Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Α΄: Το όριο της ζωής, η θεία πρόνοια και το αυτεξούσιο

Εισαγωγή στο ζήτημα του ορίου ζωής και θανάτου, ανάλυση της θείας πρόγνωσης σε σχέση με την ανθρώπινη ελευθερία και απόδειξη ότι ο Θεός δεν είναι αίτιος του κακού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 1 από 11

Τοῦ αὐτοῦ Νικολάου πρὸς τὸν ἐρωτήσαντα εἰ ἔστιν ὅρος ζωῆς καὶ θανάτου· καὶ πῶς, τούτου δοθέντος, οὐκ ἂν εἴη κακῶν αἴτιος ὁ Θεός; Ἐγώ σε πολλὰ πολλάκις θαυμάσας, ἀνδρῶν ἄριστε καὶ περιφανέστατε τὴν εὐγένειαν, οὐχ ἧττον τὴν ἐντὸς ἢ τὴν ἔξωθεν, οἷς γε πρᾶξαί τε ὁτιοῦν δεξιώτατος εἶ, καὶ βουλεύσασθαι συνετώτατος, εἰπεῖν τε δεινότατος, ὁμιλῆσαί τε χαριέστατος, τοῖς τε ἄλλοις ἃ μὴ τοῦ παρόντος ἐστὶ καιροῦ καταλέγειν, κἀντεῦθεν ἥδιστά σου ἀκούων ἀεί, μάλιστά γε ἥσθην τε καὶ ὑπερηγάσθην ὁπότε μοι τὴν περὶ τοῦ τῆς ζωῆς ὅρου ζήτησιν ἀνεκίνησας. Ταύτῃ γὰρ ἱκανῶς ὑπείληφα διαδείκνυσθαι, ὅτι μὴ μάταιός τίς εἰμι μήδ’ ἀλόγιστος ἐραστὴς εἴς τι τῶν ἀγενῶν τε καὶ ἀκαλλῶν, καὶ τὸ ὅλον εἰπεῖν ἀνεράστων, καταναλίσκων τὸν ἔρωτα, ὧν καὶ νόσῳ μαραινομένων, καὶ φθόνῳ ἁλισκομένων, καὶ χρόνῳ δαπανωμένων, καὶ κατὰ βραχὺ πρὸς τὸ μὴ ὂν ἀναλυομένων, ἀκολούθως καὶ ὁ πόθος συγκαταφθείρεται· ἀλλ’ εὐστόχως μάλα πρὸς σκοπόν μοι τὸ φίλτρον ἀποτοξάζεται, ψυχῆς δραττόμενον εὐγενοῦς καὶ τῷ ὄντι καλῆς, καὶ ἧς ἐρᾶν ἀσφαλέστατον. Εὐγένεια γὰρ ψυχῆς ἡ πρὸς Θεὸν τὸν πάντων γενεσιουργὸν καὶ πατέρα νεῦσις ὁμοῦ καὶ οἰκείωσις, καὶ κάλλος ἡ πρὸς τὴν καλλοποιὸν αἰτίαν κατὰ τὸ δυνατὸν ἐξομοίωσις.

