπει τὸ μετασχόν ... (66,11- 30) Εἰ πᾶσα ἔλλαμψις ἄνωθεν ἀπὸ τῆς μιᾶς καὶ πρώτης ἀρχῆς πρόεισιν, εὔδηλον ὡς οὐδὲν τῶν μετὰ τὴν ἀρχὴν οἰκείαν ἔλλαμψιν προβάλλει τοῖς μετ’ αὐτό, ἀλλ’ ἢ τὸ εὐθὺς μετὰ τὴν ἀρχήν, ὡς ἐξ ἐκείνης πρωτοδότως ἔσχεν ἔλλαμψιν, ταύτην δευτεροδότως τοῖς μετ’ αὐτὸ διαδίδωσι.

Καὶ εἰ πᾶν πλῆθος μετέχει τοῦ ἑνός, τὸ δὲ ἓν οὐ μετέχει τοῦ πλήθους τὸ ἓν καὶ πάντων ῥητέον ἀρχὴν καὶ πάντων αἴτιον καὶ πᾶσιν ἐλλάμπειν ἀφ’ ἑαυτοῦ τοῖς οὖσι τὸ εἶναι, τοῖς ζῶσι μετὰ τοῦ εἶναι καὶ τὸ ζῆν, τοῖς λογικοῖς μετὰ τούτων καὶ τὸν λόγον καὶ ἐπὶ πάντων ὡσαύτως, κἀκεῖνο δὲ πάντα ἐνεργεῖν, εἴτε δι’ ἑαυτοῦ ἀμέσως εἴτε διὰ μέσων τῶν μετ’ αὐτό· τὸ δὲ συνεργεῖν ἀνάρμοστον περὶ τούτου λέγειν.

Εἰ ἓν τὸ αἴτιον, οὐδὲν αἰτιώτερον· τὸ γὰρ αἰτιώτερον ὡς δύο ὄντων τοὐλάχιστον τῶν αἰτίων τὸ ἕτερον τοῦ ἑτέρου λέγεται, τὰ δὲ δύο οὐχ ἓν οὐδὲ πολλῷ μᾶλλον τὰ πλείω τῶν δύο· ὥστε ὁ πλείω τὰ αἴτια λέγων ἀναιρεῖ τὸ ἓν εἶναι τὸ αἴτιον.

Οὗτος μὲν οὖν ὁλικώτερόν τε καὶ αἰτιώτερον βούλεται λέγειν τὸ ὂν τῆς ζωῆς καὶ τὴν ζωὴν τῆς λογικῆς οὐσίας τε καὶ ζωῆς, ὡς ἄλλου ὄντος τοῦ ὄντος παρὰ τὴν ζωὴν καὶ τῆς ζωῆς παρὰ τὴν λογικὴν ζωὴν ἤγουν δύναμιν, ὡς αὐτός φησι, καὶ πρό γε πάντων τοῦ ἑνὸς παρὰ ταῦτα. ἡμεῖς δὲ τὸ αὐτὸ πιστεύοντες εἶναι καὶ ἓν καὶ ὂν καὶ ζωήν, τὸ αὐτὸ καὶ νοῦν καὶ λόγον καὶ πνεῦμα, εἴτουν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, μίαν ὑπερούσιον οὐσίαν ἐν τρισὶ θεωρουμένην ταῖς ὑποστάσεσιν, τὴν μίαν ταύτην καὶ πάντων ἀρχικὴν ἴσμεν καὶ ὑπεράρχιον αἰτίαν πάντα κατ’ αἰτίαν προέχουσαν καὶ πάντα ἐξ οὐκ ὄντων εἰς τὸ καθ’ ὕπαρξιν εἶναι παράγουσαν, τὰ ὄντα, τὰ ζῶντα, τὰ λογικῶς ζῶντα, τὰ ὅλα, τὰ μέρη, τὰ ὁλοτελῆ, τὰ ἡμιτελῆ εἴτουν ἀτελῆ, τὰ κινούμενα, τὰ ἀκίνητα, τὰ ἔγχρονα, τὰ αἰώνια, πάντα ἁπλῶς, καὶ ὑπὸ πάντων μετεχομένην, καθόσον ἕκαστα δύναται. διὸ καὶ τὰ μὲν τοῦ εἶναι ταύτης μόνου μετέχει, τὰ δὲ μετὰ τοῦ εἶναι καὶ τοῦ ζῆν, τὰ δὲ μετὰ τούτων καὶ τοῦ λογικῶς ζῆν· ὅθεν καὶ τὰ πλειόνως ταύτης μετέχοντα, ὡς τὰ λογικῶς ζῶντα, τιμιώτερα καὶ ὑπέρτερα τῶν ἁπλῶς ζώντων ἐστίν, ὡς ἡττόνως μετεχόντων, καὶ ταῦτα πάλιν τῶν ἁπλῶς ὄντων.

εἰ δ’ ἦν ἕτερον παρὰ τὴν μίαν ἀρχὴν ἀρχηγικώτερον τῆς ζωῆς αἴτιον τὸ ὄν, ἦν ἂν καὶ τὸ ἁπλῶς ὂν τοῦ ἁπλῶς ζῶντος κρεῖττον καὶ τιμιώτερον καὶ τὸ ἁπλῶς ζῶν τοῦ λογικῶς ζῶντος ὡς ἀρχηγικώτερον αἴτιον· ἀλλ’ οὐκ ἔστιν ἀλλὰ τοὐναντίον ἅπαν. οὐκ ἄρα ἔστι τι τούτων ἀρχηγικὸν ἰδίως αἴτιον οὐδὲ θάτερον τοῦ ἑτέρου ἀρχηγικώτερον ἀλλ’ ἓν καὶ τὸ αὐτὸ πάντων αἴτιον μόνον ἀρχικὸν καὶ ὑπεράρχιον, ὡς αὐτὸ πάντα προόν τε καὶ ὑπερὸν κατ’ αἰτίαν.

Ὅρα τί φησιν ὁ σοφός· εἰ γὰρ διὰ τῆς τοῦ δευτέρου μεταδόσεως ἡ τοῦ πρώτου μετάδοσις ἑαυτὴν ἐδυνάμωσε, δῆλον ὅτι δίχα ταύτης ἐκείνη ἀσθενεστέρα ἔμελλεν εἶναι, ὡς καὶ ἐνδεὴς ταύτης καὶ οὐκ αὐτάρκης καθ’ αὑτήν.

οαʹ. Πάντα τὰ ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις ὁλικωτέραν καὶ ὑπερτέραν τάξιν ἔχοντα ἐν τοῖς ἀποτελέσμασι κατὰ τὰς ἀπ’ αὐτῶν ἐλλάμψεις ὑποκείμενά πως γίνεται ταῖς τῶν μερικωτέρων μεταδόσεσι· καὶ αἱ μὲν ἀπὸ τῶν ἀνωτέρων ἐλλάμψεις ὑποδέχονται τὰς ἐκ τῶν δευτέρων προόδους, ἐκεῖναι δὲ ἐπὶ τούτων ἑδράζονται· καὶ οὕτω προηγοῦνται μεθέξεις ἄλλαι ἄλλων, καὶ ἐμφάσεις ἄλλαι ἐπ’ ἄλλαις ἄνωθεν εἰς τὸ αὐτὸ φοιτῶσιν ὑποκείμενον, τῶν ὁλικωτέρων προενεργούντων, τῶν δὲ μερικωτέρων ἐπὶ ταῖς ἐκείνων ἐνεργείαις τὰς ἑαυτῶν μεταδόσεις χορηγούντων τοῖς μετέχουσιν ... (66,31-68,16) Αἰνίγματι λέγεις ὅμοιον εἰ τὰ ὁλικωτέραν καὶ ὑπερτέραν ἔχοντα τάξιν ἐλλάμπονται ὑπὸ τῶν μερικωτέρων καὶ ὑποδεεστέρων. δέον τὸ ἔμπαλιν λέγειν· ὅτι τὰ μερικώτερα καὶ ὑποδεέστερα δέονται τῆς τῶν ὑπερτέρων καὶ ὁλικωτέρων ἐλλάμψεως, ἵνα κατ’ ἐκείνην καὶ ταῦτα τελεώτερα γένωνται· αὕτη μὲν γὰρ ἐπὶ τὸ κρεῖττον, ἐκείνη δὲ ἐπὶ τὸ χεῖρον ἡ προκοπή. θεοπρεπὲς δὲ τὸ πρὸς ἑαυτὸ πάντα συνάγειν τὸ θεῖον λέγειν ἀλλ’ οὐ τὸ σκορπίζειν καὶ ἀπάγειν ἀφ’ ἑαυτοῦ, ὅπερ ἐστὶ τὸ ἀφιστᾶν τοῦ ἑνὸς καὶ ὅλου καὶ ὑπερτάτου καὶ προωθεῖν διὰ τοῦ μερισμοῦ καὶ τῆς ὑφέσεως εἰς τὸ κάταντες. τούτων δέ σοι τῶν ἀτοπημάτων αἴτιον τὸ πολλὰ λέγειν τὰ αἴτια καὶ ἄλλων ἄλλ’ ἄττα αἰτιώτερα.

