Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 170-183: Η καθολική νόηση και τα νοερά είδη

Έλεγχος των φιλοσοφικών αντιλήψεων περί αυτοδύναμης παραγωγής των νοών και θεολογική διάκριση μεταξύ του ενός Δημιουργού και των μετεχόντων κτιστών νοών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 11 από 12

ροʹ. Πᾶς νοῦς πάντα ἅμα νοεῖ· ἀλλ’ ὁ μὲν ἀμέθεκτος ἁπλῶς πάντα, τῶν δὲ μετ’ ἐκεῖνον ἕκαστος καθ’ ἓν πάντα ... 148,4-27 Εἰ μὴ μόνος ὁ πρώτιστος καὶ ὃν ἴσμεν ἕνα θεόν, ἀλλὰ πᾶς νοῦς πάντα νοεῖ, τῷ δὲ νοεῖν ταὐτόν ἐστι τὸ ποιεῖν, ὡς αὐτὸς οὗτος ἐν τῷ ροδʹ κεφαλαίῳ λέξων ἔρχεται, καὶ πάντα ἄρα ποιεῖ πᾶς νοῦς. νοεῖ δὲ οὐ τὰ μεθ’ ἑαυτόν, ὡς ἐν τῷ ρξζ εἶπεν, ἀλλ’ ἑαυτὸν καὶ τὰ πρὸ αὐτοῦ· ἑαυτὸν ἄρα ποιεῖ καὶ τὰ πρὸ αὐτοῦ. οὕτω πανταχοῦ παρ’ ἑαυτοῦ ὁ σοφὸς ἀνατρέπεται. οὕτω μὲν οὖν οὐ πᾶς νοῦς οὔτε πάντα νοεῖ οὔτε πάντα ποιεῖ, μόνος δὲ ὁ ὑπέρνοος, ὃς εἰ καὶ ἀμέθεκτος λέγοιτο, διαφέρει οὐδέν, καὶ νοεῖ καὶ ποιεῖ πάντα τούτου γὰρ καὶ τὸ ἐννόημα ἔργον ἐστὶ λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον, καὶ ἅμα πάντα καθ’ ἑαυτὸν ἤγουν κατὰ τὴν αὐτοῦ θεοπρεπῆ πρόγνωσιν καὶ προόρισιν. αὐτὸς γάρ ἐστιν ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, καὶ καθ’ ἓν πάντα ἐν τάξει κατὰ τὰς διαφορὰς τῶν ποιημάτων. οὕτω γὰρ ἄλλα μὲν τὰ τῆς πρώτης ἡμέρας ἔργα, ἄλλα δὲ τὰ τῆς δευτέρας καὶ ἐφεξῆς. οἱ δὲ θεῖοι νόες, οὓς ἡμεῖς ἁγίους ἀγγέλους φαμέν, ἀναλόγως τῇ πρὸς ἐκεῖνον αὐτῶν ἐγγύτητι τὰς ἐκεῖθεν ἐλλάμψεις ὑποδεχόμενοι κατὰ ταύτας καὶ τὰς οἰκείας νοήσεις ἔχουσι καὶ ποιοῦσιν οὐδὲν δημιουργικῶς καὶ παρ’ ἑαυτῶν ἀλλ’ ἢ λειτουργικῶς τὸ θέλημα τοῦ θεοῦ.

Αἰώνιον δὲ τήν τε οὐσίαν ἔχειν καὶ τὴν ἐνέργειαν τοὺς νόας λέγομεν, οὐχ ὅτι αὐτὸς ἕκαστος ἑαυτῷ ἐν αἰῶνι ταύτας ἱδρύσατο, ἀλλ’ ὅτι παρὰ τοῦ πεποιηκότος καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν αἰώνιον ἔλαχον. πάντα γὰρ καὶ αὐτοὺς τοὺς νόας, ἔτι γε μὴν καὶ τοὺς αἰῶνας ἐποίησεν ὁ θεός· οὐδὲν δὲ τῶν πεποιημένων οὕτως αἰώνιον, ὡς ὁ πάντα πεποιηκώς· ὁ μὲν γὰρ ἦν ἀεὶ καὶ προῆν, διὸ καὶ προαιώνιος λέγεται, τὰ δὲ ἤρξαντο τοῦ εἶναι ἀφ’ οὗ παρὰ τοῦ πεποιηκότος πεποίηνται, παρ’ οὗ καὶ τὸ ἀεὶ λοιπὸν εἶναι κεκλήρωνται, τά τε λεγόμενα οὕτως αἰώνια καὶ οἱ αἰῶνες αὐτοί.

