Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 104-120: Ιεραρχία Όντος, Ζωής, Νου και θείοι αριθμοί

Κριτική της οντολογικής διακρίσεως ανάμεσα στο Ον, τη Ζωή και τον Νου. Απόρριψη του πλήθους των αυτοτελών ενάδων και θεμελίωση της καθολικής προνοίας του ενός Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 8 από 12

πατὴρ δὲ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον ὁ θεός· ἐν τῇ τριάδι οὖν τὰ πάντα καὶ ἡ τριὰς τὰ πάντα κατ’ αἰτίαν καὶ ὑπεροχικῶς, ἐν πᾶσι δὲ ἡ τριὰς κατὰ μέθεξιν· πρὸς ἄλληλα δὲ ταῦτα τὰ τρία, ὁ μὲν πατὴρ αἴτιος τοῖν δυοῖν, τὰ δὲ ἄμφω ἀπὸ τοῦ πατρὸς μοναδικῶς καὶ ἰδίως ἑκάτερον, ἵνα καὶ ἓν ἕκαστον φυλαχθῇ καὶ διακρίνηται τῶν λοιπῶν τῆς οὐσίας μὴ χωριζόμενον· ἓν τὸ αἴτιον, ὁ πατήρ, ἓν τὸ ἀπὸ τοῦ πατρὸς γεννητῶς, ὁ υἱός, καὶ ἓν τὸ ἀπὸ τοῦ πατρὸς ἐκπορευτῶς, τὸ πνεῦμα τὸ ἅγιον, ἄλλο μὲν ἕκαστον παρὰ τὰ λοιπὰ κατὰ τὴν ὑποστατικὴν ὕπαρξιν, ἓν δὲ τὰ τρία κατὰ τὴν φυσικήν, ἐν ἀλλήλοις δὲ ὡς ἀχώριστα· οὔτε γὰρ πατὴρ χωρὶς ὧν ἐστι πατὴρ οὔτε ταῦτα χωρὶς τοῦ πατέρος ἢ ἀλλήλων· τοῦ πατρὸς γὰρ ἑκάτερον, τὸ μὲν διὰ θατέρου, τὸ δὲ κατὰ θάτερον· ἐκπορευτὸν γὰρ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ καὶ γενητὸς ὁ υἱὸς ἐκ τοῦ πατρὸς κατὰ τὸ πνεῦμα τουτέστι πνευματικῶς καὶ ὑπερφυῶς. εἰ δὲ διάφορα φύσει κατὰ τοῦτον τὸ ὄν, ἡ ζωή, ὁ νοῦς, τὸ μὲν πρῶτον καὶ πλειόνων αἴτιον, ἡ δὲ δευτέρα καὶ ἐλασσόνων αἰτία, ὁ δὲ νοῦς τρίτος καὶ ἔτι ἐλασσόνων αἴτιος, μεῖζον δὲ πάντως τὸ τῶν πλειόνων αἴτιον τοῦ τῶν ἐλασσόνων, πῶς ἔσται πάντα ἐν πᾶσι; πῶς χωρήσει τὰ πρῶτα καὶ μείζω τὸ ὕστατον καὶ ἐλάχιστον, ὁ νοῦς τὴν ζωὴν καὶ τὸ ὂν ἢ τούτων γοῦν θάτερον;

πῶς ἔσται ἡ ζωὴ ἐν τῷ νῷ, τὸ μεῖζον ἐν τῷ ἐλάσσονι ἢ καὶ τὸ πρὸ ταύτης πολλῷ μεῖζον, τὸ ὄν; ἢ δηλονότι οὐχ ἡ ζωὴ ὅλη οὐδ’ ὅλον τὸ ὄν, ἀλλὰ μόνα τὰ μέρη, καθὰ καὶ μετέχει τούτων ὁ νοῦς· οὐκοῦν οὐ πᾶν τὸ ὂν οὐδ’ ὅλον οὐδὲ πᾶσα καὶ ὅλη ἡ ζωὴ ἐν τῷ νῷ· κἀντεῦθεν τέως μὲν μεριστὰ τὸ πρῶτον ὂν καὶ ἡ πρώτη ζωή, εἶτα δὲ καὶ μεθεκτά, ἐπεὶ καὶ κατὰ μέθεξιν τὰ πρῶτα ἐν τοῖς μετ’ αὐτά φησι καὶ οὕτως αὐτὸς ὁ σοφός. καὶ ποῦ τὸ καθ’ αὑτὸ καὶ ὅλον ἀμέθεκτον; πῶς δὲ καὶ ὁ νοῦς ἐν τῇ ζωῇ καὶ τῷ ὄντι ἔσται; πότερον αὐτὸς καθ’ αὑτόν; οὐκοῦν καὶ κατὰ τὴν ὕπαρξιν, καθ’ ἣν καὶ χαρακτηρίζεται· ἀλλὰ κατ’ αἰτίαν; οὐκοῦν οὐ καθ’ ἑαυτὸν ἀλλὰ κατὰ τὰς προούσας ἐν τῷ ὄντι καὶ τῇ ζωῇ αἰτίας αὐτοῦ· ἄλλο δὲ τὸ αἰτιατὸν καὶ ἄλλο τὸ αἴτιον· οὐκ αὐτὸς ἄρα ὁ νοῦς ἐν τῇ ζωῇ καὶ τῷ ὄντι ἀλλ’ ἄλλ’ ἄττα τὰ τούτου αἴτια. εἰ δὲ μήτε τὰ ὕστερα ἐν τοῖς πρὸ αὐτῶν αὐτὰ καθ’ αὑτὰ μήτε τὰ πρῶτα ἐν τοῖς μετ’ αὐτὰ καθ’ ὅλα ἑαυτά, οὐδ’ ἄρα πάντα ἐν πᾶσιν, ὅπερ ἀντίκειται τῷ τοῦ σοφοῦ τοῦδε προβλήματι.

ἡμῖν δὲ οὐδὲν τοιοῦτον ἄτοπον ἀπαντᾷ τὸ αὐτὸ καὶ ἕν, ὄν τε πρῶτον καὶ πρώτην ζωὴν καὶ πρῶτον νοῦν λέγουσι, τὸν ἐπὶ πάντων καὶ πρὸ πάντων ἕνα θεὸν τὸν αὐτὸν καὶ μεθεκτόν, ὡς εἴρηται, καὶ ἀμέθεκτον καὶ μεριστὸν καὶ ἀμέριστον· μετέχεται γὰρ ἀμεθέκτως καὶ ἀμερίστως μερίζεται, τὰ μὲν κατὰ τὰς τῶν μετεχόντων φύσεις, μεριστῶς μετεχόντων (ἐπεὶ μὴ χωρεῖν αὐτὸν ὅλον δύναται), τὰ δὲ κατὰ τὴν οἰκείαν· ἀμέριστος γάρ, ἐπεὶ καὶ ἀσώματος, καὶ ὅλος ἀμέθεκτος, ὡς πάντων ὑπερεξῃρημένος, τοῖς μὲν γὰρ ἄλλοις πᾶσι τὰς ἐξ αὐτοῦ διαδόσεις μερίζει, τοῖς οὖσι τὸ εἶναι, τοῖς ζῶσι μετὰ τοῦ εἶναι καὶ τὸ ζῆν καὶ τοῖς νοοῦσι μετὰ τούτων καὶ τὸ νοεῖν, καὶ οὕτω πᾶσι πάρεστι μεθεκτῶς, καθόσον αὐτὸν ἕκαστα χωρεῖν πέφυκεν, αὐτὸς δὲ καθ’ ἑαυτὸν ὅλος οὐχ ἥκιστα μένει, ἀμέριστος δηλαδὴ καὶ ἀμέθεκτος. ἄλλως γε μὴν καὶ καθ’ αὑτὸν ἀμερίστως μερίζεται, τὸ μὲν κατὰ τὸ τῆς οὐσίας μοναδικὸν καὶ ἁπλοῦν, τὸ δὲ κατὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων, καθὰ καὶ ὅλος ἐν ὅλοις ὁ πατήρ, τῷ υἱῷ καὶ τῷ πνεύματι, καὶ ὅλα ἐν ὅλοις, τῷ πατρὶ καὶ ἀλλήλοις, ὁ υἱὸς καὶ τὸ πνεῦμα.

