Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 143-169: Θείες τάξεις, δημιουργική ενέργεια και νοητός διάκοσμος

Απόρριψη των πολλαπλών θείων τάξεων και της νεοπλατωνικής θεωρίας περί γεννητικών και καθαρτικών αιτίων. Αντιπαραβολή του θείου Νου με τις αγγελικές δυνάμεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 10 από 12

ρμγʹ. Πάντα τὰ καταδεέστερα τῇ παρουσίᾳ τῶν θεῶν ὑπεξίσταται· κἂν ἐπιτήδειον ᾖ τὸ μετέχον, πᾶν μὲν τὸ ἀλλότριον τοῦ θείου φωτὸς ἐκποδὼν γίνεται, καταλάμπεται δὲ πάντα ἀθρόως ὑπὸ τῶν θεῶν ... 126,8-18 Λαμπρύνεται μὲν πάντα καὶ ἑαυτῶν κρείττω γίνεται τῇ τοῦ θεοῦ παρουσίᾳ, οὐχ οὕτως δὲ ὑπεξίσταται, ὡς εἰς τὸ μὴ εἶναι, ὅ ἐστι προχωρεῖν· οὐ γὰρ φθορᾶς ἢ ἀνυπαρξίας τὸ θεῖον αἴτιον ἀλλὰ τοὐναντίον ἅπαν γενέσεως καὶ ὑπάρξεως. ὅθεν οὐδὲ τὸ τοῦ σωτῆρος ἀνθρώπινον τῇ τῆς θεότητος ἑνώσει τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλὰ καίπερ ἐξ αὐτῆς ἑνώσεως θεωθὲν ἔμεινεν ὅμως ὅπερ ἦν, καθὸ καὶ πέπονθεν ἀληθῶς καὶ ἀπέθανεν. ἐκποδὼν δὲ γέγονεν ὁ θάνατος τῇ ζωῇ ὁμιλήσας, οὐχ ὡς ὤν τι τῶν πάντων, ἀλλ’ ὡς μὴ ὤν· στέρησις γὰρ ὥσπερ τοῦ φωτὸς τὸ σκότος, οὕτως ὁ θάνατος τῆς ζωῆς· καὶ ἄμφω μὴ ὄντα· ὑπεξίσταται δὲ τῷ ὄντι πανταχοῦ τὸ μὴ ὄν.

ρμδʹ. Πάντα τὰ ὄντα καὶ πᾶσαι τῶν ὄντων αἱ διακοσμήσεις ἐπὶ τοσοῦτον προεληλύθασιν, ἐφ’ ὅσον καὶ αἱ τῶν θεῶν διατάξεις ... 126,19-32 Τὸ μὲν πάντα τὰ ὄντα καὶ πάσας τὰς τούτων διακοσμήσεις ἐπὶ τοσοῦτον προελθεῖν, ἐφ’ ὅσον ὁ θεὸς διετάξατο, φημὶ κἀγώ. πάντα γὰρ ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ἐν πάσῃ τῇ κτίσει νοητῇ τε καὶ αἰσθητῇ, καὶ τῇ διατάξει αὐτοῦ πάντα γέγονε τὴν ἀρχὴν καὶ ἔτι γίνεται τὰ γινόμενα καὶ εἰσὶ καὶ κοσμοῦνται καὶ τάττονται καὶ ζῶσι καὶ εἰδοποιοῦνται καὶ τελειοῦνται καὶ πρὸς αὐτὸν ἐπιστρέφονται καὶ πάντα αὐτῷ οἷον ἐρρίζωνται καὶ σώζονται καὶ συνέχονται. τὸ δὲ πολλοὺς λέγειν καὶ διαφόρους τοὺς σώζοντας, ταῦτα καὶ συνέχοντας θεούς, ὡς καὶ αὐτοὺς ἄλλων ἢ ἄλλου δεῖσθαι τοῦ σώζοντος καὶ συνέχοντος, γελοῖόν μοι δοκεῖ, πολλῷ δὲ μάλιστα γελοιότατον τὸ καὶ ἑαυτοῖς συμπαραγαγεῖν τοὺς θεοὺς τὰ ὄντα, ὡς ἂν καὶ αὐτοὺς πρὸ τοῦ παραχθῆναι μὴ ὄντας ἀλλ’ αὐτομάτους ἑαυτούς τε καὶ τἆλλα μὴ ὄντα μηδ’ αὐτὰ πρότερον εἰς τὸ εἶναι παραγαγόντας. οὕτως οὔτε ἦσαν οὔτε εἰσὶν οἱ τοιοῦτοι θεοὶ οὔτε ὄντα παρήγαγον, καὶ καλῶς περὶ αὐτῶν εἴρηται· θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν.

ρμεʹ. Πάσης θείας τάξεως ἡ ἰδιότης διὰ πάντων φοιτᾷ τῶν δευτέρων, καὶ δίδωσιν ἑαυτὴν ἅπασι τοῖς καταδεεστέροις γένεσιν ... 128,1-21 Πᾶσαν τάξιν καὶ διακόσμησιν οὐ θεῶν ἀλλὰ θείων νόων ἡ μία καὶ πανταιτία θεότης καθίστησιν· ἡ αὐτὴ καὶ ἑκάστῃ τάξει τὴν οἰκείαν ἀφορίζουσα ἰδιότητα διὰ πάντων φοιτᾶν τῶν καταδεεστέρων τὰς τῶν ὑπερκειμένων ἀγαθοπρεπῶς παρασκευάζει. ἡ γὰρ τὰς οὐσίας πάντων παράγουσα παρ’ ἑαυτῆς, ἅτε δὴ καὶ πάντα κατ’ αἰτίαν ἐν ἑαυτῇ προέχουσα, αὐτὴ καὶ τὰς τάξεις καὶ τὰς τῶν τάξεων ἰδιότητας οἰκείως ἑκάστῃ παρ’ ἑαυτῶν ἀφορίζει καὶ διὰ πάντων φοιτᾶν τῶν καταδεεστέρων ἐνδίδωσι, καὶ οὐχ ἡ μὲν αὐτῆς καθαρτικὴ θεότης ἐστίν, ἡ δὲ φρουρητική, ἡ δὲ τελεσιουργός, καὶ ἄλλη ἄλλο τι ἰδίωμα ἀποφέρεται. οὐ γὰρ μερίζεται ἡ θεότης, ἀλλ’ ἡ αὐτὴ καὶ μία πάντων ὁλικῶς ἐν ἑαυτῇ τὰς αἰτίας προειληφυῖα, ἡ αὐτὴ καὶ ὅλη καθαρτική τέ ἐστι καὶ φωτιστικὴ καὶ τελεσιουργός, φρουρητική τε καὶ πρὸς ἑαυτὴν ἐπιστρεπτικὴ καὶ ζωοποιός, ἑνωτική τε καὶ ἐκθεωτική, καὶ πάντα αὐτῆς ἐξῆπται καὶ ἐξ αὐτῆς προλάμπεται καὶ εἰς αὐτὴν ἀνήρτηται καὶ ὃ ἕκαστον ἔχει κατὰ φύσιν, ἐξ αὐτῆς ἔχει πάντα προεχούσης καὶ προούσης ὑπερουσίως ἑνιαίως καὶ ὁλικῶς.

ρμϛʹ. Πασῶν τῶν θείων προόδων τὰ τέλη πρὸς τὰς ἑαυτῶν ἀρχὰς ὁμοιοῦται, κύκλον ἄναρχον καὶ ἀτελεύτητον σώζοντα διὰ τῆς πρὸς τὰς ἀρχὰς ἐπιστροφῆς ... 128,22-31 Θεία πρόοδος ἄναρχος καὶ ἀτελεύτητος μόνη ἂν λέγοιτο ἡ ἀπὸ τοῦ ἑνὸς καὶ μόνου πατρὸς γέννησις τοῦ ἑνὸς καὶ μόνου υἱοῦ καὶ ἀπὸ τοῦ αὐτοῦ πρόβλησις τοῦ ἑνὸς καὶ μόνου ἁγίου πνεύματος, καθ’ ἣν ἡ πατρική τε καὶ ἀρχική, μᾶλλον δὲ προάναρχος μονὰς εἰς δυάδα κινηθεῖσα, τὴν ἐν υἱῷ θεωρουμένην καὶ πνεύματι, μέχρι τριάδος ἔστη, καθά φησι ὁ ἡμέτερος Θεολόγος Γρηγόριος. αὕτη δὲ καὶ μόνη φύσει θεία πρόοδος, εἴπερ δεῖ φύσει λέγειν ἐπὶ τῶν ὑπερφυῶν καὶ θείων· καὶ ταύτης μὲν ἀρχὴ μὲν ἄναρχος ὁ πατήρ ἐξ αὐτοῦ γάρ, μεσότης δὲ συνάναρχος ὁ υἱός δι’ αὐτοῦ γάρ, τέλος δὲ ὑπερτελέστατον καὶ ἀτελεύτητον τὸ πνεῦμα τὸ ἅγιον εἰς αὐτὸ γάρ. ἐξῄρηται δὲ καὶ τῶν ἄλλων προόδων αὕτη· οὐδὲ γὰρ ἐξίστησιν ὅλως τῆς ἀρχῆς τὰ ἐξ αὐτῆς, ἀλλ’ ἀνεκφοίτητα πάντῃ ταύτης τηρεῖ διὰ τὴν τῆς οὐσίας ταὐτότητα, εἰ καὶ ὡς ἴδια πρόσωπα πρόεισι, διὸ οὐδὲ τῆς κατ’ ἔφεσιν ἐπιστροφῆς δέονται. αἱ δὲ παρὰ ταύτην πᾶσαι τῶν ὄντων πρόοδοι τοῖς οὖσι συνδιαιροῦνται, καὶ ἄναρχος μὲν τούτων οὐδὲ μία, ὅτι καὶ τῶν ὄντων ἄναρχον οὐδὲν ἀλλὰ πάντα γέγονε παρὰ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ συντελεσθέντα τῷ πνεύματι.