ροαʹ. Πᾶς νοῦς ἀμέριστός ἐστιν οὐσία ... 150,1-14 Ὅτι μὲν ἀμεγέθης καὶ ἀσώματος καὶ ταύτῃ ἀμερὴς πᾶς νοῦς, δοτέον· ὅτι δὲ καὶ ἀκίνητος οὐ δοτέον. ἐλήλεγκται γὰρ ἡμῖν ἤδη τοῦτο ψεῦδος ὄν, ἐν οἷς ἔφημεν τοὺς μὲν ἁγίους νόας τὴν εἰς τὸ καλὸν ἔχειν κίνησιν, τοὺς δὲ περὶ τὸν σατανᾶν καὶ διάβολον ὠνομασμένον πονηροὺς δαίμονας ἅπαξ ἀπολισθήσαντας τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐκπεσεῖν εἰς τὴν κακίαν καὶ ἀντὶ φωτὸς σκότος γενέσθαι καὶ μένειν λοιπὸν διαιωνίως ἐν τῷ κακῷ. τάχα δὲ οὗτος τὴν κατὰ προαίρεσιν τῶν νόων κίνησιν ἀπαγορεύων καὶ τὸ αὐτεξούσιον αὐτῶν ἀφαιρεῖται καὶ ἄκοντας τοὺς μὲν ἀγαθούς, τοὺς δὲ κακοὺς εἶναι δώσειν ἀναγκασθήσεται, ἵνα καὶ τὴν αἰτίαν οὐ τῶν ἀγαθῶν μόνον ἀλλὰ καὶ τῶν κακῶν ἐπὶ τὸν ἕνα καὶ πρῶτον αἴτιον πάντων ἀνάψῃ θεόν, ἅπερ ὅσην ἔχει πρὸς τῇ ἀτοπίᾳ καὶ τὴν ἀσέβειαν οὐδεὶς τῶν εὐφρονούντων ἀγνοεῖ.

Ἀδιανόητον δέ μοι δοκεῖ καὶ ὅ φησιν, ὅτι εἰ καὶ πλῆθος ἅπας νοῦς, ἀλλ’ ἡνωμένον πλῆθος. εἰ γὰρ πᾶν πλῆθος μετέχει πῃ τοῦ ἑνὸς καὶ πᾶν ἡνωμένον, ποῖον λοιπὸν τὸ διῃρημένον καὶ πῶς κἀκεῖνο πλῆθος ὂν οὐ μετέχει τοῦ ἑνός; καὶ εἰ μετέχει τοῦ ἑνός, πῶς οὐχ ἡνωμένον; πῶς δὲ καὶ ὁ εἷς καὶ ἕκαστος νοῦς πλῆθος; καὶ εἰ πλῆθος, πῶς ἀμερὴς κατὰ πλῆθος, καὶ ταῦτα δεύτερον πλῆθος ὤν; δεύτερον γὰρ τὸ μετὰ τὸ πρῶτον, πρῶτον δὲ οὗτος πλῆθος καὶ νῦν φησι τὰς ἑνάδας, μεθ’ ἃς τάττει τοὺς νόας. οὗτος μὲν οὖν οὕτως ἑαυτὸν κἀνταῦθα περιτρέπει, ἡμῖν δὲ ἀμέριστος τηρεῖται πᾶς θεῖος νοῦς, ὡς ἀσώματος καὶ κατὰ τοῦτο ἀμεγέθης τε καὶ ἀπλήθυντος καθ’ ἑαυτὸν ἕκαστος, οὐκέτι γε μὴν καὶ κατὰ τὰς ἐνεργείας, εἴπερ ἄλλοτε ἄλλα ἐνεργεῖν δύναται ὑπηρετούμενος τῷ θείῳ θελήματι.

ροβʹ. Πᾶς νοῦς ἀϊδίων ἐστὶ προσεχῶς καὶ ἀμεταβλήτων κατ’ οὐσίαν ὑποστάτης ... 150,15-21 Τοῦ ὅτι πᾶς νοῦς ἀκίνητός ἐστιν ἀνατετραμμένου, ἐντεῦθεν καὶ ἡ παροῦσα διαπίπτει ἀπόδειξις. ἡμῖν δὲ εἴρηται ὅτι τῶν ὄντων οὐδενὸς αὐτοὶ καθ’ αὑτοὺς οἱ θεῖοι νόες εἰσὶ ποιηταί· πάντων γὰρ μόνος ποιητὴς ὁ θεός· οὗτοι δὲ ὡς ὑπηρέται καὶ λειτουργοὶ τοῦ θείου θελήματός εἰσι πληρωταί, καθὰ εἴρηται· εὐλογεῖτε τὸν Κύριον πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, καὶ πάλιν· εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.

ρογʹ. Πᾶς νοῦς νοερῶς ἐστι καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ’ αὐτόν· τὰ μὲν γάρ ἐστι κατ’ αἰτίαν, ὅσα μετ’ αὐτόν, τὰ δὲ κατὰ μέθεξιν, ὅσα πρὸ αὐτοῦ· νοῦς δὲ αὐτός ἐστι καὶ νοερὰν ἔλαχεν οὐσίαν· κατὰ τὴν ἑαυτοῦ ἄρα ὕπαρξιν ἀφορίζει πάντα, καὶ ἃ κατ’ αἰτίαν ἐστὶ καὶ ἃ κατὰ μέθεξιν ... 150,22-152,7 Ὅτι μὲν πᾶς νοῦς μετέχει τῶν πρὸ αὐτοῦ, φαμὲν καὶ ἡμεῖς· ὅτι δὲ καὶ αὐτά ἐστιν ἐκεῖνα, οὐκέτι φαμὲν ἁπλῶς ἀλλὰ προστιθέντες ἢ προσλογιζόμενοι τὸ κατὰ μέθεξιν. οὔκουν θεὸν εἶναί τινα τῶν ἀγγέλων φαμὲν ἀλλὰ θεῖον, ὅπερ αὐτόθεν παρίστησι τὴν ἔμφασιν τῆς μεθέξεως. εἰ δὲ καὶ θεοὺς εἶναι πολλοὺς καὶ κυρίους δίδωσι ὁ Ἀπόστολος, ἀλλὰ προσυπακουστέον κἀν τοῖς τούτου ῥήμασι τὸ κατὰ μέθεξιν ἤτοι χάριν, ὅπερ καὶ αὐτὸς ἐδήλωσεν εὐθὺς ἐπαγαγών· ἀλλ’ ἡμῖν εἷς θεὸς καὶ εἷς κύριος, καὶ ἓν πνεῦμα ἅγιον, τουτέστι κυρίως καὶ πρώτως καὶ κατὰ φύσιν, ὡς τῶν ἄλλων δηλονότι μὴ κυρίως εἶναι θεῶν καὶ κυρίων λεγομένων. οὕτω δὲ καὶ ὁ θεῖος Διονύσιος τὸν διακονήσαντα τῷ Ἠσαΐᾳ τὴν τοῦ ἄνθρακος τοῦ θείου μετοχήν, Σεραφεὶμ εἰρῆσθαί φησι, ὡς σεραφικὸν ἰδίωμα κατὰ μέθεξιν ἔχοντα ἀλλ’ οὐχ ὡς αὐτὸ τοῦτο κυρίως Σεραφεὶμ ὄντα.

