Ἐκάθισεν οὖν, τουτέστι τῆς θείας ἐκοινώνησε βασιλείας τὸ ἐξ ἡμῶν πρόσλημμα, ἐν τῇ δεξιᾷ τοῦ Θεοῦ, τουτέστι τῷ Υἱῷ καὶ Λόγῳ, ᾧ καθ’ ὑπόστασιν ἥνωται, διὰ τῆς ἐφάπαξ μιᾶς ταύτης προσφορᾶς εἰς τὸ διηνεκὲς τελειῶν τοὺς ἐνταῦθα πολλούς, καὶ διὰ τῶν πρὸς αἴσθησιν πολλῶν καὶ πολλάκις καὶ πολλαχοῦ τελουμένων προσφορῶν ἁγιαζομένους, πᾶσι πανταχοῦ παρὼν ἀοράτως καὶ τοὺς πολλοὺς ἑνῶν καὶ εἰς ἑαυτὸν ἀνάγων τῇ κοινωνίᾳ τοῦ κατ’ αὐτὸν ἑνὸς ἄρτου καὶ τοῦ ποτηρίου, μεταστοιχειουμένων ἐνεργείᾳ τοῦ παντουργοῦ Πνεύματος εἰς τὸ πανάγιον αὐτοῦ σῶμα καὶ τὸ τίμιον αἷμα· καὶ τοῦτο ποιῶν ἐκδηλότερον αὖθις ἐπάγει· Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως· ἣν προλαβὼν εἶπε θυσίαν ἐφάπαξ τελεσθεῖσαν, ταύτην νῦν ὁδὸν πρόσφατον καλέσας, ἀλλὰ καὶ ζῶσαν, ὡς τὸ διηνεκὲς τελουμένην διὰ τῶν καθ’ ἑκάστην προσφερομένων θείων ἁγιασμάτων, ἃ καὶ καταπέτασμα προσεῖπε καὶ εἴσοδον εἰς τὰ ἅγια· καὶ φανερώτερον ἔτι σάρκα τοῦ Κυρίου καὶ αἷμα, καθὼς καὶ αὐτὸς προεῖπεν ὁ Κύριος· Ὁ ἄρτος, ὃν ἐγὼ δώσω ἡμῖν, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· καὶ τὸν ἄρτον ἐν τῷ μυστικῷ δείπνῳ διανέμων καὶ τὸ ποτήριον, Οὗτος ἐστὶ τὸ σῶμά μου, καὶ τοῦτο τὸ αἷμά μου Οὗτος μὲν οὖν ὁ μέγας καὶ πρῶτος καὶ εἷς ἱερεὺς ὁ προσφέρων ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, ὡς ὁ θεῖός φησιν Ἀπόστολος, οἶκον πάλιν αὐτὸν ὀνομάζων, ὃν ἡ σοφία ἑαυτῇ ᾠκοδόμησε, τὸν αὐτὸν εἰδὼς καὶ σοφίαν καὶ οἶκον, τὸν ἐκ τῶν παρθενικῶν αἱμάτων ἑαυτῷ τὴν σάρκα οἰκοδομήσαντα, καὶ γενόμενον σάρκα καθ’ ἕνωσιν ἀμετάβολον, καὶ οὕτω σκηνώσαντα ἐν αὐτῇ καὶ δι’ αὐτῆς ἐν ἡμῖν κατὰ τὴν Ἰωάννου θεολογίαν.