Τάχα τοίνυν ταύτην ἕλκειν καὶ αὐτὸς τὴν εὐγένειαν, καὶ τούτου τοῦ κάλλους εὐμοιρεῖν ἔδοξας, τεκμήριον οὐκ ἀδόκιμον ἐμοί τε παρασχόμενος τὴν ἐρώτησιν, ὡς ἄρα ἐκ φιλοσόφου ψυχῆς, προκαταβληθείσῃ τῇ πράξει τὴν θεωρίαν ἐποικοδομεῖν σπουδαζούσης, αὐτὴν προβαλλόμενος. Τὸ μὲν οὖν σὸν τοιοῦτον δοκεῖ· εἴη δὲ μὴ δοκεῖν μόνον, ἀλλὰ καὶ εἶναι θαρρούντως εἰπεῖν· ἐγὼ δὲ ἀσπασίως οὕτω καὶ ἡδέως δεξάμενος τὴν ἐρώτησιν, καὶ τότε μὲν ἐξ ὑπογυίου τὴν ἐμὴν γνώμην εὐθὺς ἐξεκάλυψα, ὑποσχόμενος δὲ καὶ τελειότερόν σοι τὸν περὶ τοῦ ζητήματος λόγον διακριβώσασθαι, ταύτην νῦν ἥκω πληρῶν ὡς οἷός τέ εἰμι τὴν ὑπόσχεσιν, τῷ πάντα ὁρίζοντι καὶ περαίνοντι Λόγῳ τεθαρρηκώς. Ἀλλὰ σὺ μὲν εἰς στενὸν κομιδῆ συστείλας τὸ πρόβλημα, ὥστε μὴ πολλῶν δεηθῆναι προτάσεών τε καὶ ἀντιθέσεων, καὶ τοῦτο μόνον ἐρωτήσας· εἰ ἔστιν ὅρος τῆς ἀνθρωπίνης ζωῆς· καὶ πῶς ὁ τοῦτο θέμενος λόγος τὰς τοῦ ἀντιθέτου διαφύγοι λαβὰς εἰς τοὐναντίον περιτρεπούσας αὐτόν, εὐθὺς ἀπηλλάγης· ἡμῖν δὲ ἄλλως παρέσχες πράγματα περὶ τὴν ἀπόκρισιν, τὴν μακρὰν ἐκείνην ἐγχειρίσας ἀδολεσχίαν, ἣν οὐκ οἶδ’ ὅπως τις καὶ γραφῆς ἠξίωσε καὶ βίβλοις ἱεραῖς ἐγκατέταξε, τὴν τὸν μὲν ὅρον ὑπερορίζουσαν, τὴν ἀοριστίαν δὲ ἀντεισάγουσαν. Ἦν δὲ ἄρα ἰδέσθαι μόνον φοβερὰ καὶ κατάπληκτος, τῶν ἀξιωμάτων τὸν ὄγκον προβαλλομένη καὶ τὸ πλῆθος τοῦ γράμματος, εἰς χεῖρας δὲ ἥκουσα.

πρόχειρον τῆς οἰκείας ἀσθενείας παρεχομένη τὸν ἔλεγχον, μήδ’ ἀναμένουσα τὴν ἀντιπαλάμησιν, ἀλλ’ εὖ μάλα παρ’ ἑαυτῆς ἀνατρεπομένη· οἰκείαν γὰρ δύναμιν οὐδαμοῦ ἐπεδείξατο, ὥστε μεθόδοις τισὶ λογικαῖς ἀποδεικτικῶς ἢ γοῦν διαλεκτικῶς τὸ πρόβλημα καταδήσασθαι, ἱστοριῶν δέ τι πλῆθος παρείλκυσεν ἄπειρον καὶ ἀόριστον, οὐδὲν μᾶλλον ἀσυντελὲς πρὸς τὴν προτεθεῖσαν ὑπόθεσιν ἢ πρὸς ἑαυτὸ ἀσύντακτόν τε καὶ ἀσυνάρτητον· τὰς δὲ πατρικὰς φωνὰς ἔλαθεν ἀτεχνῶς τοὐναντίον ἅπαν οὗ περ ἠβούλετο μαρτυρούσας παραγαγοῦσα.

Σὺ μὲν οὖν οὕτω δόξας στενῶς ἐρωτᾶν, τοσοῦτον τῇ ἐρωτήσει πλάτος συγχύσεως παρυφήπλωσας τὸ ἀόριστον ἐκεῖνο σύγγραμμα προτεινάμενος· ἐγὼ δὲ κἀν τούτῳ τὸν ὅρον τιμῶν, αὐτήν τε ὅροις ἀσυγχύτοις καὶ διευκρινημένοις περιλαβεῖν πειράσομαι τὴν ἐρώτησιν, οὕτω διασκευάσας ὡς εἴωθε παρὰ τῶν ἐλλογιμωτέρων προτείνεσθαι, καὶ τὴν ἀπόκρισιν οἰκείαν ἀποδοῦναι ὡς οἷόν τε, καὶ ἐπ’ ἀμφοτέραις τὴν ἐφ’ ἑκάτερα τοῦ μετρίου παρατροπὴν ἐπίσης διαφυγεῖν. Ὅτι μὲν οὖν ὁ πρὸ πάντων καὶ ἐπὶ πᾶσι καὶ ὑπὲρ τὰ πάντα Θεὸς ὅρος ἐστὶ καὶ τῶν ὄντων καὶ τῶν μὴ ὄντων, ὡς ὑπερόντως, ἵν’ οὕτως εἴπω, προών, καὶ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα κατὰ τὸ λόγιον, καὶ ἀγαθῶν καὶ κακῶν, καὶ τούτων ᾗ ἀγαθῶν· οὐδὲ γάρ ἐστιν ἁπλῶς τι κακόν, οὐδέ τις οὐσία κακοῦ καὶ φύσις τοῖς οὖσιν ἐγκαταμέμικται· ἀλλ’ εἴπερ ἄρα πῆ τέ ἐστι καὶ κατὰ συμβεβηκός, καὶ ἀναγκαίων, καὶ ἐνδεχομένων, καὶ ὡρισμένων, καὶ ἀορίστων, καὶ πέρατος, καὶ ἀπειρίας, καὶ στάσεως, καὶ κινήσεως, καὶ πάντων ἁπλῶς, ἅτε δὴ πάντα προέχων ἐν ἑαυτῷ κατὰ μίαν ὑπερβολὴν ἁπλότητος, καὶ πᾶσαν διπλόην ἀπαναινόμενος, καὶ τῇ ἀκινήτῳ ἐφ’ ἑαυτοῦ στάσει διὰ πάντων διήκων, καὶ μηδὲν τῆς ἑαυτοῦ προνοίας ἐῶν ὑπερόριον, καὶ ὡς ἀρχὴ πάντων ἐστίν, ὡς αἴτιος· καὶ τέλος, ὡς τὸ οὗ ἕνεκα· καὶ μεσότης, ὡς ἐν ἑαυτῷ στηρίζων τὰ πάντα.