ἀτελεύτητος δὲ οὐ πᾶσα οὔτε μὴν πάντῃ, ἀλλὰ τῶν μὲν ἀϊδίων μετὰ τὴν ἐκεῖθεν παραγωγὴν μενόντων ἡ μὲν κατ’ οὐσίαν καὶ δὴ τετέλεσται οὔτε γὰρ ἄλλ’ ἄττα παρὰ τὰ ἐξ ἀρχῆς παραχθέντα ἐπιπαράγονται οὔτ’ αὐτὰ ἐκεῖνα τὰ παραχθέντα τὴν κατ’ οὐσίαν μεταβολὴν ὑπομένοντα πάλιν ἄλλης παραγωγῆς δέονται, ἡ δὲ κατ’ ἔλλαμψιν ἀΐδιος ἐκεῖθεν προβαίνει καὶ ἀτελεύτητος τοῖς μὲν πρωτοδότως, τοῖς δὲ δευτεροδότως καὶ καθ’ ἑξῆς, τῶν θείων ἀπαυγασμάτων προχεομένων κατὰ μετάδοσιν ἀναλόγως ταῖς ἑκάστων τάξεσιν εἴτουν στάσεσι μέχρι καὶ τῶν ἐν ἐκείνοις ἐσχάτων. οὕτω δὲ καὶ πάντα πρὸς τὴν μίαν ἀρχὴν ἀνατατικῶς ἐπιστρέφει καὶ ὁ ἀΐδιος τοῖς τοιούτοις καὶ ἀτελεύτητος ἔν τε ταῖς προόδοις καὶ ταῖς ἐπιστροφαῖς κύκλος σώζεται. ἡ δὲ τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ χρόνον κατὰ μὲν τὸ καθόλου καὶ ἤδη τετέλεσται· ἐν ἓξ γὰρ ἡμέραις σύμπας ὁ αἰσθητὸς συμπεπλήρωται κόσμος, ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ καὶ οὐκέτι πρόοδος ἄλλου του κόσμου, καὶ ἔτι προσδοκᾶται πάμπαν συντελεσθῆναι κατὰ τὴν τοῦ παρόντος αἰῶνος συντέλειαν· κατὰ δὲ τὸ κατὰ μέρος ἔτι μὲν ἐνεργεῖται, καθὰ καὶ εἴρηται τῷ σωτῆρι· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

πεπαύσεται δὲ πάντως καὶ ἡ κατὰ τοῦτο κατὰ τὴν κοινὴν συντέλειαν καὶ ἄλλη τηνικαῦτα πρόοδος ἔσται, καθ’ ἣν ἔσται ὁ θεὸς τὰ πάντα ἐν πᾶσι καὶ πάντα πρὸς αὐτὸν ἐπιστρέψουσιν, ἡ τῶν ὅλων μεταστοιχείωσις καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταποίησις.

ρμζʹ. Πάντων τῶν θείων διακόσμων τὰ ἀκρότατα τοῖς πέρασιν ὁμοιοῦται τῶν ὑπερκειμένων ... 128,32- 130,3 Θεῖοι διάκοσμοι κυρίως οὔκ εἰσιν, ὅτι μηδὲ θεοὶ κυρίως οἱ συμπληροῦντες αὐτούς, ἀλλὰ καταχρηστικῶς οὕτω λέγονται διὰ τὴν πρὸς τὸ θεῖον ὁπώσποτε νοουμένην αὐτῶν ἐγγύτητα. ἀλλὰ καὶ ἀρχὰς καθ’ ἑκάστην τάξιν οὗτος μὲν ὁ σοφὸς καὶ ὡς παρακτικὰς αἰτίας ἐκλαμβάνεσθαι βούλεται, ἡμεῖς δὲ οὐχ οὕτως ἀλλ’ ὡς ἀντιδιαστελλομένας τοῖς τέλεσι μόνον ἐκλαμβανόμεθα. ἡ γὰρ κατὰ πάντα τρόπον ἀρχὴ καὶ παρακτικὴ πάντων αἰτία μία.

ρμηʹ. Πᾶσα θεία τάξις ἑαυτῇ συνήνωται τριχῶς, ἀπό τε τῆς ἀκρότητος τῆς ἐν αὐτῇ καὶ ἀπὸ τῆς μεσότητος καὶ ἀπὸ τοῦ τέλους ... 130,4-19 Καὶ τὰ περὶ τῶν θείων τάξεων ἀκολούθως τοῖς περὶ τῶν θείων διακόσμων εἰρημένοις ἡμῖν διοριστέον. ἀλλὰ καὶ εἴ τις ἔνεστι τοῖς καθ’ ἑκάστην τάξιν πρώτοις ἑνοποιὸς δύναμις καὶ εἴ τις τοῖς μέσοις συνδετικὴ καὶ συνοχικὴ καὶ εἴ τις ἐπιστρεπτικὴ τοῖς ἐσχάτοις, ἀπὸ τῆς μιᾶς καὶ μόνης ἀρχῆς, ἥτις καὶ παντοδύναμός ἐστι καὶ δυναμοποιὸς καὶ δυναμοδότις δύναμις, τούτοις ἐνδέδοται.

ρμθʹ. Πᾶν τὸ πλῆθος τῶν θείων ἑνάδων πεπερασμένον ἐστὶ κατὰ ἀριθμόν ... 130,20-33 Εἰ πλῆθος, πῶς ἐγγυτάτω τοῦ ἑνός; καὶ εἰ ἐγγυτάτω τοῦ ἑνός, πῶς πλῆθος; ἐναντία γὰρ τὸ ἓν καὶ τὸ πλῆθος καὶ ἀλλήλοις ἀσύμβατα. εἰ οὖν τὸ ἓν ὁ θεός, οἱ πολλοὶ οὐ θεοί· τὸ γὰρ πλῆθος οὐ τὸ ἓν ἀλλ’ οὐδὲ τοῦ ἑνὸς ἐγγυτάτω· ἀπεσχοίνισται γὰρ τοῦ ἑνὸς τὸ πλῆθος. εἰ δὲ δεῖ τι πλῆθος λέγειν ἐγγυτάτω τοῦ ἑνός, ἡ τριὰς ἂν τοῦτο ῥηθείη· αὕτη γὰρ παντὸς μᾶλλον πλήθους ἐγγίζει τῷ ἑνί, ἀλλὰ καὶ ταύτης προτέρα καὶ ἐγγυτέρα τοῦ ἑνὸς ἡ δυάς· ἢ οὐδὲν μὲν τῶν ἐν πλήθει θεωρουμένων θεός. ὑπερίδρυται δὲ ὁ θεὸς οὐ παντὸς μόνου πλήθους ἐπέκεινα ἀλλὰ καὶ τριάδος καὶ δυάδος καὶ αὐτοῦ ἑνὸς τοῦ ἀντιδιαστελλομένου τῷ πλήθει, καθὰ καὶ ὁ πολὺς τὰ θεῖά φησι Διονύσιος. οὔκουν οὐδ’ ἡ παρ’ ἡμῶν σεβομένη τριὰς πλῆθος· ἦν γὰρ ἂν μόνον τριάς, ἡ δέ ἐστι ἡ αὐτὴ καὶ μονάς· διὸ οὐδὲ δυὰς πρὸ ταύτης, οὔτε μὴν ἡ μονὰς πρὸ τῆς ἐν αὐτῇ δυάδος ἀλλ’ ἅμα τῇ πατρικῇ μονάδι καὶ ἡ ἐξ αὐτῆς δυὰς συνεκφαίνεται, καὶ ἅμα τὸ ὅλον μονάς ἐστι καὶ τριὰς καὶ οὔτε μονὰς μόνον, ὅτι καὶ τριάς, οὔτε τριάς, ὅτι καὶ μονάς· ἀλλ’ οὐδὲ δυὰς τὰ ἐκ τῆς μονάδος, ὅτι μὴ κατὰ τὸν αὐτὸν τρόπον ἄμφω ἐκεῖθεν ἀλλ’ ἰδίως ἑκάτερον, τὸ μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς. οὕτω δὲ καὶ ἕκαστον τῶν τριῶν καὶ τὰ τρία ἅμα τὸ ἕν.