ρδʹ. Πᾶν τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν αἰώνιον ἔχει ... (92,30-94,7) Ὁ μὲν θεὸς προαιώνιος, ἐπεὶ καὶ ποιητὴς τῶν αἰώνων, εἰ βούλει δὲ καὶ τῶν αἰώνων αἰών· αἰώνια δὲ πρώτως καὶ ὄντως τὰ οὐράνια τάγματα λαχόντα καὶ τὴν οὐσίαν αἰωνίαν καὶ τὴν ἐνέργειαν καὶ μέντοι τὴν δύναμιν οὐκ ἀπὸ τοῦ συνυφεστῶτος τούτοις αἰῶνος, ὥσπερ οὐδ’ ἀπὸ τοῦ χρόνου τὰ ἔγχρονα, ἀλλ’ ἀπὸ τοῦ καὶ χρόνων καὶ αἰώνων δημιουργοῦ τοῦ προαιωνίου, ὅς ἐστι οὐσία τε ὑπερούσιος καὶ αὐθυπόστατος καὶ δύναμις καὶ ἐνέργεια οὐσιώδης καὶ αὐτὴ καὶ ἐνυπόστατος, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. εἰ γὰρ ὅπερ τοῖς ἐγχρόνοις ὁ χρόνος τοῦτο τοῖς αἰωνίοις ὁ αἰών, ὥσπερ τούτοις οὐχ ὁ χρόνος αἴτιος τοῦ εἶναι ἐγχρόνοις, οὕτω οὐδ’ ἐκείνοις ὁ αἰὼν αἴτιος τοῦ αἰωνίοις εἶναι ἀλλ’ ὁ θεῖος ὅρος καὶ νόμος εἴτουν ἡ πᾶσι τὰ κατ’ ἀξίαν δικαίως βραβεύουσα πρόνοια.

ρεʹ. Πᾶν τὸ ἀθάνατον ἀΐδιον· οὐ πᾶν δὲ τὸ ἀΐδιον ἀθάνατον ... (94,8-20) Τὸ ἀπὸ τῶν ὑστέρων ποιεῖσθαι τὰς ἀποδείξεις οὐκ ἀσφαλές, ὅπερ ὁ σοφὸς οὗτος ποιῶν ἁλίσκεται. ἐν γὰρ τοῖς αἰσθητοῖς, ἃ τῶν νοητῶν εἰσιν ὕστερα, πολλὰ τῶν ὄντων εὑρίσκων ζωῆς ἄμοιρα, ἐντεῦθεν εἰς τὰ νοητὰ μεταβαίνων ἄλλο τί φησιν εἶναι τὸ πρῶτον ὂν παρὰ τὴν πρώτην ζωὴν καὶ κρεῖττον τὸ ὂν τῆς ζωῆς. ἡμεῖς δὲ ἄνωθεν λαμβάνοντες τῶν ἀποδείξεων τὰς ἀρχάς, ἀπ’ αὐτοῦ τοῦ ὄντος, τῆς ζωῆς, τῆς ἀληθείας, τοῦ εἰπόντος· ἐγώ εἰμι ὁ ὤν, καὶ πάλιν· ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια, οὔτε ἄλλο τί φαμεν τὸ ὂν παρὰ τὴν ζωὴν οὔτε κρεῖττον αὐτῆς, ὅτι μηδ’ αὐτὸ ἑαυτοῦ τι κρεῖττον ἢ χεῖρον, μετέχειν δὲ τούτου τὰ μὲν ὡς ὄντος μόνον, τὰ δὲ καὶ ὡς ζωῆς, τὰ δὲ καὶ ὡς νοῦ, καθόσον ἕκαστα ἐφικνεῖται. ὅθεν καὶ κρείττω μὲν τὰ νοερὰ τῶν ζώντων, κρείττω δὲ ταῦτα τῶν ὄντων μόνον εἶναί φαμεν, καθότι τὰ μὲν καὶ ὡς νοῦ καὶ ὡς ζωῆς καὶ ὡς ὄντος μετέχει τοῦ θείου, τὰ δὲ ὡς νοῦ μὴ μετέχοντα ὡς ζωῆς καὶ ὡς ὄντος μετέχει, τὰ δὲ ὡς ὄντος μόνον. αὐτόθεν δὲ καὶ τοῦτο διαπίπτει τὸ πρόβλημα τῷ σοφῷ· οὐ γὰρ πᾶν τὸ ἀθάνατον ἀΐδιον, εἴπερ ἀΐδιον τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον· οἱ γὰρ θεῖοι νόες ἀθάνατοι μέν, τοῦτο λαχόντες ἀπὸ τοῦ θεοῦ, οὐκ ἀΐδιοι δέ, ὅτι μηδ’ ἄναρχοι· ἤρξαντο γὰρ τοῦ εἶναι, ὅτε γεγόνασι παρὰ τοῦ θεοῦ.

μόνος δὲ ἄναρχός τε καὶ ἀτελεύτητος καὶ οὕτως ἀΐδιος ὁ θεός, οὗ καὶ πάντα τὰ ὄντα καὶ οἱ συνυφεστῶτες τούτοις αἰῶνες, τά τε ζωῆς καὶ νοῦ μέτοχα ποιήματα.

ρϛʹ. Παντὸς τοῦ πάντῃ αἰωνίου κατά τε οὐσίαν καὶ ἐνέργειαν καὶ τοῦ τὴν οὐσίαν ἔχοντος ἐν χρόνῳ μέσον ἐστὶ τὸ πῇ μὲν αἰώνιον, πῇ δὲ χρόνῳ μετρούμενον ... (94,21-31) Ὁ μὲν θεὸς προαιώνιος ἢ καὶ πάντῃ αἰώνιος, οὐχ ὡς αἰῶνος μετέχων ἀλλ’ ὡς ἀεὶ ὢν ἀνάρχως τε καὶ ἀτελευτήτως· τῶν ἄλλων δὲ οὐδὲν οὕτως αἰώνιον, εἴπερ μηδ’ ἄναρχον, ἀλλὰ πάντα μετὰ τὴν πρώτην ἀρχήν. λέγοιντο δ’ ἂν ἄλλως αἰώνια καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν τὰ μετὰ τὸ γενέσθαι παρὰ τῆς πρώτης ἀρχῆς τὸ ἀεὶ εἶναι κληρωσάμενα. ἐκεῖνα γοῦν εἴ τις βούλοιτο λέγειν πάντῃ αἰώνια καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν, δηλαδὴ μετὰ τὸ γενέσθω, λεγέτω. ἀλλὰ καὶ πάντῃ ἔγχρονα τὰ σωματικὰ πάντα· ἅμα γὰρ τὴν σωματικὴν οὐσίαν ἐν ἀρχῇ ἐποίησεν ὁ θεός, οὐρανὸν καὶ γῆν καὶ τὰ μέσα τούτων στοιχεῖα, καὶ χρόνος εὐθὺς σύνδρομος τούτοις συνυπέστη· ἐγένετο γάρ, φησί, ἑσπέρα, τὸ τῆς ἡμέρας πέρας, καὶ πρωΐ, τὸ τῆς νυκτός.

μέσον δὲ τῶν, ὡς εἴρηται, πάντῃ αἰωνίων καὶ τῶν πάντῃ ἐγχρόνων φαμὲν ἀκολούθως τῇ θείᾳ γραφῇ γεγονέναι τὸν ἄνθρωπον, τὴν μὲν σωματικὴν οὐσίαν ἔγχρονον λαχόντα, τὴν δὲ ψυχὴν ἀθάνατον καὶ κατὰ τοῦτο αἰωνίαν, δυνάμενον δὲ διὰ τὸ κατὰ τὴν προαίρεσιν αὐτεξούσιον καὶ τὸ σῶμα τηρήσειν ἀθάνατον, εἴ γε τὸν θεῖον ὅρον καὶ νόμον φυλάξειεν ἀπαράβατον καὶ τῇ ψυχῇ μὲν δοίη τὸ ἄρχειν ὑπὸ τοῦ θεοῦ ἀρχομένῃ, τῷ σώματι δὲ τὸ ἄρχεσθαι, ὅπερ ἐπεὶ μὴ ἐφύλαξε κατεκρίθη τὸν θάνατον, πλὴν ἐλπίζομεν πάλιν ἐπανελθεῖν εἰς τὴν ἀμείνω ζωὴν διὰ τῆς εἰς Χριστὸν πίστεως.

Εἰ ἀδύνατον αἰώνιον εἶναί τι κατ’ ἐνέργειαν ἔγχρονον ὂν κατ’ οὐσίαν, ἵνα μὴ ἡ ἐνέργεια κρείττων ᾖ τῆς οὐσίας, πῶς ἐν τῷ ϟϛʹ κεφαλαίῳ πεπερασμένου σώματος ἄπειρον εἶναι δέδωκας δύναμιν, ὅπου γε πᾶσα δύναμις σύνδρομον ἔχει τὴν ἐνέργειαν; ἔσται γὰρ κἀκεῖ κρείττων ἡ ἐνέργεια τῆς οὐσίας, εἴπερ οὐσία τὸ σῶμα, καίτοι γε ἡ μὲν ἐνέργεια πᾶσα τελεία καὶ τελειωτικὴ τῆς δυνάμεως, ἡ δὲ δύναμις ἀτελὴς καὶ δεομένη τῆς ἐνεργείας, ἵνα τελειωθῇ. μᾶλλον οὖν ἡ ἐνέργεια κρείττων ἔσται τῆς οὐσίας ἤπερ ἡ δύναμις ἡ τελεία ἤπερ ἡ ἀτελής. εἰ δὲ τοῦτο ἀδύνατον, κἀκεῖνο ἀδυνατώτερον.