οὕτω δὲ καὶ τὸ τῶν μετ’ αὐτὸν προέχειν τὰς αἰτίας πάντα νοῦν ἐν ἑαυτῷ καὶ οὕτως εἶναι τὰ μετ’ αὐτόν, οὐχ ἁπλῶς δώσομεν, ἀλλ’ αἴτιον μὲν πάντων ὄντως ὄντα καὶ πάντα κατ’ αἰτίαν ὄντα καὶ προόντα μόνον ὁμολογοῦμεν τὸν θεόν, τοὺς δὲ θείους νόας οὐκ αὐτοὺς αἰτίους εἶναι τῶν μετ’ αὐτοὺς ἀλλὰ τὰς θεόθεν προβεβλημένας τούτων αἰτίας διακονικῶς πρὸς ταῦτα διαπορθμεύοντας.

ροδʹ. Πᾶς νοῦς τῷ νοεῖν ὑφίστησι τὰ μετ’ αὐτόν, καὶ ἡ ποίησις ἐν τῷ νοεῖν, καὶ ἡ νόησις ἐν τῷ ποιεῖν ... 152,8-18 Οὐ πᾶς νοῦς, μᾶλλον δὲ οὐδείς, πλὴν μόνου τοῦ πρώτου καὶ ὑπερνόου νοός, οὗ τὸ ἐννόημα, κατὰ τὸν Θεολόγον Γρηγόριον, ἔργον ἐστὶ λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον. εἰ δὲ καὶ πάντα δῶμεν νοῦν τὴν αὐτὴν ἔχειν δύναμιν, ὡς τὸ νοεῖν αὐτοῦ ποιεῖν λέγειν εἶναι, ᾗ φησιν ὁ σοφὸς οὗτος, ἐπειδή, καθὼς ὁ αὐτὸς ἐν τῷ ρξζ κεφαλαίῳ εἴρηκε, πᾶς νοῦς ἑαυτὸν νοεῖ, ἑαυτὸν ἄρα ποιεῖ. εἰ δὲ καὶ τὸ πρὸ αὐτοῦ νοεῖ, καὶ τὸ πρὸ αὐτοῦ ἄρα ποιεῖ. εἰ δὲ καὶ τὸ τὰ μετ’ αὐτὸν νοεῖν ἐπιστρέφειν ἐστὶ πρὸς αὐτά, ὡς ἐν τῷ αὐτῷ εἴρηκε κεφαλαίῳ, τὸ δὲ ἄτοπον αὐτῷ δοκεῖ, οὔτε ἄρα νοεῖ οὔτε ποιεῖ τὰ μετ’ αὐτόν. οὕτως αὐτὸς ὁ σοφὸς ἑαυτὸν ἀνατρέπει.

Τὸ δὲ πρὸς μόνα τὰ μετ’ αὐτὸν ἀφορίζειν τὸ εἶναι τοῦ νοῦ ἐν τῷ ἐνεργεῖν εἴτουν ποιεῖν, ὡς ἀποκληρωτικὸν οὐ παραδεκτέον. καὶ ἄλλως εἰ ταὐτὸν ἡ κατ’ ἐνέργειαν τοῦ νοῦ νόησις τῇ ποιήσει, ὡς αὐτὸς οὗτός φησι, τὸ δὲ εἶναι καὶ τὸ νοεῖν ἓν ἄμφω, εἰ μὴ καὶ ἑαυτὸν νοεῖ καὶ τὰ πρὸ αὐτοῦ, οὐδὲ ἑαυτὸν ἄρα νοεῖ οὐδὲ τὰ πρὸ αὐτοῦ, οὐδ’ ἄρα νοῦς ἐστιν.

Ἡμῖν δὲ τὸν μὲν πρώτιστον μόνον καὶ ὑπέρνοον νοῦν ὁμολογοῦσι σύνδρομον ἔχειν τῇ νοήσει τὴν ποίησιν εὔδρομος ὁ λόγος προχωρεῖ καὶ ἀπρόσκοπος, ἐπειδὴ καὶ τὸν αὐτόν φαμεν εἶναι νοῦν τε ὑπέρνοον καὶ ὂν ὑπερούσιον. οὐκοῦν καὶ ὡς μὲν νοῦς νοεῖ πάντα τὰ μετ’ αὐτόν, ὡς δὲ ὢν ὑφίστησι ταῦτα παρ’ ἑαυτοῦ καὶ εἶναι ποιεῖ, καὶ ἔστιν αὐτοῦ ἡ νόησις ποίησις καὶ ἡ ποίησις νόησις. ἀλλὰ καὶ νοεῖ τὰ μετ’ αὐτὸν κρειττόνως ἤπερ εἰσίν, οἰκείως δηλαδὴ ἑαυτῷ, καθὸ καὶ ποιεῖ τῇ νοήσει, αὐτὸς δὲ ὢν καὶ νοῦς ὑπέρτατος καὶ ὁ ὢν πρὸ πάντων νοεῖ καὶ ἑαυτὸν ὡς ὄντα τε καὶ προόντα, διὸ οὐδὲ ποιεῖν ἑαυτὸν λέγεται· οὐ ποιεῖται γὰρ τὸ ὄν, μᾶλλον δὲ τὸ προόν, πρὸ αὐτοῦ δὲ μηδὲν ἔχων οὔτε ποιεῖν τι πρὸ αὐτοῦ οὔτε νοεῖν λέγοιτ’ ἄν.