ρνʹ. Πᾶν τὸ προϊὸν ἐν ταῖς θείαις τάξεσι πάσας ὑποδέχεσθαι τὰς τοῦ παράγοντος δυνάμεις οὐ πέφυκεν, οὐδὲ ὅλως τὰ δεύτερα πάσας τὰς τῶν πρὸ αὐτῶν, ἀλλ’ ἔχει τινὰς ἐκεῖνα τῶν καταδεεστέρων ἐξῃρημένας δυνάμεις καὶ ἀπεριλήπτους τοῖς μετ’ αὐτά ... 132,1-25 Ὅτι μὴ πολλὰ τὰ φύσει προϊόντα ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ καὶ πατρός, ἀλλ’ ἢ εἷς καὶ μόνος υἱὸς καὶ θεὸς καὶ ἓν καὶ μόνον ἅγιον πνεῦμα καὶ αὐτὸ θεὸς ὁμοίως καὶ εἷς οὕτω τὰ τρία θεός, ἱκανῶς ἤδη διὰ τῶν εἰρημένων ἡμῖν δεδήλωται, δι’ ὧν ἅμα καὶ αἱ πολλαὶ τάξεις τῶν πολλοστῶν θεῶν συνανῄρηνται. εἰ δὲ δεῖ θείας τάξεις τὰς ἀγγελικὰς λέγειν τάξεις, καταχρηστικῶς ταύταις ἁρμοστέον τὸ θεῖον ὄνομα, καθὸ καὶ πολλοὶ θεοὶ καὶ κύριοι οἱ ἄγγελοι λέγονται· ἐν τούτοις γὰρ καὶ τὸ πρῶτόν τε καὶ τὸ δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ἐγγύτερον τοῦ ἑνὸς καὶ πορρώτερον καὶ τὸ ὁλικώτερόν τε καὶ μερικώτερον καὶ τὸ ὑπέρτερον καὶ καταδεέστερον καὶ ὅσα τῆς θείας ἀνάξια φύσεως ἐπὶ τούτων λέγονται. πάντων δὲ τούτων καὶ ἡ κατὰ παραγωγὴν πρόοδος ἀπὸ τοῦ θεοῦ, οὐ μὴν ἀπ’ ἀλλήλων· κἀκεῖθεν ἀναλόγους ταῖς προόδοις τὰς δυνάμεις τὰς ἐφικτὰς ὑποδέχονται διαπορθμευομένας, οὐ παραγομένας, διὰ τῶν πρὸ αὐτῶν, ὧν καὶ κατὰ λόγον ἠλάττωνται.

ρναʹ. Πᾶν τὸ πατρικὸν ἐν τοῖς θεοῖς πρωτουργόν ἐστι καὶ ἐν τἀγαθοῦ τάξει προϊστάμενον κατὰ πάσας τὰς θείας διακοσμήσεις ... 132,26-134,5 Τὸ πατρικὸν αἴτιον ἀγαθὸν καὶ μάλιστα ἀγαθόν, τοιοῦτον δὲ ὁ θεός, μᾶλλον δὲ τοῦτο· ὁ γὰρ θεὸς τἀγαθὸν καὶ τἀγαθὸν ὁ θεός. ἐπεὶ δὲ καὶ παντοδύναμος ὁ θεός, δῆλον ὅτι καὶ πᾶσαν προέχει τὴν γονιμότητα· διὸ καὶ ἐξ αὐτοῦ πᾶσα, κατὰ τὸ εἰρημένον, πατριὰ ἐν οὐρανῷ τε καὶ ἐπὶ γῆς. ἀνάγκη δὲ πᾶσα τὴν θείαν γονιμότητα καὶ πατρότητα ἀσυγκρίτως κρείττω εἶναι τῆς παρ’ ἡμῖν· νῦν δὲ κατὰ τὰς ὑποθέσεις τοῦ σοφοῦ τούτου κινδυνεύει πολλῷ χείρων εἶναι, εἰ τὸ ἓν μόνον ἐστὶν ὁ θεὸς καὶ οὐχὶ τὸ αὐτὸ ἕν τε καὶ τρία κατὰ τὸν ἡμέτερον λόγον, καὶ εἰ γεννᾷ μέν, ἀλλ’ ἑαυτοῦ καταδεέστερα καὶ χείρω, τοιαύτην δὲ καὶ τοῖς μετ’ αὐτὸ τὴν τοῦ γεννᾶν ἐνδίδωσι δύναμιν, ἵνα μηδὲν ἴσον ἑαυτῷ καὶ ἀπαράλλακτον κατὰ τὴν φύσιν γεννᾷ ἀλλὰ πάντα δεύτερα ἑαυτῶν καὶ καταδεέστερα, καίτοι τῶν παρ’ ἡμῖν καὶ ἐν γῇ πατέρων ἴσα ἑαυτοῖς καὶ ὅμοια κατὰ φύσιν γεννώντων· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἵππος ἵππον καὶ οὐδὲν τῶν γεννώντων τὰ γεννώμενα διενήνοχεν εἰ μὴ τῷ χρόνῳ, τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα· ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν φύσιν· οὐ μὴν οὐδ’ ἐν τοῖς αἰωνίοις χώραν ἔχει τὸ κατὰ χρόνον πρότερόν τε καὶ ὕστερον.

ὅτι δὲ κρείττων ἡ δύναμις τοῦ ἴσον ἑαυτῷ γεννῶντος τῆς τοῦ ἔλασσον, οὐδεὶς ἀμφιβάλλει, εἰ μὴ ὃς ἂν καὶ τὰ παρὰ φύσιν ἀμβλώματα κρείττω φαίη τῶν κατὰ φύσιν γεννημάτων. εἰ δὲ πᾶσα δύναμις καὶ πᾶν ἀγαθὸν ἄνωθεν εἰς ἡμᾶς κάτεισιν ἐκεῖσε κρειττόνως προόν, ἀνάγκη πᾶσα τὴν θείαν γονιμότητα καὶ πατρότητα κρείττω εἶναι τῆς παρ’ ἡμῖν. γόνιμον ἄρα φύσει τὸ ἓν καὶ γεννᾷ οὐχ ἁπλῶς ὅμοιον ἑαυτῷ καὶ ἴσον κατὰ φύσιν, ἀλλ’ ὑπερφυῶς καὶ ἀρρήτως ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως τὸν υἱόν, προάγει τε ὡσαύτως τὸ πνεῦμα κατὰ τὸν διττὸν τρόπον τῆς καὶ παρ’ ἡμῖν θεωρουμένης φυσικῆς γονιμότητος, καὶ οὕτως ἡ ὑπέραρχος μονὰς ὑπεραρχικῶς κινηθεῖσα μέχρι τριάδος ἔστη· καὶ ἔστιν ἡ αὐτὴ καὶ μονὰς καὶ τριάς. καὶ ἡ μὲν φυσικὴ πατρότης καὶ γονιμότης ἐν τούτῳ, παράγει δὲ πάντα τὰ ὄντα ὁ θεὸς οὐκ ἐκ τῆς κατ’ αὐτὸν ὑπερουσίου καὶ κρυφίας οὐσίας ἀλλὰ δημιουργικῶς κατ’ ἐπιστημονικὴν ὑπερσόφου σοφίας γονιμότητα, καὶ οὕτω καὶ τῶν ὄντων πάντων πατὴρ καὶ ἔστι καὶ λέγεται. ἐνθεὶς δὲ καὶ τάξιν τοῖς οὖσι τοῖς κατὰ ταύτην τὰ πρεσβεῖα λαχοῦσι καὶ πρώτοις αὐτοῦ τὰς ἐλλάμψεις ὑποδεχομένοις καὶ τοῖς ἄλλοις διαπορθμεύουσι, τούτοις καὶ τὸ πατρικὸν ἐνδίδωσιν ἐντεῦθεν ἀξίωμα.

τὸ δὲ κατὰ τὸν σοφὸν τοῦτον πρώτιστον ἓν τὴν παρακτικὴν μόνην ἀποφέρεται γονιμότητα, ἐστέρηται δὲ τῆς φυσικῆς, ὡς ἄρα ἢ φθονοῦν ἑτέροις τῆς φυσικῆς ἀπαραλλαξίας καὶ οὕτως οὐκ ἀγαθὸν ἢ μὴ δυνάμενον ὁμοούσια ἑαυτῷ προάγειν ἀφ’ ἑαυτοῦ καὶ οὕτως οὐ παντοδύναμον.

ρνβʹ. Πᾶν τὸ γεννητικὸν τῶν θεῶν κατὰ τὴν ἀπειρίαν τῆς θείας δυνάμεως πρόεισι, πολλαπλασιάζον ἑαυτὸν καὶ διὰ πάντων χωροῦν, καὶ τὸ ἀνέκλειπτον ἐν ταῖς τῶν δευτέρων προόδοις διαφερόντως ἐπιδεικνύμενον ... 134,6-22 Οὔτε τὸ πᾶν τῷ ἑνὶ οὔτε τὸ γεννητικὸν τῷ προαιωνίῳ ἁρμόζει πατρί, ᾧ τὸ γεννᾶν ἅμα τῷ εἶναι πρόσεστι, καὶ οὐ πρότερον γεννητικὸς ὢν κατὰ δύναμιν εἶτα πρόεισιν εἰς ἐνέργειαν τοῦ γεννᾶν, ἀλλ’ ἅμα κατά τε τὴν ὑπερούσιον οὐσίαν ἐστὶ καὶ κατὰ τὴν ὑπερδύναμον δύναμιν δύναται καὶ τῇ καθ’ ὑπεροχὴν ἐξῃρημένῃ οὐσίᾳ τε καὶ δυνάμει σύνδρομον ἔχει καὶ τὴν ὑπεροχικὴν ἐνέργειαν, καὶ ἅμα ἐστὶν ὑπερουσίως καὶ ἅτε πατὴρ ὢν γεννᾷ ὑπερδυνάμως τὸν ὁμοούσιον αὐτῷ υἱὸν καὶ ὑπὲρ πᾶσαν ἐνέργειαν προβάλλει ἀφ’ ἑαυτοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι. καὶ τοῦτό ἐστιν ἀπειρία θεία· ἡ ἀκαταληψία τῆς θείας ὑπεροχῆς τῆς τε κατ’ οὐσίαν καὶ τῆς κατὰ δύναμιν καὶ τῆς κατ’ ἐνέργειαν. ἄπειρον οὖν τὸ θεῖον, καίπερ αὐτοὲν ὄν, κατὰ τὴν ὑπερούσιον ὁμοουσιότητα καὶ αὖ τρία κατὰ τὴν οὐσιώδη καὶ φυσικὴν γονιμότητα, ἵνα καὶ πέρατος καὶ ἀπειρίας καὶ ἑνὸς καὶ πλήθους παντὸς ὑπερέχον εἴη, ταύτῃ δὲ καὶ ὑπέρπληρες ὂν καὶ ὑπερχέον τὴν ἀγαθότητα ἐξ ἑαυτοῦ καὶ δι’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ δημιουργικῶς.