εἰ γὰρ τῷ ἑνὶ ἐστοίχεις αἰτίῳ, πάντα μὲν ἂν ὑφίστης ἐξ ἐκείνου καὶ οὐδὲν ἕτερον ἑτέρου ὑποκείμενον ὑπετίθεις καὶ ὑποδέχεσθαι δὲ πάντα σὺν ἡμῖν ὡμολόγεις τὰς ἀπ’ ἐκείνου ἐλλάμψεις, καθόσον ἕκαστον ἐγχωρεῖ, τὰ μὲν εὐθὺς μετ’ ἐκεῖνο πρωτοδότως, τὰ δ’ ἐφεξῆς, ἀναλόγως ταῖς οἰκείαις τάξεσιν εἴτε φύσεσι διὰ μέσων τῶν πρὸ αὐτῶν μεταδιδομένας. πολλὰ μὲν οὖν ἀρχηγικὰ αἴτια οὔκ εἰσιν, ὡς ὁ ἀληθὴς ἀπέδειξε λόγος· ἑνὸς δὲ ὄντος τοῦ πάντων αἰτίου, τοῦ ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὰ πάντα, οὐκ ἐκεῖνο πάλιν ἀξιοῦμεν ἐν τοῖς ἀπ’ ἐκείνου γινομένοις ἀποτελέσμασιν ὑποκείμενόν πως γίνεσθαι ταῖς ὁποθενοῦν ἐλλάμψεσί τε καὶ μεταδόσεσιν ὑποδεχόμενον ταύτας, ὅπερ σὺ φῂς περὶ τῶν ὁλικωτέρων κατὰ σὲ καὶ ὑπερτέρων τῇ τάξει ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις, οὐδ’ οὕτως ἐν ἐκείνῳ ταύτας ἑδράζεσθαι ὡς ἐν ὑποκειμένῳ (ἦ γὰρ ἂν οὕτω καὶ ὕλης λόγον ἐπέχειν ἐλέγετο), ἀλλ’ ἐξ ἐκείνου ὡς αἰτίου ποιητικοῦ λέγοντες πάντα ὑφίστασθαι, αὐτὰ ταῦτα τὰ ὑφιστάμενά φαμεν ὑποκεῖσθαι καὶ τὰς ἐξ ἐκείνου ἐλλάμψεις εἴτε ἀμέσως εἴτε διὰ μέσων τινῶν ὑποδέχεσθαι κατὰ τὴν ἀνάλογον ἑκάστου τάξιν καὶ δύναμιν, καὶ οὕτως ἐν ἐκείνῳ ταῦτα, οὐκ ἐκεῖνο ἐν τούτοις οὐδὲ τὰς ἀπ’ ἐκείνου ἐλλάμψεις ἑδράζεσθαι· οὐ γὰρ μόνον παράγειν ἀλλὰ καὶ συνέχειν πάντα καὶ διακρατεῖν καὶ ἐν ἑαυτῷ ἑδράζειν ἐκεῖνό φαμεν.

οβʹ. Πάντα τὰ ἐν τοῖς μετέχουσιν ὑποκειμένων ἔχοντα λόγον ἐκ τελειοτέρων πρόεισι καὶ ὁλικωτέρων αἰτίων ... (68,17-29) Τὸ ἐκ τῶν ὁλικωτέρων καὶ τελειοτέρων προελθὸν οὐχ ὑποκείμενον ἔδει λέγειν ἀλλ’ εἴπερ ἄρα ὑπερκείμενον τῶν ἐκ μερικωτέρων καὶ ἀτελεστέρων.

Διὰ δὲ τοῦ πορίσματος καὶ ἄκων ὁ σοφὸς συνελαύνεται κρείττω λέγειν τὴν ὕλην τῶν εἰδῶν, εἴπερ ἡ μὲν ἐκ τοῦ ἑνὸς ὑπέστη, τὰ δὲ ἐκ τοῦ ὄντος· ὥστε ἢ τὸ ὂν κρεῖττον τοῦ ἑνὸς καὶ ὑπέρτερον, εἴπερ τὰ εἴδη κρείττω τῆς ὕλης, ὅπερ οὗτος οὐ βούλεται, ἢ τὸ ἓν τοῦ ὄντος ὑπέρτερον καὶ ἡ ὕλη κρείττων τῶν εἰδῶν, ὃ τοῖς πάντων τῶν σοφῶν δόγμασιν ἠναντίωται καὶ αὐτοῦ Πλάτωνος, οὗ διάδοχος οὗτος εἶναι αὐχεῖ. ὅρα γὰρ μετέχοντά φησι τὴν ὕλην, τὸ σῶμα, τὸ ἔμψυχον σῶμα, ὡς ἐκ τοῦ πορίσματος διαδείκνυται, ταῦτα δὲ καὶ προϊόντα καὶ ὑφεστῶτα, τὴν μὲν ὕλην ἐκ τοῦ ἑνός, ἐκ δὲ τοῦ ὄντος τὸ σῶμα, ἐκ δὲ τῆς ψυχῆς τὸ ἔμψυχον σῶμα. τριῶν τοίνυν τῶν ὑφιστώντων καὶ τριῶν τῶν ἐξ αὐτῶν ὑφισταμένων ἀνάλογον ἔχειν ἀνάγκη πρὸς ἄλληλα· ὡς τὸ ὑφιστῶν πρὸς τὸ ὑφιστῶν, οὕτω τὸ ὑφιστάμενον πρὸς τὸ ὑφιστάμενον. εἰ τοίνυν κρεῖττον καὶ θειότερον τοῦ ὄντος τὸ ἕν, κρείττων καὶ θειοτέρα καὶ ἡ ὕλη τοῦ σώματος, ἡ ἄμορφος καὶ ἀνείδεος τοῦ μεμορφωμένου ποσῶς καὶ εἰδοπεποιημένου· καὶ εἰ τὸ ὂν ὡς ὁλικώτερον καὶ ἐγγύτερον τῷ ἑνὶ τῆς ψυχῆς κρεῖττον, καὶ τὸ σῶμα θειότερον τοῦ ἐμψυχωμένου σώματος, τὸ ἄψυχον τοῦ ἐμψύχου.

ἀλλ’ οὔτε τοῖς πᾶσιν οὔτε τοῖς πλείστοις οὔτε τοῖς σοφωτέροις ταῦτα δοκεῖ, πολλῷ δὲ πρὸ τούτων οὔτε τῷ ἀληθεῖ λόγῳ, ἀλλὰ τοὐναντίον ἅπαν τὸ ἔμψυχον τοῦ ἀψύχου κρεῖττον, ἐγγύτερόν τε καὶ οἰκειότερον τῷ θεῷ, καὶ τὸ ἐνείδεον τοῦ ἀνειδέου καὶ ἁπλῶς ἕκαστον εἶδος τῆς κατ’ αὐτὸ στερήσεως. οὕτω γοῦν καὶ ἡ ὕλη κατὰ τοὺς ἔξω σοφοὺς ἀνομοίως ὡμοιῶσθαι τῷ θεῷ λέγεται, ὡς τοῦ μὲν μηδὲν εἶναι τῶν ὄντων λεγομένου ἀλλὰ κατὰ τὸ κρεῖττον καὶ ὑπερέχον ἐξόχως, τῆς δὲ καὶ αὐτῆς μηδὲν εἶναι τῶν ὄντων λεγομένης, ἀλλὰ κατὰ τὸ χεῖρον καὶ ἐσχάτην ἀπόπτωσιν καὶ παντὸς εἴδους παντελῆ στέρησιν. ἔμπαλιν δὲ εἰ τὸ μὲν ἔμψυχον τοῦ ἀψύχου κρεῖττον, τὸ δὲ σῶμα τῆς ὕλης, τάχ’ ἂν καὶ ἡ ψυχὴ τοῦ ὄντος καὶ τὸ ὂν τοῦ ἑνὸς προτετάξονται, ἅπερ οὐδὲ τούτῳ δοκεῖ. τὰ γὰρ ὁπωσοῦν ἀνάλογον ἔχοντα καὶ ἔμπαλιν καὶ ἐναλλὰξ ἔχειν ἀνάγκη δείκνυσι γεωμετρική.

οὕτως οὖν ἑκατέρωθεν εἰς ἀτοπίαν τῆς κατὰ τοῦτον ἀναλογίας πιπτούσης διὰ τὸ πολλὰ τὰ αἴτια ὑποτίθεσθαι ἄμεινον ἂν εἴη μήτε τὴν μὲν ὕλην ἀπὸ τοῦ ἑνός, ὃ καὶ πάντα ἐστὶν ὑπερουσίως καὶ κατ’ αἰτίαν, καὶ τὴν ὕλην δὲ μὴ οὕτω νοεῖν ἐκ τοῦ ἑνὸς ὑφεστῶσαν ἀνυποστάτως, ὡς ἂν εἴποι τις, ὡς παντὸς εἴδους ἐστερημένην, ἵνα καὶ τὸ ταύτην ὑφιστῶν ἓν εἰς τὸ μηδὲν ὡσαύτως εἶναι διὰ τῆς ἀναλογίας ἐλαύνηται, ἀλλὰ καθὼς ὁ θεόπτης Μωσῆς ἀνεγράψατο, ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὑφ’ ὧν ὡς ἄκρων καὶ τὰ ἐν μέσῳ λοιπὰ στοιχεῖα συμπεριείληπται, καθὼς καὶ ὁ θεῖος καὶ μέγας Βασίλειος τὴν Γένεσιν ἐξηγούμενος φιλοσοφώτατα διεσάφησεν. ἐν ἀρχῇ γάρ, φησίν, ἐποίησεν ὁ θεὸς οὐχ ὕλην τοιαύτην οἵαν τὸ μηδὲν κατὰ στέρησιν παντὸς εἴδους, ταὐτὸν δὲ εἰπεῖν παντὸς ὄντος, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ ἄνω δηλαδὴ καὶ τὰ κάτω σώματα πάντως πεποσωμένα τε καὶ πεποιωμένα καὶ ὡς ἄκρα μέσοις συνδούμενα σώματα τοῖς ἄλλοις στοιχείοις, ἅπερ εἰ θέλοι τις ὕλην καλεῖν, καλείτω· ἐν τούτοις γὰρ προϋποστᾶσι τἆλλα πάντα προσεπεγένοντο.