ροεʹ. Πᾶς νοῦς ὑπὸ τῶν κατ’ οὐσίαν ἅμα καὶ ἐνέργειαν νοερῶν μετέχεται πρώτως ... 152,19-154,2 Εἰ μηδεὶς νοῦς παράγει ἀφ’ ἑαυτοῦ πλὴν τοῦ ἑνὸς καὶ πρώτου καὶ ὑπερνόου νοός, καὶ οὐδεὶς ἄρα μετέχεται πλὴν ἐκείνου· μετέχει γὰρ τὸ παραγόμενον τοῦ παράγοντος· παράγει δὲ πάντα μόνος ὁ θεός· ἐκεῖνος ἄρα καὶ μετέχεται μόνος, πρώτως μὲν ὑπὸ τῶν πρώτως ὑπ’ αὐτοῦ παραγομένων, ὡς ἂν φαῖεν οἱ καθ’ ἡμᾶς θεολόγοι, τῆς πρώτης μετὰ θεὸν τῶν θείων νόων διακοσμήσεως, θρόνων Χερουβεὶμ καὶ Σεραφείμ, δευτέρως δὲ ὑπὸ τῶν εὐθὺς μετὰ τούτους καὶ τρίτως ὑπὸ τῶν ἐφεξῆς. αὐτοὶ δὲ οὗτοι οἱ θεῖοι νόες ἐπεὶ μηδὲν ἀφ’ ἑαυτῶν παράγουσιν, οὐδὲ μετέχεσθαι λέγοιντ’ ἂν ἀλλ’ ἢ διαπορθμεύειν καὶ διαβιβάζειν πρὸς τοὺς μετ’ αὐτοὺς τὰς θείας μεθέξεις καὶ διαδόσεις. οἱ δ’ αὐτοὶ καὶ νοεροὶ μὲν λέγονται πρὸς τὰ πρὸ αὐτῶν, νοητοὶ δὲ πρὸς τὰ μετ’ αὐτούς. νοερὰ δὲ καὶ ἡ τῆς ἀνθρωπίνης ψυχῆς οὐσία κατὰ τοῦτον τὸν λόγον λέγεται· τὸ δὲ κατὰ τοῦτον νοερὸν καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν, ἅμα καὶ ἀεὶ νοοῦν, τί ἂν ἄλλο εἰ μὴ νοῦς εἴη· ὥστε καὶ τοῦτο ὑπὸ νοῦ μετέχεται κἀκεῖνο ὡσαύτως καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ οὐδὲν ἕτερον ἢ νόες ἔσονται πάντα κατὰ τὸ τοῦ παρόντος θεωρήματος πρόβλημα.

ροϛ. Πάντα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις εἰσὶ καὶ καθ’ αὑτὸ ἕκαστον ... 154,3-34 Τὰ θεῖα νοήματα, ἃ προϋφέστηκεν ἐν τῷ θεῷ ὡς εἴδη τῶν ὄντων, εἰ μὲν νοερὰ ἐβούλετο λέγειν οὗτος, καθὰ καὶ προεγνῶσθαι αὐτῷ πάντα καὶ προωρίσθαι λέγεται, καλῶς ἂν εἶχε τὸ πρόβλημα· πάντα γὰρ τὰ τοιαῦτα εἴδη καὶ ἥνωται ἐν τῷ θεῷ καὶ καθ’ ἑαυτὰ ἕκαστον διακέκριται ἀσυγχύτως ἡνωμένα καὶ ἀμερίστως διακεκριμένα. ἐπεὶ δὲ πρὸς τὸ πλῆθος τῶν νόων καὶ τὰ τούτων ἑκάστου νοήματα ὁ λόγος αὐτῷ ἀποτείνεται, πῶς ἂν ἔχοι λόγον τὰ τοῦ ἑτέρου νοὸς ἡνῶσθαι τοῖς τοῦ ἑτέρου, ὡς ἐν ἀλλήλοις πάντα εἶναι, ἀλλὰ μὴ διακεκρίσθαι, καθόσον καὶ αὐτοὶ διακέκρινται ἀλλήλων καὶ ἕκαστος ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει; ἀνάγκη γὰρ τούτοις συνδιακεκρίσθαι καὶ τὰ νοήματα, ἵνα μὴ τὰ ἐνεργήματα κρείττω τῶν ἐνεργούντων εἶναι δοθῇ καὶ τῶν οὐσιῶν αἱ ἐνέργειαι. πῶς δὲ καὶ πάντα νοῦν ἀμέριστόν φησι, ἕνα βουλόμενος εἶναι τὸν ἀμέθεκτον; οἱ γὰρ μεθεκτοὶ πάντως καὶ μεριστοί, καθὸ καὶ κατὰ τοῦτον ὑπὸ τῶν μερικῶν μετέχονται νόων· ἁπλοῦς μὲν γὰρ καὶ κατὰ τοῦτο ἀμερὴς πᾶς νοῦς, οὐ μὴν καὶ ἀμέριστος, ὅς γε εἰς πολλούς, ὑφ’ ὅσων μετέχεται, μεριζόμενος, ὁπότε δὲ καὶ ὁ πρώτιστος νοῦς δέδεικται ἡμῖν πρότερον ἀμεθέκτως μετεχόμενος εἴτουν ἀμερίστως μεριζόμενος· σχολή γ’ ἂν τοὺς ἄλλους νόας ἀμερίστους λέγειν καὶ ἀμεθέκτους, τοὺς κατὰ τοῦτόν γε μεθεκτούς.

