Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 184-198: Η φύση της ψυχής, η αθανασία, το σώμα και ο χρόνος

Ανασκευή της πλατωνικής ψυχολογίας περί μετεμψυχώσεως, αϊδίου σώματος και αυτοζωίας της ψυχής, βάσει της χριστιανικής ανθρωπολογίας και εσχατολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 12 από 12

ρπδʹ. Πᾶσα ψυχὴ ἢ θεία ἐστίν, ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν, ἢ μεταξὺ τούτων ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν ... 160,21-30 Ποῦ δὲ τάττεις, ὦ σοφώτατε σύ, τὰς τῶν ζῴων ψυχὰς ἢ τὰς τῶν ζῳοφύτων ἢ καὶ ἔτι μᾶλλον τὰς τῶν φυτῶν, εἲ μήτε μετὰ τῶν θείων μήτε μετὰ τῶν ἀεὶ μενουσῶν μήτε μετὰ τῶν ποτὲ νοῦ μετεχουσῶν; πῶς γὰρ τὰς θνητάς, τὰς ἀλόγους, τὰς ἀνοήτους; ἢ οὖν ἐλλιπῆ σοι γενέσθαι τὴν διαίρεσιν ὁμολόγησον ἢ πρὸς τὴν πρεσβευομένην σοι μετεμψύχωσιν καταφεύξῃ, ἵνα εἴπῃς τὴν τοῦ ἀνθρώπου ψυχὴν μετὰ τὸ χωρισθῆναι τοῦ ἀνθρωπείου σώματος νῦν μὲν εἰς ἀλόγου ζῴου σῶμα, νῦν δὲ εἰς φυτὸν μετεγγίζεσθαι, καὶ οὕτως ἀπὸ λόγου καὶ νοῦ μεταβάλλειν εἰς ἀλογίαν καὶ ἄνοιαν, καὶ πάλιν οὕτως ἁλῷς αὐτὸς ἑαυτῷ μαχόμενος. πῶς γὰρ ἡ τὴν γνῶσιν καὶ τὸν λόγον ἀποβαλοῦσα ψυχὴ καὶ ἄνους οὕτω καὶ ἄλογος χρηματίσασα ἀσώματος λοιπὸν ἔσται καὶ σώματος χωριστή, ἄφθαρτός τε καὶ ἀνώλεθρος ἡ τὸν ὄλεθρον καὶ τὴν φθορὰν ἐντεῦθεν ἤδη δεξαμένη καὶ τὸν νοῦν ἀποβαλομένη, ἅπερ ἐν τοῖς ἑξῆς θεωρήμασι καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνῃ;

Ἀλλὰ τίς μὲν ὁ κυρίως θεῖος νοῦς καὶ τίς ἡ κυρίως θεία ψυχή, ἔτι δὲ καὶ τί τὸ κυρίως θεῖον σῶμα, προείρηται ἡμῖν ἤδη μετρίως, ὡς ἐνῆν, ἐν τῇ τοῦ ρπβʹ θεωρήματος παραγραφῇ, πρὸς δὲ καὶ ὅπως μετέχουσι τῆς τοιαύτης θειότητος οἱ θεῖοι πρὸ ἡμῶν νόες, ὅπως τε καὶ ἡμεῖς ἐν μετοχῇ ταύτης ἀποτελούμεθα, τῇ χάριτι δηλαδὴ τοῦ ἀφράστως ἑνωθέντος ἡμῖν θεοῦ λόγου συνεργούντων ἡμῖν εἰς τοῦτο καὶ τῶν θείων νόων κατὰ θείαν ἐπίνευσιν. τὰ δὲ παρὰ τοῦ σοφοῦ τούτου παρεισαγόμενα τρία κατὰ βαθμοὺς γένη τῶν τε νόων καὶ τῶν ψυχῶν ψιλὰ μόνον εἰσὶν ἐννοήματα καί, ὡς ἂν Ἀριστοτέλης συμφήσειε, τερετίσματα. νόες τε γὰρ ἅπαντες θεῖοι, καθ’ ὃν εἰρήκαμεν τρόπον ἐν τῇ τοῦ ρπʹ θεωρήματος παραγραφῇ, καὶ οὐχ ὁ μὲν θεῖος, ὁ δὲ οὐ θεῖος.

Καὶ ψυχῶν εἶεν ἂν ὄντως εἴδη κατὰ πρώτην διαίρεσιν τὸ λογικὸν καὶ τὸ ἄλογον, ὧν τὸ μὲν λογικὸν καὶ τὴν ἀρχὴν κατ’ εἰκόνα θεοῦ γεγένηται· διὸ καὶ θεῖον ἐμφύσημα προσείρηται καὶ ψυχὴ ἑνικῶς ἐκπεφώνηται διὰ τὴν ἐγγυτέρω τοῦ θείου μέθεξιν· ἐνεφύσησε γάρ, φησίν, ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ ἀνθρώπου καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν· καὶ αὖθις μετὰ τὸν ἐξ ἀβουλίας εἰς ἀλογίαν καὶ φθορὰν ὄλισθον εἰς ἐκεῖνο πάλιν ὃ γέγονεν ἀπ’ ἀρχῆς διὰ τῆς κατὰ τὴν θείαν οἰκονομίαν χάριτος ἐπανάγεται· τὸ δὲ ἄλογον τὴν εἰς πολλὰ διαίρεσιν ἐπιδέχεται. οὕτω γοῦν καὶ περὶ τῆς πρώτης τῶν ἀλόγων ζῴων γενέσεως ὁ δημιουργὸς εἴρηκεν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, καὶ ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. τῷ τε γὰρ κατὰ γένος εἰπεῖν ἐπὶ τῶν γεηρωτέρων τὴν εἰς διάφορα γένη τουτέστι εἴδη διαίρεσιν τῆς ἀλόγου ψυχῆς παρενέφηνε, τῷ τε ψυχῶν ἐπὶ τῶν ὑγροτέρων τὴν εἰς πλῆθος πρόοδον τούτων ἀριδηλότερον διεσήμανε μετ’ ἐπισημασίας τοῦ καὶ τὰ σώματα τῶν ψυχῶν εἶναι βούλεσθαι ἀλλ’ οὐχὶ καὶ τὰς ψυχὰς τῶν σωμάτων· καὶ τὸ συναμφότερον δεῖν ἀπὸ τοῦ κυριωτέρου ψυχὴν ὀνομάζεσθαι· ὄργανα γὰρ οἰκεῖα καὶ πρόσφορα ταῖς ψυχαῖς πρὸς τὰς αὐτῶν ἑκάστων ἐνεργείας τὰ σώματα διαπέπλασται.

ἀλλὰ πρὸς οὐδὲν τούτων ἀπιδὼν ὁ σοφὸς περὶ μὲν διαφορὰς τῶν ἀλόγων ψυχῶν οὐδένα ποιεῖται λόγον, ἀλλ’ ὥσπερ πάσης ψυχῆς λογικῆς οὔσης καὶ νοερᾶς οὕτω τὴν τοιαύτην ψυχὴν εἰς τρία κατὰ βαθμοὺς διαιρεῖ γένη, τὰς μὲν πρώτας λέγων καὶ θείας, τὰς δὲ δευτέρας καὶ ἀεὶ νοεράς, τὰς δὲ τρίτας καὶ ποτὲ μὲν νοεράς, ποτὲ δὲ μεταβαλλούσας εἰς ἄνοιαν, εἴτουν τελείαν ποιεῖται τῶν ψυχῶν τὴν διαίρεσιν, ἔξω ταύτης ἐῶν τὰς διαφορὰς τῶν ἀλόγων ψυχῶν, καθ’ ἃς ἔμψυχα τὰ ζῷα πάντα παρὰ πάντων εἶναι ἀνωμολόγηται, καὶ περιττὴν ἄλλως τὴν λογικὴν καὶ μονοειδῆ ψυχὴν εἰς τρία διαιρῶν γένη, τὰ μὴ ὄντα μηδ’ ὑφεστῶτα· μία γὰρ κατ’ εἶδος ἡ λογικὴ ψυχή, καθ’ ἣν μόνος ὁ ἄνθρωπος πεπλαστούργηται.