ογʹ. Πᾶν μὲν ὅλον ἅμα ὂν τί ἐστι, καὶ μετέχει τοῦ ὄντος· οὐ πᾶν δὲ ὂν ὅλον τυγχάνει ὄν ... (68,30-70,14) Τὸ πρώτως ὄν, τὸ παρακτικὸν τῶν ὅλων καὶ μερῶν, πῶς οὐκ ἂν λέγοιτο ὅλον, ὁπότε καὶ τὸ ὅλον αὐτὸ ὡς ἀντιδιῃρημένον τῷ μέρει μέρος τοῦ ὄντος νοεῖται; οὗτος δὲ ὁ σοφὸς ἐκ τῶν ὑστέρων ἐπιχειρῶν καὶ τὸ ὅλον τὸ ἐκ τῶν μερῶν ἀναιρῶν ἐπὶ τὸ πρὸ τῶν μερῶν ὅλον μεταφέρει τὴν ἀπόδειξιν, ὥσπερ καὶ ἑαυτοῦ ἐπιλαθόμενος καὶ τὰς οἰκείας ἀθετῶν ὑποσχέσεις. οὕτως ἡ τῶν πολλῶν αἰτίων ὑπόθεσις παρ’ ἑαυτῆς ἀνατρέπεται. ἡμῖν δὲ τοῖς ἓν εἶναι τὸ θεῖον καὶ πάντων αἴτιον λέγουσι καὶ τὸ αὐτὸ καὶ ὂν καὶ ὅλον καὶ μέρος καὶ πᾶν ὁτιοῦν, ὡς πάντα αἰτιωδῶς προέχον ἐν ἑαυτῷ ὑποτιθεμένοις καὶ αὖ μηδὲν εἶναι τοῦτο τῶν ὄντων, ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα λόγον καὶ πᾶσαν ἀπόδειξιν, οὐδὲν ἄτοπον ἀπαντᾷ.

Ἀλλ’ ἴδωμεν τούτου καὶ τὴν ἀπόδειξιν· ἐκ γὰρ μερῶν ὄντων, φησίν, ἐστὶ τὸ ὅλον, καὶ πάλιν καὶ πᾶν ὅλον, φησίν, μερῶν ἐστιν ὅλον, καὶ μὴ ὄντος οὖν μέρους οὐδὲ τὸ ὅλον εἶναι δύναται. ταῦτα περὶ τοῦ ἐκ μερῶν ὅλου καλῶς λεγόμενα οὗτος κοινὰ καὶ περὶ τοῦ πρὸ τῶν μερῶν παραλαμβάνει καὶ δεικνύειν οὕτω νομίζει τὸ ὅλον ἕτερον εἶναι τοῦ ὄντος καὶ τὸ ὂν ὁλικώτερον τοῦ ὅλου καὶ οὕτω φανερῶς ἀτοπολογῶν ἐν τῷ λέγειν ὁλικώτερόν τι τοῦ ὅλου ἀναισθητεῖ. δέον ἐξαίρειν τοῦ παντὸς ὅλου τὸ πρὸ τῶν μερῶν καὶ τῶν ὅλων ὅλον καὶ τοῦτο ταὐτὸν εἶναι λέγειν τῷ τε ὄντι καὶ τῷ ἑνὶ καὶ πᾶσαν οὕτως ἐκκλίνειν ἀτοπίαν.

οδʹ. Πᾶν μὲν εἶδος ὅλον τί ἐστιν (ἐκ γὰρ πλειόνων ὑφέστηκεν, ὧν ἕκαστον συμπληροῖ τὸ εἶδος)· οὐ πᾶν δὲ ὅλον εἶδος ... (70,15-27) Εἶδος τὸ μὲν ἐννοηματικὸν ἢ οὐδέν ἐστιν καθ’ ἡμᾶς ψιλῇ ἐπινοίᾳ κείμενον ἢ πρὸ τῶν πολλῶν κατὰ σὲ ὑφέστηκε καὶ ἔστιν ἁπλοῦν καὶ οὐκ ἐκ μερῶν, καθὸ ἐξῄρηται τῶν πολλῶν, οὐκοῦν οὐδὲ ὅλον· πῶς γὰρ τὸ μὴ ἐκ μερῶν; τὸ δὲ μετὰ τῆς ὕλης θεωρούμενον καὶ συμπληρωτικὸν ἑκάστου τῶν κατὰ μέρος, μέρος μᾶλλον ἢ ὅλον δικαιοῖτ’ ἂν ὀνομάζεσθαι. οὕτω σοι καὶ τὸ εἶδος τῷ ὅλῳ συναπελήλαται καὶ εἰς μάτην τοὺς ποικίλους τῶν λόγων λαβυρίνθους μηχανουργεῖς.

Ὃ προλαβὼν εἶπεν, ᾗ μέρος μὴ εἶναι ὅλον, τοῦτο νῦν, ᾗ ἄτομον ὅλον εἶναί φησιν, ὡς τὸ αὐτὸ καὶ ὅλον εἶναι καὶ μέρος. ἡμεῖς δέ φαμεν τὴν ἀπὸ τοῦ ἑνὸς καὶ πρώτου ὄντος καὶ ὅλου προϊοῦσαν ἔλλαμψιν τῆς ὁλότητος διὰ πάντων διήκειν ὁλίζουσαν μὴ τὰ ἄτομα μόνον ἀλλὰ καὶ τὰ τούτων μέρη καὶ τὰ τῶν μερῶν μέρη καὶ τοῦτο ἐπ’ ἄπειρον, καθόσον καί εἰσι διαιρετά.

Κἀνταῦθα φανερῶς ἐναντιοῦται αὐτὸς ἑαυτῷ. πᾶν γὰρ ὅλον ἐστί, φησί, τὸ ἐκ τῶν μερῶν ὑφεστώς· ὥστε τὸ μὴ ἐκ τῶν μερῶν οὐχ ὅλον· τί λοιπὸν τὸ πρὸ τῶν μερῶν εἰ μὴ ὅπερ ἡμεῖς φαμεν ταὐτὸν εἶναι τῷ πρὸ πάντων ὄντι τε καὶ ἑνί, τῷ ποιητικῷ πάντων αἰτίῳ, ἐξ οὗ καὶ ἡ ὕλη, ἥτις ποτέ ἐστι, προϋφίσταται καὶ τὰ εἴδη ταύτῃ ἐπισυνίσταται οἷον ἐλλάμψεις τινὲς ἐκεῖθεν προϊοῦσαι καὶ τοῖς ὁλικωτέροις μέν, ἀτελεστέροις δέ, διὰ τὸ δεῖσθαι τῆς ἐκ τούτων τελειώσεως ἐπισυντιθέμεναι. καὶ οὕτως ἕκαστον τῶν ἐξ ὕλης καὶ εἴδους συνθέτων ἀποτελεῖται καὶ ὅλον τι γίνεται ἐκ μερῶν πρώτων μὲν ὕλης καὶ εἴδους, ἔπειτα δὲ καὶ τῶν εἰς ἃ διαιρεῖσθαι δύναται καὶ αὐτῶν ἐξ ὕλης καὶ εἴδους συντεθειμένων. οὕτως ἐν ἀρχῇ κατὰ τὸν θεόπτην Μωσῆν ἐποίησεν ὁ θεὸς οὐχ ὕλην ἄποσον, ἄποιον πάσης ἰδέας ἐστερημένην ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ μεταξὺ τούτων λοιπὰ κοσμικὰ στοιχεῖα· τὸ ὕδωρ διὰ τῆς ἀβύσσου δηλωθὲν καὶ τὸν ἀέρα διὰ τοῦ σκότους ὡς καθ’ αὑτὸν ἀλαμπῆ, οἷς εὐθὺς καὶ τὴν πυρώδη συνῆψεν οὐσίαν, ἣν φῶς ἐκ τῆς κρείττονος καὶ χρειωδεστέρας τέως ἐνεργείας ὠνόμασε, σώματα πάντα πεποσωμένα τε καὶ πεποιωμένα καθ’ ἑαυτά. τούτων δὲ κατὰ τὴν πρώτην εἴτουν μίαν ἡμέραν προϋποστάντων οὕτως ἐν ταῖς ἑξῆς μέχρι τῆς ἕκτης ἐκ τούτων τὸν ὅλον συνεπλήρωσε κόσμον τοῖς ἀτελεστέροις ἐπισυνείρων τὰ τελεώτερα.

οὕτω καὶ ὕλη καὶ εἴδη καὶ πάντα τὰ ὄντα ἐκ τοῦ πρὸ πάντων ὄντος ἑνὸς ποιητικοῦ γέγονεν αἰτίου, καὶ ὄντα πάντα εἰσὶ καὶ ὅλα πάντα καὶ μέρη πάντα, πρὸς ἄλλο δηλαδὴ καὶ ἄλλο, καὶ εἴδη πάντα καὶ οὐδὲν ἀνείδεον οὐδὲ τῶν αἰσθητῶν τούτων, πολλῷ γε μᾶλλον τῶν νοητῶν. αἱ στερήσεις δὲ τοῦ ὄντος μετέχουσι καὶ εἰσί πως οὐ καθ’ αὑτὰς ἀλλὰ κατὰ τὴν ἄπειρον καὶ ἀόριστον τοῦ ὑπερόντος θεοῦ δύναμιν τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα καί, ὅτε βούλεται, καὶ ταῦτα εἶναι ποιοῦντος, καθὼς καὶ τὰ πάντα ἐκ μὴ ὄντων ὄντα πεποίηκεν.