ὁ αὐτὸς γὰρ ἔτι οὐσιωδῶς παράγει καὶ συνέχει καὶ τελειοῖ τὰ πάντα καὶ τάς τε οὐσίας αὐτῶν ὑφίστησιν ἀγαθοπρεπῶς καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ἐνδίδωσι δυναμοδότως καὶ τελειοδότως, ὥσπερ ἄρα καὶ τὴν τῆς γονιμότητος. ἐκεῖθεν μὲν οὖν πᾶσα πατριά, κατὰ τὸ εἰρημένον, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. θεὸς δὲ τῶν παραγομένων οὐδέν, κἀν γεννητικὴν ἀποφέρηται δύναμιν, οὐκ ἀπειρίαν τινὰ καθ’ αὑτὴν ὑφεστῶσαν καὶ τῶν ὅλων οὖσαν ἀρχέγονον ἀλλὰ τῆς θείας ἐμφαῖνον ἀγαθότητος τὴν ὑπέρχυσιν.

ρνγʹ. Πᾶν τὸ τέλειον ἐν τοῖς θεοῖς τῆς θείας ἐστὶ τελειότητος αἴτιον ... 134,23-35 Τὸ αἴτιον πάσης τελειότητός ἐστιν ὁ θεός. εἰ δὲ δεῖ καὶ πᾶν τέλειον λέγειν περὶ τῶν πάντων χαρισμάτων καὶ δωρεῶν τοῦ πνεύματος, οὕτω ῥητέον κατὰ τὸ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον. λεχθείη δ’ ἂν καὶ αὐτὸ τὸ ἅγιον πνεῦμα πᾶν καὶ τέλειον, ὡς πᾶσαν προέχον ἐν ἑαυτῷ τελειότητα ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ προϊοῦσαν. τὸ τέλειον οὖν καὶ ἡ αὐτοτελειότης ἐν τῷ πατρὶ θεωρεῖται καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι, καὶ οὐκ ἄλλο μέν τι τὸ τέλειον, ἄλλο δὲ ἡ αὐτοτελειότης, ἵνα τὸ μὲν αἴτιον ᾖ καὶ πρώτως τέλειον, ἡ δὲ αἰτιατὴ ὡς ἀπὸ τοῦ πρώτως τελείου παραγομένη, ἀλλὰ μία μὲν ἡ τελειότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καθὸ καὶ θεότης μία καὶ εἷς τὰ τρία θεός, εἰ μή τῳ ἄρα δοκεῖ καὶ ταύτην προσωπικῶς διαιρεῖν καὶ τὴν μὲν λέγειν πατρικήν, τὴν δὲ υἱϊκήν, τὴν δὲ πνευματικήν. ᾗ μὲν γὰρ τέλειος θεὸς ὁ πατήρ, καὶ τέλειος θεὸς ὁ υἱὸς καὶ τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον, μία ἡ τῶν τριῶν τελειότης καὶ ἡ αὐτή, ᾗ δὲ ὁ μὲν πατὴρ τέλειος, ὁ δὲ υἱὸς τέλειος, τὸ δὲ πνεῦμα τέλειον, τάχ’ ἂν διαφέροιεν αἱ καθ’ ἕκαστον τούτων τελειότητες καὶ ἡ πατρικὴ λεχθείη τῶν ἄλλων αἰτία· ἀλλὰ καὶ οὕτως μία ἡ τῶν τριῶν τελειότης διὰ τὸ ἀδιαίρετον καὶ φεράλληλον· ὁποτέραν γὰρ τῶν τριῶν ὑφέλοις, συνυφέλοις ἂν καὶ τὰς ἄλλας.

καὶ αὕτη μὲν ἡ μία καὶ τρισσὴ καὶ πρώτη αὐτοτελειότης, τὰ δ’ ἀπὸ ταύτης εἰς τὰ ὄντα προχεόμενα τέλεια δῶρα εἴτουν αἱ μεθεκταὶ τελειότητες οὐ τοῖς φύσει θεοῖς οὐδὲ τοῖς τελείοις, ἀλλὰ τοῖς τελειουμένοις καὶ θεουμένοις δίδονται, οἳ καὶ καθόσον δέουσι τοῦ εἶναι θεοί, κατὰ τοσοῦτον καὶ τοῦ εἶναι τέλειοι ἀποδέουσιν, εἰ καὶ τέλειοι διὰ τὴν τελείωσίν τε καὶ θέωσιν λέγονται, καὶ ἔστιν αὐτοῖς οὐ τὸ ἐν αὐτοῖς τέλειον τῆς τελειότητος αἴτιον ἀλλὰ μᾶλλον ἡ ἐνδιδομένη τελειότης τοῦ τελείου.

ρνδʹ. Πᾶν τὸ φρουρητικὸν ἐν τοῖς θεοῖς ἕκαστον ἐν τῇ οἰκείᾳ τάξει διαφυλάττει τῶν δευτέρων ἑνοειδῶς ἐξῃρημένον καὶ τοῖς πρώτοις ἐνιδρυμένον ... 136,1-11 Καὶ τὸ φρουρητικὸν πάντων καὶ συνεκτικὸν αἴτιον ὁ θεός ἐστιν· ἐκεῖθεν γὰρ ἕκαστα φρουρεῖται καὶ ἐν τῇ οἰκείᾳ συνέχεται τελειότητι καὶ τὸ μέτρον τῆς ἑαυτῶν τάξεως ἄτρεπτον διασώζει, ἀχράντως τε τοῖς καταδεεστέροις ὁμιλοῦντα καὶ ἀσυγχύτως τοῖς ὑπερτέροις ἐνιδρυόμενα.

ρνεʹ. Πᾶν μὲν τὸ ζωογόνον ἐν τοῖς θείοις γένεσιν αἴτιον γεννητικόν ἐστιν, οὐ πᾶσα δὲ ἡ γόνιμος τάξις ζωογόνος ἐστίν· ὁλικωτέρα γὰρ ἡ γεννητικὴ τῆς ζωογονικῆς καὶ ἐγγυτέρω τῆς ἀρχῆς ... 136,12-22 Ἡμῖν ἅπαξ τῆς πολυθεΐας ἀπειρημένης οὐδὲν διαφέρει τῆς ζωογόνου θεότητος ἡ παρακτικὴ καὶ ὑποστατικὴ τοῦ πλήθους τῶν ὄντων αἰτία. ὁ γὰρ αὐτὸς καὶ εἷς καὶ μόνος θεὸς ὡς μὲν προὼν καὶ ὑπερούσιος οὐσία τὰ ὄντα παράγει, ὡς δὲ ὑπέρζωος ζωὴ τὰ ζῶντα ζωογονεῖ χορηγῶν ἀφθόνως πᾶσιν ἐκ τῆς ὑπερβλυζούσης ἑαυτοῦ ἀγαθότητος τό τε εἶναι τοῖς οὖσι καὶ τὸ ζῆν τοῖς ζῶσι καὶ τὸ νοεῖν τοῖς νοοῦσι.

ρνϛʹ. Πᾶν μὲν τὸ τῆς καθαρότητος αἴτιον ἐν τῇ φρουρητικῇ περιέχεται τάξει, οὐκ ἔμπαλιν δὲ πᾶν τὸ φρουρητικὸν τῷ καθαρτικῷ γένει ταὐτόν ... 136,23-138,5 Τοῖς πολλοῖς θεοῖς καὶ αἱ πολλαὶ τάξεις συνοίχονται, ἡμῖν δὲ ὁ αὐτὸς καὶ εἷς καὶ μόνος θεὸς καὶ τὴν φρουρητικὴν καὶ τὴν καθαρτικὴν καὶ πᾶσαν ὡς παντοδύναμος ὑπερδυνάμως περιέζωσται δύναμιν, ἀφ’ ἧς καὶ πᾶσι μεταδίδωσι, καθόσον ἕκαστα μεταλαμβάνειν ἐγχωρεῖ. γένος δὲ θεῶν λέγειν, ὃ μὴ πᾶσαν προέχει δύναμιν, ἀλλὰ τὴν μὲν ἔχει, τῆς δὲ ἐστέρηται, ὡς κατὰ ταῦτα εἶναι ἀδύνατον, παραπληξία σαφής.

Εἰ τοῦ ἐν πᾶσιν ὄντος δεῖ μίαν αἰτίαν καὶ κατὰ τοῦτον προηγεῖσθαι, τί λοιπὸν δεῖ τῶν πολλῶν θεῶν, καὶ οὐ πάντων τῶν ὄντων ἐν τοῖς πολλοῖς ἀγαθῶν μίαν αἰτίαν προϋποτίθεσθαι προηγουμένην, τὴν ἐν τῷ ἑνὶ καὶ μόνῳ θεῷ προειλημμένην θεοπρεπῶς καὶ ἐξῃρημένην ὑπεροχικῶς ἀγαθότητα, τὴν καὶ φρουρὰν πᾶσαν καὶ καθαρότητα καὶ ζωογονίαν καὶ γονιμότητα καὶ πᾶν ἁπλῶς πᾶσι τοῖς οὖσιν ἐνθεωρούμενον ἀγαθὸν προειληφυῖαν καὶ συνέχουσαν ἑνιαίως ἐν ἑαυτῇ καὶ προέχουσαν, ἵνα καὶ ὄντως ᾖ μία πάντων αἰτία καὶ μόνη; ἀλλὰ μὴ μία καὶ μία καὶ τοῦτο πολλάκις· ἡ γὰρ μία πολλάκις οὐ μία ἀλλὰ πολλαί, καὶ τοσαῦται ὅσον τὸ πλῆθος τῶν κατ’ αὐτὰς θεῶν. οὕτω σαφῶς ὁ σοφὸς ἑαυτῷ ἀντιφθέγγεται, οὕτως ἀσύμβατος ἡ πολυθεΐα τῇ μοναρχίᾳ.