ρπεʹ. Πᾶσαι μὲν αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὁπαδοὶ ἀεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὁπαδοὶ ποτέ ... 162,1-12 Ὅτι μὲν οὐδένα περὶ τῆς ἀλόγου ψυχῆς ποιεῖται λόγον, διὰ τῶν εἰρημένων ἡμῖν δῆλον· τὸ δὲ τὴν λογικὴν ψυχήν, ταὐτὸν δὲ εἰπεῖν τὴν ἀνθρωπίνην, οὕτω διαιρεῖν, ὡς τὰς μὲν λέγειν θείας εἴτουν θεοὺς ψυχικῶς εἶναι, τὰς δὲ νοερὰς εἴτουν θεῶν ὁπαδοὺς ἀεί, τὰς δὲ μεταβαλλούσας ἐπὶ τὸ χεῖρον, τί ἂν ἄλλο εἴη ἢ τὰς μὲν ἀποκληρωτικῶς φύσει τοιάσδε, τὰς δὲ τοιάσδε λέγειν εἶναι· καὶ τὸ ψυχικῶς γὰρ τοῦτο πάντως δηλοῦν βούλεται, τὸ κατὰ τὴν τῆς ψυχῆς φύσιν. τούτου δὲ δοθέντος οὔτ’ ἂν ἡ θεία δοξασθείη δικαίως, ὅτι ὅπερ ἦν φύσει, τοῦτο οὖσα διαμεμένηκεν, οὐθ’ ἡ λαχοῦσα τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν κολασθείη, ὅτι μετέβαλεν· ἑκατέρα γὰρ τὸ οἰκεῖον κατὰ φύσιν τετήρηκεν, ὡς ἀναιρεῖσθαι μὲν ἐντεῦθεν τὸ τῆς ψυχῆς αὐτεξούσιον, συναναιρεῖσθαι δὲ καὶ τὴν θείαν κρίσιν, καὶ τὴν αἰτίαν δὲ τῆς μεταβολῆς τῶν φύσει ταύτην ὑφισταμένων ἐπὶ τὸν αἴτιον τῆς φύσεως ἀναφέρεσθαι. εἰ δὲ ταῦτα ἄτοπα, καὶ ἡ ψυχὴ αὐτεξούσιος εἶναι ἀνωμολόγηται, ἥ γε λογική, καθ’ ὃ μάλιστα καὶ αὐτοκίνητος, εἴρηται· οὔτε ἄρα φύσει τὶς θεία καὶ καθ’ αὑτὴν θεὸς οὔτε φύσει μεταβλητὴ τίς, ἀλλ’ αὐτοπροαίρετος πᾶσα.

καὶ εἰ οὕτω τὸ ψυχικῶς ἐκλαμβάνοιτο κατὰ τὸ τῆς ψυχῆς αὐτεξούσιον, ὡς ἐξὸν αὐτῇ ὅπερ ἂν ἕληται, εἴτε νοερῶς ἀεὶ ζῆν εἴτε καὶ εἰς θείαν μετουσίαν δι’ ἀρετῆς ἐπιτεταμένης ἀναδραμεῖν καὶ θεωθῆναι τῇ χάριτι κατὰ τὸ εἰρημένον· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, εἴτε καὶ τοὐναντίον παρασυμβληθῆναι τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθῆναι καὶ οὕτως ἀπὸ νοῦ μεταβληθῆναι εἰς ἄνοιαν καὶ τὸν ψυχικὸν τοῦτον ἑκοῦσαν ὑπελθεῖν θάνατον, ὡς ὀνειδίζεσθαι καὶ αὐτὴν τό, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων, τουτέστιν ὁ ἐξ ἀρχαγγέλου γεγονὼς διάβολος, πίπτετε, εἰ ταῦθ’ οὕτω λέγειν ὁ σοφὸς βούλεται, συμφήσαιμεν ἂν αὐτῷ καὶ ἡμεῖς. ἀλλ’ οἶμαι μακρὰν τῆς τοιαύτης ἐννοίας ἀπέχει, μᾶλλον δ’ ἔοικεν ἄλλα τινὰ ψυχῶν ἀναπλάττειν εἴδη τοῦ τῆς ἀνθρωπίνης ἀνώτερα, τό τε νοερὸν ἀεὶ καὶ τὸ θεῖον, ἵνα τὴν πρεσβευομένην αὐτῷ πολυθεΐαν αὐξήσῃ, καὶ ὥσπερ ἑνάδων πλῆθος εἴτουν πρώτων θεῶν εἶτα καὶ νοερῶν δευτέρων θεῶν, οὕτω καὶ τρίτων ψυχικῶν θεῶν πλῆθος σεβασθῇ. καὶ τί λέγω πρώτων καὶ δευτέρων καὶ τρίτων, ὁπότε καὶ τούτων ἕκαστα εἰς τὸ ἀμέθεκτον καὶ τὸ μεθεκτὸν καὶ τὸ τούτων μέσον γένος διεῖλε, προϊὼν δὲ καὶ μέχρι σωμάτων τὸ θεῖον κατασπᾷ σέβας. οὕτως εἶχεν ἀπλήστως τοῦ τῆς πολυθεΐας ἔρωτος καίτοι τὸ ἓν πρεσβεύειν ἐπαγγελόμενος καὶ μίαν εἶναι τὴν πάντων ἀρχὴν ἔστιν ὅπου ἀποφηνάμενος.

Οὐχ αἱ μέν, αἱ δὲ οὔ, ἀλλὰ πᾶσα ψυχὴ λογικὴ δύναται δέχεσθαι τὸ θεῖον φῶς ἄνωθεν ἐπιλάμπον, εἰ μή τις ἑκοῦσα μύει τὰ νοερὰ αὐτῆς ὄμματα τοῦ μὴ βλέπειν αὐτό· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, φησί, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν, οὐ παρὰ τὸ μὴ φαίνειν ἐκεῖνο, ἀλλὰ παρὰ τὸ τὴν προελομένην τὴν σκοτίαν ψυχὴν καὶ οὕτω καὶ αὐτὴν σκοτίαν γενομένην καὶ ὀνομαζομένην μὴ θέλειν καταλαβεῖν αὐτό· ἐκεῖνο γὰρ πάντα, φησίν, ἄνθρωπον φωτίζει ἐρχόμενον εἰς τὸν κόσμον.

ρπϛʹ. Πᾶσα ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωριστὴ σώματος ... 162,13-23 Ἐκ τούτου τοῦ κεφαλαίου καὶ τῶν μετὰ τοῦτο δῆλός ἐστιν ὁ σοφὸς μηδὲ ψυχὴν τὴν τῶν ἀλόγων ὀνομάζειν βουλόμενος παρά τε τὴν ἐνάργειαν τῶν πραγμάτων καὶ τὴν κοινὴν ἔννοιαν. πάντες γὰρ συμφώνως ἔμψυχα πάντα τὰ ζῷά φαμεν, οὐ τὰ λογικὰ μόνον ἀλλὰ καὶ τὰ ἄλογα· οὕτω γοῦν καὶ τὸ ζῷον ὁρίζεται οὐσία ἔμψυχος αἰσθητική, καὶ αὖθις εἰς λογικὸν διαιρεῖται καὶ ἄλογον. κατὰ τί δ’ ἂν λέγοιτό τι ζῷον ἄλογον, εἰ μὴ κατὰ τὴν ψυχήν· οὐ γὰρ δήπου κατὰ τὸ σῶμα· τὸ γὰρ σῶμα, ᾗ σῶμα, οὔτε ζῷόν ἐστιν οὔτε λογικὸν οὔτε ἄλογον, ὃ καὶ πρὶν ἑνωθῆναι ψυχῇ καὶ αὖ μετὰ τὸ χωρισθῆναι οὔτε ζῷον ὅλως οὔτε πολλῷ μᾶλλον τοιῶσδε ἢ τοιῶσδε ζῶν καθορᾶται. δῆλον οὖν ὅτι διὰ τὴν ψυχὴν ζῇ καὶ τοιῶσδε ζῇ διὰ τὴν τοιάνδε ψυχήν, ἐπεὶ καὶ πᾶσα ψυχὴ ζωή ἐστι, φησὶ καὶ οὗτος. ὥσπερ οὖν διὰ τὴν λογικὴν ψυχὴν λέγεταί τι ζῷον λογικόν, οὕτω καὶ διὰ τὴν ἄλογον ζῷον ἄλογον.