Συνᾴδει δὲ τοῖς περὶ τῶν νοημάτων ἡμῖν εἰρημένοις καὶ τὸ παρὰ τούτου παραχθὲν παράδειγμα τῶν ἐν μιᾷ ψυχῇ κατ’ ἀριθμὸν ἡνωμένων διαφόρων θεωρημάτων ἀδιαστάτως καὶ διακεκριμένως ἐξ αὐτῆς προαγομένων, ὡς καὶ ἐν τῇ ἑνώσει ἀσυγχύτων τετηρημένων. ὥσπερ γὰρ οὐ τὰ ἐν πολλαῖς ψυχαῖς θεωρήματα ἥνωνται ἀλλήλοις ἄλλα γὰρ τὰ ἐν τῇ τοῦ ἰατροῦ ψυχῇ καὶ ἄλλα τὰ ἐν τῇ τοῦ γεωμέτρου, καὶ τούτων αὐτῶν ἑκάστου ἄλλα τὰ ἐν τῇ τοῦδε καὶ ἄλλα τὰ ἐν τῇ τοῦδε ἀλλὰ τὰ ἐν τῇ μιᾷ ψυχῇ πάντως ἥνωται κατὰ τὴν ταύτης ἑνότητα, οὕτω καὶ τὰ ἐν τῷ ἑνὶ καὶ μόνῳ ὑπερνόῳ νοῒ νοήματα, μᾶλλον δὲ κρειττόνως καὶ ὑπὲρ σύγκρισιν πᾶσαν καὶ πάσης ἑνώσεως ἔννοιαν, ὑπερήνωται καὶ μένει ἀσύγχυτα. τὰ δὲ ἐν τοῖς πολλοῖς καὶ διαφέρουσιν ὁπωσοῦν ἀλλήλων νόοις καὶ αὐτὰ συμπληθύνεται καὶ συνδιακρίνεται.

ροζʹ. Πᾶς νοῦς πλήρωμα ὢν εἰδῶν, ὁ μὲν ὁλικωτέρων, ὁ δὲ μερικωτέρων ἐστὶ περιεκτικὸς εἰδῶν· καὶ οἱ μὲν ἀνωτέρω νόες ὁλικώτερον ἔχουσιν ὅσα μερικώτερον οἱ μετ’ αὐτούς, οἱ δὲ κατωτέρω μερικώτερον ὅσα ὁλικώτερον οἱ πρὸ αὐτῶν ... 156,1-24 Οἱ θεῖοι νόες ἀπὸ τοῦ ἑνὸς καὶ ὑπερόντος παρηγμένοι νοὸς τοῦ πάντα προέχοντος ἐν ἑαυτῷ τὰ εἴδη καὶ ὑπερέχοντος καὶ εἰς τὸ εἶναι παράγοντος αὐτά τε καὶ τὰς ὕλας αὐτῶν, ἐκεῖθεν καὶ θείων ἐλλάμψεων πληροῦνται, οἱ μὲν ἑνοειδεστέρων καὶ ὁλικωτέρων, οἱ δὲ πολυειδεστέρων καὶ μερικωτέρων κατὰ τὴν ἀναλογίαν ἧς ἔλαχον ἕκαστοι τάξεως καὶ πρὸς τὸ θεῖον ἐγγύτητος· οὕτω δὲ καὶ τὰς δυνάμεις ἀναλόγους ἔχουσι ταῖς ἐλλάμψεσιν. αὐτοὶ δὲ παρ’ ἑαυτῶν παράγουσιν οὐδὲν οὐδ’ ἀπογεννῶσιν, εἰ μὴ ἄρα τις τὴν ἀπὸ τῶν ὑπερτέρων εἰς τοὺς καταδεεστέρους καθήκουσαν μύησιν καὶ διάδοσιν τῶν θείων ἐλλάμψεων γέννησιν ὀνομάζειν ἐθέλοι, καθ’ ὃν τρόπον καὶ οἱ διδάσκαλοι πατέρες τῶν μαθητῶν λέγονται καὶ ἐν αὐτοῖς τούτοις τὸ τῆς πατριᾶς ὁ Ἀπόστολος ἐφήρμοσεν ὄνομα.