οεʹ. Πᾶν τὸ κυρίως αἴτιον λεγόμενον ἐξῄρηται τοῦ ἀποτελέσματος ... (70,28-72,4) Κυρίως αἴτιον τὸ ποιητικὸν λέγει· τοῦτο δὲ ἡμῖν ἓν καὶ μόνον, ὅπερ ἐστὶν ὁ θεός, ἀφ’ οὗ τὸ πᾶν λέγειν ἀνοίκειον. ἀποτελέσματα δὲ τούτου πᾶσα ἡ κτίσις, ὅση τε ὁρατὴ καὶ ὅση ἀόρατος, καὶ ἡ τούτων συνοχή τε καὶ πρόνοια. τοῦτο καὶ πάντα τὰ ὄντα λέγεται εἶναι ἀλλ’ ὑπεροχικῶς καὶ κατὰ τὸν τῆς αἰτίας λόγον καὶ μηδὲν τῶν ὄντων ὡς πάντων ἐξῃρημένον· τοῦτο καὶ πανταχοῦ καὶ ἐν πᾶσι παρεῖναι τοῖς οἰκείοις ἀποτελέσμασιν ἀλλ’ ἀσωμάτως καὶ ἀπεριγράπτως, ὅθεν οὐδ’ ὡς μέρος συμπληρωτικὸν αὐτῶν, πολλοῦ γε δέον ὡς δεόμενόν πως αὐτῶν, πρὸς τὸ εἶναι δεῖ λέγειν, οὗ μάλιστα τῆς παρουσίας αὐτοῦ δέονται, ἵνα ἐν αὐτῷ συνέχωνται καὶ διαμένωσιν ὄντα καὶ προνοητικῶς διεξάγωνται. οὕτω δὲ παρὸν πανταχοῦ καὶ μηδαμοῦ παρεῖναι διὰ τὴν ἐξαίρετον παρουσίαν λέγεται. καὶ πάντῃ πάντα τὰ τοῦδε τοῦ σοφοῦ συμπεράσματα διαπέφευγεν, ὡς μήτε ὡς μέρος ὂν τοῦ ἀποτελέσματος μήτε ὡς ὄργανον τοῦ ποιοῦντος μήτε ὥς τι ἄλλο τῶν συναιτίων, ἵνα καὶ ἀτελέστερον εἴη τοῦ αἰτιατοῦ. ἄλλως δὲ λέγεται αἴτιον ὁ πατὴρ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, ὧν οὐδὲ ἐξῄρηται· ἀχώριστα γὰρ ἀλλήλων τὰ τρία.

Εἰ τὸ ὄργανον ἀφορίζει τῷ ποιοῦντι τὰ μέτρα τῆς ποιήσεως, πρόδηλον ὅτι δεῖται τοῦ ὀργάνου τὸ ποιοῦν τοῦ ἀφορίζοντος αὐτῷ τὰ μέτρα τῆς ποιήσεως καὶ χωρὶς ὀργάνου οὐδὲ ποιήσει, τὸ δὲ δεόμενόν του πᾶν ἀτελὲς ταύτῃ, ᾗ δεῖται· ἀτελὲς ἄρα καὶ τὸ κυρίως αἴτιον κατὰ σέ· καὶ πῶς τέλειον; πῶς δὲ καὶ ποιήσει τὸ ὄργανον καὶ χωρὶς ὀργάνου; τούτῳ τῷ λόγῳ καὶ κατὰ Εὐνομίου χρηστέον τοῦ τὸν υἱὸν ὀργανικὸν αἴτιον λέγοντος, τὸν δὲ πατέρα κυρίως καὶ ποιητικὸν αἴτιον καὶ αὐτοῦ τοῦ υἱοῦ.

οϛʹ. Πᾶν μὲν τὸ ἀπὸ ἀκινήτου γινόμενον αἰτίας ἀμετάβλητον ἔχει τὴν ὕπαρξιν· πᾶν δὲ τὸ ἀπὸ κινουμένης μεταβλητήν ... (72,5-19) Οὗ τὸ εἶναι ἀκατάληπτον, τούτου καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἀκατάληπτος, ὥστε καὶ ἡ ποίησις καὶ ὁ κατ’ αὐτὴν τρόπος· καὶ μάταιος ὁ τὸν τοιοῦτον τρόπον περιεργαζόμενος καὶ ἀποδείξει ὑπάγειν πειρώμενος. ὅτι δὲ ἀκατάληπτον τὸ θεῖον πᾶσιν ἀνωμολόγηται.

Τὸ γινόμενον οὐκ ἀμετάβλητον· γίνεται γὰρ πάντως μὴ πρότερον ὂν ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβάλλον καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν πεφυκὸς ἐκ τοῦ ὄντος μεταβληθῆναι εἰς τὸ μὴ ὄν, εἰ μὴ ἡ τοῦ ποιήσαντος ἀγαθότης συνέχει αὐτὸ καὶ διατηρεῖ ἐν τῷ εἶναι. ἄμεινον οὖν τῷ βουλήματι τοῦ ποιοῦντος ἀνατιθέναι τόν τε τρόπον τῆς ποιήσεως καὶ τὴν διαμονὴν εἴτε μεταβολὴν τῶν γεγενημένων εἴτουν πεποιημένων ὁρίζοντος κατὰ τὸ ἑαυτοῦ θέλημα καὶ τὸν τρόπον τῆς ποιήσεως καὶ τὰ μέτρα τῆς διαμονῆς καὶ τὴν τάξιν καὶ τὴν εἰς ἄλληλα μεταχώρησιν τῶν πεποιημένων κατὰ τὸ εἰρημένον, πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τουτέστιν ἐν τοῖς ἀεὶ διαμένουσι καὶ ἐν τοῖς μεταβαλλομένοις. οὗτος δὲ τὸ θεῖον θέλημα παραιτούμενος καὶ τὴν παραγωγὴν τοῦ γινομένου τῷ εἶναι μόνῳ τοῦ ποιοῦντος ἀφοριζόμενος ἀκούσιον ἔοικε τῷ ποιοῦντι τὴν ποίησιν εἰσάγων· διὸ οὐδὲ ποίησιν ἀλλὰ παραγωγὴν αὐτὴν ὀνομάζει. ἡμεῖς δὲ τοσούτῳ δέομεν τὴν τῶν χρονικῶς γινομένων γένεσιν ἀκούσιον λέγειν τῷ πάντα ποιοῦντι θεῷ, ὅσῳ μηδὲ τῇ τῶν ἀεὶ ὄντων ποιήσει τὸ ἀκούσιον ἐπιγράφεσθαι, ὡς τάχα σύνδρομον τούτων ἐχόντων τὸ οἰκεῖον εἶναι τῷ τοῦ ποιοῦντος εἶναι, ἀλλὰ καὶ αἰῶνας αὐτοὺς θελήματι αὐτὸν ποιῆσαί φαμεν· εἰ δὲ τοὺς αἰῶνας, δηλονότι καὶ τὰ αἰώνια πάντα.

ὧν γὰρ ἀφαιρεῖται τὸ θέλειν καὶ ἡ ἀγαθότης συναφαιρεῖται· πᾶσι δὲ πάντως ἀνωμολόγηται τὸ θεῖον ἐξαιρέτως ἀγαθὸν εἶναι καὶ δι’ ἀγαθότητα πάντα ποιῆσαι, ὥστε καὶ θελῆσαν, ἀλλ’ οὐκ ἄκον, ἵνα μὴ τῷ μὴ θελῆσαι συναρνηθῇ καὶ τὴν ἀγαθότητα. ὅθεν ὁ θεῖος καὶ τὰ θεῖα πολὺς Διονύσιος ἰδέας τῶν ὄντων ἐν τῷ θεῷ προϋφεστώσας τὰ θεῖα λέγει καὶ ἀγαθὰ ταῦτα θελήματα. αὐτῷ δὲ τῷ εἶναι μὴ θέλων δηλαδὴ παράγει τῶν ὄντων οὐδέν, ὡς καὶ σύνδρομον ἔχειν τῷ ἑαυτοῦ εἶναι τὸ ἀπ’ αὐτοῦ παραγόμενον, ἀλλὰ πάντα τῆς αὐτοῦ ἀνάρχου ὑπάρξεως ὕστερα, μόνον δὲ αὐτῷ τῷ εἶναι γεννᾷ τὸν υἱὸν καὶ μόνον προβάλλει τὸ πνεῦμα, ὅθεν καὶ σύναρχα ταῦτα καὶ συναΐδια καὶ ὁμοούσια τῷ γεννῶντι καὶ προβάλλοντι, οὐδ’ ἐκεῖ τοῦ ἀκουσίου χώραν λαμβάνοντος, ἀλλ’ ἑνὶ θελήματι καὶ κοινῷ τῶν τριῶν, καθὸ καὶ ἡ ἀγαθότης μία καὶ κοινὴ τοῦ μὲν γεννῶντός τε καὶ προβάλλοντος, τοῦ δὲ γεννωμένου, τοῦ δὲ προβαλλομένου.

οζʹ. Πᾶν τὸ δυνάμει ὂν ἐκ τοῦ κατ’ ἐνέργειαν ὄντος ὃ τοῦτο δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείᾳ πρόεισι· τὸ μέν πῃ δυνάμει ἐκ τοῦ πῃ κατ’ ἐνέργειαν, ᾗ αὐτὸ δυνάμει· τὸ δὲ πάντῃ δυνάμει ὂν ἐκ τοῦ πάντῃ κατ’ ἐνέργειαν ὄντος ... (72,20-74,7) Δυνάμει ἐστὶν ὁ κόκκος τοῦ σίτου στάχυς· δύναται γὰρ γεωργικῆς ἐπιμελείας τυχὼν καὶ εἰς γῆν πεσὼν εὔθετον εὐκαίρως καὶ παρὰ μηδενὸς συμπτώματος κωλυθεὶς βλαστῆσαί τε καὶ αὐξῆσαι καὶ στάχυς γενέσθαι, ἀλλ’ οὐχ οὗτος ἐκεῖνος ἐξ οὗ προῆλθεν ὁ κόκκος, ἀλλ’ ἄλλος οἷος ἐκεῖνος, ἵνα παρήσωμεν τὴν ἀποτυχίαν. οὔτε μὴν ὥσπερ ἐξ ἐκείνου προῆλθε τὴν ἀρχὴν εἰς τὸ εἶναι δυνάμει στάχυς, οὕτω πάλιν ἐξ ἐκείνου τοῦ τότε κατ’ ἐνέργειαν ὄντος στάχυος (πῶς γὰρ τοῦ μηκέτ’ ὄντος) ἐκ τοῦ δυνάμει πρόεισιν εἰς τὸ κατ’ ἐνέργειαν. ἀλλὰ πόθεν; ἐκ τοῦ θείου προστάγματος, ὅπερ ὁ θεῖος Μωσῆς τὴν πρώτην τῶν αἰσθητῶν γένεσιν ἱστορῶν ἀνεγράψατο· εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα. ταῦτα ἔστιν εἰπεῖν καὶ περὶ παντὸς σπέρματος καὶ περὶ παντὸς ἁπλῶς τοῦ δυνάμει ὄντος.