ρζʹ. Πᾶν τὸ πῇ μὲν αἰώνιον, πῇ δὲ ἔγχρονον, ὄν τέ ἐστιν ἅμα καὶ γένεσις ... (94,32-96,8) Εἴπομεν ἤδη καὶ καλῶς εἴπομεν, ὅτι πάντῃ κυρίως αἰώνιος ὁ θεὸς οὐχ ὡς αἰῶνος μετέχων αὐτὸς ὢν ὁ ποιητὴς τῶν αἰώνων καὶ οὗ μᾶλλον οἱ αἰῶνες μετέχουσιν, ἀλλ’ ὡς ἄναρχός τε καὶ ἀτελεύτητος καὶ τῶν αἰώνων, ὡς ἄν τις φαίη, αἰὼν καὶ προέχων κατ’ αἰτίαν ἐν ἑαυτῷ μετὰ πάντων καὶ τοὺς αἰῶνας· διὸ καὶ προαιώνιος μᾶλλον δεδικαίωται λέγεσθαι. τῶν ἄλλων δὲ οὐδὲν οὕτως αἰώνιον, ἀλλὰ πάντα τοῦ εἶναι τὴν ἀρχὴν ἔσχε παρ’ αὐτοῦ γεγονότα, τά τε ὑπὸ γένεσιν καὶ φθορὰν καὶ τὰ μετὰ τὸ γενέσθαι τὸ εἶναι καὶ διαμένειν ἀεὶ κληρωσάμενα καὶ οὕτως αἰώνια προσαγορευόμενα, οἷς καὶ ὁ σύστοιχος αἰὼν συνυπέστη, ὥσπερ τοῖς ἐγχρόνοις ὁ χρόνος· καὶ ὅτι τούτων μέσος ὁ ἄνθρωπος γέγονε, μικτὸς ἐξ ἀμφοῖν, σῶμα καὶ πνεῦμα, αἰσθητὸς καὶ νοητός, ὑλικὸς καὶ ἄϋλος, θνητὸς καὶ ἀθάνατος, ὁπότερον ἂν αὐτεξουσίως αἱρήσεται. τούτοις οὖν προσεκτέον μᾶλλον ἢ τοῖς εἰρημένοις τῷ σοφῷ τούτῳ· τὰ μὲν γὰρ πάντῃ σαθρὰ καὶ αὐτέλεγκτα, κἂν πάνυ συνέστραπται καὶ δεδείνωται καὶ πολὺ τὸ κομψὸν ἐπισύρηται, τὰ δ’ ἡμέτερα, μᾶλλον δὲ τὰ τῆς θείας γραφῆς, καθόσον εἰσὶν ἁπλᾶ καὶ εὔληπτα καὶ σαφῆ, κατὰ τοσοῦτον καὶ ἀληθῆ καὶ ἀνέλεγκτα καὶ ἀναντίρρητα καὶ τῷ ὄντι θεῖα γνωρίζεται.

ἐκ δὴ τούτων τῶν εἰρημένων ἡμῖν φανερὸν ὅτι πάντα ἀνήρτηται εἰς θεόν, τὸν πάντων ποιητὴν καὶ προνοητήν, ὅσα τε πάντῃ αἰώνια καὶ ὅσα ἔγχρονα πάντῃ καὶ εἴ τι τούτων ἐστὶ μεταξύ. δέδεικται δὲ καὶ ὅτι πάντα τοῦ θεοῦ μετέχει, τὰ μὲν πλειόνως, ἃ καὶ θειότερα καὶ κρείττω λέγοιντ’ ἄν, τὰ δὲ ἐλαττόνως, ἃ καὶ χείρω τε καὶ καταδεέστερα, ὡς καὶ τὰ αἰώνια καὶ τὰ ἔγχρονα καὶ τὰ μεταξὺ τούτων· αἰὼν δὲ καὶ χρόνος οὔτε ποιοῦσιν οὐδὲν οὔτε μετέχονται ὑπό τινων, ὡς ἐξ αὐτῶν τὸ εἶναι ἐχόντων.

ρηʹ. Πᾶν τὸ ἐν ἑκάστῃ τάξει μερικὸν διχῶς μετέχειν δύναται τῆς ἐν τῇ προσεχῶς ὑπερκειμένῃ διακοσμήσει μονάδος· ἢ διὰ τῆς οἰκείας ὁλότητος, ἢ διὰ τοῦ ἐν ἐκείνῃ μερικοῦ καὶ συστοίχου πρὸς αὐτὸ κατὰ τὴν πρὸς ὅλην τὴν σειρὰν ἀναλογίαν ... (96,9-22)

| | τάξις πρώτη | τάξις δευτέρα | τάξις τρίτη | |---|---|---|---| | ἑνάδων διακόσμησις | Σ ἑνὰς ἀμέθεκτος | Σ ἑνὰς κοινὴ πρώτη | Σ ἑνάδες μερικαί | | νόων διακόσμησις | ΕΙ νοῦς ἀμέθεκτος | ΕΙ νοῦς κοινὸς πᾶσι | ΕΙ νόες μερικοί | | ψυχῶν διακόσμησις | Ρ ψυχὴ ὅλη ἀμέθεκτος | Ρ ψυχὴ κοινή | Ρ ψυχαὶ μερικαί | | φύσεων διακόσμησις | Α φύσις ὅλη ἀμέθεκτος | Α φύσις κοινή | Α φύσεις μερικαί |

Τέσσαρες αὗται διακοσμήσεις· ἑνάδων, νόων, ψυχῶν, φύσεων, ἑκάστη ἐν τάξεσι θεωρουμένη τρισὶ κατὰ πλάτος καὶ σειραῖς τρισὶ κατὰ βάθος· διακόσμησιν γὰρ λέγει τὴν τῶν κατὰ πλάτος ἐκτεθειμένων συστοιχίαν, σειρὰν δὲ τὴν τῶν κατὰ βάθος ἀλληλουχίαν, τάξιν δὲ τὴν τῆς ὅλης διακοσμήσεως ὁποτερανοῦν μοῖραν ἤτοι πρώτην ἢ δευτέραν ἢ τρίτην. ἔοικε δὲ καὶ ἀντὶ τῆς διακοσμήσεως τὴν τάξιν ἐνταῦθα παραλαβεῖν ἀδιαφόρως. καὶ ὅρα ὅτι τὴν τῆς ὑπερκειμένης διακοσμήσεως μονάδα ἀμέθεκτον πρότερον εἰπών, νῦν μεθεκτὴν ποιεῖ μετεχομένην ὑπὸ τοῦ κατὰ τὴν ὑποβεβηκυῖαν τάξιν εἴτουν διακόσμησιν μερικοῦ. καὶ εἰ μετέχεται, πῶς ἀμέθεκτος; καὶ εἰ ἀμέθεκτος, πῶς μετέχεται; οὕτως ἀραχνίους ὑφαίνει μίτους. οἷος δὲ καὶ ὁ τρόπος τῆς μετοχῆς· διὰ μέσων φησὶ τῆς τε οἰκείας ὁλότητος καὶ τοῦ ἐν τῇ ὑπερτέρᾳ τάξει μερικοῦ καὶ συστοίχου πρὸς αὐτό· ἀλλ’ ἦν καὶ ἡ οἰκεία ὁλότης ἀμέθεκτος τῷ μερικῷ· ἦν γὰρ ἂν ὅλον, εἰ ταύτης μετεῖχε. καὶ πῶς δι’ ἀμεθέκτου μετέχει ἄλλου ἀμεθέκτου καὶ ἡ τῆς ὑπερκειμένης διακοσμήσεως μονὰς ἀμέθεκτος τῷ κατ’ αὐτὴν μερικῷ; καὶ πῶς διὰ τοῦ μὴ μετέχοντος μεθέξει τοῦ ἀμεθέκτου καὶ μάλιστα τοῦ τῆς ὑπερκειμένης διακοσμήσεως ἤτοι τάξεως;

Οἰκείαν ὁλότητα λέγει ἐπὶ μὲν τῆς νοερᾶς διακοσμήσεως ἢ τὸν κατ’ αὐτὸν κοινὸν νοῦν ἢ τὸν ἀμέθεκτον, ἐπὶ δὲ τῆς ψυχικῆς ἢ τὴν κοινὴν ἢ τὴν ὅλην ψυχήν, ἐπὶ δὲ τῆς φυσικῆς ἢ τὴν κοινὴν φύσιν ἢ τὴν ὅλην. ἡμεῖς δὲ τριαδικοὺς ἴσμεν διακόσμους τρεῖς μετὰ τὴν ὑπερούσιον μονάδα, τὴν αὐτὴν καὶ τριάδα, τοῖς θείοις προφήταις καὶ ἀποστόλοις ἐκπεφασμένους διὰ πνεύματος ἁγίου, ἰδίως μὲν Σεραφὶμ Χερουβὶμ καὶ θρόνους, κυριότητας δυνάμεις καὶ ἐξουσίας, ἀρχὰς ἀρχαγγέλους καὶ ἀγγέλους, κοινῶς δὲ πάντας ἀγγέλους καὶ θείους νόας ὀνομαζομένους, ὡς ἂν εἴη τὸ ὅλον ἐκ μέρους τοῦ ὑστάτου τάγματος διὰ τὸ τὰς ἀνωτέρας τάξεις προέχειν καὶ τῶν κατωτέρων τὰ ἰδιώματα, ναὶ μὴν καὶ δυνάμεις, ὡς ἐκ τοῦ μέσου, διὰ τὸ πανταχοῦ τὸ μέσον ἑαυτῷ συνεφέλκεσθαι καὶ τὰ ἄκρα.