ρνζʹ. Πᾶν μὲν τὸ πατρικὸν αἴτιον τοῦ εἶναι πᾶσίν ἐστι χορηγὸν καὶ τὰς ὑπάρξεις τῶν ὄντων ὑφίστησι· πᾶν δὲ τὸ δημιουργικὸν τῆς εἰδοποιΐας τῶν συνθέτων προέστηκε καὶ τῆς τάξεως καὶ τῆς κατ’ ἀριθμὸν αὐτῶν διαιρέσεως, καὶ ἔστι τῆς αὐτῆς τῷ πατρικῷ συστοιχίας ἐν μερικωτέροις γένεσιν ... 138,6-19 Ὥσπερ τὸ γεννᾶν εἰς ταὐτὸν ἦγε τῷ παράγειν, οὕτω καὶ νῦν τὸ πατρικὸν ἀντὶ τοῦ ποιητικοῦ λαμβάνει. οὐκ ἔστι δὲ ταὐτὸν οὔτε τὸ γεννᾶν τῷ παράγειν εἴτουν ποιεῖν οὔτε τὸ πατρικὸν τῷ ποιητικῷ· οὔτε γὰρ ὁ πατὴρ ποιητής ἐστιν, οὗ κυρίως πατήρ ἐστιν οὐ ποιητὴς γὰρ Σωκράτους ὁ Σωφρονίσκος οὔτε ὁ ποιητὴς καὶ πατὴρ κυρίως τοῦ ποιήματος λέγεται. μαινόμενος δ’ ἄν τις τὸ σόφισμα παραδέξαιτο, οἷος ὁ φερώνυμος Ἄρειος, ἵν’ εἴπῃ τὸν κυρίως καὶ φύσει πατέρα καὶ ποιητὴν τοῦ υἱοῦ καὶ αὖ τὸν κεραμέα φύσει καὶ κυρίως πατέρα τοῦ πίθου. οὕτω δὲ κἀπὶ τῆς θεότητος πολλὰ τὰ πατρικὰ αἴτια καὶ τοσαῦτα ὅσα τὰ ὁλικώτερα τῶν μερικωτέρων καὶ τὰ ὑπέρτερα τῶν ὑποδεεστέρων, καὶ οὕτω δώσει χώραν κἀκεῖ τὸ πᾶν λέγεσθαι.

ἀλλ’ οὐχ ἡμεῖς, οἷς γε τὸ πατρικὸν αἴτιον ἓν ἐκεῖ καὶ λέγεται καὶ πιστεύεται· εἷς γὰρ πατὴρ ἑνὸς υἱοῦ φύσει γεννήτωρ καὶ ἑνὸς ἁγίου πνεύματος φύσει προβολεύς, εἷς ἑνὸς ἑκατέρου καὶ φύσει, ἵνα καὶ τὰ τρία ἓν ᾖ τῇ φύσει καὶ οὕτως ὁ εἷς τῇ φύσει θεὸς ὁ αὐτὸς ᾖ καὶ πάντων ποιητής τε καὶ δημιουργὸς καὶ μὴ μεμερισμένως ὁ μὲν τὰς ὑπάρξεις τῶν ὄντων ὑφιστῇ, ὁ δὲ προστατῇ τῆς τῶν συνθέτων εἰδοποιΐας καὶ τῆς τάξεως καὶ τῆς κατ’ ἀριθμὸν διαιρέσεως, καὶ ὁ μὲν ὁλικώτερος ᾖ, ὁ δὲ μερικώτερος. ἀμέριστον γὰρ τὸ θεῖον καὶ ὅλον καὶ ἕν· εἰ γὰρ καὶ τρία, ἀλλὰ καὶ ἕκαστον τῶν τριῶν καὶ ὅλον καὶ ἕν, καὶ τοῦτο μόνον μὲν ἰδικῶς κατὰ τὴν ὑπόστασιν, ὅλον δὲ κοινῶς κατὰ τὴν φύσιν εἴτουν οὐσίαν.

ρνηʹ. Πᾶν τὸ ἀναγωγὸν αἴτιον ἐν τοῖς θεοῖς καὶ τοῦ καθαρτικοῦ διαφέρει καὶ τῶν ἐπιστρεπτικῶν γενῶν ... 138,20-29 Ὁ εἷς καὶ μόνος θεὸς ὁ πάντα προέχων καὶ ὑπερέχων ἑνιαίως καὶ πηγάζων ἀφθόνῳ χύσει τὰ ἀγαθὰ ὁ αὐτὸς καὶ ἀναγωγὸν αἴτιον καὶ ἐπιστρεπτικὸν καὶ καθαρτικόν ἐστι, αὐτὸς ὢν τὸ πρῶτον ἀγαθόν, οὗ πάντα ἐφίεται, καὶ οὕτω πάντα τῶν χειρόνων μὲν ἀπολύων, ἐπιστρέφων δὲ πρὸς τὰ κρείττονα καὶ διὰ μέσων τῶν τοιούτων πρὸς ἑαυτὸν ἐπανάγων. καὶ τοῦτο κοινὸν τῆς ὅλης θεότητος τὸ ἰδίωμα· ἐγὼ γάρ εἰμι, φησὶ ὁ υἱός, ἡ ὁδός, καὶ πάλιν, οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ· τοῦτο δὲ καὶ περὶ τοῦ πατρός φησι· οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν· ὕμνηται δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὁδηγοῦν· τὸ πνεῦμά σου, γάρ φησι, τὸ ἅγιον ὁδηγήσει με. εἰ τοίνυν αὔταρκες τὸ θεῖον καὶ ὅλον καὶ ὑπέρπληρες, τί δεῖ καταμερίζειν αὐτό, καὶ τὸ μὲν αὐτοῦ λέγειν ἀναγωγόν, τὸ δὲ ἐπιστρεπτικόν, τὸ δὲ καθαρτικόν, καὶ ἄλλο ἄλλου ὁλικώτερόν τε καὶ μερικώτερον; δυνάμεις μέντοι τοιαύτας ἀπὸ τοῦ πρώτου καὶ μόνου τῶν ἀγαθῶν ἁπάντων αἰτίου καθήκειν εἰς τὰς νοερὰς καὶ θεοειδεῖς τάξεις λέγειν, οὐδὲν ἀπᾷδον τῆς ἀληθείας.

οὕτω γὰρ καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης τὴν καθαρτικὴν καὶ τὴν φωτιστικὴν καὶ τὴν τελειωτικὴν διανέμει ταῖς οὐρανίαις ἱεραρχίαις, ὧν κατὰ μίμησιν καὶ τὴν καθ’ ἡμᾶς διατετάχθαι φύσιν, αἷς καὶ τὸ καθολικώτερον καὶ τὸ μερικώτερον διδόναι καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδὲν ἴσως ἄτοπον.

ρνθʹ. Πᾶσα τάξις θεῶν ἐκ τῶν πρώτων ἐστὶν ἀρχῶν, πέρατος καὶ ἀπειρίας· ἀλλ’ ἡ μὲν πρὸς τῆς τοῦ πέρατος αἰτίας μᾶλλον, ἡ δὲ πρὸς τῆς ἀπειρίας ... 138,30-140,4 Βαβαὶ τῆς θαυμασίας θεογονίας, εἰ ἐκ τοιούτων εἰσὶν ἀρχῶν οἱ θεοί, οἷαι καθ’ ἑαυτὰς ὑποστῆναι οὐ δύνανται. δῆλον γὰρ ὡς τὸ μὲν πέρας τινός ἐστι πέρας, καθ’ αὑτὸ δὲ οὐδέν ἐστιν, ἡ δὲ ἀπειρία πέρατος στέρησις, καὶ ἀμφότερα ἀνυπόστατα· οἷαι δὲ αἱ ἀρχαί, τοιαῦτα καὶ τὰ ἐξ αὐτῶν· ἀνυπόστατοι ἄρα καὶ οἱ θεοὶ καὶ καλῶς περὶ αὐτῶν εἴρηται· θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. καὶ εἰ τῶν θεῶν ἄλλ’ ἄττα ἀρχαί, τί μὴ ἐκεῖνα μᾶλλον θεοί; καὶ πῶς σύνθετοι οἱ θεοί; τάχα δὲ τῶν τοιούτων θεῶν τοιαύτας ἔδει εἶναι καὶ τὰς ἀρχάς, ἵνα καὶ κατ’ αὐτὰς οἱ μὲν ἀπειροειδεῖς, οἱ δὲ περατοειδεῖς λέγωνται. ἡμῖν δὲ ἄπειρον τὸ θεῖον, οὐχ ὡς ἐξ ἀπειρίας τὸ εἶναι ἔχον, ἀλλ’ ὡς πάντα μὲν περατοῦν, αὐτὸ δὲ ὑπ’ οὐδενὸς περατούμενον, καὶ ὡς κρεῖττον καὶ παρακτικὸν καὶ πέρατος παντὸς καὶ ἀπειρίας.