ἀλλ’ οὗτος πᾶσαν ψυχὴν ἀσώματον οὐσίαν εἶναι λέγων καὶ σώματος χωριστήν, καὶ τοῦτο δεικνύναι πειρώμενος διὰ τοῦ πρὸς ἑαυτὴν αὐτὴν ἐπιστρέφεσθαι καὶ γινώσκειν μὴ μόνον ἑαυτὴν ἀλλὰ καὶ τὰ πρὸ αὐτῆς, δῆλός ἐστι τὴν ἄλογον ψυχὴν μὴ παραδεχόμενος, ἥτις ἐν σώματί τε τὸ εἶναι ἔχει ἐν γὰρ τῷ αἵματι αὐτῶν, φησὶ περὶ τῶν ἀλόγων ζῴων, ἡ ψυχὴ αὐτῶν ἐστι, καὶ οὐ μόνον τὰ πρὸ αὐτῆς ἀλλὰ καὶ ἑαυτὴν ἀγνοεῖ, ὡς καὶ πρὸς ἑαυτὴν ἀνεπίστροφος καὶ σώματος ὅλως ἀχώριστος· διὸ καὶ θνητὴ πᾶσα ψυχὴ ἄλογος.

εἰ δὲ βούλεται καὶ τὴν τῶν ἀλόγων ψυχὴν λογικὴν λέγειν καὶ νοεράν, ὡς ἐκ λόγου καὶ νοῦ μεταβαλοῦσαν εἰς ἀλογίαν καὶ ἄνοιαν καὶ αὖ πάλιν ἐπιστρέψουσαν εἰς λόγον καὶ νοῦν, δῆλος πάλιν αὐτόθεν γίνεται παρεκλαμβάνων τὴν πλατωνικὴν μετεμψύχωσιν, ἐφ’ ᾧ καὶ ἄλλους μὲν ἔχει πολλοὺς οὐχὶ τῶν ἡμετέρων μόνον ἀλλὰ καὶ τῶν τῆς κατ’ αὐτὸν ἑλληνικῆς πλάνης ἀντεχομένων τοὺς ἀντιλέγοντας καὶ μάλιστα τὸν Ἰάμβλιχον, ὃς τὴν ἀλογίαν τοῦ δόγματος τῆς ἀπ’ ἀνθρώπων εἰς ἄλογα ζῷα καὶ ἀπ’ ἀλόγων εἰς ἀνθρώπους μετεμψυχώσεως ἀναξίαν τῆς πλατωνικῆς διανοίας κρίνων ἀλληγορικῶς ταύτην αὐτὸν εἰσάγοντα πειρᾶται δεικνύναι, τὰ ἤθη δηλαδὴ διὰ τῶν ζῴων παρεμφαίνοντα, ὡς διὰ μὲν τοῦ λέοντος τὸ θυμῶδες, διὰ τοῦ λύκου δὲ τὸ ἁρπακτικόν, διὰ δὲ τῶν ὄνων τὸ πρὸς λαγνείαν κατάφορον, καὶ διὰ τῶν ἄλλων ὁμοίως τὰ παραπλήσια, ὅθεν καὶ τὰς μὲν λογικὰς ἐξ ἀνθρώπων εἰς ἀνθρώπους μεταχωρεῖν, τὰς δ’ ἀλόγους ἐξ ἀλόγων εἰς ἄλογα, εἶναι δὲ καὶ κατ’ εἶδος ἕκαστον ζῴων ψυχῆς εἶδος κατάλληλον, ὡς διαφόρων οὐσῶν τῶν ψυχῶν κατὰ τὰ εἴδη πρὸς ἕκαστον εἶδος οἰκεῖον καὶ τὸ σῶμα διαπεπλάσθαι. ἐλεγχθείη δ’ ἂν καὶ ἄλλως ἄλογον ὂν τὸ λογικὰ λέγειν τὰ ἄλογα, οἷς οὐδὲ μία προσοῦσα λογικὴ κίνησις ἐμφαίνεται, οὐ βουλή, οὐκ ἀρετή, οὐ τέχνη, οὐ μάθησις, οὐκ ἄλλο τι τῶν διανοητικῶν.

εἰ γὰρ καὶ σύνεσίς τις ἐνίοις πρόσεστι, τισὶ δὲ καὶ πανουργία, οἷά τις τέχνης εἰκὼν καὶ σκιὰ δυνάμεως λογικῆς, ἀλλὰ φυσικὴν ταύτην ῥητέον ἂν εἴη μᾶλλον ἢ λογικήν, πρὸς τοῦ δημιουργοῦ δεδομένην, ἵνα μὴ παντάπασιν ἀβοήθητα καταλείπηται τοῦ καὶ τὰς ἐνεστώσας ἐκκλίνειν βλάβας καὶ προφυλάττεσθαι τὰς μελλούσας, καὶ ὥστε πᾶσαν ἑαυτῇ τὴν κτίσιν συνάπτεσθαι καὶ ἀλληλουχεῖσθαι διὰ δή τινων μεσοτήτων τὰ πάντῃ διάφορα. ὅτι δὲ φυσικῶς ἀλλ’ οὐ λογικῶς ἐνεργεῖ τὰ τοιαῦτα τὰ ζῷα, δῆλον ἐκ τοῦ καθ’ ἕκαστον εἶδος τὰ ὑπ’ αὐτὸ πάντα τὸ τοῦ εἴδους ἴδιον ὁμοίως ποιεῖν καὶ μὴ διαλλάττειν ἀλλήλων ἐν τῷ πλήθει τὰς ἐνεργείας, ἀλλὰ καθ’ ὁρμὴν μίαν, πλὴν τοῦ μᾶλλον καὶ ἧττον κινεῖσθαι. πᾶς γὰρ λαγωὸς ὁμοίως ἐν τῷ φεύγειν τεχνάζεται καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται, ἀλλ’ οὐχὶ καὶ πᾶς ἄνθρωπος ὁμοίως τὰ αὐτὰ ἐνεργεῖ, ἀλλὰ μυρίαι τῶν ἄλλων παρ’ ἄλλοις ἐνεργειῶν αἱ διαφοραὶ ταῖς ἑκάστων προαιρέσεσι συνδιακρινόμεναι. τίνος ἕνεκεν; ὅτι λογικὸν τοῦτο τὸ ζῷόν ἐστι καὶ κατὰ τοῦτο ἐλεύθερόν τε καὶ αὐτεξούσιον τοῦ πράττειν ὅπερ ἂν βούληται, καὶ οὐ φύσει μόνῃ, καθάπερ τὰ ἄλογα, διοικούμενον· διὸ καὶ ποιοῦσιν ἀεὶ τὰ αὐτὰ πάντα ἐκεῖνα τὰ τοῦ αὐτοῦ εἴδους· ἦν γὰρ φύσεως τὸ ἀεὶ καὶ παρὰ πᾶσι ταὐτόν.

Ἀλλὰ τὰ μὲν περὶ τῆς ἐμψυχώσεως καὶ εἰσαῦθις ἐπεξεργασθήσεται· ὅτι δὲ ἡ λογικὴ ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωριστὴ σώματος, καὶ ἡμεῖς σύμφαμεν· ὅτι δὲ καὶ ἑαυτὴν γινώσκει, ὃ μὲν φανερὸν εἶναι λέγει ἐκ τοῦ καὶ τὰ ὑπὲρ αὐτὴν ταύτην εἰδέναι, ἀπορήσειε δ’ ἄν τις εὐλόγως, εἰ φανερᾶς οὕτως οὔσης τῆς γνώσεως τῆς ψυχῆς ἠγνόησαν ἑαυτοὺς οἱ σοφοὶ καὶ εἰς μυρίας περὶ τῆς ψυχικῆς οὐσίας διηνέχθησαν δόξας καὶ οὐδεὶς οὐδέπω περὶ αὐτῆς ἀκριβές τι καὶ ἀσφαλὲς ἀπεφήνατο. μᾶλλον οὖν τοὐναντίον ἐστὶ φανερόν, ὅτι ἀγνοεῖ ἑαυτήν, ὅ,τι ποτέ ἐστιν. εἰ γὰρ ἐγίνωσκεν, οὐκ ἂν νῦν μὲν σῶμα ἑαυτὴν εἶναι κατὰ τὴν τῶν Στωϊκῶν δόξαν ἀπεφαίνετο, καὶ τοῦτο ἄλλο τι κατὰ ἄλλον, νῦν δὲ ἀσώματον, καὶ νῦν μὲν οὐσίαν ἀθάνατον καὶ ἀσώματον, νῦν δὲ ἀσώματον μέν, οὐκ οὐσίαν δὲ οὐδ’ ἀθάνατον, καὶ νῦν μὲν ἀριθμόν, νῦν δὲ ἁρμονίαν, νῦν δὲ κρᾶσιν, νῦν δὲ ἄλλο τι. ὁπότε τοίνυν οὕτως ὁ περὶ ψυχῆς λόγος παρὰ τοῖς σοφοῖς ἀμφιβάλλεται, τοῦτο μᾶλλόν ἐστι φανερόν, ὡς ὅπερ ὁ σοφός φησι φανερὸν κόμπος ἄλλος ἐστὶ διάκενος. ἀληθὲς δέ ἐστι μάλιστα τὸ λέγειν, ὡς εἴ τι γινώσκομεν νῦν, ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους καταλαμβάνομεν, καθά φησιν ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ τὰ ἄρρητα μυηθεὶς Ἀπόστολος.

