Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Προοίμιο του δευτέρου λόγου και ερμηνεία της λειτουργικής ευχής

Εισαγωγή στον δεύτερο λόγο με επίκεντρο τη θεία ιερουργία. Εξέταση της λειτουργικής αναφοράς στον Χριστό ως ενιαία υπόσταση και αρχιερέα, και η σύνδεση των επίγειων ιερέων με τον επουράνιο αρχιερέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 6 από 8

Τοῦ αὐτοῦ τὰ λείποντα περὶ τῆς θείας ἱερουργίας, καὶ τοῦ πῶς ὁ Χριστὸς λέγεται προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος. Εἶτα σὺ τί λέγεις ὁ δεινὸς τῆς θείας θυσίας ἐξεταστής; ὁ τοὺς θεοκρίτους ἀνακρίνων ἱερομύστας, ὁ τὸν ἕνα καὶ μόνον καὶ πρῶτον πάντων ἱεροτελεστήν, καὶ μέντοι πολλὰ θεοπρεπῶς τε καὶ ἀνθρωποπρεπῶς προσαγορευόμενον ἄλλα τε καὶ ταῦτα τὰ τέτταρα, προσφέροντα, προσφερόμενον, προσδεχόμενον, καὶ διαδιδόμενον, τοῦτον ἢ διχοτομῶν Νεστοριανῶς ἡ συγχέων κατ’ Εὐτυχῆ δυστυχῶς, καὶ κατὰ τῆς σαυτοῦ κεφαλῆς ἑκάτερον. Τὸ γὰρ ἄλλον λέγειν καὶ ἄλλον, τὸν μὲν ὡς ἄνθρωπον προσφερόμενον, τὸν Χριστὸν δηλαδή, τὸν δὲ ὡς Θεὸν προσδεχόμενον, τὸν Πατέρα, τί ἄλλο ἢ Νεστοριανὴ πάντως ἐστὶ φρενοβλάβεια, τὸν ἕνα Χριστὸν προσωπικῶς διαιροῦσα καὶ τῆς θείας δόξης ὡς ψιλὸν ἄνθρωπον ἀποστεροῦσα; καὶ πάλιν τὸ μὴ καταλλήλως ταῖς φύσεσι τὸ ἑκατέρας οἰκεῖον ὁμολογεῖν, ὡς τῇ μὲν θύεσθαι, τῇ δὲ τὸ θῦμα προσίεσθαι, ἀλλ’ ἁπλῶς ἕνα καὶ παντάπασιν ἀδιαίρετον τὸν Χριστὸν ἀποφαίνεσθαι, ὅλον αὐτὸν ἑαυτὸν τῷ Πατρὶ προσφέροντα, μὴ μέντοι καὶ προσδεχόμενον, τῆς Εὐτυχοῦς ἄντικρυς τοῦ δυστυχοῦς τῷ ὄντι συγχύσεως ἤρτηται, μετὰ τοῦ καὶ τὸν μονογενῆ τῆς πατρικῆς καὶ οὕτως οὐσίας Ἀρειανικῶς ἀποδιαιρεῖν, ὧν οὐκ οἶδα ποτέραν μᾶλλον ἂν αὐτὸς αἵρεσιν αἱρήσῃ, εἴ γε τέως μὴ πάσαις καθυποβάλλῃ.

Φέρε γὰρ ἄνωθεν, εἰ δοκεῖ, τὸν λόγον ἀναλαβόντες, ἀκριβέστερον συμπαρέδρῳ τῇ ἀληθείᾳ διασκοπήσωμεν, τί βούλεται τοῖς θείοις ἱερομύσταις τοῖς τε ἄλλοις καὶ τῷ μεγάλῳ ὑψίνοϊ Βασιλείῳ καὶ Ἰωάννῃ τῷ χρυσορρήμονι τὰ τῆς μυστικῶς ἐπαδῳμένης αὐτοῖς τῇ προθέσει τῶν θείων δώρων εὐχῆς ἀκροτελεύτια ταῦτα ῥήματα·

Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος Χριστὲ ὁ Θεὸς ἡμῶν· αὐτὸν καὶ αὐτοὶ πρότερον τὸν ὑπερούσιον καὶ ὁμοούσιον τῷ Πατρὶ Λόγον, τὴν αὐτοσοφίαν, τὴν αὐταλήθειαν ἐπικαλεσάμενοι καὶ εὐξάμενοι, καὶ τοὺς τῶν παρόντων λόγων ἀκροατὰς τῆς εὐχῆς λαβόντες συλλήπτορας, μὴ περιελεῖν ἐκ στόματος ἡμῶν λόγον ἀληθείας, ἀλλὰ πνεῦμα συνέσεως καὶ σοφίας ἐν ἀνοίξει τοῦ τῆς διανοίας στόματος ἡμῖν ἐπιπνεῦσαι, ὁδηγοῦν ἡμᾶς εἰς πάσαν ἀλήθειαν.