τὰς δὲ παρὰ τὴν μίαν καὶ μόνην ἀρχὴν ἀμεθέκτους ἢ μεθεκτὰς ὁλότητας καὶ κοινότητας τῶν ἑνάδων, τῶν νόων, τῶν ψυχῶν, τῶν φύσεων ὡς περιττὰς καὶ ἀνυποστάτους καὶ διανοίας ματαιαζούσης ἀναπλάσματα παραιτούμεθα, πρὸς δὲ καὶ τὰς κατὰ ταύτας τάξεις καὶ τὰς πολλὰς καὶ διαφόρους σειράς· μίαν δὲ καὶ μόνην σειρὰν ἴσμεν, καθ’ ἣν τὰ πάντα ἐκ τοῦ ἑνὸς καὶ εἰς τὸ ἓν ἤρτηνται, ὃ καὶ ὂν καὶ ζωὴ καὶ νοῦς καὶ ἁπλῶς τὰ πάντα ὑπερουσίως ἐστὶ καὶ πρῶτον κατὰ πάντα λέγεται διὰ πάντων διῆκον καὶ τὴν ὅλην διαπλέκον σειρὰν τῷ νόων, τῶν ψυχῶν, τῶν φύσεων, ὅπερ ἐστὶν ἡ θεία μονὰς καὶ τρίας.

ρθʹ. Πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῷ μερικῆς ἑνάδος· καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ· καὶ πᾶσα σώματος μερικὴ φύσις διά τε τῆς ὅλης φύσεως καὶ μερικῆς ψυχῆς μετέχει τῆς ὅλης ψυχῆς ... (96,23-31) Σαφέστερον ἐν τῷ παρόντι κεφαλαίῳ διὰ τῶν ὑποδειγμάτων ἐλέγχεται μαχόμενος ταῖς οἰκείαις ὑποθέσεσιν ὁ σοφός. ἀμέθεκτον γὰρ εἶπε πρότερον τὴν ὑπὲρ νοῦν καὶ πρωτίστην μονάδα καὶ νῦν μετέχειν αὐτῆς φησι τὸν μερικὸν νοῦν διά τε τοῦ ὅλου νοῦ (τοῦτον γάρ φησιν ὁλότητα τῆς νοερᾶς τάξεως οἰκείαν, ὃν ἐβούλετο τηρεῖν ἀμέθεκτον τοῖς μερικοῖς) καὶ διὰ τῆς ὁμοταγοῦς μερικῆς ἑνάδος, ᾗ τινι κατ’ αὐτὸν ἀμέθεκτος ἦν ἡ πρώτη ἑνάς· καὶ τῇ ὁμοία ἀποδείξει χρῆται ἐπί τε ψυχὴν καὶ φύσιν. οὕτω καὶ αὐτὸς ἑαυτὸν ἀνατρέπει ἐπὶ τῇ ὑποθέσει τοῦ ἀμεθέκτου.

Σημείωσαι τὸ πρωτίστης, ἵνα μὴ διστάσῃς ὡς ἴσως οὐ περὶ τῆς ἀμεθέκτου φησὶ μονάδος· πρωτίστη γὰρ αὕτη κατὰ πᾶσαν τάξιν· ἡ δὲ μετ’ αὐτὴν εἰ καὶ τῆς μερικῆς πρώτη, ἀλλ’ οὐχὶ καὶ πρωτίστη λεχθείη ἄν, ἣ καὶ δευτέρα κυρίως λέγεται. | Τὰ ἀμέθεκτα τῇ τάξει πρῶτα | Ἑνὰς ἡ πρώτη | |---|---| | | Νοῦς ὁ πρῶτος | | | Ψυχὴ ἡ ὅλη | | | Φύσις ἡ ὅλη | | Τὰ ἐν τοῖς πολλοῖς τῇ τάξει δεύτερα | Ἑνὰς δεύτερα | | | Νοῦς κοινὸς | | | Ψυχὴ κοινὴ | | | Φύσις κοινὴ | | Τὰ ἐν ἑκάστῳ τῇ τάξει τρίτα | Ἑνὰς μερικὴ | | | Νοῦς μερικὸς | | | Ψυχὴ μερικὴ | | | Φύσις μερικὴ | Τέσσαρες αὗται διακοσμήσεις· ἡ μὲν ἑνάδων, ἡ δὲ νόων, ἡ δὲ ψυχῶν, ἡ δὲ φύσεων· ἑκάστη τρεῖς ἔχει τάξεις, πρώτην δευτέραν καὶ τρίτην· ἡ πρώτη τάξις τῶν ἀμεθέκτων, ἡ δευτέρα τῶν μεθεκτῶν καὶ κοινῶν τοῖς πᾶσιν, ἡ τρίτη τῶν μετεχόντων ἤτοι τῶν μερικῶν.

ριʹ. Πάντων τῶν καθ’ ἑκάστην σειρὰν διατεταγμένων τὰ μὲν πρῶτα καὶ τῇ ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῇ ὑπερκειμένῃ σειρᾷ προσεχῶς ἱδρυμένων διὰ τῆς ἀναλογίας, τὰ δὲ ἀτελέστερα καὶ πολλοστὰ ἀπὸ τῆς οἰκείας ἀρχῆς οὐ πέφυκεν ἐκείνων ἀπολαύειν ... (98,1-17) Σημείωσαι ὡς ἣν εἶπεν ἐν τοῖς προλαβοῦσι τάξιν εἶτα καὶ διακόσμησιν, ταύτην νῦν λέγει σειρὰν ὑπαλλάττων πολλαχῶς τὰ ὀνόματα πρὸς τὸ συγχεῖν τὸν λόγον καὶ οὕτω λανθάνειν τὸν ἀκροατὴν κατασοφιζόμενος.

Ἐν τῷ ρηʹ θεωρήματι εἰπὼν πᾶν τὸ ἐν ἑκάστῃ τάξει μερικόν, ὃ τρίτον ἐστὶν ἐν τῇ οἰκείᾳ διακοσμήσει, διχῶς μετέχειν τῆς ἐν τῇ ὑπερκειμένῃ πρώτης μονάδος, τοῦτο δὲ καὶ διὰ τοῦ ρθʹ διασαφήσας νῦν ὥσπερ παρὰ πόδας τῶν εἰρημένων ἐπιλαθόμενος μόνα τὰ πρῶτα καθ’ ἑκάστην σειρὰν δύνασθαί φησι μετέχειν τῶν ἐν τῇ ὑπερκειμένῃ προσεχῶς ἱδρυμένων. τάχα γὰρ τὴν σειρὰν ὅλην οὕτω διαπλέκει ἐκτιθεὶς κατὰ βάθος πρῶτον τὰς ἑνάδας ἀρξάμενος ἀπὸ τῆς πρώτης εἶτα τοὺς νόας ἔπειτα τὰς ψυχὰς καὶ μετὰ ταῦτα τὰς φύσεις, ἑκάστην διακόσμησιν κατὰ τὴν ἀνάλογον τάξιν, ὡς ἔχεσθαι τὸν πρῶτον νόα τῆς τρίτης ἑνάδος καὶ τὴν πρώτην ψυχὴν τοῦ τρίτου νοὸς καὶ τὴν πρώτην φύσιν τῆς τρίτης τῇ τάξει ψυχῆς. διὸ καὶ τὴν μίαν σειρὰν εἰς πολλὰς διαιρεῖ κατὰ τὰς τάξεις, καί φησι μόνα τὰ πρῶτα καθ’ ἑκάστην σειρὰν μετέχειν τῶν ἐν τῇ ὑπερκειμένῃ προσεχῶς ἱδρυμένων, τὰ δὲ παρὰ ταῦτα, ὡς πορρώτερον προηγμένα, μὴ δύνασθαι ταύτης ἀπολαύειν τῆς μετοχῆς, ἅτε δὴ σὺν τῇ τάξει καὶ τὴν φύσιν λαχόντα διάφορον πρὸς τὰ πρῶτα, ὅπερ οὐδεὶς ἂν συμφήσειεν. οὕτω καὶ αὐτῷ προφανῶς καὶ τοῖς πᾶσιν ἀντιδοξεῖ.