αὐτὸ γὰρ δὴ τοῦτο νόες ὄντες καὶ τὸ εἶναι ἐν τῷ νοεῖν ἔχοντες, ἐπειδὰν οἱ ἀνωτέρω τεταγμένοι τὰς εἰς αὐτοὺς ἄνωθεν καθηκούσας νοήσεις τοῖς ὑποδεεστέροις διαπορθμεύωσι καὶ τρόπον τινὰ δυνάμει νόας ὄντας ἐνεργείᾳ νόας ἀποτελῶσιν, εἰκότως ἂν καὶ αὐτοὶ τούτων πατέρες λέγοιντο, τὸ δὲ τῆς παραγωγῆς ὄνομα κατ’ οὐδένα τρόπον ἁρμόζειν ἡγούμεθα τῇ ῥηθείσῃ μυήσει. οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγουσιν οἱ ἀνωτέρω νόες τοὺς κατωτέρω, καθὰ τῷ σοφῷ τούτῳ δοκεῖ, ἀλλὰ μόνος πάντας παράγει ὁ εἷς καὶ ὑπέρνοος νοῦς.

ροηʹ. Πᾶν νοερὸν εἶδος ἀϊδίων ἐστὶν ὑποστατικόν ... 156,25-158,2 Τοῦτο πάντῃ διέψευσται· οὔτε γὰρ οὐσίας ὑφίστησιν ἄλλο τι πλὴν τοῦ θεοῦ· καὶ εἰ πᾶν νοερὸν εἶδος ἀϊδίων ἐστὶν ὑποστατικόν, τὰ μὴ ἀΐδια ἀλλὰ φθαρτὰ καὶ μεταβλητὰ πόθεν ὑφέστηκεν; ὅτι μὲν γὰρ ὑφέστηκε καί εἰσι, δῆλον. εἰ δὲ μίαν εἶναι δεῖ τὴν πάντων ἀρχὴν καὶ αἰτίαν ὑποστατικὴν καὶ παρακτικήν, ὁ εἷς ἂν εἴη καὶ μόνος θεὸς πάντων αἴτιος, ἀϊδίων τε καὶ φθαρτῶν, πάντα παράγων καὶ ὑφιστὰς καθ’ οὓς λόγους οἶδε μόνος αὐτός.

Σοφιστικῶς κἀνταῦθα τὸ ἀκίνητον καὶ τὸ ἀμετάβλητον ταὐτόν τι λαμβάνει· οὐκ ἔστι δέ, εἴπερ μηδὲ κίνησις ταὐτὸν καὶ μεταβολή, ἀλλὰ πᾶσα μὲν μεταβολὴ κίνησίς τις, οὐ πᾶσα δὲ κίνησις μεταβολή· οὕτω δὲ καὶ πᾶν τὸ ἀμετάβλητον ἀκίνητον, οὐ πᾶν δὲ τὸ ἀκίνητον ἀμετάβλητον.

ροθʹ. Πᾶς ὁ νοερὸς ἀριθμὸς πεπέρασται ... 158,3- 10 Τὰ περὶ τοῦ νοεροῦ ἀριθμοῦ ῥηθέντα ἐνταῦθα καὶ περὶ παντὸς ἂν ἀριθμοῦ ῥηθείη. παντὸς γὰρ ἀριθμοῦ ἔστι τι πλέον λαβεῖν· εἰ τοίνυν, οὗ ἐστι πλέον τι λαβεῖν, ἐκεῖνο πεπέρασται, καὶ πᾶς ἄρα ἀριθμὸς πεπέρασται καὶ οὐδεὶς ἀριθμὸς ἄπειρος. ἀλλὰ πολλοὶ πρὸς τοῦτο ἀντιδοξοῦσι καὶ μαθηματικοὶ καὶ φυσικοί· τὸ γὰρ ποσὸν εἴς τε τὸ συνεχὲς διαιροῦντες καὶ τὸ διωρισμένον, τὸ μὲν ἐπὶ τὸ ἔλαττόν φασι προχωρεῖν εἰς τὸ ἄπειρον εἶναι γὰρ ἐπ’ ἄπειρον διαιρετόν, τὸ δὲ ἐπὶ τὸ μεῖζον. ἄμεινον οὖν πάντα μὲν πεπερασμένα λέγειν εἶναι παρὰ τῷ θεῷ, πρὸς ἡμᾶς δὲ εἶναι τὸ ἄπειρον.

ρπʹ. Πᾶς νοῦς ὅλος ἐστίν, οὐχ ὡς ἐκ μερῶν ὑποστάς ἕκαστος καὶ ἥνωται τοῖς ἄλλοις καὶ διακέκριται ἀπ’ αὐτῶν, ἀλλ’ ὁ μὲν ἀμέθεκτος νοῦς ἁπλῶς ὅλος, ὡς καὶ τὰ μέρη πάντα ὁλικῶς ἔχων ἐν ἑαυτῷ, τῶν δὲ μερικῶν ἕκαστος ὡς ἐν μέρει τὸ ὅλον ἔχει, καὶ οὕτω πάντα ἐστὶ μερικῶς ... 158,11-18 Ὅρα πῶς αὐτόθεν αὐτὸς ἑαυτῷ ἐναντιοῦται πάντα νοῦν καὶ τὸν καθ’ αὑτὸν ἀμέθεκτον ἐκ μερῶν ὑφιστάς, καίτοι πάντα νοῦν ἀμέριστον εἶναι βουλόμενος. ἀλλ’ ὁ μὲν τὸν ἀμέθεκτον νοῦν ἐξαίρει τῶν μεθεκτῶν, ἐν αὐτῷ τῷ ἀμεθέκτῳ εἶναι τὸ ἐξαίρετον αὐτῷ χαριζόμενος, ὁ δὲ τῆς ἀληθοῦς εὐσεβείας ὅρος τῷ ὑπερνόῳ μόνῳ νοῒ τὴν τῶν νόων παραγωγὴν ἀπονέμων, ὡς καὶ μόνῳ πάντων αἰτίῳ, καὶ τὴν ἐκείνου μέθεξιν πρὸς πάντας τοὺς νόας διαβιβάζω, ἐν τούτῳ καὶ τὸ ἐξαίρετον δίδωσιν ἐκείνῳ, τὸ μόνον ἐκεῖνον ἀμερίστως ὑπὸ πάντων μετέχεσθαι κατ’ ἀναλογίαν τῆς ἑκάστου δυνάμεως, τοὺς δ’ ἄλλους ἅπαντας νόας οὐκ αὐτοὺς τοὺς ὑπερτέρους ὑπὸ τῶν καταδεεστέρων μετέχεσθαι ἀλλὰ τὰς αὐτοῖς πρωτοδότως χορηγουμένας ἐλλάμψεις εἴτουν μεθέξεις ἐκείνου εἰς τοὺς μετ’ αὐτοὺς δευτεροδότως διαβιβάζειν.

