ρεʹ. Πᾶν τὸ ἀθάνατον ἀΐδιον· οὐ πᾶν δὲ τὸ ἀΐδιον ἀθάνατον ... (94,8-20) Τὸ ἀπὸ τῶν ὑστέρων ποιεῖσθαι τὰς ἀποδείξεις οὐκ ἀσφαλές, ὅπερ ὁ σοφὸς οὗτος ποιῶν ἁλίσκεται. ἐν γὰρ τοῖς αἰσθητοῖς, ἃ τῶν νοητῶν εἰσιν ὕστερα, πολλὰ τῶν ὄντων εὑρίσκων ζωῆς ἄμοιρα, ἐντεῦθεν εἰς τὰ νοητὰ μεταβαίνων ἄλλο τί φησιν εἶναι τὸ πρῶτον ὂν παρὰ τὴν πρώτην ζωὴν καὶ κρεῖττον τὸ ὂν τῆς ζωῆς. ἡμεῖς δὲ ἄνωθεν λαμβάνοντες τῶν ἀποδείξεων τὰς ἀρχάς, ἀπ’ αὐτοῦ τοῦ ὄντος, τῆς ζωῆς, τῆς ἀληθείας, τοῦ εἰπόντος· ἐγώ εἰμι ὁ ὤν, καὶ πάλιν· ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια, οὔτε ἄλλο τί φαμεν τὸ ὂν παρὰ τὴν ζωὴν οὔτε κρεῖττον αὐτῆς, ὅτι μηδ’ αὐτὸ ἑαυτοῦ τι κρεῖττον ἢ χεῖρον, μετέχειν δὲ τούτου τὰ μὲν ὡς ὄντος μόνον, τὰ δὲ καὶ ὡς ζωῆς, τὰ δὲ καὶ ὡς νοῦ, καθόσον ἕκαστα ἐφικνεῖται. ὅθεν καὶ κρείττω μὲν τὰ νοερὰ τῶν ζώντων, κρείττω δὲ ταῦτα τῶν ὄντων μόνον εἶναί φαμεν, καθότι τὰ μὲν καὶ ὡς νοῦ καὶ ὡς ζωῆς καὶ ὡς ὄντος μετέχει τοῦ θείου, τὰ δὲ ὡς νοῦ μὴ μετέχοντα ὡς ζωῆς καὶ ὡς ὄντος μετέχει, τὰ δὲ ὡς ὄντος μόνον. αὐτόθεν δὲ καὶ τοῦτο διαπίπτει τὸ πρόβλημα τῷ σοφῷ· οὐ γὰρ πᾶν τὸ ἀθάνατον ἀΐδιον, εἴπερ ἀΐδιον τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον· οἱ γὰρ θεῖοι νόες ἀθάνατοι μέν, τοῦτο λαχόντες ἀπὸ τοῦ θεοῦ, οὐκ ἀΐδιοι δέ, ὅτι μηδ’ ἄναρχοι· ἤρξαντο γὰρ τοῦ εἶναι, ὅτε γεγόνασι παρὰ τοῦ θεοῦ.