ρπζʹ. Πᾶσα ψυχὴ ἀνώλεθρός ἐστι καὶ ἄφθαρτος ... 162,24-162,31 Καὶ ἐκ τούτου δῆλός ἐστι μὴ δεχόμενος εἶναί τινα ψυχὴν ἄλογον, εἴπερ τὴν ἄλογον καὶ φθαρτὴν εἶναι ἀνάγκη. ἀλλ’ ὅτι μέν εἰσιν ἄλογοι αἱ τῶν ἀλόγων ζῴων ψυχαί, ἱκανῶς ὑπεμνήσαμεν ἐν τοῖς εἰρημένοις· τούτου δὲ λοιπὸν προϋποκειμένου ἀκολούθως καὶ πρὸς τὸ προκείμενον κεφάλαιόν φαμεν, ὅτι οὐ πᾶσα ψυχὴ ἀνώλεθρός ἐστι καὶ ἄφθαρτος, ἀλλ’ εἴπερ ἄρα ἡ λογική τε καὶ νοερὰ καὶ θεία δι’ ἀρετῆς ἀποτελεσθεῖσα τῇ μεθέξει τῆς χάριτος. αἱ γάρ τοι τῶν ἀλόγων καὶ ἔτι μᾶλλον αἱ τῶν φυτῶν ἐπειδὴ καὶ σωμάτων εἰσὶν ἀχώριστοι, ἃ σύνθετά τέ ἐστι καὶ εἰς τὰ ἐξ ὧν συντέθεινται πέφυκεν ἀναλύεσθαι καὶ οὕτω φθείρεσθαι, καὶ αὗται τῶν ἐν οἷς εἰσι φθειρομένων συμφθείρονται. τὸ δὲ περὶ τῆς λογικῆς λέγειν ὅτι ἄφθαρτός ἐστι καὶ ἀνώλεθρος, δέοιτ’ ἄν τινος διορισμοῦ, εἰ μὴ μέλλοιμεν ἀντιφθέγγεσθαι τῷ εἰπόντι· φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ, καὶ πάλιν· ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν. διὰ γὰρ τούτων σαφῶς δείκνυται, ὡς ἔστι τις ἀπώλεια τῆς ἀνθρωπίνης ψυχῆς, ἣν εἶναι μόνην λογικὴν ἔφαμεν.

τοιγάρτοι καὶ διοριστέον ὅτι φθορὰ καὶ ὄλεθρος εἴτουν ἀπώλεια καὶ κοινότερον εἰπεῖν θάνατος λέγεται μὲν ἐπὶ τῶν ἀλόγων ζῴων ἡ διάλυσις τῆς σωματικῆς συνθέσεως, καθ’ ἣν τὰ σώματα συνεχόμενα συμφύτου μετεῖχε ζωῆς· τῆς γοῦν συνθέσεως διαλυομένης καὶ ἡ σύμφυτος αὐτῇ ζωὴ συναπόλλυται· διὸ καὶ θνητὴ ἡ τῶν ἀλόγων ζωή. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων θάνατος ὁ χωρισμὸς τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ὁπηνίκα διαλύεται μὲν καὶ τούτου τοῦ ζῴου ἡ σωματικὴ σύνθεσις, ἡ δὲ τῆς ψυχῆς ἀσώματος οὐσία χωρισθεῖσα μένει καθ’ αὑτὴν ἐκδεχομένη τὴν ἐλπιζομένην ἐκ τῆς κοινῆς ἀναστάσεως παλιγγενεσίαν τοῦ οἰκείου σώματος, ἵνα πάλιν αὐτῷ ἑνωθῇ καὶ συναπολάβῃ δικαίως τὰ τῶν βεβιωμένων ἀντάξια, εἴτε βασιλείαν θείαν, ἥτις καὶ ζωὴ αἰώνιος λέγεται, εἴτε κόλασιν ἀτελεύτητον, ἥτις καὶ θάνατος ἀθάνατος καὶ αἰώνιος καὶ φθορὰ καὶ ὄλεθρος ὀνομάζεται, ἐπεὶ καὶ καθόλου φθορὰ καὶ θάνατος ἑκάστου τῶν ὄντων ἐστὶν ἡ τοῦ οἰκείου καὶ κατὰ φύσιν ἀγαθοῦ ἔκπτωσις. ᾗ μὲν οὖν μένει πᾶσα ψυχὴ λογικὴ καὶ οὐκ εἰς τὸ μὴ εἶναι χωρεῖ, ταύτῃ καὶ ἀνώλεθρός ἐστι πᾶσα καὶ ἄφθαρτος καὶ ἀθάνατος· ᾗ δὲ ἡ μὲν εἰς κόλασιν αἰώνιον, ἡ δὲ εἰς ζωὴν αἰώνιον ἀναστήσεται, ταύτῃ τοι οὐ πᾶσα ῥηθείη γ’ ἂν ἄφθαρτος καὶ ἀνώλεθρος, ἀλλ’ ὅση δηλαδὴ δικαίως καὶ εὐσεβῶς ἐνταῦθα βεβίωκεν.

ρπηʹ. Πᾶσα ψυχὴ καὶ ζωή ἐστι καὶ ζῶν ... 164,1-19 Ὅτι μὲν πᾶσα ψυχὴ ζῶσά ἐστι, καὶ ἡ θεία λέγει γραφή· καὶ γὰρ τά τε ἔνυδρα καὶ τὰ ἐναέρια, ἑρπετὰ καὶ πετεινὰ ψυχῶν ζωσῶν εἴρηνται, καὶ τὰ πεζὰ πάντα ψυχὴ ζῶσα κατὰ γένος· καὶ περὶ τοῦ ἀνθρώπου δέ φησι ὅτι καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. τὸ δὲ καὶ ζωὴν ἁπλῶς καὶ ἀδιαφόρως πᾶσαν λέγειν ψυχὴν τοῦ σοφοῦ ἂν εἴη τούτου καὶ τῶν ὅσοι κατὰ τοῦτον πᾶσαν ψυχὴν ἀσώματον οὐσίαν εἶναι καὶ χωριστὴν σώματος τουτέστι λογικήν τε καὶ νοερὰν δογματίζουσιν. ὁ δὲ καὶ εἰς ἀπόδειξιν τοῦ προκειμένου προβλήματος λαμβάνει τὸ πᾶσαν ψυχὴν γινώσκειν ἑαυτὴν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφειν, καίτοι γε ὁ αὐτὸς τὸ τρίτον τῶν ψυχῶν γένος εἰς ἄνοιάν ποτε μεταβάλλον ἔφησε. πότερον οὖν καὶ ἡ τὴν τοιαύτην μεταβολὴν παθοῦσα ψυχή, ἐν ὅσῳ ἀνοηταίνει, γινώσκει ἑαυτὴν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφει, ἵνα καὶ ζωὴ εἴη τῷ τηνικαῦτα καὶ πῶς τοῦτο διδοὺς οὗτος οὐχ ἑαυτῷ προφανῶς ἀντιφθέγγεται;, ἢ πάντως γε τότε οὔτε νοεῖ οὔτε πρὸς ἑαυτὴν ἐπιστρέφει οὔτε ζωὴ ὄντως ἐστίν, εἴ γε δεῖ τὴν ζωὴν καθὸ ζωὴν ἀθάνατον μένειν; εἰ δὲ τοῦτο πανάληθες, πῶς ἁπλῶς οὗτος περὶ πάσης ψυχῆς τὸν λόγον ποιούμενος ἑαυτήν τε γινώσκειν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφειν καὶ ζωὴν εἶναι ταύτην ἀποφαινόμενος οὐ προφανῶς ψεύδεται;

ἀλλ’ ἡμῖν ἱκανῶς, ὡς ἐνῆν, ἅμα καὶ ἐπιτόμως ἐν τοῖς προλαβοῦσι διώρισται τὰ περὶ ἀθανασίας καὶ γνώσεως τῆς λογικῆς ψυχῆς.