ριαʹ. Πάσης τῆς νοερᾶς σειρᾶς οἱ μέν εἰσι θεῖοι νόες ὑποδεξάμενοι θεῶν μεθέξεις, οἱ δὲ νόες μόνον· καὶ πάσης τῆς ψυχικῆς αἱ μέν εἰσι νοεραὶ ψυχαὶ εἰς νοῦς ἀνηρτημέναι οἰκείους, αἱ δὲ ψυχαὶ μόνον· καὶ πάσης τῆς σωματικῆς φύσεως αἱ μὲν καὶ ψυχὰς ἔχουσιν ἐφεστώσας ἄνωθεν, αἱ δέ εἰσι φύσεις μόνον, τῆς τῶν ψυχῶν ἄμοιροι παρουσίας ... (98,18-32) Ἐντεῦθεν σαφῶς διαδείκνυται ὅτι καλῶς τὴν κατὰ τοῦτον διαπλοκὴν τῆς σειρᾶς ἐνοήσαμεν. σημειωτέον δὲ ὅτι καὶ τὸν πρῶτον, ὃν καὶ ὅλον εἴρηκε νοῦν, εἰς πολλοὺς διαιρεῖ, οὓς καὶ συνῆφθαι τῇ ἑαυτῶν ἔφησε μονάδι καὶ νῦν πληθυντικῶς θείους προσηγόρευσε νόας καθ’ ἑκάστην τῶν διαγεγραμμένων σειράν· πρῶτα λέγει τὰ ἀμέθεκτα, δεύτερα τὰ κοινῶς πᾶσι μεθεκτὰ καὶ τρίτα τὰ κατὰ μέρος. μόνους οὖν φησι θείους εἶναι νόας τοὺς πρώτους, τοὺς δὲ δευτέρους καὶ τρίτους οὐ θείους ἀλλὰ νόας μόνον· οὐκοῦν καὶ θεοὶ μόναι ἂν εἶεν αἱ πρῶται ἑνάδες, αἱ δ’ ἄλλαι οὐ θεοί· τοῦτο γὰρ ἀπαιτεῖ ἡ ἀναλογία. καὶ πῶς θεῖοι οἱ τῶν τρίτων ἑνάδων τῶν προσεχῶς αὐτοῖς ἱδρυμένων ἐν τῇ ὑπερκειμένῃ σειρᾷ μὴ μέντοι καὶ θεῶν μετέχοντες; ἢ εἰ οὗτοι θεῖοι, θεοὶ καὶ αἱ τρίται ἑνάδες, ὧν οὗτοι μετέχοντές εἰσι θεῖοι, καὶ πρὸ τῶν τρίτων αἱ δεύτεραι· θεῖοι ἄρα καὶ οἱ δεύτεροι νόες καὶ οἱ τρίτοι κατὰ τὸ τῆς ἀναλογίας ἀκόλουθον, οὕτω δὲ καὶ πᾶσαι ψυχαὶ νοεραὶ καὶ πᾶσαι φύσεις ἔμψυχοι.

εἰ δὲ ταῦτα ἀδύνατα (ἀκολουθεῖ δὲ τὰ ἀδύνατα τῇ πρώτῃ τῶν πολλῶν θεῶν ὑποθέσει, τῶν πρώτων καὶ δευτέρων καὶ τρίτων), ἀδύνατος ἄρα καὶ ἡ πρώτη ἐκείνη ὑπόθεσις.

| Ἑνάδες πρῶτοι ἀμέθεκτοι | Νόες πρῶτοι | <ἀνάλογον> | Ψυχαὶ ὅλαι | Φύσεις ὅλαι καὶ πρῶται | |---|---|---|---|---| | Ἑνάδες δεύτεραι καὶ κοινῶς πᾶσι μεθεκταί | Νόες δεύτεροι | | Ψυχαὶ δεύτεραι | Φύσεις δεύτεραι | | Ἑνάδες τρίται καὶ μερικαὶ | Νόες τρίτοι | | Ψυχαὶ τρίται | φύσεις τρίται | | Σειρὰ ἑνάδων | Σειρὰ νόων | | Σειρὰ ψυχῶν | Σειρὰ φύσεων | Ἔκθεσις ὅλη ὡς ἐπὶ μιᾶς δι’ ὅλων σειρᾶς | Ἑνάδες | πρῶται δεύτεραι τρίται | Διάκοσμος | |---|---|---| | Νόες | πρῶτοι δεύτεροι τρίτοι | Διάκοσμος | | Ψυχαί | πρῶται δεύτεραι τρίται | Διάκοσμος | | Φύσεις | πρῶται δεύτεραι τρίται | Διάκοσμος |

ριβʹ. Πάσης τάξεως τὰ πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν ... (98,33-100,4) Τάξιν καὶ διακόσμησιν καὶ σειρὰν ἐπὶ τοῦ αὐτοῦ λαμβάνει, κατ’ ἄλλο μέντοι καὶ ἄλλο· τάξιν μὲν γὰρ διὰ τὸ διατετάχθαι καὶ τὸ μὲν εἶναι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον· διακόσμησιν δὲ διὰ τὸ τὰ οὕτω διατεταγμένα διάφορα ὄντα πρὸς ἄλληλα κοινωνεῖν ἀλλήλοις καὶ πράγματος καὶ ὀνόματος καὶ οὕτως οἷον ἴδιόν τινα κόσμον συμπληροῦν, ὡς τὸν μὲν εἶναι κόσμον ἑνάδων, τὸν δὲ νόων, τὸν δὲ ψυχῶν, τὸν δὲ φύσεων· σειρὰν δὲ διὰ τὴν ἀλληλουχίαν.

Τὸ δὲ πρώτιστον νῦν ὀνομάζει γένος ἀκρότατον καὶ καθ’ ἑκάστην διακόσμησιν καίτοι τοῦ γένους συνωνύμως τῶν ὑπ’ αὐτὸ κατηγορουμένου, τούτων δὲ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν προϊόντων, καθάπερ οὗτος ἐπεσημήνατο. κἀνταῦθα δὲ πάσης τάξεως τὰ πρώτιστά φησι μορφὴν ἔχειν τῶν πρὸ αὐτῶν, ὡς δῆλον γίνεσθαι κἀντεῦθεν· ὅτι καὶ ἐν τοῖς προλαβοῦσι κεφαλαίοις περὶ τούτων ἦν ὁ λόγος αὐτῷ τῶν ἀμεθέκτων καὶ καθ’ ἑκάστην τάξιν πρωτίστων, καὶ ταῦτα οἰκείας ὁλότητας τῶν μερικῶν ὠνόμασεν, ἐν οἷς ἱκανῶς καὶ τὸ περιττόν τε καὶ πεπλασμένον εἰκῇ τῆς τούτων ὑποθέσεως ἐξελήλεγκται, μιᾶς ἀναφανείσης τῆς πάντων πρωτίστης καὶ ὑπερτάτης ἀρχῆς, ἧς πάντα μετέχει καὶ πρὸς ἣν ἀνήρτηται διὰ μιᾶς σειρᾶς, τὰ δὲ μᾶλλον, τὰ δὲ ἧττον ἐγγίζοντα κατὰ τὸ τῆς μετοχῆς πλέον ἢ ἔλαττον.

ριγʹ. Πᾶς ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν ... (100,5- 15) Ἐν τῷ πρὸ τοῦδε γένος ὀνομάσας τὸ καθ’ ἑκάστην ἀκρότατον διακόσμησιν, ἐν τῷδε πάλιν ὑπαλλάττει τοῦ διακόσμου τὸ ὄνομα καὶ ἀντὶ τοῦ εἰπεῖν θεῖον διάκοσμον, θεῖον ἀριθμὸν ὀνομάζει τὸ πλῆθος τῶν κατ’ αὐτὸν θεῶν, πανούργως τῇ τῶν ὀνομάτων ἐξαλλαγῇ χρώμενος, ἵνα τῇ ἐκ ταύτης ἀσαφείᾳ συσκιάζῃ τὰς ἀτοπίας τῶν ὑποθέσεων.