Λοιπὸν δὲ καὶ τὸ μῆλον ἀπερρίφθω τῆς ἔριδος, κατὰ τὴν Ἀττικὴν παροιμίαν, ἐς κόρακας, πᾶς λόγος ἐριστικὸς καὶ σοφιστικὸς καὶ ὅσος πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν εἰκαίαν ἐπιτηδεύεται· οὕτω γὰρ ἂν καὶ γυμνήν, ὥς ἐστι, καὶ καθαρὰν κατίδοιμεν τὴν ἀλήθειαν. Σὺ εἶ, φησιν ὁ θεῖος ἱερομύστης τὴν εὐχὴν πρὸς Χριστὸν ἀναφέρων.

Ἆρ’ οὐ σαφῶς τὸ μοναδικὸν παρίστησι τῆς ὑποστάσεως τοῦ Χριστοῦ τό τε σύ, καὶ τὸ εἶ, ἑνικῶς ἀμφότερα προφερόμενα; πάνυ μὲν οὖν· εἶτα τὸ εἶναι τοῦ Χριστοῦ δηλοῦν, ὡς ἐνῆν, βουλόμενος, οὐκέτι καὶ τοῦτο συνάπτει μοναδικῶς, ἀλλὰ τετραχῶς ἐξαπλοῖ, ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος· ὁ προσφέρων, ὡς ἱερεὺς δηλονότι, μᾶλλον δὲ καὶ ἀρχιερεύς· καθὰ καὶ νῦν πρὸς αὐτὸν ἐν ἀρχαῖς εἴρηκε τῆς εὐχῆς ὁ ἱεροφάντης· ὅτι καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας· καὶ προφητικῶς πάλαι πρὸς αὐτὸν ὁ ἱεροψάλτης. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· ἣν δὴ μαρτυρίαν καὶ Παῦλος ὁ θεοκῆρυξ ἐν τῇ πρὸς Ἑβραίους παραλαβὼν πολλαχῶς κατὰ τὴν προσοῦσαν αὐτῷ θεοσοφίαν ἡρμήνευσε.

Σὺ εἶ ὁ προσφέρων καὶ προσφερόμενος· καὶ μήν, φησι, τὰ προηγούμενα ῥήματα τῆς εὐχῆς αὐτὸν εἰσῆγε περὶ ἑαυτοῦ δεόμενον τὸν εὐχόμενον, ὡς ἂν ἱερατικῆς ἀξιωθῇ χάριτος τοῦ προσενεγκεῖν τῷ Χριστῷ τὰ προτιθέμενα δῶρα, ὡς αὐτὸν ὄντα τὸν ταῦτα προσοίσοντα· καὶ ταῦτα δὲ σῶμα προσειπὼν τοῦ Χριστοῦ καὶ αἷμα, μετὰ βραχύ, τὰ δῶρα ταῦτά φησι, δεικνὺς τὰ προκείμενα, ἄρτον ὄντα κατὰ τὸ προφανὲς καὶ ποτήριον· καὶ πῶς ἄμφω ταῦτα συμβαίνειν δύναται, καὶ ἄνθρωπον εἶναι ψιλὸν τὸν προσφέροντα καὶ τὸν αὐτὸν νοεῖσθαι Χριστὸν τὸν θεάνθρωπον, καὶ μέντοι τὰ τέως ἄρτον καὶ ποτήριον ὄντα δῶρα, ταῦτα σῶμα Χριστοῦ καὶ αἷμα προσαγορεύεσθαι; Ἀλλὰ τὸ ταῦτα διαπορεῖν, ὦ θαυμάσιε, καὶ τὸ πῶς ζητεῖν περὶ τῶν τοιούτων οὐκ ἔστι τῶν τὰ θεῖα μεμυημένων, οὐδ’ ἔτι γε μᾶλλον τῶν τὴν καθ’ ἡμᾶς ἐπιστήμην ἐξησκημένων, τῶν καὶ τοὺς ἄλλους μυεῖν τὰ τοιαῦτα πεπιστευμένων· οὐκοῦν εἰ μὴ πειραστικῶς ἐρωτᾷς, ὡσανεὶ παίζων τὰ θεῖα καὶ κατορχούμενος καὶ τὴν κατὰ Θεὸν μωρίαν περιφρονῶν, ἀλλ’ ἐν ἀληθείᾳ μαθεῖν ἐθέλεις τὸ ἀγνοούμενον, ἔξιθι τέως τοῦ ἱεροῦ βήματος καὶ μετὰ τῶν κατηχουμένων στῆθι καὶ σὺν τούτοις τὴν μαθητείαν τοῦ θείου μυστηρίου κατάδεξαι, καὶ μὴ πρὶν μαθεῖν διδάσκειν ἐθέλεις.