ρπθʹ. Πᾶσα ψυχὴ αὐτόζως ἐστίν ... 164,20-32 Εἰ μία ἐστὶν ἡ πάντων ἀρχὴ καὶ αἰτία, ὑφ’ ἧς πάντα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήχθη, οὐδὲν τῶν ὄντων αὐθυπόστατόν ἐστιν εἴτουν αὐθύπαρκτον. τὸ γὰρ αὐθυπόστατον διχῶς λέγεται, τὸ μὲν τὸ καθ’ ἑαυτὸ ὑφεστὼς καὶ μὴ ἐν ἄλλῳ ὑποκειμένῳ τὸ εἶναι ἔχον, οὐ μέντοι γε καὶ παρ’ ἑαυτοῦ τὴν ὕπαρξιν ἔχον, καθὸ τὴν οὐσίαν αὐθυπόστατον εἶναι λέγομεν, οὐκέτι δὲ καὶ τὰ συμβεβηκότα, τὸ δὲ τὸ καὶ τὴν ὕπαρξιν ἔχον παρ’ ἑαυτοῦ. τῶν οὖν ὄντων οὐδὲν οὕτως ἐστὶν αὐθυπόστατον κατά γε τὸν ἀληθῆ λόγον καὶ τοὺς μίαν πάντων εἶναι ὁμολογοῦντας τὴν ἀρχήν, ἀλλ’ ἢ μόνος ὁ πάντων αἴτιος τοῦ εἶναι θεός· οὐδ’ ἄρα ἡ ψυχὴ οὕτως αὐθυπόστατος, ἀλλ’ εἴπερ ἐστὶν ὡς οὐσία, οὕτω δὲ καὶ αὐτόζως ἥ γε λογική. οὐ γὰρ ὡς τὰ σώματα ζῇ δι’ αὐτὴν ἤγουν τῇ μεθέξει αὐτῆς, οὕτω καὶ αὐτὴ δι’ ἄλλο τι, ἀλλ’ αὐτὴ καθ’ αὑτὴν τὸ μέντοι εἶναι καὶ καθ’ αὑτὴν οὕτως ὑφίστασθαι ἔχει παρὰ τῆς μιᾶς τῶν πάντων ἀρχῆς, ἥτις καὶ οὐδὲν τῶν πάντων καὶ πάντα ὑπερηνωμένως ἐστί, διὸ καὶ αὐτοζωὴ λέγεται. ὁ δὲ σοφὸς οὗτος τὸ ἓν τοῦ αὐθυποστάτου σημαινόμενον λαβὼν συμπεραίνει τὸ ἕτερον· ἢ καὶ ἄμφω αὐτῷ αἱ προτάσεις ψευδεῖς, ὅτι τε πρὸς ἑαυτήν ἐστιν ἐπιστρεπτικὴ πᾶσα ψυχὴ καὶ ὅτι πᾶν τὸ τοιοῦτον αὐθυπόστατόν ἐστιν, ὡς ὑφιστῶν ἑαυτό.

ρϟʹ. Πᾶσα ψυχὴ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ τοῖς σώμασι μεριστῶν ... 166,1-25 Εἰ διὰ τὸ μετέχειν ζωῆς καὶ οὐσίας καὶ γνώσεως ἡ ψυχὴ οὐκ ἔστιν ἀμέριστος, οὐδ’ ὁ νοῦς ἂν εἴη ἀμέριστος· μετέχει γὰρ καὶ κατὰ τοῦτον ζωῆς καὶ οὐσίας, ἵνα μὴ λέγω καὶ γνώσεως· πάντα γάρ, τά τε ὄντα, τά τε ζῶντα, τά τε νοοῦντα, τὰ μὲν οὐσίας, τὰ δὲ ζωῆς, τὰ δὲ γνώσεως μετέχει, ἐκ τῆς ὑπερουσίου οὐσίας, τῆς ὑπερζώου ζωῆς, τοῦ ὑπερνόου νοὸς προχεομένων, τοῦ ἑνὸς αὐτοῦ τοῦ ὑπερηνωμένως ἐν ἑαυτῷ τὰ πάντα προέχοντος. ἢ οὖν οὐδὲ τὰ πρὸ τῆς ψυχῆς ἀμέριστα πάντῃ, ἐὰν διὰ τὸ μετέχειν αὐτὴν γνώσεως καὶ ζωῆς καὶ οὐσίας ἀποφάσκηται αὐτῆς τὸ ἀμέριστον, ἢ ἐὰν ἐκεῖνα οὐδὲν εἰς τὰ ἀμέριστα λέγεσθαι παραβλάπτηται ἐκ τῆς τῶν πρὸ αὐτῶν μετοχῆς, λεγέσθω καὶ αὕτη ἀμέριστος. εἰ δὲ καὶ διαφοράν τινα δοτέον τῷ ἀμερίστῳ, κατὰ τὸ μᾶλλον καὶ ἧττον δοθήσεται, καὶ καθόσον αὕτη ἐκείνων ἧττον ἀμέριστος διὰ τὴν μετοχὴν τῶν πλειόνων, κατὰ τοσοῦτον ἐκεῖνα ταύτης ἧττον μεριστὰ διὰ τὴν μετοχὴν τῶν ἐλαττόνων· ἢ ἐπειδὴ χωριστὴ σώματος ἡ λογικὴ ψυχὴ καὶ ὅλως ἀσώματος, ταύτῃ τοι καὶ ἀμερὴς καὶ ἁπλῆ δικαιοῖτ’ ἂν λέγεσθαι, καθὼς καὶ ὁ μέγας Γρηγόριος ὁ Θαυματουργὸς συλλογιστικῶς περὶ αὐτῆς ἀποφαίνεται, τὸ ἀσύνθετον ἐκ τοῦ ἀσωμάτου συνάγων, ἐκ δὲ τοῦ ἀσυνθέτου τὸ ἀμερὲς καὶ ἁπλοῦν.

Λεχθείη δ’ ἂν μᾶλλον οὐχ ἡ ψυχὴ μόνον ἀλλὰ τὸ ἐξ ἀμφοῖν ψυχῆς τε καὶ σώματος σύγκριμα, τὸ λογικὸν τοῦτο ζῷον, ὁ ἄνθρωπος, μέσον εἶναι τῆς τε νοητῆς καὶ τῆς αἰσθητῆς οὐσίας ἤτοι τῆς ἀμερίστου καὶ τῆς μεριστῆς, καθὰ καὶ τῷ ἑτέρῳ Γρηγορίῳ τῷ Θεολόγῳ δοκεῖ· καὶ μήποτε τοῦτο καὶ οὗτος βουλόμενος εἰπεῖν ἔλαθεν ἑαυτόν, ἀντὶ τοῦ συναμφότερα λαβὼν τὸ ἕτερον.