Ἀλλὰ τίς ὁ θεῖος ἀριθμὸς καὶ πότερον πεπερασμένος ἢ ἄπειρος κατὰ τὸ ποσόν; ἀλλ’ ἄπειρον μὲν οὐκ ἂν εἴποι ὁ πᾶν τὸ ὄντως ὂν μήτε κατὰ μέγεθος μήτε κατὰ πλῆθος ἄπειρον εἶναι προαποφηνάμενος· ἢ τοῦτο εἰπὼν οὐκ ὄντως ὄντα τὸν θεῖον ἀριθμὸν λέγειν ἀναγκασθήσεται καὶ τῇ ἀληθείᾳ καὶ ἡμῖν οὕτω συμφήσει. εἰ δὲ πεπερασμένος, πόσος οὗτος καὶ τίς καὶ πῶς τὸ θεῖον ἀριθμητόν, ὡς καὶ ἀριθμοῦ καὶ πλήθους τὸ θεῖον μετέχειν, καὶ πρὸ τῶν θεῶν εἶναι καὶ κρείττω τῶν θεῶν τὸν ὑπ’ αὐτῶν μετεχόμενον ἀριθμὸν καὶ τὸ κατ’ αὐτὸν πλῆθος καὶ πρὸ τούτων γε τὰ ἀμέθεκτα, εἴπερ παντὸς τοῦ μετέχοντος καὶ κατὰ τοῦτον κρεῖττον τὸ μετεχόμενον καὶ τούτου γε τὸ ἀμέθεκτον, ἵνα κἀκεῖ τὸ συμβεβηκὸς ᾖ τῆς οὐσίας κρεῖττον κἀκεῖθεν ὁ αὐτὸς λόγος ἐντεῦθεν προβῇ; εἰ δὲ μήτε πεπερασμένος μήτε ἄπειρος, οὐδὲ ἀριθμὸς ἄρα οὐδὲ πλῆθός ἐστιν, ἀλλ’ εἷς ὁ θεός, ὡς καὶ ἡμεῖς φαμεν· οὔκουν οὐδ’ ἑνιαῖος ἀλλ’ αὐτὸ τοῦτο εἷς, οὐχ οἷος καὶ ἄλλοις συντάττεσθαι καὶ οὕτω μεθέξει τοῦ ἑνὸς εἷς εἶναι ἀλλὰ πρὸ πάντων καὶ ὑπὲρ πάντα. εἰ δὲ καὶ τρία τὸ θεῖον διὰ τὴν φυσικὴν γονιμότητα, ἀλλ’ οὐχὶ καὶ τρεῖς θεοὶ ἡμῖν τὸ σεβόμενον, ἀλλὰ καὶ τῶν τριῶν ἕκαστον ἓν καὶ τὸ ὅλον ἕν, οὐχ οἷον ἕν τι τῶν πάντων οὐδὲ τρία ἄττα, ἀλλ’ ὅλον κρύφιον καὶ ἀπόρρητον καὶ ἑαυτῷ μόνον γνωστόν.

Πολλὴν δὲ καὶ ἄλλην ἀτοπίαν τουτὶ τὸ κεφάλαιον ἐπισύρεται μετὰ τοῦ τὸν ἀριθμὸν ἐπέκεινα τῶν θεῶν τίθεσθαι ὡς μετεχόμενον μετεχόντων· τὸ πᾶσι τοῖς ἀρχικοῖς αἰτίοις συντάττειν τὸ ἕν, ὃ δεῖ πάντων προεξῃρῆσθαι, τὸ τὴν ἀναλογίαν τούτου πρὸς τὰ συγγενῆ κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων λαμβάνειν, τὸ συγγενὲς τῷ ἑνὶ τὸ ὅμοιον πλῆθος εἰσάγειν, ἵνα μὴ μόνον ἄλλο τι γένος πρὸ τοῦ ἑνὸς καὶ τοῦ πλήθους φαντάζηται, οὗ ταῦτα μετέχοντα συγγενῆ λέγονται, ἀλλὰ καὶ ὁμοιότης εἴτουν ποιότης τούτων ἐνθεωρῆται, καὶ μὴ ποσότητος μόνον ἀλλὰ καὶ ποιότητος μετέχῃ τὸ ἕν, ὡς σύνθετον ὂν ἔκ τε τούτων καὶ τῆς κατ’ αὐτὸν οὐσίας.

ριδʹ. Πᾶς θεὸς ἑνάς ἐστιν αὐτοτελής, καὶ πᾶσα αὐτοτελὴς ἑνὰς θεὸς ... (100,16-27) Εἰ θεός, οὐ πᾶς· καὶ εἰ πᾶς, οὐ θεός, ὅτι μηδὲ πλῆθος ὁ θεός· ἐπὶ πλήθους δὲ τὸ πᾶν λέγεται. Αὐτοτελὴς ἑνὰς ἤγουν τελεία ὑπόστασις ὁ πατὴρ καὶ τελεία ὑπόστασις ὁ υἱὸς καὶ τελεία ὑπόστασις τὸ πνεῦμα τὸ ἅγιον, τρία τέλεια, τρεῖς ὑποστάσεις, οὐ τρεῖς δὲ θεοὶ οὐδὲ τρεῖς ἑνάδες ἁπλῶς, ὅτι μὴ καθὸ θεὸς ἢ καθὸ ἑνὰς ἕκαστον τῶν λοιπῶν διαφέρει ἀλλ’ ἢ κατὰ τὰς ὑποστατικὰς ἰδιότητας, καθ’ ἃς τὸ μὲν πατήρ, τὸ δὲ υἱός, τὸ δὲ πνεῦμα ἐστί τε καὶ λέγεται. ταῦτα δὲ οὐκ οἴκοθεν αὐτοὶ λέγομεν ἀλλὰ παρ’ αὐτοῦ τοῦ υἱοῦ μαθόντες. εἴρηται δὲ ἡμῖν περὶ τούτων πλατύτερον ἐν τοῖς εἰς τὸ ξδʹ κεφάλαιον παραγεγραμμένοις. ἐκ πάντων οὖν τῶν εἰρημένων ἡμῖν ποριστέον, ὡς ἔστιν αὐτοτελὴς ἑνὰς καὶ θεὸς εἷς καὶ μόνος ἡ παρ’ ἡμῖν ἁγία τριὰς ἡ αὐτὴ καὶ μονάς, τὸ μὲν διὰ τὴν τοῦ πατρὸς οἰκείαν ἑαυτῷ γονιμότητα καὶ τὸ τρισσὸν τῶν ὑποστάσεων εἴτουν προσώπων ἰδιαζόντων, τὸ δὲ διὰ τὴν τῆς φύσεως εἴτουν οὐσίας ταὐτότητα, καθ’ ἣν καὶ τῶν τριῶν ἕκαστον ἰδίᾳ καὶ τὸ ὅλον ἅμα τὰ τρία αὐτοτελὴς ἑνὰς καὶ θεὸς τέλειος.

οὐδὲν γὰρ ἐκεῖ ἀτελὲς οὐδὲ προσδεὲς ἑτέρου πρὸς τελειότητα οὐδὲ κατὰ τοὺς ψευδωνύμως λεγομένους πολλοὺς θεοὺς καὶ τὴν περὶ αὐτῶν τοῦ σοφοῦ τοῦδε βατολογίαν κατὰ συγγένειαν μετέχον τῆς θείας ἰδιότητος· οὔμενουν οὐδ’ ἑνιαῖος οὐδὲ θεὸς κατὰ μέθεξιν ἀλλ’ αὐτοενὰς καὶ αὐτοθεὸς ἥ τε τριὰς ὅλη καὶ ἕκαστον τῶν τριῶν. λέληθε δὲ ὁ σοφὸς αὐτὸς ἑαυτὸν ἀνατρέπων ἐν τῷ συγγένειάν τε τῶν πολλῶν εἰσάγειν θεῶν πρὸς ἑαυτούς τε καὶ πρὸς τὸ ἓν καὶ οὓς αὐτοτελεῖς εἶναι βούλεται θεοὺς καὶ ἑνάδας τούτους μετέχειν κατ’ ἄμφω λέγειν τῆς θείας ἰδιότητος. οὐδὲ γὰρ μετέχον κατ’ ἐκεῖνο αὐτό, οὗ μετέχει, αὐτοτελές ἐστιν, ὁπότε καὶ κατὰ τοῦτον πᾶν τὸ μετεχόμενον κρεῖττόν ἐστι τοῦ μετέχοντος. καὶ πῶς ἂν εἴη θεὸς ὁ μετέχων ἑτέρου καὶ κατὰ τοῦτο χείρων ἐκείνου;

Αὐτοτελεῖς ἔοικε λέγειν ἑνάδας τὰς τῇ τάξει δευτέρας εἴτουν τὰς ἀπὸ τῶν πρώτων καὶ ἀρχικῶν ὑφισταμένας, τὰς δὲ τρίτας οὐκ αὐτοτελεῖς ἀλλὰ μόνον ἐλλάμψεις δεομένας ὑποκειμένων, ἵνα ἐν αὐτοῖς ὑποστῶσιν, ὡς αὐτὸς εἶπεν ἐν τῷ ξδʹ κεφαλαίῳ· ὥστε αἱ τρίται οὐ θεοί, ὅτι μὴ αὐτοτελεῖς. καὶ πῶς θεῖοι οἱ τῶν μὴ θεῶν μετέχοντες ἤγουν οἱ προσεχῶς αὐτῶν κατὰ τὴν ὅλην σειρὰν ἐξημμένοι νόες;