Οὗτος δὲ δυνάμει τι ὂν τήν τινα ὕλην φησί, κατ’ ἐνέργειαν δὲ ὂν ἑκάστην τῶν ὄντων ἰδέαν, πάντα δὲ δυνάμει τὴν πρώτην ὕλην καὶ πάντῃ κατ’ ἐνέργειαν ὂν τὸ αὐτοόν, ἵνα καὶ τὴν πρώτην ἰδέαν τοῦ ὄντος θεοποιήσῃ καὶ τὰς καθ’ ἕκαστα, πρὸς δὲ καὶ τὴν ὕλην. ἡμεῖς δὲ τὸ θεῖόν φαμεν πάντα εἶναι οὔτε δυνάμει οὔτε κατ’ ἐνέργειαν ἀλλ’ ὑπερεχόντως καὶ κατ’ αἰτίαν, αὐτὸ δὲ ὂν καὶ τῆς ὕλης δημιουργόν, ἐκ ταύτης εἰδοποιεῖν τὰ καθ’ ἕκαστα κατὰ τοὺς ἐν αὐτῷ τῶν ὄντων προορισμοὺς ἤτοι τὰ θεῖα θελήματα, ἃ καὶ ἰδέας καλεῖν τὸν βουλόμενον οὐ κωλύσομεν. τοιοῦτον γὰρ νοεῖται καὶ τό· εἶπεν ὁ θεὸς γενηθήτω τόδε, τουτέστιν ἠθέλησε γενέσθαι τόδε, καὶ ὡς μὲν ἀγαθὸς ἠθέλησεν, ὡς δὲ δυνατὸς ἐποίησε, καὶ οὐκ ἠθέλησε μόνον καὶ ἐποίησεν, ἀλλὰ καὶ ἀεὶ θέλει καὶ ποιεῖ κατὰ τὸ εἰρημένον· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, τὴν πρόνοιαν καὶ τὴν διαμονὴν τῶν πεποιημένων καὶ τὴν ἀλλήλων διαδοχὴν τοῦ λόγου σημαίνοντος.

Οὕτως οὖν γίνεται καὶ ἀπὸ παντὸς τοῦ δυνάμει τόδε εἰς τὴν κατ’ ἐνέργειαν πρόοδον καὶ αὖθις ἀπὸ τοῦ κατ’ ἐνέργειαν εἰς τὸ κατὰ δύναμιν, ὡς ἀπὸ κόκκου στάχυς καὶ ἀπὸ στάχυος ἔμπαλιν κόκκος ἀκολουθοῦντος τοῦ γινομένου τῷ θείῳ προορίσματι καὶ θελήματι. τοῦτο τοιγαροῦν καὶ κυρίως ἐστὶν αἴτιον, ὃ καὶ ἐξῄρηται τοῦ ἀποτελέσματος καὶ οὔτε μέρος ἐστὶν οὔτ’ ὄργανον τούτου, οὔμενουν οὐδὲ κατ’ ἐνέργειαν τοῦτο, εἰς ὃ τὸ δυνάμει πρόεισι καὶ γίνεται ἀποτέλεσμα· πῶς γὰρ ὅπερ ἐξῄρηται τοῦ ἀποτελέσματος, ὡς καὶ αὐτὸς οὗτος ὁ σοφὸς ἀπεφήνατο; οὐκ ἄρα πᾶν τὸ δυνάμει ὂν ἐκ τοῦ κατ’ ἐνέργειαν ὄντος ὃ τοῦτο δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείᾳ πρόεισι. καὶ ὅρα πῶς παρὰ πόδας αὐτὸς ἑαυτὸν περιτρέπει νῦν μὲν ἐξῃρῆσθαι λέγων τὸ κυρίως αἴτιον τοῦ ἀποτελέσματος, νῦν δὲ ταὐτὸν εἶναι τοῦτο τῷ ἀποτελέσματι, εἰ καὶ μὴ κατ’ ἀριθμόν, ἀλλά γε κατ’ εἶδος.

οὐδὲ γὰρ τῶν κατ’ εἶδος ταὐτῶν θάτερον θατέρου ἐξῄρηται, ἐπεὶ μηδὲ κυρίως ἐστὶν αἴτιον· εἰ γὰρ καὶ τὸ γεννῶν τοῦ γεννωμένου αἴτιόν πως εἶναι δοκεῖ, ἀλλ’ οὐχὶ καὶ κυρίως ἐστίν· οὐ γὰρ εὐθὺς ἐκ τοῦ κατ’ ἐνέργειαν ζῴου ἐνεργείᾳ πρόεισι ζῷον οὐδ’ ἐκ τοῦ φυτοῦ φυτόν, ἀλλὰ σπέρμα δυνάμει ζῷον ἢ φυτόν· τὸ δυνάμει δὲ τοῦτο πρόεισιν εἰς τὸ ἐνεργείᾳ οὐκ ἐκ τοῦ προαγαγόντος (ἤδη γὰρ ἐκείνου κεχώρισται καὶ ἀπομεμέρισται· ἴσως δὲ οὐδ’ ἔστιν ἐκεῖνο, διὸ οὐδὲ κυρίως αἴτιον) ἀλλ’ ἐκ τοῦ κοινοῦ πάντων αἰτίου, ὃ μηδὲν τῶν γινομένων ἐστὶ καθ’ ὕπαρξιν ἢ ἐνέργειαν ἀλλὰ κατ’ αἰτίαν πάντα καὶ ὑπεξῃρημένην ὑπεροχὴν καὶ τῆς ἐκεῖθεν προνοίας καὶ εὐδοκίας· τὸ γάρ τοι τὸ σπέρμα προαγαγὸν ἢ οὐκέτ’ ἔστιν ἢ διὰ τοῦ οἰκείου μέρους τοῦ σπέρματος καὶ ἔνεστι τῷ ἀποτελέσματι καὶ μέρος αὐτοῦ ἐστι καὶ οὐκ ἐξῄρηται.

οηʹ. Πᾶσα δύναμις ἢ τελεία ἐστὶν ἢ ἀτελής ... (74,8- 17) Καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν κακόφραστον ποιεῖται τὸ πρόβλημα· οὐ γὰρ πᾶσα ὤφειλεν εἰπεῖν, ἀλλ’ ἡ μέν, ἡ δέ. Δύναμις ὑπερτελὴς καὶ παντέλειος, ὑπερδύναμος, ἀπειροδύναμος, παντοδύναμος καὶ δυναμοποιὸς ὁ υἱὸς καὶ δύναμις δὲ πᾶσα ἡ παρ’ αὐτοῦ πρὸ τῶν αἰσθητῶν παραχθεῖσα τελεία, εἴτε πάσας τὰς νοεράς τε καὶ νοητὰς οὐσίας οὕτω τις κατονομάζει εἴτε τὰς τὴν μέσην πασῶν λαχούσας τάξιν καὶ τοῦτο κληρωσαμένας τὸ ὄνομα. αὗται δὲ καὶ ἄϋλοι αἱ δυνάμεις. οὗτος δὲ καίτοι θεολογικὴν συγγράφων στοιχείωσιν εἰς μὲν τὴν θεοπρεπεστέραν ταύτην περὶ δυνάμεως θεωρίαν, ἣν ὁ μέγας καὶ τὰ θεῖα πολὺς Διονύσιος πλατύτερον διεξώδευσεν, οὐδ’ αὐτὸ βάψας τὸ τοῦ καλάμου λεπτότατον ἔοικεν, εἰς δὲ τοὺς περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ φυσικοὺς καὶ περὶ τὴν ὕλην καταγινομένους λόγους ὠλίσθησεν, ὥσπερ ἐπιλαθόμενος τῆς οἰκείας προθέσεως. ὅτι δὲ πᾶσα ἡ ἐν τοῖς αἰσθητοῖς δύναμις ἀτελής, δῆλον κἀντεῦθεν· καὶ γὰρ ἡ τοῦ κατ’ ἐνέργειαν ὄντος δύναμις, ἣν οὗτος λέγει τελείαν, οὐ δύναται τελείαν ἀφ’ ἑαυτῆς παράγειν δύναμιν ἀλλὰ πάντως ἀτελῆ, καθὼς ἡμῖν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ διασεσάφηται, καὶ κατὰ τοῦτο καὶ αὕτη ἐστὶν ἀτελής· δεῖ γὰρ τὸ τέλειον τέλειον γεννᾶν καὶ οἷον αὐτό.

διὸ καὶ ὁ παντέλειος καὶ ὑπερτέλειος πατὴρ παντέλειον καὶ ὑπερτελῆ γεννᾷ τὸν υἱὸν καὶ παντέλειον καὶ ὑπερτελὲς προβάλλει τὸ πνεῦμα.

Καὶ τὸ ἐν ἄλλῳ ὂν καὶ μὴ καθ’ ἑαυτὸ ὑφεστὼς πῶς τέλειον; ὅπερ καὶ οὗτος ἐν τοῖς προλαβοῦσιν ἀπέφησεν. ἄμεινον οὖν λέγειν ὅτι τὸ ἀτελὲς δεῖται τοῦ τελειώσοντος· τοῦτο δέ ἐστιν ἡ ἐνυπόστατος δύναμις καὶ τελειωτικὴ πάντων, ἡ δυναμοποιὸς τοῦ θεοῦ δύναμις, ὁ Χριστός.