ρϟαʹ. Πᾶσα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον ... 166,26- 168,10 Τὰ μέχρι τοῦδε κοινῶς περὶ πάσης ψυχῆς ἀπεφαίνετο μηδὲν διαστέλλων μέσον ἀμεθέκτου καὶ μεθεκτῆς, νῦν δὲ ὑπεξαιρεῖ τὴν ἀμέθεκτον μὴ βουλόμενος συντάξαι ταύτην ὅλως τοῖς ὑπὸ χρόνον καὶ γενητοῖς. ἀλλ’ εἰ καὶ αὕτη μέση τῶν ἀμερίστων καὶ τῶν περὶ τοῖς σώμασι μεριστῶν ἐστι κατὰ τὸ πρὸ τούτου κεφάλαιον οὐδὲ γὰρ ὑπεξεῖλεν αὐτὴν ἐν ἐκείνῳ ὥσπερ ἐν τούτῳ, διὰ δὲ τὴν τοιαύτην μεσότητα ὑποβιβάζει τὰς μεθεκτὰς ἀπὸ τῆς ἀμερίστου καὶ νοερᾶς ὑποστάσεως καὶ δίδωσι ταύταις τὴν κατὰ χρόνον ἐνέργειαν, πῶς οὐχὶ κἀκείνην διὰ τὴν αὐτὴν αἰτίαν συνυπάγει ταύταις; ἢ γὰρ κἀκείνης ἡ ἐνέργεια χρονική, καὶ διατὶ αὐτὴν ὑπεξαίρει τούτων, ἢ αἰώνιος, ὡς καὶ ἡ οὐσία, καὶ μηκέτι μέση ἐκείνη μηδὲν διαφέρουσα τῆς ἀμερίστου καὶ ἀκινήτου κατὰ τοῦτον καὶ νοερᾶς ὑποστάσεως, ἢ οὔτε χρονικὴν οὔτ’ αἰώνιον ἐνέργειαν ἔχει, καὶ συνοίχεται τῇ ἐνεργείᾳ καὶ ἡ οὐσία· οὐσία γὰρ ἀδύναμος καὶ ἀνενέργητος οὐκ ἔστιν, ἢ περιττὴ καὶ μάτην ἂν εἴη· ἀλλὰ μάταιον τῶν ὄντων οὐδέν.

Πρὸς δὲ τὴν ἀπόδειξιν τό· ἔσται γὰρ ἀμέριστος οὐσία, οὗτος μὲν ὡς ἄτοπον ἐκ τοῦ λόγου συναγόμενον τοῦ ἄμφω αἰώνια ἔχειν τὴν ψυχήν, τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, διώκειν βούλεται· ἡμῖν δὲ οὐ δοκεῖ ἄτοπον. ἀλλ’ οὐδὲ οὗτος τὴν οὐσίαν τῆς ψυχῆς ἠβούλετο δεῖξαι τῆς ἀμερίστου διαφέρουσαν οὐσίας, ἀλλὰ τὴν ἐνέργειαν. ὅπερ οὖν περὶ τῆς ἐνεργείας προέθετο δεῖξαι, τοῦτο περὶ τῆς οὐσίας συνάγων δῆλός ἐστι σοφιστικῶς τὸν λόγον ἐπηρεάζων, ἄλλως τε καὶ ἑαυτὸν ἀνατρέπει. εἰ γὰρ διαφέρει μὲν κατὰ τὴν ἐνέργειαν ἡ ψυχὴ τῆς νοερᾶς οὐσίας, διαφέρει δὲ καὶ ἡ οὐσία αὐτῆς, εἴπερ ἄτοπον τὸ εἶναι αὐτὴν ἀμέριστον οὐσίαν, κατ’ ἄμφω ἄρα διαφέρει, ὅπερ ἀντίκειται τῷ προτεθέντι αὐτοῦ προβλήματι. ψευδεῖς δὲ καὶ τὰς ἄλλας προτάσεις λαμβάνει· ὅτι ἀκίνητος ἡ νοερὰ οὐσία· τοῦτο γὰρ ἡμῖν προελήλεγκται ψεῦδος ὄν, καὶ ὅτι αὐτόζως καὶ αὐθυπόστατος ἡ ψυχή.

Συνίστησι τὰ παρ’ ἡμῶν εἰρημένα περὶ τῆς ἀνθρωπίνης ψυχῆς ὡς καλῶς εἴρηται καὶ ὁ μέγας καὶ τὰ θεῖα πολὺς Διονύσιος, διαρρήδην νοερὰς εἶναι τὰς ψυχὰς ἡμῶν ἀποφαινόμενος καὶ πᾶν ὅπερ ἔχουσιν ἀγαθὸν παρὰ θεοῦ τοῦτο ἔχειν, τῆς μιᾶς τῶν ἀγαθῶν πάντων αἰτίας. λέγει γὰρ ὅτι μετὰ τοὺς ἱεροὺς καὶ ἁγίους νόας αἱ ψυχαὶ καὶ ὅσα ψυχῶν ἀγαθὰ διὰ τὴν ὑπεράγαθόν ἐστιν ἀγαθότητα· τὸ νοερὰς αὐτὰς εἶναι, τὸ ἔχειν τὴν οὐσιώδη ζωὴν ἀνώλεθρον, αὐτὸ τὸ εἶναι, καὶ δύνασθαι πρὸς τὰς ἀγγελικὰς ἀνατεινομένας ζωάς, δι’ αὐτῶν δὲ ὡς ἀγαθῶν καθηγεμόνων, ἐπὶ τὴν πάντων ἀγαθῶν ἀγαθαρχίαν ἀνάγεσθαι καὶ τῶν ἐκεῖθεν ἐκβλυζομένων ἐλλάμψεων ἐν μετουσίᾳ γίνεσθαι κατὰ τὴν σφῶν ἀναλογίαν καὶ τῆς ἀγαθοειδοῦς δωρεᾶς, ὅση δύναμις, μετέχειν. διὰ γὰρ τούτων παρίστησιν ὁ πατὴρ ὅτι καὶ τὸ εἶναι καὶ τὸ νοεῖν καὶ τὸ ζῆν καὶ τὸ δύνασθαι πρὸς τὴν ἀγαθαρχίαν ἀνάγεσθαι καὶ τῶν ἐκεῖθεν ἐκδιδομένων μετέχειν δωρεῶν ἐκεῖθεν ἔχουσι καὶ ὅτι παρὰ τῶν ἀγγέλων οὐδὲν πλέον ἔχουσι ἢ τὸ παρ’ αὐτῶν ὡς ἀγαθῶν καθηγεμόνων ὁδηγεῖσθαι πρὸς τὴν ἀναγωγήν.

ὁ δ’ αὐτὸς καὶ ἀλόγους εἰδὼς οὔσας ψυχὰς ταῦτα καὶ περὶ τούτων φησί· ἀλλὰ καὶ περὶ αὐτῶν εἰ χρὴ φάναι τῶν ἀλόγων ψυχῶν ἢ ζῴων, ὅσα τὸν ἀέρα τέμνει καὶ ὅσα ἐπὶ γῆς βαίνει καὶ ὅσα εἰς γῆν ἐκτέταται καὶ τὰ ἐν ὕδασι τὴν ζωὴν ἢ ἀμφιβίως λαχόντα καὶ ὅσα ὑπὸ γῆν ἐγκεκαλυμμένα ζῇ καὶ ἐγκεχωσμένα καὶ ἁπλῶς ὅσα τὴν αἰσθητικὴν ἔχει ψυχὴν ἢ ζωήν, καὶ ταῦτα πάντα διὰ τἀγαθὸν ἐμψύχωται καὶ ἐζώωται· καὶ φυτὰ δέ, φησί, πάντα τὴν θρεπτικὴν καὶ κινητικὴν ἔχει ζωὴν ἐκ τἀγαθοῦ, καὶ ὅση ἄψυχος καὶ ἄζως οὐσία διὰ τἀγαθόν ἐστι καὶ δι’ αὐτὸ τῆς οὐσιώδους ἕξεως μετείληχεν. οὕτως οἶδεν ὁ θεῖος πατὴρ πάντα τὰ ὄντα τῆς μιᾶς ἐξάπτειν ἀρχῆς.

ρϟβʹ. Πᾶσα ψυχὴ μεθεκτὴ τῶν τε ἀεὶ ὄντων ἐστὶ καὶ πρώτη τῶν γενητῶν ... 168,11-19 Τοῦτο τὸ κεφάλαιον ἀκόλουθόν ἐστι τῷ πρὸ αὐτοῦ· ἐκείνου οὖν ἱκανῶς ἀνατετραμμένου καὶ τοῦτο πάντως συνανατρέπεται. ρϟγʹ. Πᾶσα ψυχὴ προσεχῶς ἀπὸ νοῦ ὑφέστηκεν ... 168,20-29 Πῶς ἡ αὐτὴ καὶ αὐθυπόστατός ἐστι κατὰ τὸ ρπθ κεφάλαιον καὶ ἀπὸ νοῦ ὑφέστηκε κατὰ τοῦτο; τὰ γὰρ οὕτως αὐθυπόστατον, ὡς ἑαυτὸ ὑφιστῶν, ἀφ’ ἑαυτοῦ, ἀλλ’ οὐκ ἀφ’ ἑτέρου ὑφίσταται· ἕτερον δὲ ὁ νοῦς παρὰ τὴν ψυχήν. ἡμῖν δὲ ἱκανῶς δέδεικται, ὅτι οὔτε ἀφ’ ἑαυτῆς ὑφέστηκεν ἡ ψυχὴ οὔτε ἀφ’ ἑτέρου τινός, πλὴν τῆς μιᾶς ἁπάντων παρακτικῆς καὶ ὑποστατικῆς ἀρχῆς, ἣ ζωὴ καὶ νοῦς καὶ οὐσία καὶ πάντα ὑπερουσίως ἐστίν, ὁ εἷς ἐν τριάδι θεός.