Μάνθανε τοιγαροῦν, εἴ τι καταδέχῃ, παρὰ Παύλου τοῦ θείου, τοῦ εἰς τρίτον οὐρανὸν ἀναχθέντος καὶ εἰς τὸν παράδεισον ἁρπαγέντος κἀκεῖθεν μυηθέντος καὶ αὐτοπτήσαντος τὰ ἀπόρρητα, ὅτι πᾶς ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Ταῦτα μὲν οὖν ὡς περὶ πολλῶν τῶν ἐξ ἀνθρώπων λαμβανομένων ἀρχιερέων φησὶν ὁ θεῖος Παῦλος, οὐχ ἧττον περὶ τῶν καθ’ ἡμᾶς ἁρμόζοντα λέγεσθαι, ἢ τῶν κατὰ νόμον τὸν παλαιόν· διὸ καὶ πᾶσιν ἱερομύσταις ἐν ταῖς εὐχαῖς τὰ ὑπὲρ ἑαυτῶν συνείρεται ῥήματα· οὕτω δὲ τούτων πολλῶν καὶ ὄντων καὶ λεγομένων, ἅτε δὴ καὶ χρόνῳ καὶ τόπῳ καὶ ἀριθμῷ διαφερόντων ἀλλήλων καὶ πολλαῖς ἄλλαις ὅσαις διαφοραῖς ὑποκειμένων, πάντας ὁ αὐτὸς οἶδεν Ἀπόστολος εἰς τὸν ἕνα συνάγειν, εἴτουν ἀνάγειν, ἀρχιερέα, τὸν μέγαν, τὸν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, ἐν ᾧ οὐκ ἔστι διαστολὴ Ἰουδαίου καὶ Ἕλληνος· καὶ πάλιν φησίν· Οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Καὶ ἀλλαχοῦ ἀντιστρέφων· οἱ πάντες ἓν ἐσμέν, φησιν, ἐν Χριστῷ.

Ἐνταῦθα μὲν οὖν πολλοὶ οἱ προσφέροντες ἄλλος τε ἀλλαχοῦ καὶ ἄλλος ἄλλοτε· οὕτω δὲ πολλαὶ καὶ αἱ προσφοραὶ καὶ τοσαῦτα τὰ προσφερόμενα· ἐν οὐρανῷ δὲ ὁ ὑπὲρ ἡμῶν πάντων ἐμφανιζόμενος τῷ προσώπῳ Θεοῦ, μᾶλλον δὲ ἑαυτὸν ἑαυτῷ ἐμφανίζων· αὐτὸς γάρ ἐστι καὶ πρόσωπον Θεοῦ, ὁ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως· ἀρχιερεὺς εἷς ἐστιν, αὐτὸς ὁ Χριστός, ὃς μίαν ἐφάπαξ ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, τὸ πανάγιον αὐτοῦ σῶμα, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· αὐτὸς δέ ἐστι καὶ ἡ δεξιά· οὐ γὰρ δὴ τόπον νοητέον τὴν δεξιὰν τοῦ Θεοῦ.

Ἐκάθισεν οὖν, τουτέστι τῆς θείας ἐκοινώνησε βασιλείας τὸ ἐξ ἡμῶν πρόσλημμα, ἐν τῇ δεξιᾷ τοῦ Θεοῦ, τουτέστι τῷ Υἱῷ καὶ Λόγῳ, ᾧ καθ’ ὑπόστασιν ἥνωται, διὰ τῆς ἐφάπαξ μιᾶς ταύτης προσφορᾶς εἰς τὸ διηνεκὲς τελειῶν τοὺς ἐνταῦθα πολλούς, καὶ διὰ τῶν πρὸς αἴσθησιν πολλῶν καὶ πολλάκις καὶ πολλαχοῦ τελουμένων προσφορῶν ἁγιαζομένους, πᾶσι πανταχοῦ παρὼν ἀοράτως καὶ τοὺς πολλοὺς ἑνῶν καὶ εἰς ἑαυτὸν ἀνάγων τῇ κοινωνίᾳ τοῦ κατ’ αὐτὸν ἑνὸς ἄρτου καὶ τοῦ ποτηρίου, μεταστοιχειουμένων ἐνεργείᾳ τοῦ παντουργοῦ Πνεύματος εἰς τὸ πανάγιον αὐτοῦ σῶμα καὶ τὸ τίμιον αἷμα· καὶ τοῦτο ποιῶν ἐκδηλότερον αὖθις ἐπάγει· Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως· ἣν προλαβὼν εἶπε θυσίαν ἐφάπαξ τελεσθεῖσαν, ταύτην νῦν ὁδὸν πρόσφατον καλέσας, ἀλλὰ καὶ ζῶσαν, ὡς τὸ διηνεκὲς τελουμένην διὰ τῶν καθ’ ἑκάστην προσφερομένων θείων ἁγιασμάτων, ἃ καὶ καταπέτασμα προσεῖπε καὶ εἴσοδον εἰς τὰ ἅγια· καὶ φανερώτερον ἔτι σάρκα τοῦ Κυρίου καὶ αἷμα, καθὼς καὶ αὐτὸς προεῖπεν ὁ Κύριος· Ὁ ἄρτος, ὃν ἐγὼ δώσω ἡμῖν, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· καὶ τὸν ἄρτον ἐν τῷ μυστικῷ δείπνῳ διανέμων καὶ τὸ ποτήριον, Οὗτος ἐστὶ τὸ σῶμά μου, καὶ τοῦτο τὸ αἷμά μου Οὗτος μὲν οὖν ὁ μέγας καὶ πρῶτος καὶ εἷς ἱερεὺς ὁ προσφέρων ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, ὡς ὁ θεῖός φησιν Ἀπόστολος, οἶκον πάλιν αὐτὸν ὀνομάζων, ὃν ἡ σοφία ἑαυτῇ ᾠκοδόμησε, τὸν αὐτὸν εἰδὼς καὶ σοφίαν καὶ οἶκον, τὸν ἐκ τῶν παρθενικῶν αἱμάτων ἑαυτῷ τὴν σάρκα οἰκοδομήσαντα, καὶ γενόμενον σάρκα καθ’ ἕνωσιν ἀμετάβολον, καὶ οὕτω σκηνώσαντα ἐν αὐτῇ καὶ δι’ αὐτῆς ἐν ἡμῖν κατὰ τὴν Ἰωάννου θεολογίαν.

Ταῦτα δὲ καὶ τὰ δῶρα τὰ προσφερόμενα, ἡ σὰρξ καὶ τὸ αἷμα, ἃ πάλιν αὐτός ἐστιν ὁ προσφέρων, καὶ δι’ αὐτῶν προσφερόμενος· ἀλλ’ ὅτι μὲν οἱ πολλοὶ καὶ κάτω προσφέροντες ἱερεῖς εἰς τὸν ἕνα τοῦτον ἀνάγονται, καὶ ἕκαστος καὶ πάντες ὁμοῦ ἐκεῖνος εἶναι λογίζονται· οἱ μὲν ἀναλόγως ἡμῖν τοῖς ὑπὸ χρόνον τελοῦσι καὶ αἴσθησιν αἰσθητῶς ἐνταῦθα καὶ χρονικῶς τὴν ἱερουργίαν τελοῦντες καὶ τὸν ἐκείνου τόπον ἀναπληροῦντες, ὁ δὲ καθ’ ἑαυτὸν ἑνίζων τὴν τελετήν, εἰς ἑαυτόν τε ἀναδεχόμενος, καὶ τῷ προσώπῳ τοῦ Θεοῦ τὴν θυσίαν ὡς αὐτὸ οὖσαν τὸ ἑαυτοῦ σῶμα, διηνεκῶς εἴτουν διαιωνίως ἐν τοῖς ἐπουρανίοις ἐμφανίζων· αὕτη γὰρ καὶ λύτρωσις, ἣν ἡμῖν αἰωνίαν διὰ τῆς ἐφάπαξ αὐτοῦ θυσίας εὕρατο, καὶ εἴσοδος εἰς τὰ ἅγια, ἣν πρόσφατον καὶ ζῶσαν ὁδὸν ἡμῖν ἐνεκαίνισεν· ἱκανῶς ἡρμήνευσεν ὁ Ἀπόστολος. Ἔτι δ’ ἴσως δεῖ σοι λεπτοτέρας τῆς διαρθρώσεως τοῦ πῶς σῶμα Χριστοῦ καὶ αἷμα τὰ προσφερόμενα, ὁ ἄρτος καὶ τὸ ποτήριον, γίνεταί τε καὶ λέγεται· τάχα γὰρ ἐκ τῆς τοιαύτης ἀγνοίας καὶ τὴν ὄντως θυσίαν μίαν φὴς ὡς ἐφάπαξ τετελεσμένην, καὶ μηκέτι τελεσθῆναι, μηδὲ πολλῷ μᾶλλον τελεῖσθαι διηνεκῶς δυναμένην.