Δεῦρο δὴ οὖν, ὦ καλὲ σὺ κἀγαθέ, τὰς μὲν ἐριστικὰς φληναφίας καὶ λογομαχίας χαίρειν ἐάσωμεν, καὶ τὰς σοφιστικάς τε καὶ διαλεκτικὰς ἀλλήλων περιτροπάς· κατὰ δὲ τοὺς νόμους τῆς καθ’ ἡμᾶς ὑψηλῆς ὄντως καὶ ἱερᾶς διαλεκτικῆς, δι’ ἧς ἄνδρες ἀγράμματοι καὶ ἰδιῶται καὶ ἁλιεῖς τὴν κοσμικὴν σοφίαν ὡς μωρίαν οὖσαν ἐλέγξαντές τε καὶ καταργήσαντες τοὺς κατ’ αὐτὴν σοφοὺς πρὸς τὴν ἔνθεον πίστιν καὶ σοφίαν ἡλίευσαν, καὶ ἡμεῖς τὴν περὶ τοῦ προκειμένου ζητήματος ἀλήθειαν ἀνιχνεύσωμεν, αὐτὴν τοῦ λόγου προστησάμενοι τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Χριστός, μηδὲν πάθος διὰ ζημίαν ἢ κέρδος ὁποῖον δήποτε, μὴ θέλημα ἴδιον, μὴ δόξαν τὴν παρ’ ἀνθρώπων, μηδὲν ἕτερον αὐτῆς ἐπίπροσθεν θέμενοι τῆς ἀληθείας· ἀλλὰ τοῦ μέν, ὅστις θατέρου σοφώτερός ἐστι, τὴν ἐπίδειξιν, τὴν κατὰ Χριστὸν λέγω σοφίαν, εἰς ἐκείνην, εἰ βούλει, τὴν ἡμέραν τηρήσωμεν, περὶ ἧς εἴρηται· Ἡ γὰρ ἡμέρα δηλώσει· τὸ δὲ νῦν κοινῶς, ἀφελῶς, ἀγροικικῶς, ἰδιωτικῶς, τὸ ὅλον εἰπεῖν ἀδελφικῶς τὸ σκέμμα διασκοπήσωμεν. Τοῦτό μοι δοκεῖ τὸ σκάνδαλον ἐμποιεῖν σοι, πῶς ὁ τὴν ἱεραρχίαν τῆς Κυπρίων ἐκκλησίας, ἣν δὴ καὶ εἶχε παρὰ τῆς θείας εἰληφὼς χάριτος, διὰ παραιτήσεως ἀποθέμενος, ἑτέραν ἱεραρχίαν κατέχων εὕρηται, τὴν τοῦ θρόνου τῆς μεγίστης τῶν πόλεων, Κωνσταντινουπόλεως, καὶ πῶς ἢ πόθεν ἔχει ταύτην λαβών; ἢ οὐ τοῦτό σοί ἐστι τὸ σκάνδαλον; τοῦτο πάντως.