ρϟδʹ. Πᾶσα ψυχὴ πάντα ἔχει τὰ εἴδη, ἃ ὁ νοῦς πρώτως ἔχει ... 168,30-170,3 Δέδεικται ἡμῖν, ὅτι οὔτε ψυχῶν ὑποστάτης ἐστί τις νοῦς, ἀλλ’ ἢ μόνος ὁ ὑπέρνοος καὶ πανταίτιος, οὔτε μὴν πλὴν ἐκείνου πάντα παράγει, ἀλλ’ οὐδὲ ἀκίνητός ἐστιν, ὅς γε ἀνατείνεται μὲν ἀεὶ δι’ ἐφέσεως πρὸς τὸ θεῖον, κάτεισι δὲ καὶ εἰς πρόνοιαν τῶν καταδεεστέρων κατ’ εὐδοκίαν θείαν, ἐπιστρέφει δὲ καὶ πρὸς ἑαυτόν· ἥ τε γὰρ ἐπιστροφὴ καὶ ἡ ἄνοδος καὶ ἡ κάθοδος προφανῶς κινήσεις εἰσί. καὶ ἄλλως δὲ δύναται αὐτεξούσιος ὢν κατὰ προαίρεσιν κινηθῆναι καὶ τροπὴν παθεῖν τὴν ἐπὶ τὸ χεῖρον, ὡς ἔδειξεν ὁ ἐξ ἀρχαγγέλου διάβολος καταστὰς καὶ τὸ περὶ αὐτὸν τῶν δαιμόνων τάγμα.

ρϟεʹ. Πᾶσα ψυχὴ πάντα ἐστὶ τὰ πράγματα, παραδειγματικῶς μὲν τὰ αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά ... 170,4-17 Οἱ μηδ’ ἑαυτούς, ὅτι ποτέ εἰσιν, εἰδότες σοφοὶ καὶ τὸ τῆς φιλοσοφίας πλαστῶς ἐπηρεάζοντες ὄνομα, ἐντεῦθεν ὁρμώμενοι τὴν κατ’ αὐτοὺς ὁρίζονται φιλοσοφίαν γνῶσιν εἶναι θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, ὅθεν καὶ αὐτοὺς πάντα τὰ ὄντα εἰδέναι· εἰ γὰρ πάντα τὰ ὄντα ἐστὶν ἡ ψυχὴ κατὰ τὸ παρὸν κεφάλαιον, ταὐτὸν ἂν εἴη τὸ τὴν ψυχὴν εἰδέναι καὶ πάντα τὰ ὄντα. εἰ τοίνυν οἶδεν ὁ σοφὸς τὴν ψυχήν, οἶδεν ἄρα καὶ πάντα τὰ ὄντα· ἀλλ’ ἐντεῦθεν ῥᾷον ἄν τις καὶ ἀληθέστερον ἔτι γε μᾶλλον συναγάγοι πᾶν τοὐναντίον, ὡς εἰ μὴ τὴν ψυχὴν οἶδεν ὁ σοφός, πολλῷ γε μᾶλλον οὐδὲ πάντα οἶδε τὰ ὄντα. ὅτι δὲ οὐκ οἶδεν ὁ σοφὸς τὴν ψυχήν, ὅ,τι ποτέ ἐστιν, ἡ τῶν σοφῶν πάντων δείκνυσι πρὸς ἀλλήλους περὶ ταύτης διαφωνία. οὗτος δὲ καὶ κατ’ ἐξαίρετον ἄλλως ἑαυτὸν ἀγνοῶν ἐλέγχεται, δι’ ὧν φησι· πᾶσαν ψυχήν, δηλονότι καὶ τὴν ἑαυτοῦ ἤγουν ἑαυτόν· πάντως γὰρ πλατωνικὸς ὢν οἶδε καὶ αὐτὸς τὸν ἄνθρωπον λέγειν, τὴν ψυχήν, πάντα παράγειν καὶ ὑφιστᾶν τὰ αἰσθητά, οὗ τί ἂν εἴη προφανέστερον ψεῦδος καὶ γνωριμώτερον; ὁ γὰρ μὴ δυνάμενος τρίχα μίαν παραγαγεῖν καὶ προσθεῖναι, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν εἰς τὴν αὐτοῦ κεφαλήν, πῶς ἂν ἀληθεύοι λέγων πάντα τὰ αἰσθητὰ παράγειν καὶ ὑφιστᾶν;

οὕτω φάσκων εἶναι σοφὸς ὁ σοφὸς προφανῶς μεμώραται.

Ἐπιστῆσαι δὲ ἄξιον κἀνταῦθα πῶς αὐτὸς ἑαυτῷ μάχεται. ὁ γὰρ εἰπὼν ἐν τῷ ρϟʹ κεφαλαίῳ ψυχήν τινα μένουσαν ψυχὴν καὶ καθὸ ψυχὴν ἀγνοεῖν τὰ ὄντα, εἶτα λέγων πᾶσαν ψυχὴν πάντα εἶναι τὰ πράγματα, προειπὼν δὲ καὶ πᾶσαν ψυχὴν ἐπιστρέφειν πρὸς ἑαυτὴν καὶ γινώσκειν οὐ μόνον ἑαυτὴν ἀλλὰ καὶ τὰ πρὸ αὐτῆς, ἀντιφάσκει προφανῶς ἑαυτῷ ἐν τῷ λέγειν ὅτι πᾶσα ψυχὴ γινώσκει πάντα καὶ ὅτι οὐ πᾶσα γινώσκει πάντα· τούτῳ γὰρ πάντως ταὐτόν ἐστι τὸ ὅτι τις ψυχὴ ἀγνοεῖ τὰ ὄντα.

ρϟϛʹ. Πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτῳ ἀϊδίῳ καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν καὶ ἄφθαρτον ... 170,18-30 Εἰ πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται ἀϊδίῳ ἤτοι συναϊδίῳ καὶ αὐτὴ γὰρ κατ’ οὐσίαν ἀΐδιος καὶ αὐτῷ τῷ εἶναι ἀεὶ ψυχοῖ τὸ συναΐδιον αὐτῇ σῶμα, πῶς οὐχὶ καὶ ἀχώριστος ἀεὶ τοῦ συνημμένου ἀεὶ αὐτῇ σώματός ἐστιν; ἢ γὰρ ἀεὶ ψυχοῖ τοῦτο ἢ οὐκ ἀεί· ἀλλ’ εἰ μὲν οὐκ ἀεί, διέπεσε τὸ προκείμενον πρόβλημα μετὰ τῆς θαυμαστῆς ἀποδείξεως, ἥτις ἐδείκνυ τὸ εἰρημένον σῶμα ἀΐδιον διὰ τοῦ ἀεὶ ψυχοῦσθαι αὐτό· εἰ δὲ ἀεί, καὶ ἀεὶ ἀχώριστός ἐστιν αὐτοῦ καὶ οὐδέποτε χωριστὴ οὐδ’ ἀσώματος· ἀλλ’ ἦν καὶ χωριστὴ καὶ ἀσώματος κατὰ τὸ ρπϛ κεφάλαιον. ἀλλ’ ἐκεῖνα, τάχ’ ἄν τις φαίη, περὶ τῆς οὐσίας ἐλέγετο τῆς ψυχῆς, ταῦτα δὲ λέγεται περὶ τῆς ἐνεργείας. ἀλλὰ καὶ ὁ ἀληθὴς ἀντιφήσει λόγος, ὡς εἰ μὲν περὶ ἐνεργείας ἐλέγετο ταυτὶ τῇ ψυχῇ ἔξωθέν ποθεν ἐπιγενομένης καὶ οὐκ αὐτῷ τῷ εἶναι ταύτην ἐνεργουμένης, εἶχεν ἄν τι εὔλογον τὰ λεγόμενα· πλὴν οὕτως οὐδὲ συνεπεραίνετο τὸ προκείμενον· ἡ γὰρ τοιαύτη ἐνέργεια καὶ παύεσθαί ποτε δύναται, ὡς μὴ ἐξ ἀνάγκης ἀΐδιον εἶναι τὸ πρὸς ταύτην συντελοῦν σῶμα. ἐπεὶ δὲ περὶ οὐσιώδους καὶ συμφυοῦς ἐνεργείας λέγεται αὐτῷ τῷ εἶναι καὶ τῇ οὐσίᾳ τῆς ψυχῆς συντρεχούσης, πῶς ἂν ἔχοι λόγον τῆς τοιαύτης ἐνεργείας χωρίζεσθαί ποτε λέγειν τὴν οὐσίαν;