ρξʹ. Πᾶς ὁ θεῖος νοῦς ἑνοειδής ἐστι καὶ τέλειος καὶ πρώτως νοῦς, ἀφ’ ἑαυτοῦ καὶ τοὺς ἄλλους νόας παράγων ... 140,5-13 Εἰ μία ἡ πάντων ἀρχὴ καὶ αἰτία καὶ εἷς ὁ πάντα προὼν καὶ ὑπερὼν θεός, ὁ αὐτὸς καὶ ὑπέρνοός ἐστι νοῦς καὶ πρώτως νοῦς ἀφ’ ἑαυτοῦ κυρίως καὶ τοὺς ἄλλους νόας παράγων, οὐ θεῖος κατὰ μετοχὴν οὐδ’ ἐκθεούμενος, ἀλλ’ αὐτὸ τοῦτο θεός. μᾶλλον δὲ ὁ θεὸς οὐχ ἑνοειδὴς ἀλλ’ ὁ εἷς καὶ τέλειος καὶ πλήρης, οὐχ ὡς πεπληρωμένος τῆς θείας ἀγαθότητος ἀλλ’ ὡς αὐτὸς ὢν ὁ πάντα τελειῶν καὶ πληρῶν, αὐτοπλήρης καὶ αὐτοτέλειος, καθὸ καὶ εἴρηται· ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος. τῶν δ’ ἄλλων νόμων οὐδεὶς οὕτω ταῦτα ἀλλὰ πάντες ἑνοειδεῖς καὶ θεοειδεῖς καὶ θεῖοι καὶ τέλειοι καὶ πλήρεις, καθόσον ἕκαστοι χωροῦσι τὰς ἐνδιδομένας αὐτοῖς ὑποδέχεσθαι τῆς θεότητος ἀγαθότητας.

ρξαʹ. Πᾶν τὸ ὄντως ὂν τὸ τῶν θεῶν ἐξημμένον θεῖόν ἐστι νοητὸν καὶ ἀμέθεκτον ... 140,14-27 Καὶ πρώτως ὂν καὶ ὑπερὸν ὁ θεός ἐστι, καθὸ καί φησιν· ἐγώ εἰμι ὁ ὤν. ὄντα δὲ ὄντως τὰ παρ’ ἐκείνου τὸ εἶναι αἰώνιον ἔχοντα νοητά τε καὶ νοερά. ἔστι δὲ καὶ μόνος ἐκεῖνος ἀμέθεκτος, εἰ καὶ πάντα τῇ ἑαυτοῦ μεθέξει ὑφίστησι, καθὸ καὶ πανταχοῦ παρεῖναι καὶ τὰ πάντα πληροῦν εἴρηται. ταύτῃ μὲν γὰρ καὶ ὑπὸ πάντων μετέχεται· ᾗ δὲ τῶν ὄντων οὐδενὶ περιγράφεται, οὔτε μὴν πᾶσιν ὁμοῦ, ἀλλὰ καὶ μετεχόμενος μένει πάλιν ὅλος αὐτὸς καθ’ αὑτὸν ἀπεριγράπτως πάντων ἐξῃρημένος, ταύτῃ καὶ ἀμέθεκτος εἶναι λέγεται. τὸ δὲ κατὰ τοῦτον ὄντως ὄν, ἐπεὶ μὴ αὐτό ἐστιν ὁ θεὸς ἀλλὰ θεῖόν τι, πάντως ἢ ἕν ἐστι ἢ πολλὰ ἢ οὐδέν· ἀλλ’ ἓν μὲν πῶς ἂν εἴη τὸ τῶν πολλῶν θεῶν ἐξημμένον καὶ τῇ μετοχῇ τούτων θεούμενον, ὅπου γε τὰ μετεχόμενα τῶν μετεχόντων ἑνικώτερα εἶναι καὶ κατὰ τοῦτον δεῖ καὶ θειότερα, τὰ δὲ μετέχοντα καταδεέστερα τῶν μετεχομένων καὶ εἰς πλῆθος προϊόντα πλεῖον; πολλὰ δὲ πῶς τὸ πρώτως ὂν καὶ ἀμέθεκτον καὶ τοῦ ἑνὸς καὶ πρώτου νοῦ προϋφεστηκὸς καὶ ἐξῃρημένον; οὐδὲν ἄρα ἐστίν, ὥσπερ δὴ καὶ οἱ πολλοὶ θεοὶ καὶ τὸ πλῆθος τῶν κατὰ τοῦτον θείων ἑνάδων τὸ μηδέν εἰσι.

ρξβʹ. Πᾶν τὸ καταλάμπον τὸ ὄντως ὂν πλῆθος τῶν ἑνάδων κρύφιον καὶ νοητόν ἐστι· κρύφιον μὲν ὡς τῷ ἑνὶ συνημμένον, νοητὸν δὲ ὡς ὑπὸ τοῦ ὄντος μετεχόμενον ... 140,28-142,8 Εἰ πλῆθος τὸ ὄντως ὄν, μὴ λεγέσθω ὄντως ὂν ἀλλ’ ὄντως ὄντα· εἰ δὲ ὄντως ὂν ἀληθῶς καὶ κυρίως λέγεται, δῆλον ὅτι καὶ ἕν ἐστι. καὶ πῶς τὸ ἓν ὂν ὑπὸ πλήθους καταλάμπεται; εἰ μὴ καὶ πλῆθος δοτέον εἶναι πρὸ τοῦ ἑνός· πρότερον γὰρ φύσει τὸ καταλάμπον τοῦ καταλαμπομένου παντός. καὶ μετέχοι ἂν οὐ μόνον τὸ πλῆθος τοῦ ἑνὸς ἀλλὰ καὶ τὸ ἓν τοῦ πλήθους, εἴπερ τὸ μὲν ὂν ἕν, πλῆθος δὲ αἱ ἑνάδες, οὗ τὸ ὂν μετέχει. οὕτως ἑαυτὸν ὁ σοφὸς περιτρέπει.

Τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ ἀμεθέκτου νοῦ καὶ τῆς ἀμεθέκτου ψυχῆς ῥητέον. ὅτι γὰρ ἕν ἐστι τὸ ὄντως ὂν καὶ εἷς ὁ ἀμέθεκτος νοῦς καὶ μία ἡ ἀμέθεκτος ψυχή, αὐτὸς οὗτός φησιν ἐν τῷ εἰκοστῷ πρώτῳ θεωρήματι ὅτι πᾶσα τάξις ἀπὸ μονάδος ἀρχομένη πρόεισιν εἰς πλῆθος τῇ μονάδι σύστοιχον καὶ πάσης τάξεως τὸ πλῆθος εἰς μίαν ἀνάγεται μονάδα, καὶ ἐν τῷ εἰκοστῷ δευτέρῳ πᾶν τὸ πρώτως καὶ ἀρχικῶς ὂν καθ’ ἑκάστην τάξιν ἕν ἐστι καὶ οὔτε δύο οὔτε πλείω δυοῖν ἀλλὰ μονογενὲς πᾶν, καὶ ἐν τῷ πορίσματι ἐκ δὴ τούτου φανερὸν ὅτι καὶ τὸ πρώτως ὂν ἕν ἐστι μόνον, ἀλλ’ οὐ δύο τὰ πρώτως ὄντα ἢ πλείω, καὶ ὁ πρώτιστος νοῦς εἷς μόνος, ἀλλ’ οὐ δύο οἱ πρῶτοι νόες, καὶ ἡ πρωτίστη ψυχὴ μία καὶ ἐφ’ ἑκάστου τῶν εἰδῶν, οἷον τὸ πρώτως καλόν, τὸ πρώτως ἴσον, οὕτω δὲ καὶ τὸ τοῦ ζῴου εἶδος ἓν τὸ πρῶτον καὶ τὸ τοῦ ἀνθρώπου.

ρξγʹ. Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τοῦ ἀμεθέκτου νοῦ νοερόν ἐστι ... 142,9-16 Κἀνταῦθα πλῆθος ἑνάδων φησὶ μετεχόμενον ὑπὸ τοῦ ἀμεθέκτου νοός, ἑνὸς δήπουθεν ὄντος κατὰ τὰ πρὸ τοῦδε παραγεγραμμένα, ὡς ἄρα διδοὺς μὴ τὸ πλῆθος μόνον μετέχειν τοῦ ἑνὸς ἀλλὰ καὶ τὸ ἓν τοῦ πλήθους. οὕτω προφανῶς ἑαυτῷ ἀντιφθέγγεται.

ρξδʹ. Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τῆς ἀμεθέκτου πάσης ψυχῆς ὑπερκόσμιόν ἐστι ... 142,17-25 Εἰ μία ἡ ἀμέθεκτος ψυχή, σοφώτατε Πρόκλε, πῶς ὡς περὶ πολλῶν φῂς τὸ πάσης; ἰδοὺ τοιγαροῦν οἴχεταί σοι τὸ ἐκ τοῦ εἰκοστοῦ δευτέρου θεωρήματος πόρισμα.