οθʹ. Πᾶν τὸ γινόμενον ἐκ τῆς διττῆς γίνεται δυνάμεως ... (74,18-26) Διττὴν δύναμιν λέγει τήν τε ποιητικὴν τοῦ δρῶντος αἰτίαν καὶ τὴν κατ’ ἐπιτηδειότητα τοῦ πάσχοντος ἤγουν τὴν ὑλικήν, ἣν καὶ ἀτελῆ λέγει, τὴν ποιητικὴν δὲ τελείαν διὰ τὸ σύνδρομον ἔχειν καὶ τὴν ἐνέργειαν. καὶ εἰ διὰ τὴν ἐνέργειαν ἡ δύναμις τελεία, πῶς ἡ ἐνέργεια, ἡ αἰτία τῇ δυνάμει τῆς τελειώσεως, ἐκ τῆς δυνάμεως πρόεισιν; ἢ οὔτε ἡ δύναμις διὰ τὴν ἐνέργειαν τελεία οὔτε ἡ ἐνέργεια ἐκ τῆς δυνάμεως εἰς τὸ τέλειον πρόεισιν, ἀλλὰ τῆς τελειώσεως τοῦ γινομένου τὸ ποιητικὸν αἴτιον αἰτιατέον, ὅπερ ἡμῖν ἔγνωσται τὸ θεῖον ὑπάρχον βούλημα ἤτοι τὸ κατὰ Μωσέα πρόσταγμα. οὕτω οὖν ὤφειλεν εἰπεῖν· πᾶν τὸ γινόμενον ἐκ ποιητικῆς μὲν αἰτίας γίνεται, ἣν καὶ τελειωτικὴν πάντων ἡμεῖς εἴπομεν δύναμιν, τὸν υἱὸν τοῦ θεοῦ, καθὰ καὶ ὁ καθ’ ἡμᾶς θεολόγος φησίν· πάντα δι’ αὐτοῦ ἐγένετο· ὁ δὲ Παῦλος καὶ ἐξ αὐτοῦ, ὡς τῶν προθέσεων μηδὲν διαφερουσῶν ἀλλήλων, ὑλικῆς δὲ τῆς κατὰ τοῦτον ἀτελοῦς καὶ μόνην ἐχούσης τὴν ἐπιτηδειότητα. ὁ δὲ τὸ ἐν ἀρχῇ αὐτοῦ αἰτηθὲν ἀναποδείκτως λαμβάνει τὸ τελείαν εἶναι τὴν ἐνοῦσάν τῳ δύναμιν, καίτοι προειπὼν ἀτελὲς εἶναι τὸ ὑφεστὼς ἐν ἄλλῳ.

πʹ. Πᾶν σῶμα πάσχειν καθ’ αὑτὸ πέφυκε, πᾶν δὲ ἀσώματον ποιεῖν, τὸ μὲν ἀδρανὲς ὂν καθ’ αὑτό, τὸ δὲ ἀπαθές· πάσχει δὲ καὶ τὸ ἀσώματον διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν, ὡς δύναται ποιεῖν καὶ τὰ σώματα διὰ τὴν τῶν ἀσωμάτων μετουσίαν ... (74,27-76,11) Ἀπαθὲς μὲν τὸ ἀσώματον διὰ τὴν ἁπλότητα, μᾶλλον δὲ δυσπαθές. τοῦτο γὰρ πείθει λέγειν ὁ ὑπὸ τῆς κατὰ προαίρεσιν ἑαυτοῦ κακίας τοσοῦτον παθών, ὡς καὶ ἐκ φωτὸς εἰς σκότος μεταβληθῆναι.

Οὐ μὴν δὲ καὶ πᾶν ποιεῖν πέφυκε καθ’ αὑτό, ἀλλὰ μόνον καθ’ αὑτὸ ποιητικὸν αἴτιον ὁ θεός, τὰ δ’ ἄλλα παρ’ ἐκείνου δυναμούμενα ποιεῖ. Ἐντεῦθεν ἡ καθ’ Ἕλληνας καὶ τοῦτον αὐτὸν πρώτη ὕλη ἐκβάλλεται, ὡς μήτε σῶμα οὖσα μήτε ἀσώματος, τὸ μὲν ὡς ἀδιάστατος καὶ ἀνείδεος, τὸ δὲ ὡς οὐ ποιεῖν ἀλλὰ πάσχειν πεφυκυῖα. λείπεται οὖν σῶμα λέγειν τὴν πρώτην ὕλην τὴν ἐν ἀρχῇ παρὰ τοῦ θεοῦ πεποιημένην, ὥς φησιν ὁ θεῖος Μωσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

Εἰ τὸ σῶμα καθ’ αὑτὸ ἀκίνητον, τὸ δὲ ἀκίνητον, ᾗ ἀκίνητον, ἀπαθές, πῶς καθ’ αὑτὸ παθητὸν τὸ σῶμα; ὅτι δὲ καθ’ αὑτὸ ἀκίνητον δῆλον· μὴ γὰρ ὄντος τοῦ κινοῦντος αὐτὸ οὐκ ἄν ποτε κινηθείη. διὸ καὶ ἑτεροκίνητον ἀξιοῦσιν αὐτὸ λέγεσθαι, ὡς καθ’ αὑτὸ μὴ δυνάμενον κινεῖσθαι. εἰ δὲ καὶ καθ’ αὑτὸ πάσχειν πέφυκεν, ἵνα τοῦτο δῶμεν τῷ σοφῷ, ὡς δύναμιν ἔχον δηλονότι παθητικήν, ἣν καὶ ἀτελῆ εἶπε καὶ ἐπιτηδείαν πρὸς τὸ γενέσθαι ἐνεργείᾳ ὅπερ τὸ δρῶν, πῶς ἀδύναμον καθ’ αὑτό;

Τί δὲ καὶ τὸ εἰς κοινωνίαν ἄγον ἀλλήλων τὰ ἀντικείμενα καὶ ἐναντία πως ἀλλήλοις, τὸ σῶμα καὶ τὸ ἀσώματον; καὶ διατὶ μὴ μᾶλλον ἐκεῖνο ῥητέον εἶναι τὸ ποιοῦν ἢ τὸ ἀντικείμενον τῷ πάσχοντι, ἢ τὴν μίαν πάντων ἀρχὴν καὶ αἰτίαν αἰτιατέον τοῦ καὶ πάντα ποιεῖν καὶ πᾶσι τὰς οἰκείας ἀφορίζειν δυνάμεις κατὰ τὰ δίκαια τῆς κατ’ αὐτὴν προνοίας ζυγά, δραστικάς τε καὶ παθητικάς, καὶ συνάγειν εἰς κοινωνίαν τὰ ἀντικείμενα; καὶ οὕτως οὐδὲν ἂν προσσταίη τῷ λόγῳ πρόσκομμα.

παʹ. Πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως ἣν ἐνδίδωσι, τῷ μετέχοντι πάρεστιν ... (76,12-21) Προλαβὼν ἐν τῷ κγʹ θεωρήματι εἶπε πᾶν τὸ ἀμέθεκτον ὑφιστᾶν ἀφ’ ἑαυτοῦ τὰ μετεχόμενα, καὶ νῦν φησι τὸ χωριστῶς μετεχόμενον μὴ αὐτὸ παρεῖναι τῷ μετέχοντι ἀλλὰ δύναμίν τινα ἐνδεδομένην παρ’ αὐτοῦ τῷ μετέχοντι καὶ ἀχώριστον αὐτοῦ μένουσαν. εἰ οὖν οὐκ ἔστι τὸ χωριστὸν ἐν τῷ μετέχοντι, τί καὶ ὅλως μετεχόμενον λέγεται καὶ οὐ μᾶλλον ἀμέθεκτον μὲν αὐτό, ἡ δὲ ἀπ’ αὐτοῦ ἐνδεδομένη ἀχώριστος δύναμις μεθεκτόν; ἢ δηλονότι φεύγων τὴν ἀτοπίαν, ᾗ περιέπεσεν ἐν τῷ νῦν μὲν εἰπεῖν πᾶν τὸ μετέχον εἶναι τοῦ μετεχομένου καταδεέστερον, νῦν δὲ ὅτι αἱ ἀπὸ τῶν ἀρχικῶν μονάδων ὑφιστάμεναι ἐλλάμψεις ἀτελέστεραί εἰσι τῶν δεχομένων αὐτὰς καὶ οὕτω μετεχουσῶν αὐτῶν ὑποστάσεων, ἄλλοις χρῆται καὶ ἄλλοις ὀνόμασιν, ἵν’ οὕτω συσκιάσῃ τὴν ἀτοπίαν. ἡμεῖς δὲ μίαν λέγοντες εἶναι τὴν ἀρχικὴν καὶ ὑπεράρχιον μονάδα καὶ πάσας τὰς ἀπ’ αὐτῆς προϊούσας ἐλλάμψεις τελείας καὶ τελειωτικὰς τῶν ὑποδεχομένων αὐτάς, τήν τε ῥηθεῖσαν ἀτοπίαν ἐκκλίνομεν καὶ τὴν αὐτὴν ἀρχικὴν μονάδα καὶ μεθεκτὴν οὕτω καὶ παροῦσαν πᾶσιν ὁμολογοῦμεν καὶ χωριστὴν καὶ ἀμέθεκτον τηροῦμεν.

πάρεστι γὰρ πᾶσιν ἀμιγῶς ἀχράντως ἀπεριγράπτως καὶ πάντα προέχει καὶ ὑπερέχει κατ’ αἰτίαν καὶ ὑπεροχὴν ἀσύγκριτον καὶ πάντα πηγάζει ἐξ ἑαυτῆς διὰ τὴν ἄφθονον ἀγαθότητα καὶ οὐδὲ μεσότητός τινος δεῖται, δι’ ἧς συναφθήσεται τῷ μετέχοντι κατὰ τὴν ἄσοφον σοφίαν, αὐτὴ οὖσα καὶ ἀρχὴ πάντων, ὡς πρὸ πάντων, καὶ πάντων αἰτία καὶ μεσότης, ὡς πάντα ἐν ἑαυτῇ στηρίζουσα καὶ συνέχουσα, καὶ πέρας, ὡς πάντα ὁρίζουσα καὶ περαίνουσα καὶ τελειοῦσα περιουσίᾳ δυνάμεως διὰ τῶν ἐξ αὐτῆς προϊουσῶν τελειωτικῶν ἐλλάμψεων, δι’ ὧν καὶ πάρεστι πᾶσι καὶ ὑπὸ πάντων μετέχεται αὐτὴ χωριστὴ καὶ ἀμέθεκτος μένουσα.