Εἰ πᾶν τὸ ἐκ μερῶν ὑφεστὼς σύνθετον, τοῦτο δὲ οὐχ ἁπλοῦν, πᾶς δὲ νοῦς ἀμερὴς καὶ ἁπλοῦς, ὡς καὶ τούτῳ δοκεῖ, οὐδεὶς ἄρα νοῦς ἐκ μερῶν ὑφέστηκεν. ἀλλ’ ὁ μὲν πρῶτος καὶ ὑπέρνοος νοῦς οὔτε ὅλος ἐστὶν οὔτε μέρος, καὶ ὅλος αὖθις καὶ πᾶν μέρος, ὡς πάντα τά τε ὅλα καὶ τὰ μέρη προέχων καὶ ὑπερέχων ἐν ἑαυτῷ καὶ παρ’ ἑαυτοῦ παράγων καὶ ὑφιστάς· τῶν δ’ ἄλλων ἕκαστος ὅλος τέ ἐστιν, ὡς κατὰ τὴν οἰκείαν ὑφεστὼς ὁλότητα, ἣν παρὰ τοῦ ὑποστήσαντος ὑπέρνου νοὸς εἴληχε, καὶ μηδενὶ μέρει ταύτης λειπόμενος, μέρος δέ, ὡς οὐκ αὐτὸς ὢν τὰ πάντα ἀλλ’ ἕν τι τῶν πάντων καὶ μετὰ τῶν ἄλλων συμπληρῶν τὸ ὅλον καὶ πᾶν, εἰ καὶ ὁ μὲν ὁλικώτερος, ὁ δὲ μερικώτερος εἶναι τέτακται.

ρπαʹ. Πᾶς ὁ μετεχόμενος νοῦς ἢ θεῖός ἐστιν, ὡς θεῶν ἐξημμένος, ἢ νοερὸς μόνον ... 158,19-160,4 Πᾶς μὲν νοῦς μετὰ τὸν ὑπέρνοον νοῦν θεῖός ἐστιν, ἀλλ’ οὐ φύσει ἀλλὰ μεθέξει ἐκείνου καὶ χάριτι, μετέχεται δὲ αὐτὸς καθ’ αὑτὸν οὐδείς, ἀλλ’ οἱ ὑπέρτεροι τὰς πρωτοδότως αὐτοῖς ἄνωθεν χορηγουμένας θείας ἐλλάμψεις δευτεροδότως διαπορθμεύουσι πρὸς τοὺς ὑφειμένους. καὶ πάντες μέν εἰσι νοεροί, τόν τε πρῶτον καὶ ὑπέρνοον νοῦν ὡς ἐφικτὸν νοοῦντες καὶ πρὸς ἐκεῖνον, ὡς θέμις, ἀνατεινόμενοι καὶ μόνοι ἐξημμένοι ἐκείνου, καὶ ἑαυτοὺς καὶ ἀλλήλους. νοεροὶ δὲ μόνον οἱ τὴν ἐσχάτην τάξιν λαχόντες· οἱ δ’ ἄλλοι πάντες καὶ νοητοὶ καὶ νοεροί, τὸ μὲν ὡς νοούμενοι, τὸ δὲ ὡς νοοῦντες. καὶ ταύτῃ δὴ μᾶλλον αὐτοῖς τό τε ὅμοιον προσήκει καὶ τὸ ἀνόμοιον, τῷ πάντας μὲν νοεῖν, ἀλλὰ τοὺς μὲν μᾶλλον, τοὺς δὲ ἧττον. τὰ δὲ τῷ σοφῷ τούτῳ κατασκευαζόμενα πρὸς τὴν πρεσβευομένην αὐτῷ πολυθεΐαν ἐκτέτραπται.

Ἐν τῷ λέγειν ἀλλὰ πᾶν τὸ ἀμέθεκτον θεῖον, καὶ ἑαυτῷ καὶ τῇ κοινῇ μάχεται ἐννοίᾳ. ἀμέθεκτα γὰρ καὶ κατὰ τοῦτόν εἰσι τὰ καθέκαστα, ἃ καὶ μερικὰ καὶ ἄτομα λέγονται, ὑφ’ ὧν μετέχονται τὰ καθόλου. εἰ οὖν τὰ καθόλου ἐγγύτερα τῷ ἑνί, καὶ ὅσῳ καθολικώτερα τοσούτῳ μᾶλλον ἐγγύτερα, πῶς οὐχὶ τὰ καθολικώτερα ταῦτα καὶ μάλιστα μεθεκτά; πῶς δὲ καὶ τὰ μερικώτατα καὶ πορρωτάτω τοῦ ἑνὸς ὄντα καὶ ὑπὸ μηδενὸς ἔτι μετεχόμενα ταῦτα θεῖα; ὅπερ ἀνάγκη διδόναι τὸν λέγοντα πᾶν τὸ ἀμέθεκτον θεῖον· ἢ πάντῃ ψευδὴς αὕτη ἡ τοῦ σοφοῦ πρόσληψις.