ρξεʹ. Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τῶν μετεχομένων ὑπό τινος αἰσθητοῦ σώματος ἐγκόσμιόν ἐστιν ... 142,26-144,8 Ἐν τούτῳ τῷ κεφαλαίῳ δῆλός ἐστιν ὁ σοφὸς οὗτος τὰς ἑνάδας θεότητας λέγων· οὔτε γάρ, φησί, θεότης, ἀντὶ τοῦ εἰπεῖν οὔτε ἑνάς, ἀμέσως συνάπτεται καὶ ψυχή, καὶ πάλιν, καὶ αὐτὸς ὁ νοῦς κατὰ τὸ ἀκρότατον ἑαυτοῦ μετέχει τῆς ἑνάδος, ἤτοι τῆς θεότητος. ὥστε οὐ μόνον θεῶν ἀλλὰ καὶ θεοτήτων πρεσβεύει πλῆθος, μᾶλλον δὲ πλήθη ἄπειρα καὶ ἀναρίθμητα, τὰ μὲν ἐγκόσμια, τὰ δὲ ὑπερκόσμια, τὰ δὲ νοερά, τὰ δὲ νοητά, καὶ ἄλλα ἄττα τὰ ὑπὲρ ταῦτα. οὕτω τὴν μίαν ἀρχὴν πολυειδῶς καταμερίζει καὶ ὅμως τὸ ἓν πρεσβεύειν ψευδηγορεῖ. πειρᾶται δ’ ἐντεῦθεν καὶ τὰ αἰσθητὰ σώματα θεοὺς ἀγορεύειν, οἷον τοὺς ἀστέρας, τὸν οὐρανόν, τὰ στοιχεῖα, τὸν ὅλον κόσμον. οὕτω μεματαίωται τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. ἡμῖν δὲ ἡ μία τηρεῖται θεότης ἀμέριστος ἀδιαίρετος, ἀσυγχύτως ἐν ὑποστάσεων τριάδι προσκυνουμένη, ἀλλὰ καὶ μία ταύτης ὑπόστασις, ὁ τοῦ πατρὸς υἱός, διὰ μέσης ψυχῆς νοερᾶς ἑνωθῆναι τῇ ἡμετέρᾳ φύσει πιστεύεται ἀτρέπτως ἀφύρτως ἀσυγχύτως ἀδιαιρέτως· οὕτω τὸ ἓν καθαρῶς πρεσβεύομεν.

ἓν δὲ καὶ τὸ ἅγιον πνεῦμα ὁμολογοῦντες τῇ μεταδόσει τῶν πλουσίων καὶ τελείων αὐτοῦ δωρεῶν ἐλλάμπεσθαι καὶ ἁγιάζεσθαι καὶ τελειοῦσθαι πιστεύομεν πρῶτον μὲν τὰς νοερὰς καὶ ἁγίας ὑπερκοσμίους δυνάμεις εἶτα καὶ τὴν καθ’ ἡμᾶς λογικὴν φύσιν. καὶ σῶμα μὲν θεῖον, καὶ θαρρῶ μετὰ Γρηγορίου τοῦ Θεολόγου λέγειν ὁμόθεον, μόνον οἴδαμεν τὸ προσληφθὲν εἰς μίαν ὑπόστασιν τῷ θεῷ λόγῳ καὶ θεωθὲν ἐξ αὐτῆς ἑνώσεως καὶ μηδὲ κατὰ τὸν ἑκούσιον θάνατον, τὸν χωρισμὸν τῆς θείας ψυχῆς, χωρισθὲν τῆς θεότητος, ἀλλὰ κἀν τῇ ἐν τῷ τάφῳ καταθέσει ἀχώριστον αὐτῆς φυλαχθὲν συμπαρούσης καὶ διατηρούσης αὐτὸ ἀδιάφθορον κατὰ τὴν ἐξαίρετον καὶ παντοδύναμον αὐτῆς δύναμιν, ὥσπερ δὴ κἀν τῷ ἅδῃ συμπαρῆν τῇ ψυχῇ τὴν ἀναζώωσιν ἡμῶν ἐνεργοῦσα καὶ πανταχοῦ ἀπεριγράπτως σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι.

θεοὶ δὲ οὐ φύσει οὐδὲ καθ’ ἕνωσιν θεότητος ἀλλὰ κατὰ μέθεξιν τῶν χωρητῶν αὐτοῖς θείων ἐλλάμψεων οἱ θεῖοι νόες, περὶ ὧν καὶ εἴρηται ὅτι εἰσὶ πολλοὶ θεοὶ καὶ κύριοι πολλοί, καὶ τῶν ἀνθρώπων οἱ τῆς θείας καταξιούμενοι χάριτος καὶ διὰ καθαρότητα βίου ταύτην τηροῦντες ἀμείωτον, ὧν καὶ τὰ σώματα μετὰ τὸν ἀπὸ ψυχῆς χωρισμὸν θεῖα λέγοιντ’ ἂν εἰκότως, ὡς προφανῶς θείας ἐνεργοῦντα δυνάμεις· τῶν δὲ κοσμικῶν τε καὶ ὑλικῶν στοιχείων οὐδὲν ἴσμεν οὐδὲ ὀνομάζομεν θεῖον, πολλοῦ γε δέον οὐδὲ θεόν, ἅ γε καὶ ἄψυχα ἴσμεν ὄντα καὶ ἄνοα, ὥσπερ λίθους καὶ ξύλα καὶ παντοῖα μέταλλα γῆς καὶ γῆν αὐτήν, οὕτω δὴ καὶ ἀστέρας καὶ αὐτὸν οὐρανόν. εἰ γὰρ διὰ τὸ ἀεὶ κινεῖσθαι ὁ οὐρανὸς καὶ τὰ κατ’ αὐτὸν σώματα ἔμψυχά τε καὶ ἔννοα, τάχα καὶ ἡ γῆ καὶ τὰ κατὰ γῆν διὰ τὸ ἀεὶ καθ’ αὑτὰ ἠρεμεῖν ἔμψυχα ἂν εἴη καὶ ἔννοα· ἀλλὰ λίθων ἄν τις ἀναισθητότερος τοῦτο δοίη ἀληθὲς εἶναι. ἀλλ’ ὁ τούτοις ὅριον θέμενος τὸ ἀεὶ ἵστασθαι, οὗτος κἀκείνοις τὸ ἀεὶ κινεῖσθαι φυσικῶς δέδωκε καὶ τηρεῖ δημιουργοῦ τὸν ὅρον ἕκαστα ἀπαράβατον.

ρξϛʹ. Πᾶς νοῦς ἢ ἀμέθεκτός ἐστιν ἢ μεθεκτός· καὶ εἰ μεθεκτός, ἢ ὑπὸ τῶν ὑπερκοσμίων ψυχῶν μετεχόμενος ἢ ὑπὸ τῶν ἐγκοσμίων ... 144,9-21 Τὸ τοῦ παρόντος θεωρήματος πρόβλημα ἀντιφατικῶς ἀντίκειται τῷ τούτου βουλήματι. βούλεται μὲν γὰρ εἰπεῖν, ὡς ἡ διέξοδος τοῦ θεωρήματος δηλοῖ, ὅτι νοῦς ὁ μὲν τίς ἐστιν ἀμέθεκτος, ὃς καὶ ἡγεῖται τῶν μεθεκτῶν, οἱ δὲ μεθεκτοί, ὡς μήτε πάντα νοῦν εἶναι μεθεκτὸν μήτε πάντα ἀμέθεκτον. τούτῳ δὲ ἀντίκειται τὸ πάντα ἢ μεθεκτὸν εἶναι ἢ ἀμέθεκτον· ἀλλὰ τοῦτο μὲν ἀπροσεξίᾳ δοίη τις ἄν, τὸ δὲ καὶ τοὺς μεθεκτοὺς ὑποδιαιρεῖν νόας καὶ τοὺς μὲν ταῖς ὑπερκοσμίοις, τοὺς δὲ ταῖς ἐγκοσμίοις ἀπονέμειν ψυχαῖς, ἵνα καὶ θεοὺς τοὺς μὲν ὑπερκοσμίους, τοὺς δὲ ἐγκοσμίους ὑποστήσῃ, τοῦτο τῆς πολυθέου πλάνης ἀκόλουθον. ἡμῖν δέ, οἷς θεὸς εἷς, εἷς καὶ ὁ ἀμέθεκτος νοῦς πιστεύεται, ὁ αὐτὸς καὶ ἐν τῷ μετέχεσθαι μένων ἀμέθεκτος. μετέχεται γὰρ ἀμεθέκτως ὁ θεὸς καὶ πατὴρ καὶ ὑπέρνοος νοῦς διὰ τοῦ ἐξ αὐτοῦ γεννηθέντος λόγου πάντα παράγων ἐκ μὴ ὄντων εἰς τὸ εἶναι καὶ συνέχων ἐν τῷ αὐτῷ πνεύματι καὶ τελειῶν τῇ μεταδόσει τῶν αὐτοῦ θείων ἐλλάμψεων.

ὅρα δέ μοι καὶ τὸν σοφὸν ἀναποδείκτως ὑποτιθέμενον τὰ οἰκεῖα δόγματα, ὅτι τε ὁ κόσμος ἔμψυχος καὶ ἔννους καὶ ὅτι πλῆθος ὑπέστη θεῶν οὐχ ὑπερκοσμίων μόνον ἀλλὰ καὶ ἐγκοσμίων, ἅπερ αὐτόθεν τὸ ἄπιστον καὶ ἀπαράδεκτον ἔχοντα οὐδὲν τῆς ἔξωθεν ἀνατροπῆς δέονται. πολλῷ δὴ οὖν μᾶλλον ἀποβλητέον τὸ δι’ αὐτῶν συναγόμενον τὸ καὶ ψυχὰς εἶναι ὑπερκοσμίους καὶ νόας ἐγκοσμίους καὶ τὴν μέθεξιν τῶν ὑπερκοσμίων θεῶν ἤτοι νόων ταῖς ἐγκοσμίοις εἶναι ψυχαῖς διὰ μέσων τῶν ἐγκοσμίων νόων. τὸ μὲν οὖν πλῆθος εἶναι θεῶν οὐχ ὑπερκοσμίων μόνον ἀλλὰ καὶ ἐγκοσμίων, οὐ προσιέμεθα, ἵνα μὴ τῆς τοῦ ἑνὸς ὁμολογίας ἐκπέσωμεν, νόας δὲ θείους ὑποστῆναι παρὰ ἑνὸς καὶ πρώτου νοὸς ἀριθμοῦ κρείττους, πάντας ἀΰλους καὶ οὕτως ὑπερκοσμίους ὁμολογοῦμεν, λειτουργοὺς αὐτοῦ καὶ παραστάτας καὶ ὑμνῳδούς.