ριεʹ. Πᾶς θεὸς ὑπερούσιός ἐστι καὶ ὑπέρζωος καὶ ὑπέρνους ... (100,28-102,12) Οὐ πᾶς θεὸς ἀλλ’ ὁ εἷς καὶ μόνος θεός, ὃς τὰ πάντα ἐστὶν ὑπεροχικῶς, ὡς πάντα προέχων κατ’ αἰτίαν καὶ παράγων ἀφ’ ἑαυτοῦ. ἐπεὶ τῶν πολλῶν πῶς ἕκαστος πάντα; καὶ εἰ πάντα ὁ τούτων εἷς, τί δεῖ τῶν λοιπῶν; ἢ γὰρ διαφέρουσιν ἀλλήλων καὶ οὐ κοινὸν ἐκεῖνο, ᾧ διαφέρουσι, οὐκοῦν οὐδὲ πάντα ἕκαστος (πάρα γὰρ τὸ διάφορον)· ἢ οὐ διαφέρουσι, καὶ μηδὲ πολλοὶ λεγέσθωσαν ἀλλ’ εἷς, ὥσπερ ἄρα καὶ ἡμεῖς τρία ἀριθμοῦντες, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἕνα φαμὲν τὰ τρία θεόν, ὅτι μηδὲν ἔχομεν εἰπεῖν, ᾧ τὰ τρία κατὰ τὴν φύσιν τῆς θεότητος διαφέρουσιν ἀλλήλων καίπερ ὄντα τρία κατὰ τὰς ὑποστατικὰς ἰδιότητας. ταῦτα δὲ καὶ οὐσίαν φαμὲν ὑπερούσιον καὶ ὑπέρζων ζωὴν καὶ ὑπέρνοον νοῦν καὶ τρία μὲν ἀσυγχύτως ἡνωμένα κατὰ τὰς ὑποστάσεις, τὸ ἓν δὲ ἀδιαιρέτως κατὰ τὴν φύσιν. καὶ οἱ μὲν κατὰ τοῦτον πολλοὶ θεοὶ πλῆθος ὄντες, καθὸ καὶ τὸ πᾶς περὶ αὐτῶν λέγεται, οὔτ’ αὐτοτελεῖς ἑνάδες οὔτε θεοὶ κυρίως εἰσί· πᾶν γὰρ πλῆθος μετέχει πῃ τοῦ ἑνός, οὐ μὴν αὐτὸ τὸ ἕν ἐστι· διὸ οὐδ’ αὐτοτελεῖς ἑνάδες ἀλλ’ εἴπερ ἄρα ἡνωμένοι λέγοιντ’ ἄν, οὔκουν οὐδὲ κυρίως θεοί, οἵ γε κατ’ ἄμφω, τό τε ἑνάδες εἶναι καὶ τὸ ἀγαθοὶ τῆς θείας μετέχειν ἰδιότητος, ὡς αὐτὸς οὗτος ἐν τῷ πρὸ τοῦδε φθάσας εἴρηκε κεφαλαίῳ.

ἡ δὲ καθ’ ἡμᾶς τριὰς ἡ αὐτὴ καὶ μονάς, ἡ μία καὶ μόνη πάντων οὖσα τῶν ὄντων ἀρχὴ καὶ πάντα κατ’ αἰτίαν ἐν ἑαυτῇ προέχουσά τε καὶ ὑπερέχουσα καὶ πᾶσιν ἀφ’ ἑαυτῆς ἐνδιδοῦσα τό τε ἡνῶσθαι καὶ τὸ διακεκρίσθαι, τὸ μὲν ὡς αὐτὸ τὸ ἓν οὖσα, τὸ δὲ ὡς τριάς, καὶ μέντοι τὸ εἶναι, τὸ ζῆν, τὸ νοεῖν, ὡς αὐτὴ οὖσα ἡ πρώτη οὐσία, ἡ πρώτη ζωή, ὁ πρώτιστος νοῦς, αὐτὴ δὴ καὶ μόνη τό τε πρὸ πάντων καὶ ὑπέρτατον ἓν καὶ τἀγαθόν, οὗ πάντα ἐφίεται, καὶ ὁ εἷς καὶ μόνος θεὸς καὶ ὑπερούσιος καὶ ὑπέρζως καὶ ὑπέρνοος καὶ ἁπλῶς πάντα μετὰ τῆς ἑκάστου ὑπεροχῆς δικαιοῖτ’ ἂν κυριώτατα λέγεσθαι, οὔτε δὲ σειρὰ θεῶν πλειόνων περὶ αὐτὴν οὔτε θεῖος ἀριθμὸς οὔτε γένος οὔτε τάξις οὔτε διάκοσμος, ἵν’ οἱ μὲν πρῶτοι ὦσι θεοὶ καὶ ἀμέθεκτοι, οἱ δὲ δεύτεροί τε καὶ μεθεκτοί, οἱ δὲ τρίτοι καὶ μετέχοντες, ὡς καὶ τὸ χεῖρον εἰς τοὺς θεοὺς προχωρεῖν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, καὶ τοὺς μὲν εἶναι χείρους τῶν πρώτων τε καὶ κρειττόνων, τοὺς δευτέρους, ἔτι δὲ χείρους τῶν χειρόνων τούτων τοὺς τρίτους· ἅπερ ἅπαντα διαπέφευγεν ἡ καθ’ ἡμᾶς μία πάντων ἀρχὴ πάντα προοῦσα καὶ ὑπεροῦσα καὶ αὖ μηδὲν οὖσα τῶν πάντων διὰ τὴν ὑπερεξῃρημένην ὑπεροχὴν πρός τε τἄλλα καὶ πρὸς πᾶσαν ἕνωσίν τε καὶ διάκρισιν, ὅθεν καὶ ὡς οὔτε ἓν οὖσα οὔτε τρία κρυφιομύστως ὑμνολογεῖται κατὰ τὸν τὰ θεῖα πολὺν Διονύσιον.

ριϛʹ. Πᾶς θεὸς μεθεκτός ἐστι, πλὴν τοῦ ἑνός ... (102,13-27) Οὐ πᾶς θεὸς ἀλλ’ ὁ μόνος θεὸς καὶ μεθεκτός ἐστι καὶ οὐ μεθεκτός· καὶ ὅπως οὐδὲν ταύτῃ τῇ ὑποθέσει ἀδύνατον ἀπαντᾷ, ἤδη προείρηται. καὶ νῦν δὲ ὑπομνηστέον ὅτι φύσις ὢν ἁπλῆ, ἄϋλος, ἀσώματος οὐδὲν κωλύεται καὶ πανταχοῦ παρεῖναι καὶ οὐδαμοῦ καὶ ὑπὸ τῶν καθ’ ἕκαστα πάντων μετέχεσθαι καὶ μένειν ὅλως ἀμέθεκτος, ὡς ἐν μηδενὶ συγκλειόμενος.

Τρεῖς εἰσι κατὰ τὰς ὑποστάσεις αἱ πρῶται ἑνάδες τούτῳ μόνῳ διαφέρουσαι ἀλλήλων, ὅτι ἡ μέν ἐστι ἀγέννητος, ἡ δὲ γεννητή, ἡ δὲ ἐκπορευτή, καθὸ δὲ θεὸς καὶ ἑνὰς ἑκάστη οὐδὲν διαφέρουσαι· διὸ καὶ μεθεκταὶ καὶ ἀμέθεκτοι ὡσαύτως αἱ τρεῖς. ὁ δὲ σοφὸς καὶ δύο ὑποστάσεις εἶναί φησι ἕκαστον τῶν αὐτοῦ θεῶν, οὐθ’ ὅπως ἁπλοῦν ἔτι τηρήσῃ τὸν θεὸν ἐπιδόμενος οὔτε τὸ πᾶσι δῆλον καὶ κοινὸν ὁμολόγημα συνιδὼν ὅτι δύο μὲν φύσεις εἰς μίαν ὑπόστασιν συνελθεῖν οὐκ ἀδύνατον. καὶ γὰρ ἄλλη ψυχῆς καὶ ἄλλη σώματος φύσις καὶ ὅμως ἑκάστη τῶν ἐμψύχων ὑπόστασις συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος· δύο δὲ ὑποστάσεις εἰς μίαν φύσιν συνῆλθον οὐδέποτε. οὕτως οἱ τῶν Ἑλλήνων σοφοὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν.