Εἰ τῆς νοερᾶς οὐσίας ὑποδεεστέρα ἡ ψυχή καὶ οὗτος γὰρ μετὰ τὰς θείας ἑνάδας εὐθὺς τάττει τοὺς νόας, ἔπειτα τὰς ψυχὰς μετὰ τούτους· διὸ καὶ διὰ νοῦ φησιν ἐν τῷ ρπγʹ κεφαλαίῳ θεῶν τὰς ψυχὰς μετέχειν, πῶς ἐστι δυνατὸν θείαν μὲν εἶναι ψυχήν, νοῦν δὲ μὴ εἶναι θεῖον ἀλλὰ νοερὸν μόνον; πάντως γὰρ ἔδει τὸν μετεχόμενον κατὰ τοῦτον καὶ θεῖον λεγόμενον νοῦν πρῶτον τῷ συγγενεῖ νῷ μεταδιδόναι τῆς οἰκείας θεότητος, εἶτα διὰ μέσου τούτου καὶ εἰς ψυχὴν ταύτην διαβιβάζειν.

ρπβʹ. Πᾶς θεῖος νοῦς μετεχόμενος ὑπὸ ψυχῶν μετέχεται θείων ... 160,5-12 Νοῦς ὄντως θεῖος καὶ θεία ψυχὴ καὶ θεῖον σῶμα τὸ ἐξ ἡμῶν ἑνωθὲν ἀφράστως τῷ θεῷ λόγῳ πρόσλημμα καὶ γεγονὸς ἐξ αὐτῆς ἑνώσεως ὑπερφυῶς ὅπερ ἐκεῖνος, μετὰ τοῦ καὶ αὐτὸ μεῖναι ἐν τῇ οἰκείᾳ φύσει ἀμεταβλήτως· τῶν δ’ ἄλλων οὐδὲν οὕτω θεῖον, οὔτε μὴν φύσει ἀλλὰ μετοχῇ καὶ χάριτι τῇ ἐκείνου δυνάμεθα κατά τε νοῦν καὶ ψυχὴν καὶ σῶμα θεοῦσθαι καὶ θεοὶ οὕτω καὶ θεῖοι ἀποτελεῖσθαι. πρὸ ἡμῶν δὲ μετέχουσι τῆς τοιαύτης θειότητος οἱ ἀσώματοι καὶ μένοντες ἐν τῷ ἀγαθῷ ἀμεταπτώτως νόες, συνεργοῦντες καὶ ἡμῖν εἰς τὴν τοῦ ἀγαθοῦ μέθεξιν κατὰ θείαν βούλησιν καὶ τὰς θείας εἰς ἡμᾶς μεθέξεις διαβιβάζοντες, οὐ μὴν αὐτοὶ ὑφ’ ἡμῶν μετεχόμενοι. διὸ οὐδ’ εἰς ὄνομά τινος αὐτῶν ἀλλ’ εἰς τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος βαπτιζόμεθα, τῆς μίας καὶ μόνης θεότητος, καὶ ἐν τούτῳ μόνῳ τὴν σωτηρίαν ἔχειν πιστεύομεν.

Καὶ εἰ ἡ μέθεξις ἐξομοιοῖ τῷ μετεχομένῳ τὸ μετέχον καὶ συμφυὲς ἀποτελεῖ, πῶς οὐ μᾶλλον ἐξομοιοῖ τὸν συγγενέστερον νοῦν καὶ οὕτω συμφυῆ τῷ θείῳ νοῒ ἢ τὴν ψυχήν; ἀλλὰ νοῦν μὲν εἶναι δεῖ μὴ θεῖον, ψυχὴν δὲ θείαν εἶναι ἀνάγκη, τὴν οὐχ οὕτω συγγενῆ οὐδὲ συμφυῆ, ὡς τὸν νοῦν τῷ νοΐ; οὕτω προφανῶς ἑαυτὸν κατασοφίζεται ὁ σοφός.

ρπγʹ. Πᾶς νοῦς μετεχόμενος μέν, νοερὸς δὲ μόνον ὤν, μετέχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῇ γινομένων ... 160,13-20 Ἐν τῷ προβλήματι εἰπὼν νοῦν ὑπὸ ψυχῶν μετέχεσθαι, ὡς τῶν ψυχῶν νοῦ μετεχουσῶν, ἐν τῇ ἀποδείξει περὶ τῶν αὐτῶν λέγει ψυχῶν, οὐδὲ νοῦ μετέχουσαι. οὕτω προφανῶς καὶ τῇ ἀληθείᾳ καὶ ἑαυτῷ μάχεται. εἰ δὲ περὶ τοῦ κατ’ αὐτὸν θείου νοῦ δέχοιτό τις εἰρῆσθαι τὸ οὐδὲ νοῦ μετέχουσαι ἴσως γὰρ καὶ κατὰ λήθην τοῦ γραφέως παρελείφθη τὸ θείου, τὰ εἰς τὰ πρὸ τούτου δύο κεφάλαια ἡμῖν εἰρημένα συνυπακουστέον κἀνταῦθα, ἔτι δὲ καὶ τὰ εἰς τὸ ροε κεφάλαιον παραγεγραμμένα.