ρξζʹ. Πᾶς νοῦς ἑαυτὸν νοεῖ· ἀλλ’ ὁ μὲν πρώτιστος ἑαυτὸν μόνον, καὶ ἓν κατ’ ἀριθμὸν ἐν τούτῳ νοῦς καὶ νοητόν· ἕκαστος δὲ τῶν ἐφεξῆς ἑαυτὸν ἅμα καὶ τὰ πρὸ αὐτοῦ, καὶ νοητόν ἐστι τούτῳ τὸ μὲν ὅ ἐστι, τὸ δὲ ἀφ’ οὗ ἐστι ... 144,22-146,15 Ὁ εἷς καὶ μόνος θεὸς ὁ καὶ εἷς καὶ πρώτιστος νοῦς ἑαυτὸν νοεῖ, ὡς ἔστι μόνος· οὐδεὶς γὰρ τῶν ἄλλων νόων οὕτως αὐτὸν νοεῖ. ἔστι δὲ οὕτω καὶ τὸ αὐτὸ καὶ ἓν νοῦς καὶ νοητὸν οὐχὶ κατ’ ἀριθμὸν ἀλλ’ ὑπὲρ ἀριθμόν, διὸ καὶ οὐχ ἓν μόνον ἀλλὰ καὶ τρία. ἀλλ’ οὐδὲ μόνον ἑαυτὸν νοεῖ ἀλλὰ καὶ πάντα τὰ ὄντα, ὧν αὐτός ἐστιν αἴτιος· εἰ γὰρ μὴ καὶ ταῦτα, οὐδ’ ἂν ἑαυτὸν νοῇ ὡς τούτων αἴτιον, ὅπερ ἄτοπον· νοεῖ ἄρα καὶ ταῦτα, πλὴν ἀλλὰ κρειττόνως ἤπερ αὐτὰ ἑαυτά, διὸ καὶ προνοεῖν κυριώτερον ταῦτα λέγοιτ’ ἄν, καθὸ καὶ εἴρηται· ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὅπερ οὐδ’ ἂν ἐπιστροφὴ πρὸς τὸ χεῖρον εὐλόγως λέγοιτο. ὁ δὲ σοφὸς οὗτος καὶ πρὸς τὴν κοινὴν ταύτην ἔννοιαν τὴν ὅτι πάντα οἶδε καὶ προοῖδεν ὁ θεὸς ἀντιμάχεται. περὶ τούτου καὶ τῶν ὁμοφρόνων τούτῳ προέφησεν ὁ προφήτης καὶ εἶπε· πῶς ἔγνω ὁ θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ. ἤδη δὲ καὶ περὶ τῶν θείων νόων ἡμῖν προδιέσταλται, ὅπως ἕκαστος ἑαυτὸν νοεῖ καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ’ αὐτόν.

Ταῦτα συναπτέον τοῖς προειρημένοις ἡμῖν πρὸς τὸ ρξϛ κεφάλαιον. Φαμὲν δὲ καὶ ὅτι ὁ μὲν ὑπέρνοος νοῦς μόνος ἑαυτὸν οἶδέ τε καὶ νοεῖ καθώς ἐστι, τῶν ἄλλων δὲ οὐδεὶς αὐτὸν οὕτως οἶδεν· οὐδεὶς γάρ, φησί, οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ· καὶ τὸ πνεῦμα δὲ οἶδε καὶ τὸν πατέρα καὶ τὸν υἱόν. ὁ δ’ αὐτὸς θεὸς καὶ πάντων αἴτιος ὢν καὶ πάντα προέχων ἐν ἑαυτῷ ἑαυτὸν εἰδὼς οἶδε καὶ πάντα τὰ ἐξ αὐτοῦ κρειττόνως ἤπερ εἰσί· διὸ οὐδ’ ἁπλῶς νοεῖν ταῦτα ἀλλὰ προνοεῖν λέγεται καὶ προορίζειν, καθὸ οὐδὲ πρὸς τὸ χεῖρον ἐπιστρέφειν ῥηθήσεται. οἱ δὲ θεῖοι νόες νοοῦσι μὲν ἑαυτοὺς ὥς εἰσι, νοοῦσι δὲ καὶ τὰ ὑπὲρ αὐτούς, ἀλλ’ οὐχ ὡς ἐκεῖνά εἰσι ἀλλ’ ἡττόνως, νοοῦσι δὲ καὶ τὰ μετ’ αὐτούς, ἀλλ’ ὑπὲρ ὃ ταῦτά εἰσι, τῆς θείας προνοίας μεσῖται καὶ διάκονοι χρηματίζοντες· ὅθεν οὐδὲ τοῦτο ῥηθείη ἂν πρὸς τὸ χεῖρον ἐπιστροφή.

Εἰ τὸ πρὸ αὐτοῦ γινώσκων ὁ νοῦς οἶδεν ὅτι καὶ αἴτιόν ἐστιν ἐκεῖνο καὶ ὧν αἴτιον, ἐκεῖνο δὲ πάντων τῶν μετ’ αὐτὸ αἴτιον, οἶδεν ἄρα καὶ τὰ μεθ’ ἑαυτὸν ὁ νοῦς· εἰ γὰρ ταῦτα ἀγνοήσει, καὶ ἑαυτὸν καὶ τὸ πρὸ αὐτοῦ ἀγνοήσει. οὕτως ὁ τοῦ σοφοῦ τούτου νοῦς καὶ ἑαυτὸν ἀγνοεῖ καὶ πολλῷ μᾶλλον τὸ πρὸ αὐτοῦ, αὐτὸς ἑαυτὸν περιτρέπων παρὰ πόδας εὐθύς.

ρξηʹ. Πᾶς νοῦς κατ’ ἐνέργειαν οἶδεν ὅτι νοεῖ· καὶ οὐκ ἄλλου μὲν ἴδιον τὸ νοεῖν, ἄλλου δὲ τὸ νοεῖν ὅτι νοεῖ ... 146,16-23 Τὸ κατ’ ἐνέργειαν πρὸς ἀντιδιαστολὴν τοῦ δυνάμει, ὅπερ ἐπὶ τοῦ ἐν ἡμῖν νοὸς ἔχει χώραν, ποτὲ μὲν ἐνεργοῦντος, ποτὲ δὲ μή, διὰ τὴν ἐπισκοτοῦσαν αὐτὸν τῆς σωματικῆς ὕλης ἀχλύν. ἐπὶ δὲ τῶν ἀΰλων νόων οὐδεμίαν ἔχει τὸ δυνάμει χώραν, εἴπερ τοῦτο μὲν ἀτελές, οἱ δὲ τέλειοί εἰσι νόες, ἅτε δὴ καὶ πάσης ὕλης κεχωρισμένοι καὶ ἀεὶ ἀνεπισκότητοι μένοντες. πολλῷ δὴ μᾶλλον οὐ προχωρήσει τὸ δυνάμει εἰς τὸν ὑπέρνοον νοῦν· ὥστε παρέλκει ἡ προσθήκη τοῦ κατ’ ἐνέργειαν.

ρξθʹ. Πᾶς νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ... 146,24-148,3 Ἐδείξαμεν ὅτι οὐχ ἑαυτὸν μόνον νοεῖ· ὥστε οὐδὲ ταὐτὸν νοῦς καὶ νοητόν, οὐδ’ ἄρα ἡ νόησις ταὐτὸν ἀμφοῖν, ἀλλ’ οἰκεία μὲν πᾶσα τῷ νοοῦντι, τῶν δὲ νοουμένων ἡ μὲν κρείττων, ἡ δὲ χείρων, ὡς ἐν τοῖς Περὶ ὅρου πλατύτερον ἡμῖν διηυκρίνηται.

Ψεῦδος τὸ ὅτι ἀκίνητος ὁ νοῦς. ὁ μὲν γὰρ ὑπέρνοος προείρηται ὅπως ἅπαξ καθ’ αὑτὸν εἰς δυάδα κινηθεὶς μέχρι τριάδος ἔστη· λέγοιτο δ’ ἂν καὶ ἄλλως κινεῖσθαι τῇ ὑπερχύσει τῆς ἑαυτοῦ ἀγαθότητος ἐν τῷ παράγειν καὶ συνέχειν καὶ πρὸς ἑαυτὸν ἐπιστρέφειν τὰ ὄντα καὶ τῷ ἁπλῶς προνοεῖν, καθὸ καὶ εἴρηται ἕως ἄρτι ἐργάζεσθαι. οἱ δὲ ἄγγελοι καὶ πρὸς τὸ ἄναντες κινοῦνται πρὸς τὸ θειότερον ἀνατεινόμενοι καὶ πρὸς τὸ κάταντες τῇ θείᾳ προνοίᾳ διακονούμενοι καὶ ὅλως εἰ καὶ μὴ κατὰ φύσιν ἀλλὰ κατὰ προαίρεσιν κινητοί εἰσιν. ὅθεν καὶ ὁ Θεολόγος φησὶ Γρηγόριος· βούλεσθαι μὲν τούτους ἀκινήτους εἰπεῖν πρὸς τὸ κακὸν καὶ μόνην ἔχοντας τὴν τοῦ καλοῦ κίνησιν, πείθεσθαι δὲ μὴ ἀκινήτους ἀλλὰ δυσκινήτους καὶ ὑπολαμβάνειν καὶ λέγειν διὰ τὸν διὰ τὴν λαμπρότητα ἑωσφόρον, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενον καὶ λεγόμενον. ὅμως δὲ καὶ ἡ τοιάδε αὐτῶν κίνησις ὑπέρχρονος καὶ αἰώνιος. ὅθεν καὶ ἡ κατὰ τὸν Ὠριγένην τῶν δαιμόνων ἀποκατάστασις ἀνατρέπεται.