Ὅρα γὰρ ὅτι τὸ οὐχ ἓν ὑπόστασίν τινα λέγειν ἄλλην παρὰ τὸ ἕν, ὡς ἄρα καὶ τοῦ ἑνός, τοῦ ἐν τῇ ἄλλῃ παρ’ αὐτὸ ὑποστάσει ὑφισταμένῃ, ὑποστάσεως ὄντος. ἀλλ’ ἡμεῖς τὰς τρεῖς τῆς μιᾶς θεότητος ὑποστάσεις ἡνωμένας ἀσυγχύτως καὶ διακεκριμένας ἀχωρίστως τηροῦντες τὴν μίαν τῶν τριῶν τούτων, τὸν υἱὸν καὶ λόγον, φαμὲν τὴν ἡμετέραν προσλαβέσθαι φύσιν ἐν ἑαυτῷ ὑποστάντα, οὐκ αὐτὸν ἐν ἄλλῃ παρ’ ἑαυτὸν ὑποστάσει γενόμενον ἀλλὰ τὸν αὐτὸν εἴτουν τὴν μίαν ὑπόστασιν τῆς θεότητος τὴν αὐτὴν καὶ τῆς ἀνθρωπότητος ὑπόστασιν χρηματίσαντα· καὶ οὕτω τὰ ἄτοπα πάντα πάντοθεν διαφεύγομεν.

ριζʹ. Πᾶς θεὸς μέτρον ἐστὶ τῶν ὄντων ... (102,28- 104,4) Ὁ θεὸς πάντα μετρεῖ τὰ ὄντα καὶ ὁρίζει καὶ περατοῖ οὐχ ὡς αὐτὸς μέτρον ὢν ἀλλ’ ὡς τὰ μέτρα πάντων προέχων ἐν ἑαυτῷ καὶ ἀφορίζων ἑκάστῳ τὸ οἰκεῖον κατ’ ἀξίαν· ἐπεὶ πᾶν μέτρον ἴσον ἐστὶ τῷ μετρουμένῳ ἢ ἔλαττον, μεῖζον δὲ οὐχί· οὐ γὰρ ὁ δέκα μετρεῖ τὰ πέντε ἀλλ’ ὁ πέντε τὸν δέκα· μετρεῖ δὲ καὶ ὁ τοσόσδε χρόνος τὴν ἴσην αὐτῷ γένεσιν· ἴσον δὲ τὸν θεὸν λέγειν τινὶ τῶν ὄντων οὐ θεμιτόν, πολλῷ δὲ μᾶλλον οὐδὲ ἐλάττω.

ριηʹ. Πᾶν ὅ,τι περ ἂν ἐν τοῖς θεοῖς ᾖ, κατὰ τὴν αὐτῶν ἰδιότητα προϋφέστηκεν ἐν αὐτοῖς, καὶ ἔστιν ἡ ἰδιότης αὐτῶν ἑνιαία καὶ ὑπερούσιος· ἑνιαίως ἄρα καὶ ὑπερουσίως πάντα ἐν αὐτοῖς ... (104,5-15) Πάντα ἐστὶν ἐν τῷ θεῷ κατ’ αἰτίαν ἑνιαίως καὶ ὑπερουσίως, καθ’ ὕπαρξιν δὲ ὅ,τι ποτέ ἐστιν ὁ θεός, οἶδεν οὐδείς· θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε οὐδὲ ἰδεῖν δύναται, φασὶν οἱ ἀληθινοὶ θεολόγοι.

Ἔτι γε μὴν μᾶλλον οὐδέ τι κατὰ μέθεξιν εἶναι τὸν θεὸν εἰπεῖν θεμιτόν, περὶ δὲ τῶν ψευδωνύμων θεῶν πῶς φῄς, ὦ Πρόκλε, μηδὲν ἐν αὐτοῖς εἶναι κατὰ μέθεξιν, ὁπότε καὶ ἓν εἶναι καὶ οὐχ ἓν ἕκαστον αὐτῶν ἀνεῖπας καὶ οὐχὶ τὸ ἓν ὡς καθ’ ὕπαρξιν ὄντας ἓν ἀλλ’ ἑνιαίους ὠνόμασας, ὡς κατὰ μετοχὴν τὸ ἓν ἔχοντας; ἢ οὖν μετέχουσι τοῦ ἑνός, καὶ πῶς μηδὲν ἐν αὐτοῖς εἶναι κατὰ μέθεξιν φῂς καὶ διατὶ μὴ θείους μᾶλλον ὥσπερ δὴ καὶ ἑνιαίους κατὰ μετοχὴν τοῦ ἑνὸς εἴτουν θεοῦ, ἐπειδὴ ταὐτὸν ὁ θεὸς καὶ τὸ ἕν, αὐτοὺς ὀνομάζεις; ἢ οὐ μετέχουσιν, ὡς φῄς, καὶ οὔτε θεῖοι οὔτε θεοὶ πολλῷ μᾶλλόν εἰσιν.

ριθʹ. Πᾶς θεὸς κατὰ τὴν ὑπερούσιον ἀγαθότητα ὑφέστηκε, καὶ ἔστιν ἀγαθὸς οὔτε καθ’ ἕξιν οὔτε κατ’ οὐσίαν (καὶ γὰρ αἱ ἕξεις καὶ αἱ οὐσίαι δευτέραν καὶ πολλοστὴν ἔλαχον τάξιν ἀπὸ τῶν θεῶν), ἀλλ’ ὑπερουσίως ... (104,16-30) Ἐδίδαξεν ἡμᾶς ὁ τὴν ὅλην ἀγαθότητα συλλαβὼν ἐν ἑαυτῷ καὶ ἔχων ὑπερουσίως υἱὸς καὶ θεὸς μετὰ τοῦ πατρὸς καὶ τοῦ παναγίου πνεύματος, ὅτι οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ᾧ καὶ μάλιστα πιστευτέον, καὶ παραιτητέον τὸ πᾶς θεὸς λέγειν· οὐ γὰρ ἁρμόζει τὸ πᾶς ἐπὶ τοῦ ἑνὸς θεοῦ λέγεσθαι, ὡς πολλάκις προσεσημείωται. οὔκουν πᾶς ῥητέον θεὸς ἀλλ’ ὁ θεὸς καὶ ἀγαθὸς καὶ σοφὸς καὶ δίκαιος καὶ ὢν καὶ ἕν, καὶ ὅπερ ἂν ἄλλο λέγηται εἶναι ὑπερουσίως, τοῦτό ἐστι αὐτὸς ὤν, τὸ πρῶτον, τὸ ἕν, τἀγαθόν, τὸ ὄν, τὸ σοφόν, τὸ δυνατόν, τὰ πάντα ἁπλῶς, ὅσα τὰ μὲν μετ’ αὐτὸν κατ’ οὐσίαν ἢ ἕξιν ἔστιν τε καὶ λέγεται, αὐτὸς δὲ πρόεστι κατ’ αἰτίαν ἐν ἑαυτῷ συλλαβὼν καὶ ὢν πάντα ὑπερουσίως. ὁ μέγας τοίνυν καὶ τὰ θεῖα πολὺς Διονύσιος διὰ τὴν ὑπερουσιότητα ταύτην καὶ τὰς ἀποφάσεις πάντων μᾶλλον ἢ τὰς καταφάσεις ἀληθεύειν ἐπ’ αὐτοῦ καὶ τὰς στερήσεις ἢ τὰς ἕξεις ἀξιοῖ, οὐ κατὰ τὸ χεῖρον ἀλλὰ κατὰ τὸ ὑπερέχον καὶ ἀσυγκρίτως κρεῖττον τῶν ἕξων καὶ τῶν καταφάσεων τὰς στερήσεις καὶ τὰς ἀποφάσεις ἐκλαμβανόμενος καὶ ὑψηλότερον περὶ τοῦ ἀκαταλήπτου διανοούμενος.

ρκʹ. Πᾶς θεὸς ἐν τῇ ἑαυτοῦ ὑπάρξει τὸ προνοεῖν τῶν ὅλων κέκτηται· καὶ τὸ πρώτως προνοεῖν ἐν τοῖς θεοῖς ... (104,31-106,9) Ὁ θεὸς ὁ πάντων αἴτιος καὶ πάντων προνοητής ἐστιν οὐ τῶν ὅλων μόνον ἀλλὰ καὶ τῶν μερῶν, μέχρι καὶ τῶν ἐσχάτων. διατί γὰρ οὐ διὰ πάντων ἡ θεία διήξει πρόνοια; εἰ μὴ καὶ ἀσθενῆ καὶ ἐνδεᾶ ταύτην φαίη τις, ὅπερ ἄτοπον· οὐκοῦν πάντων προνοητὴς ὁ θεός. τὰ δ’ ὅσα μετὰ θεὸν δικαιότερον ἂν λειτουργεῖν τῇ θείᾳ προνοίᾳ ἢ προνοεῖν λέγοιντο· οὕτω γοῦν καὶ λειτουργικὰ λέγονται πνεύματα.