πβʹ. Πᾶν ἀσώματον, πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν ὄν, ὑπ’ ἄλλων μετεχόμενον χωριστῶς μετέχεται ... (76,22-28) Τὸ μὲν θεῖον ὅπως μετέχεταί τε καὶ οὐ μετέχεται εἴρηται, τὰ δ’ ἄλλα ἔστ’ ἂν μετέχηται, ἀχώριστα τῶν μετεχόντων εἰσίν. ἥ τε γὰρ ψυχὴ καὶ ὁ κατ’ αὐτὴν νοῦς, ἀσώματα ὄντα καὶ πρὸς ἑαυτὰ ἐπιστρεπτικά, ἔστ’ ἂν ὦσιν ἐν σώμασι, μετὰ τῶν σωμάτων καὶ ἐνεργοῦσι καὶ οὐχ χωρὶς τοῦ συνηρτημένου αὐτοῖς σώματος ἢ ἡ ψυχὴ ζῇ ἢ ὁ νοῦς νοεῖ. ὅταν δὲ χωρισθῶσι κατ’ οὐσίαν, τότε καὶ τὴν ἐνέργειαν ἔχουσι χωριστήν.

διὸ καὶ νῦν οὐ τελείως ζῶμεν ἀλλ’ ἐν πίστει, φησὶν ὁ Ἀπόστολος, τῇ τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστι πιστεύοντες ὅτι καθάπερ ὁ ἀρχηγὸς οὗτος τῆς ἡμετέρας ζωῆς ἀπέθανε καὶ ἀνέστη καὶ θάνατος αὐτοῦ λοιπὸν οὐκέτι κυριεύει, οὕτω καὶ ἡμεῖς ἀποθανόντες ἀναστησόμεθα καὶ τότε τελείως ζήσομεν τοῦ θνητοῦ ἡμῶν καταποθέντος ὑπὸ τῆς ζωῆς καὶ μετασκευασθέντος εἰς τὸ ἀθάνατον· ἀλλὰ καὶ ἐκ μέρους, φησί, γινώσκομεν, εἴτουν νοοῦμεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, δηλονότι μετὰ τὴν ἀνάστασιν, τότε τὸ ἐκ μέρους καταργηθήσεται, καὶ γνωσόμεθα, ὅσον ἐγνώσμεθα, ἥτις ἐστὶν ἡ τελεία γνῶσις, ἣν δὴ γνῶσίν τε καὶ ζωὴν τελείαν ἔχειν ἐμέλλομεν, εἰ τὸ κατ’ εἰκόνα, καθ’ ἣν γεγόναμεν ἀπ’ ἀρχῆς, ἀπαράφθαρτον ἐτηρήσαμεν καὶ τὴν θείαν ἐντολὴν ἐφυλάξαμεν, μὴ πρὶν τοῦ ξύλου τῆς ζωῆς ἐμφορηθῆναι τῷ ξύλῳ τῆς γνώσεως ἐπιδραμόντες, παραβάντες δὲ τὴν ἐντολὴν καὶ τῆς εἰκόνος τὴν ὁμοίωσιν διὰ τῆς παρακοῆς ἀφ’ ἑαυτῶν ἀπαλείψαντες (ἡ γὰρ εἰκὼν ὑπήκοός ἐστιν ἀεὶ τῷ πατρί) εἰκότως ἐκείνου τοῦ ζωηροῦ χώρου τῆς ἀκηράτου τρυφῆς ἐξωρίσθημεν· ἀλλὰ καὶ πάλιν διὰ τῆς εἰς Χριστὸν ἐλπίδος καὶ πίστεως, τὸν ὑπὲρ ἡμῶν ὑπακούσαντα τῷ θεῷ καὶ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, βεβαίως καὶ ἀνενδοιάστως εἰς ἐκείνην θαρροῦμεν ἐπανελθεῖν, τὴν πρώτην καὶ μακαρίαν καὶ τελείαν ζωήν τε καὶ γνῶσιν, ἣν καὶ βασιλείαν οὐρανῶν καὶ ἀγαθῶν ἀπορρήτων οὖσαν αἰωνίαν ἀπόλαυσιν ἐπιστάμεθα.

οὔκουν νῦν τελείως ἐστὶ χωριστὴ τοῦ συνηρτημένου αὐτῇ σώματος ἡ ψυχὴ οὐδ’ ὁ κατ’ αὐτὴν νοῦς· διὸ οὐδὲ τελείως ἢ ζῇ ἢ νοεῖ, εἰ καὶ κατὰ τὴν ἑαυτῆς φύσιν νοερὰ καὶ ἀθάνατός ἐστι καὶ ἀφ’ ἑαυτῆς ζωὴν χορηγοῦσα τῷ σώματι.

Τότε δύναται πρὸς ἑαυτὸ τελείως ἐπιστρέφειν, ὅταν καὶ τελείως χωρισθῇ ἢ ὅταν καὶ τὸ μετέχον καθ’ ἑαυτὸ διαθήσῃ, ὡς ὁ ἡμέτερος ἤδη μετρίως παρεδήλωσε λόγος. ἔσται χωριστή, ὅτε καὶ ἡ οὐσία χωρισθῇ. πγʹ. Πᾶν τὸ ἑαυτοῦ γνωστικὸν πρὸς ἑαυτὸ πάντῃ ἐπιστρεπτικόν ἐστιν ... (76,29-78,4) Εἰ τὸ γνωστικὸν ἑαυτοῦ ἐπιστρεπτικόν ἐστι αὐτὸ ἑαυτοῦ πρὸς ἑαυτό, τὸ δὲ ἐπιστρεπτικὸν κινητικόν, ὡς καὶ τούτῳ δοκεῖ, ἐπεὶ καὶ ἡ ἐπιστροφὴ κίνησις ὡς καὶ ἡ πρόοδος, γνωστικὸς δὲ μᾶλλον ἢ ἡ ψυχὴ ὁ νοῦς αὐτὸς ἑαυτοῦ, καθότι καὶ διὰ τὸν νοῦν ἡ ψυχὴ γινώσκει, διατί μὴ μᾶλλον ὁ νοῦς κινεῖν ἑαυτὸν ἢ ἡ ψυχὴ καὶ οὕτως αὐτοκίνητος εἶναι λέγεται;

Καὶ πρὸς μὲν τοῦτο οὕτως ἀπορητέον· ἰστέον δὲ ὅτι τὸ γινῶσκον οὐχ ἑαυτὸ μόνον γινώσκει, ἀλλ’ ὁ μὲν θεὸς καὶ ἑαυτόν, καθώς ἐστι, καὶ πάντα μειζόνως ἤπερ εἰσί· διὸ καὶ πρόγνωσις ἡ τοιαύτη γνῶσις αὐτοῦ λέγεται· τῶν δ’ ἄλλων ἕκαστον ἑαυτό τε καὶ τὰ ὑπὲρ ἑαυτό, εἰ καὶ ἡττόνως ἢ ἐκεῖνά ἐστι, καὶ τὰ ὑπ’ αὐτό, εἴπερ ἔχει, εἰ καὶ μειζόνως ἢ ταῦτά ἐστιν. οὕτω δὲ καὶ τὸ ἐπιστρέφειν πρὸς μὲν ἑαυτὸ καθόσον ἔστι, πρὸς δὲ τὰ ὑπὲρ αὐτὸ ἀνατατικῶς ἐφέσει τοῦ κρείττονος, πρὸς δὲ τὸ μετ’ αὐτὸ προνοητικῶς. ὁ γοῦν θεός, ᾗ θεός, ἀεὶ ἐν τῇ καθ’ ἑαυτὸν ὑπεριδρυμένος ὑπεροχῇ καὶ ἑαυτοῦ μηδέποτε ἐξιστάμενος οὐδ’ ἂν ἐπιστρέφειν εἰς ἑαυτὸν λέγοιτο καίτοι γινώσκων ἑαυτόν, πλὴν ὁ υἱὸς καὶ τὸ πνεῦμα, καθόσον προΐασιν ἀπὸ τοῦ πατρός, κατὰ τοσοῦτον καὶ ἐπιστρέφειν πρὸς ἑαυτὸ λέγονται. ἀπρόϊτος δὲ ἡ πρόοδος, ἄρα καὶ ἡ ἐπιστροφὴ ἀνεπίστροφος κατὰ τὴν οὐσίαν· τὰ πρόσωπα γάρ, οὐχ ἡ κατ’ αὐτὰ θεότης, ἢ πρόεισιν ἢ ἐπιστρέφει· μία γὰρ τῶν τριῶν ἡ θεότης, ὡς καὶ ἐν τοῖς παραγεγραμμένοις ἐν τῷ λαʹ κεφαλαίῳ ἡμῖν εἴρηται.

