Οὗτος οὕτως ἀεὶ διαγρηγορῶν, ἐπειδή σου καὶ νῦν τῆς κατὰ τῆς ἐκκλησίας ἐπιβουλῆς ταύτης ᾔσθετο, καίτοι πλείσταις ὅσαις τρικυμίαις κοσμικῶν πραγμάτων περιαντλούμενος, πάσαις ἀγρίαις, μανικὸν οἷον ἐπαφριζούσαις καὶ δεινὸν ἅπαν ἀπειλούσαις, πάντοθεν ἐπανισταμέναις, ἐκ θαλάσσης, ἐκ γῆς, ἐγγύθεν, πόρρωθεν, ἐξ οἰκείων, ἐξ ἀλλοτρίων, ἐκ πάντων ἄκρων, ἀνατολῆς, δύσεως, τῶν πέριξ, σὰ καὶ ταῦτα παμπόνηρε πανουργεύματα, ὅπως ἄν, τούτοις ἐπικλιθεὶς ὁ ἀκλόνητος στύλος τῆς εὐσεβείας, ἐάσῃ ταύτην, οὕτως ὑπὲρ σοῦ κλονουμένην, ἀστήρικτον· ὁ δὲ ἀκλινὴς ἑστώς, βεβηκώς, ὄρθιος, πάσας μὲν ἐκείνας τὰς κυματώδεις ἐπαναστάσεις σου, οἷά τις οἰακοστρόφος ἐμπειρότατος, περιδεξίως, ὡς ἐνῆν, διεκρούσατο καὶ τὴν κοσμικὴν ὁλκάδα τῷ τέως ἀκύμαντον διεσώσατο· πλὴν ὅσον μὴ καὶ τοῖς κύμασιν ἐπαφεῖναι καὶ τοῖς ἀνέμοις τὴν τοῦ πεφιμῶσθαι καὶ σιωπᾶν ἐπιτίμησιν, ἀλλ’ εἰς δεύτερον τοῦτο πλοῦν ἐπιθεῖναι, αὐτὸς δ’ ἑαυτὸν ὅλον τῇ ἐκκλησίᾳ φέρων ἐφίστησι καὶ προηγουμένης σπουδῆς ἀξιοῖ τὸ ταύτης τὴν ζάλην εἰς γαλήνην μεταγαγεῖν.