χωρίζοιντο γὰρ ἄν, εἰ τοῦ συντελοῦντος εἰς αὐτὴν χωρίζεται σώματος. ἢ τοίνυν ἀχώριστος τῆς τοιαύτης ἐνεργείας καὶ τοῦ τοιοῦδε σώματος ἡ τῆς ψυχῆς οὐσία καὶ οὐκέτι χωριστὴ οὐδ’ ἀσώματος, ἢ χωριστὴ καὶ ἀσώματος, ὃ καὶ μάλιστα ἀληθές, καὶ οὐκ ἄρα ψυχοῖ τι σῶμα ἀΐδιον. ὁ δὲ τὴν οὐσίαν τῆς οὐσιώδους καὶ φυσικῆς ἐνεργείας χωρίζειν βουλόμενος, τάχ’ ἂν καὶ πῦρ αὐτὸ καθ’ αὑτὸ εἶναι δώσει χωρὶς ἐνεργείας τῆς τοῦ θερμαίνειν τε καὶ φωτίζειν, ὅπερ ἀμήχανον.

ρϟζʹ. Πᾶσα ψυχὴ οὐσία ἐστὶ ζωτικὴ καὶ γνωστική, καὶ ζωὴ οὐσιώδης καὶ γνωστική, καὶ γνῶσις ὡς οὐσία καὶ ζωή· καὶ ἅμα ἐν αὐτῇ πάντα, τὸ οὐσιῶδες, τὸ ζωτικόν, τὸ γνωστικόν, καὶ πάντα ἐν πᾶσι καὶ χωρὶς ἕκαστον ... 172,1-22 Πάλιν περὶ πάσης ἁπλῶς λέγει ψυχῆς ἐμπεριλαμβάνων καὶ τὴν ἀμέθεκτον καὶ τὰς ἀλόγους καὶ τὰς τῶν ζωοφύτων καὶ τῶν φυτῶν, ἐφ’ ᾧ καὶ θαυμάσειεν ἄν τις πῶς τὰς τοιαύτας γνώσεις οὐσιώδεις καὶ ζωτικὰς ἢ καὶ οὐσίας καὶ ζωὰς γνωστικάς, καὶ γνωστικὰς οὕτως ὥστε πάσας ἑαυτὰς γινώσκειν, ἤγουν ὡς ὅλης δι’ ὅλων αὐτῶν χωρούσης τῆς γνώσεως. τοῦτο γὰρ ἐν τῇ ἀποδείξει παραλαμβάνει, καίτοι ζωὴν ἄνουν εἰδὼς καὶ γνώσεως ἄμοιρον καὶ ταύτην ταῖς ἐνύλοις προσήκειν ζωαῖς, καὶ γνῶσιν τὴν ἀνούσιον καὶ ἄζων λέγων ἀνυπόστατον. τίνες οὖν αἱ νοῦ καὶ γνώσεως πάσης ἄμοιροι ζωαί, εἰ μὴ αἱ ψυχαὶ τῶν φυτῶν; καὶ τίνες αἱ γνώσεως μὲν μετέχουσαι, ἀλλ’ αἰσθητικῆς, οὐχὶ δὲ νοερᾶς, εἰ μὴ αἱ τῶν ἀλόγων ζῴων; καὶ ἁπλῶς τίνες αἱ ἔνυλοι ζωαί, αἱ μήτε γινώσκειν ἑαυτὰς δύνανται μήτε οὐσίαι εἰσὶν εἰλικρινεῖς; τίνα δ’ ἂν λέγοι καὶ γνῶσιν τὴν ἀνούσιον καὶ ἄνουν καὶ ἀνυπόστατον; ἢ εἴ τίς ἐστί που τοιαύτη, τάχ’ ἂν ἡ κατὰ τοῦτον ἀμέθεκτος οὕτω λεχθείη ψυχὴ καὶ ὁ κατὰ τοῦτον ἀμέθεκτος νοῦς.

ἡμεῖς δὲ καὶ οὐσίαν καὶ ζωὴν καὶ νοῦν ἀνούσιον καὶ ἄζων καὶ ἄνουν οὐ κατὰ στέρησιν ἀλλὰ καθ’ ὑπεροχὴν ἄρρητον τὸν ὑπερούσιον καὶ ὑπέρζων καὶ ὑπέρνοον λέγειν ἴσμεν, τὸν ἕνα καὶ μόνον θεὸν ἐν τρισὶν ὑμνούμενον ὑποστάσεσιν.

ρϟηʹ. Πᾶν τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον, περιόδοις μετρεῖται ... 172,23-33 Ἀδύνατον ὑπόθεσιν ὑποτίθησι, τὸ αὐτὸ καὶ χρόνου μετέχον καὶ ἀεὶ κινούμενον λέγων. οὔτε γὰρ τὸ χρόνου μετέχον ἀΐδιον ἀΐδιον γὰρ τὸ ἀεικίνητον οὔτε τὸ ἀΐδιον ἔγχρονον, ἀλλὰ μεμέρισται τὰ μὲν ἔγχρονα τὸ ὑπὸ χρόνον εἶναι λαχόντα, τὰ δὲ ἀΐδια τὸ ὑπ’ αἰῶνα, ᾗ φησιν ὁ καθ’ ἡμᾶς θεολόγος Γρηγόριος· ὅπερ ἐστὶν ἡμῖν ὁ χρόνος, τοῦτο τοῖς ἀϊδίοις αἰών.

Δοκεῖ δὲ οὗτος ἀΐδια καὶ ἀεικίνητα λέγειν τὰ οὐράνια σώματα, αὐτόν τε τὸν ὅλον οὐρανὸν καὶ τοὺς ἀστέρας. ὅθεν καὶ ἕτερον ἀνακύπτει παρ’ αὐτοῦ λεγόμενον ἄτοπον, ὅτι τὰ ὄντα καὶ ὑφεστῶτα, ὡς οὐσίαι, ταῦτα μετέχει χρόνου, πράγματος οὐχ ὑφεστῶτος καθ’ αὑτὸ ἀλλ’ ὑπὸ συμβεβηκός, τὸ ποσόν, τεταγμένου, ὡς ἐξ ἀνάγκης συνάγεσθαι τὸ συμβεβηκὸς κρεῖττον εἶναι τῆς οὐσίας ᾗ συμβέβηκεν, εἴπερ πᾶν τὸ μετεχόμενον κρεῖττόν ἐστι τοῦ μετέχοντος. ἀλλ’ οὐ τὸ συμβεβηκὸς κρεῖττόν ἐστι τῆς οὐσίας ᾗ συμβέβηκεν· οὐσίας μὲν γὰρ ἀναιρουμένης συναναιρεῖται καὶ τὰ συμβεβηκότα ταύτῃ πάντα· τῶν δὲ συμβεβηκότων ἀναιρουμένων οὐ πάντως συναναιρεῖται καὶ ἡ οὐσία. οὕτω γοῦν καὶ ὁρίζεται τὸ συμβεβηκός, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· οὐδὲ τοιοῦτον κρεῖττον τοῦ ὑποκειμένου καὶ μένοντος. καίτοι δὲ οὕτως ἀτόπου δειχθέντος τοῦ εἶναί τινα οὐσίαν συμβεβηκότος μετέχουσαν, οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἄτοπον τὸ τὸ αὐτὸ χρόνου τε μετέχον καὶ ἀεικίνητον εἴτουν ἀΐδιον.