πρὸς δὲ πάντα τὰ παρ’ αὐτοῦ γεγενημένα προνοητικῶς ἐπιστρέφει διὰ μέσων τὰ πολλὰ τῶν λειτουργούντων αὐτοῖς θείων ἀγγέλων, ἐξαιρέτως δὲ πρὸς ἡμᾶς ἀμέσως ἐπέστρεψε διὰ μιᾶς τῶν κατ’ αὐτὸν θεαρχικῶν ὑποστάσεων ἤγουν τοῦ μονογενοῦς υἱοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου πνεύματος μείνας ὅπερ ἦν, θεὸς τέλειος, ἀχώριστος τοῦ πατρὸς καὶ πνεύματος γέγονε καὶ ἄνθρωπος τέλειος προσλαβὼν ὅλην ἡμῶν τὴν φύσιν καὶ ἐν ἑαυτῷ ὑποστήσας, ὡς εἶναι λοιπὸν μία ὑπόστασις ἐκ δύο τελείων εἴτουν ἐν δυσὶ φύσεσιν ἀσυγχύτοις ἀτρέπτοις ἀναλλοιώτοις, μηκέτι μετὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν χωριζομέναις ἀλλήλων. εἰ γὰρ καὶ μηδὲν ἡ θεότης πέπονθεν ἐκ τῶν ἐλαττωμάτων τῆς ἀνθρωπότητος, ἀλλ’ ὅμως ἀχώριστος ταύτης δι’ ὅλου μεμένηκε. καίτοι γὰρ τῆς ψυχῆς τοῦ σώματος χωρισθείσης κατὰ τὸν ἑκούσιον τοῦ Κυρίου θάνατον, ἡ θεότης παρῆν καὶ μετὰ τῆς ψυχῆς ἐν τῷ ᾅδη καὶ μετὰ τοῦ σώματος ἐν τῷ τάφῳ καὶ καθ’ ἑαυτὸ πανταχοῦ ἡ αὐτὴ καὶ μία οὖσα καὶ τοῦ πατρὸς καὶ τοῦ πνεύματος, καὶ μετὰ τὴν ἀνάστασιν δὲ μετὰ τοῦ προσλήμματος ὁ λόγος εἰς οὐρανοὺς ἀνελήλυθε καὶ ἐκάθισε ἐν δεξιᾷ τοῦ πατρός, μεθ’ οὗ καὶ πάλιν ἥξειν πιστεύεται κρῖναι ζῶντας καὶ νεκρούς.

ὁπότε τοίνυν θεότης ὅλη καὶ ἀνθρωπότης ὑπ’ ἀλλήλων μετασχεθεῖσαι ἀχώριστοι μεμενηκέναι πιστεύονται, τίς ἂν οὕτω πιστεύων παραδέξαιτο τῶν ἄλλων τι χωριστῶς μετέχεσθαι, ὅπερ ὁ σοφὸς οὗτος διὰ τοῦ πρὸ τοῦδε κεφαλαίου δεῖξαι προέθετο; ἀλλ’ οὕτω μὲν ἡ θεία φύσις ἐπιστρέψασα πρὸς ἡμᾶς καὶ τῆς ἡμῶν μετασχοῦσα φύσεως, ἀχώριστος ταύτης ἔμεινεν· ὅτι δὲ καὶ ἡ φύσις ἡμῶν ἐπιστρέφουσα πρὸς θεὸν διὰ τῆς ἐφικτῆς ὁμοιώσεως καὶ χάριτι θεουμένη ἀχωρίστως αὐτοῦ μετέχει, δηλοῦσι οἱ κατὰ τὸν μακάριον Παῦλον θαρρούντως ἀποφαινόμενοι· οὐδὲν ἡμᾶς χωρίσαι δύναται ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, οὐ τόδε τὸ δεινόν, οὐ τόδε, οὐδ’ αὐτὸς ὁ πάντα διαιρῶν καὶ διαχωρίζων οἷς ἂν ἐπιγένηται θάνατος, ἀλλὰ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν πάντοτε, φησί, σὺν Κυρίῳ ἐσόμεθα. τῶν δὲ πρὸς ἀλλήλας ἑκατέρας φύσεως ἐπιστροφῶν ἱκανὸς μάρτυς, ὁ καὶ μόνος πιστός, ὁ εἰπὼν διὰ τοῦ προφήτου, ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, ὃς οὐ σωματικῆς μόνον ἀλλὰ καὶ ἀσωμάτου πάσης οὐσίας ὑπερανέστηκε, μόνος ἑαυτὸν γινώσκων καὶ ταύτῃ μόνος πρὸς ἑαυτὸν ἐπιστρέφων.

πδʹ. Πᾶν τὸ ἀεὶ ὂν ἀπειροδύναμόν ἐστιν ... (78,5-20 11) Τὸ ἀεὶ ὂν καθ’ αὑτὸ καὶ δι’ ἑαυτὸ καὶ οὕτως ἀπειροδύναμον μόνον τὸ θεῖόν ἐστιν. εἴ τι δ’ ἄλλο ἀεὶ ἔστιν, οὐ καθ’ αὑτὸ οὐδὲ δι’ ἑαυτὸ ἀεὶ ἔστιν, ἀλλ’ ἐκ τοῦ θεοῦ τοῦτο ἔχει· ὅθεν καὶ τὸ εἶναι αὐτῷ, ἐκεῖθεν καὶ τὸ δύνασθαι· οὐκ ἄρα καθ’ αὑτὸ ἐστί τι ἀπειροδύναμον, ἀλλ’ εἴπερ ἄρα παρὰ τοῦ θεοῦ καὶ διὰ τὸν θεὸν καὶ τὸ ἀεὶ εἶναι καὶ ἡ τοῦ ἀεὶ εἶναι δύναμις αὐτῷ ἐνδέδοται· οὐδ’ ἄρα ἀπειροδύναμον ἄλλό τι παρὰ τὸ θεῖόν ἐστιν.

πεʹ. Πᾶν τὸ ἀεὶ γινόμενον ἄπειρον τοῦ γίνεσθαι δύναμιν ἔχει ... (78,12-18) Εἰ τὸ ἀεὶ ὂν οὐ πάντως ἀπειροδύναμον καθ’ αὑτό, πολλοῦ ἂν δέοι τὸ ἀεὶ γινόμενον ἀπειροδύναμον εἶναι καθ’ αὑτό. καὶ ἄλλως δὲ εἰ τὸν γινόμενον οὐκ ἔστι κατὰ τὸν Πλάτωνα, πῶς ἂν τὸ γινόμενον λέγοιτο δύναμιν ἔχειν καὶ οὐ μᾶλλον ἀδυναμίαν, καθὸ μὴ ὄν· ἡ γὰρ δύναμις ἐκ τῆς οὐσίας πρόεισιν, οὐκ οὐσία δὲ τὸ μὴ ὄν.

Ὅρα δὲ ὅτι κἀν τούτῳ τῷ κεφαλαίῳ κἀν τῷ πρὸ τούτου αἰτίαν τοῦ ἀεὶ εἶναι τὴν δύναμιν τίθεται καίτοι τῆς ἑκάστου δυνάμεως ἐκ τῆς οὐσίας προϊούσης, οὐ μὴν τῆς οὐσίας ἐκ τῆς δυνάμεως, εἰ μὴ ἐκ τῆς ὑπερουσίου τε καὶ ὑπερδυνάμου. ἀνάγκη τὴν ἄπειρον δύναμιν ἐξ ἀπείρου προϊέναι καὶ τῆς οὐσίας, ἵνα μὴ μεῖζον ᾖ τὸ αἰτιατὸν τοῦ αἰτίου, πῶς οὖν κατὰ δύναμιν μόνην ἔσται τι ἄπειρον, ὃ μὴ καὶ κατ’ οὐσίαν ἐστὶν ἄπειρον; εἰ δὲ ὃ κατὰ δύναμιν ἄπειρον, τοῦτο καὶ κατ’ οὐσίαν ἄπειρον. ἀνάγκη μόνον τὸ θεῖον καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν εἶναι ἄπειρον, ὃ καὶ πρὸ πάντων καὶ ὑπὲρ πάντα καὶ πάντων ἐστὶν αἴτιον καὶ πάντα περαίνει καὶ περιέχει οὐ κατὰ μόνην τὴν δύναμιν ἀλλὰ καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν· εἰ δὲ μηδὲν τῶν ὄντων ἴσον ἐκείνῳ, οὐδὲ ἄπειρόν τι τῶν ὄντων ὥσπερ ἐκεῖνο· μόνον ἄρα ἐκεῖνο πάντῃ ἄπειρον. οὕτω δὲ αὐτὸ λέγοντες ἄπειρον οὐ ποσότητος μόνον ὑπεξαιροῦμεν πάσης καὶ πηλικότητος, ἔτι δὲ καὶ πέρατος καὶ ἀπειρίας τῶν κατὰ ταύτας, ἀλλὰ καὶ ἐνεργείας καὶ δυνάμεως καὶ οὐσίας καὶ παντὸς ὄντος ὡς ὑπερόντως ὄν· ἐπεὶ καὶ ἡ οὐσία αὐτοῦ ὑπερούσιος καὶ ἡ δύναμις ὑπὲρ πᾶσαν δύναμιν καὶ ἡ ἐνέργεια ὑπὲρ πᾶσαν ἐνέργειαν καθ’ ὑπερβολὴν ἄρρητον καὶ ἀσύγκριτον.

ὡς οὖν ἄπειρον, ὡς ἀκατάληπτον καὶ ἀπερινόητον, οὕτω δὲ καὶ ἁπλοῦν καὶ ἀμερὲς οὐ κατὰ στέρησιν καὶ ἀπόπτωσιν, καθάπερ τὴν πρώτην ὕλην ὑποτίθεται, ἀλλὰ καθ’ ὑπεξαίρεσιν ὁμοίως καὶ συνθέσεως πάσης καὶ ἁπλότητος καὶ πολυμερείας καὶ ἀμερείας.

πϛʹ. Πᾶν τὸ ὄντως ὂν ἄπειρόν ἐστιν οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν δύναμιν μόνην ... (78,19-80,14) Οὐ συγγενέστατον οὐδ’ ἑνοειδέστατον, ἀλλ’ αὐτὸ ἐκεῖνο τὸ ἕν ἐστιν. Κατὰ μέγεθος ἢ πλῆθος ἀπειρία ἐν οὐδενὶ τῶν πάντων ἔστιν. εἰ δὲ ταῦτα κατὰ στέρησιν, καὶ τὸ ἀμερὲς καὶ ἄποσον κατὰ στέρησιν ἂν εἴη· ἀλλὰ τὸ θεῖον οὐ κατὰ στέρησιν καὶ ἀπόπτωσιν ἀμερὲς καὶ ἄποσον καὶ ἀμέγεθες λέγεται ἀλλὰ καθ’ ὑπεροχήν· πάντα γὰρ προέχει ἐν ἑαυτῷ· διὸ καὶ μέγας καὶ μερὶς τῶν ἁγίων λέγεται, οὕτω δὲ καὶ ἄπειρος κατά τε οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν.