Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Προοίμιο και εισαγωγή

Ο συγγραφέας εκθέτει τον κίνδυνο που διατρέχουν οι χριστιανοί από τη θύραθεν φιλοσοφία και παρομοιάζει τη «Θεολογική Στοιχείωση» του Πρόκλου με τον πύργο της Βαβέλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 1 από 12

Νικολάου Ἐπισκόπου Μεθώνης Ἀνάπτυξις τῆς Θεολογικῆς Στοιχειώσεως Πρόκλου τοῦ Λυκίου πλατωνικοῦ φιλοσόφου πρὸς τὸ μὴ συναρπάζεσθαι τοὺς ἀναγινώσκοντας ὑπὸ τῆς ὑποφαινομένης αὐτῇ πειθανάγκης καὶ σκανδαλίζεσθαι κατὰ τῆς ἀληθοῦς πίστεως. Προοίμιον Θαυμαστὸν οὐδέν, ἐὰν Ἕλληνες, οἱ τὴν ἀνθρωπίνην καὶ καταργουμένην ἐν Χριστῷ σοφίαν ζητοῦντες, ᾗ φησι Παῦλος ὁ θεῖος ἀπόστολος, μωρίαν ἡγῶνται τὴν ἀληθινὴν καὶ ἡμετέραν σοφίαν καὶ πλατὺν ἡμῶν καταχέωσι γέλωτα, τὴν εἰς τὸν ἐσταυρωμένον πίστιν προβαλλομένων καὶ διδασκάλους ἀγραμμάτους καὶ ἁλιεῖς ἐπιγραφομένων· ψυχικοὶ γὰρ ὄντες ἄνθρωποι κατὰ τὸν αὐτὸν ἀπόστολον οὐ δέχονται τὰ τοῦ πνεύματος καὶ τὸν νοῦν ταῖς ψευδοδοξίαις ἐσκοτισμένοι τῷ λαμπρῷ φωτὶ τῆς ἀληθείας προσβλέπειν οὐ δύνανται. ἀλλὰ θαυμάσειεν ἄν τις εἰκότως, ὅπως καί τινες τῆς ἔνδον ταύτης καὶ ἡμετέρας γεγονότες αὐλῆς καὶ τὴν χριστώνυμον κλῆσιν πλουτήσαντες καὶ τῆς χάριτος ἀπολαύσαντες καὶ μυστηρίων θείων γευσάμενοι, ἐπειδὴ καὶ τῆς ἔξω παιδείας μετέσχον ἤ που καὶ ἀκροθιγῶς ἥψαντο, ἐπίπροσθεν τῶν οἰκείων τίθενται τὰ ἀλλότρια, τούτων μὲν τὸ σαφὲς καὶ ἁπλοῦν καὶ ἀκατάσκευον ὡς εὐτελὲς διαπτύοντες, ἐκείνων δὲ τὸ ποικίλον καὶ γρῖφον καὶ κομψὸν ὡς ὄντως σεμνόν τε καὶ σοφὸν ἐκθειάζοντες, οὐδὲ τοῦ καλῶς εἰρηκότος ἀκούειν ἐθέλοντες, σοφὸν τὸ σαφές, οὐ τὸ μὴ σαφές.

ὅθεν αὐτοῖς καὶ τὰ πολλὰ προσκόπτειν συμβαίνει καὶ τῆς ὀρθῆς ἐκτρέπεσθαι πίστεως καὶ ταῖς σεσοφισμέναις πειθανάγκαις ὑπαγομένοις εἰς βλασφημιῶν αἱρέσεις ὑπολισθαίνειν. ὅπερ ἵνα μὴ πάθωσι καὶ τῶν νῦν πολλοὶ προνοούμενος, ὅσοι τὰ Πρόκλου τοῦ Λυκίου κεφάλαια σπουδῆς ἄξια κρίνουσιν, ἅπερ αὐτῷ Θεολογικὴ Στοιχείωσις ἐπιγράφεται, δεῖν ἔγνων ἐπιμελῶς αὐτοῖς τὸν νοῦν ἐπιστήσας τὸ καθ’ ἕκαστον αὐτῶν πρὸς τὴν θείαν πίστιν ἀντίδοξον ἐπισημήνασθαι μετὰ καί τινος ἐλέγχου τὸ μεμηχανημένον καὶ τῇ κομψείᾳ ὑποκρυπτόμενον καὶ τοὺς πολλοὺς οὕτω διαφεῦγον ψεῦδος ἀνακαλύπτοντος.

Ἄρχομαι τοίνυν τοῦ ἐγχειρήματος οὐ σοφίᾳ θαρρήσας οἰκείᾳ, οὐδὲ τὴν θύραθεν ἐξ ἀνθρωπίνης διδασκαλίας προσγενομένην μοι φιλοτιμούμενος ἐπιδείξασθαι (οὐ γὰρ ἀγνοῶ τὴν ἑκατέρωθέν μοι προσοῦσαν ἄγνοιαν, ἔκ τε φυσικῆς ἀσθενείας, ἔκ τε γνωμικῆς ῥαθυμίας), ἀλλὰ τὸν ἐν ἀρχῇ καὶ πρὸς τὸν θεὸν καὶ θεὸν ὄντα λόγον, τὴν αὐτοσοφίαν, τὸ ἀληθινὸν φῶς τὸ φωτίζον καὶ σοφίζον τυφλοὺς ἐπικαλεσάμενος καὶ παρ’ αὐτοῦ λόγον αἰτήσας ἐν ἀνοίξει τοῦ στόματος καὶ λαβεῖν πιστεύσας κατὰ τὴν αὐτοῦ παναληθεστάτην ὑπόσχεσιν οὐ λόγον μόνον ἀλλὰ καὶ στόμα καὶ σοφίαν ἀκαταγώνιστον, ταύτῃ τοι τῇ πίστει περιφραχθείς, θαρρούντως ἤδη πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους χωρῶ, σαφῶς εἰδὼς ὡς οὐδὲν οἰκεῖον ἐρῶ, μᾶλλον δὲ οὐδ’ ἐρῶ ἀλλ’ ἀκούσομαι, προφητικῶς εἰπεῖν, ἅπερ ἂν ἐμοὶ λαλήσῃ ἐκεῖνος ὁ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, οὗ τὸ μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ ὃς τὰ τοῦ κόσμου μωρὰ ἐξελέξατο καὶ διὰ τῶν τοιούτων κατῄσχυνε τοὺς σοφούς, καὶ τὴν σοφίαν αὐτῶν, ὡς προεῖπεν, ἀπώλεσε καὶ τὴν σύνεσιν τῶν συνετῶν εἶναι δοκούντων ἠθέτησεν, οὗ τὰ μυστήρια ἀπὸ μὲν σοφῶν καὶ συνετῶν ἀπεκρύβη, τοῖς δὲ νηπίοις ἀπεκαλύφθη.

Ἐσοφίσαντο μὲν οὖν καὶ οἱ μετὰ Νῶε καὶ τὸν ἐπὶ Νῶε κατακλυσμὸν πύργον ἑαυτοῖς οἰκοδομῆσαι εἰς οὐρανὸν τῷ ὕψει διήκοντα· καὶ μέντοι γε πλίνθους ὤπτησαν καὶ ἄσφαλτος αὐτοῖς γέγονεν ὁ πηλὸς καὶ ἐπυργοποίησαν. προετύπου δὲ ἄρα Νῶε Χριστόν, ὁ μετὰ τὴν πρώτην γένεσιν ξυλίνῃ κιβωτῷ δεύτερα ζωῆς διασώσας σπέρματα καὶ μετὰ τὸν Ἀδὰμ ἀρχηγὸς κόσμου δι’ ἀρετὴν καταστάς, τὸν τῆς καινῆς κτίσεως ἀρχηγόν τε καὶ γενεσιουργὸν καὶ τὴν καθ’ ἡμᾶς νέαν κιβωτόν, τὴν ἐκκλησίαν, τῷ τοῦ σταυροῦ ξύλῳ συμπήξαντα καὶ ταύτῃ κατακλύσαντα μὲν τὴν ἁμαρτίαν καὶ τὸν θάνατον θανατώσαντα, ζωὴν δὲ καὶ σωτηρίαν αἰώνιον ἡμῖν πηγάσαντα δι’ ἀναγεννήσεως τῆς ἐν τῷ βαπτίσματι καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως.

ἐσοφίσαντο δὲ καὶ μετὰ Χριστὸν καὶ τὸ εὐαγγελικὸν κήρυγμα τρόπον ἄλλον πυργοποιῆσαι πολλοὶ μὲν καὶ ἄλλοι, πλατύτερον ᾅδου πυλῶν στόμα κατὰ τῆς ἐκκλησίας καὶ τῆς εὐσεβείας διάραντες, καὶ τὸ μὲν εἰς οὐρανὸν θέμενοι, τῇ δὲ γλώσσῃ τὴν γῆν διαλαβέσθαι φιλονεικότερον ἐπιθέμενοι, οὐχ ἥκιστα δὲ παρὰ πάντας, εἰ μὴ καὶ μᾶλλον, ὁ πολὺς οὗτος τὴν ἔξω σοφίαν καὶ μηδενὶ τῶν πρωτείων παραχωρεῖν νεανιευόμενος Πρόκλος· οὗτος γὰρ οὐκ Ἀριστοτέλει μόνον καὶ Πλάτωνι, Πυθαγόρᾳ τε καὶ τοῖς ἄλλοις συνοργιάσας σοφοῖς ἐν τοῖς τῆς ψευδωνύμου σοφίας δόγμασιν, ἀλλὰ καὶ δαιμόνων αὐτῶν, οὓς ὡς θεοὺς ἔσεβεν, αὐτόπτης καὶ μύστης καὶ θεραπευτὴς γνησιώτατος γεγονώς, πῦρ μὲν ἀνῆψεν καὶ ὡς εἶχε σφοδρῶς ἐξέκαυσε τὸν κατὰ τῆς εὐσεβείας ζῆλον, ἐν τούτῳ δὲ πλίνθους ὤπτησε τοὺς συμφύρτους καὶ παμμιγεῖς ἐκ πάσης παιδείας ἑλληνικῆς λογισμούς, οὓς καὶ εἰς ἕνδεκα πρὸς διακοσίοις ἐπιστήσας κεφάλαια ἄλλον ἐπ’ ἄλλῳ συνθεὶς ἐπύργωσε τῇ ἀλληλουχίᾳ τῶν λογικῶν ἀποδείξεων ἀντὶ ἀσφάλτου χρησάμενος, καὶ διὰ τῆς τοιαύτης κατασκευῆς οὐκ εἰς οὐρανὸν φθάνειν μόνον ἀλλὰ καὶ νόας ὑπερβαίνειν τοὺς ὑπερουρανίους τῇ γνώσει καὶ εἰς θεὸν αὐτὸν τὴν πάντων ἀρχὴν ἀνατρέχειν καὶ τὸν ἀκατάληπτον καταλαμβάνειν ἐτόπασεν.

ἀλλ’ ὁ τοὺς παλαιοὺς τολμητίας καὶ πυργοποιοὺς ἐκείνους τῇ συγχύσει τῶν γλωσσῶν ἀπείρξας τοῦ ἐγχειρήματος, οὗτος ἂν καὶ τὸν νέον τοῦτον πυργοποιὸν τὸν εἰς ὕψος τὸ ὑπερύψιστον ἄμετρα καυχησάμενον αὐτὸν ἑαυτῷ ἐπαναστήσας συγχεεῖ καὶ συσσείσει καὶ συγκαταρράξει τῷ μηχανήματι καὶ ὅπως σκοπῶμεν.