Ἐξ αὐτοῦ γὰρ καὶ εἰς αὐτὸν καὶ ἐν αὐτῷ τὰ πάντα φησί· καὶ ὅτι οὐδὲν τῶν πάντων τὴν ὑπεράγνωστον γνῶσιν αὐτοῦ διαπέφευγεν· Ὁ εἰδώς, γάρ φησι, τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὐδεὶς ἂν οἶμαι τῶν ἁπάντων τολμήσειεν ἀντιφθέγξασθαι, οὐδὲ ὁ τολμηρότατος καὶ θρασύτατος· κοινὴ γὰρ ταῦτα ἔννοια καὶ ἀδίστακτος, καὶ πάντων ὁμοῦ τῶν τῆς καθ’ ἡμᾶς θεοσοφίας καθηγεμόνων σύμφωνον ὁμολόγημα. Τούτων δὲ οὕτως ὑποκειμένων, τοιάνδέ τινα προβάλλονται τὴν ἐρώτησιν οἱ λογικώτερον διαπορεῖν θέλοντες. Εἰ πάντα οἶδεν ὁ Θεός, ὅπερ ἤδη διωμολόγηται, οἶδε δὲ καὶ τὸ μέλλον, ἐπειδὴ καὶ τοῦτο τῶν πάντων καὶ πάντων ἐστὶν ὅρος, οὐ τῶν ὄντων μόνον, ἀλλὰ καὶ τῶν γινομένων, καὶ τούτων οὐ μόνον τῶν ἀναγκαίων, ἀλλὰ καὶ τῶν ἐνδεχομένων, πότερον ὡρισμένως οἶδε τὸ μέλλον ἢ ἀορίστως; καὶ πῶς ὁρίζει τὸ ἐνδεχόμενον; καὶ τούτου τὸ τὴν αὐτὴν ἔχον ῥοπὴν ἐφ’ ἑκάτερα τό τε γενέσθαι καὶ μή, ὃ μάλιστα τῆς τοῦ λογικοῦ ζώου προαιρέσεως ἤρτηται πρότερον καθ’ ἑαυτόν, ὥστε τῆς οἰκείας ἐξίστασθαι φύσεως, καὶ εἰς τὸ ἀναγκαῖον μεταχωρεῖν, μὴ δυνάμενον ἄλλως γενέσθαι, ἢ ὡς ὥρισται, ἢ τὸν ὅρον τῷ ὁριστῷ συνδιατιθείς, ὡς ἐπαμφοτερίζειν καὶ τοῦτον καὶ οἷον ἀορισταίνειν.

Εἰ δὲ τοῦτο βλάσφημον καὶ τοῖς ὑποτεθειμένοις μαχόμενον, πῶς γὰρ ἂν σταίη ἐφ’ ἑαυτοῦ καὶ τηρήσειε τὴν ἐξῃρημένην ὑπεραπλότητα, τῇ ποικιλίᾳ τῶν ὁριζομένων συμποικιλλόμενος καὶ παντοίως κατὰ τὸν μυθευόμενον Πρωτέα διαμειβόμενος; σκεπτέον εἰ μὴ καὶ τὸ λοιπὸν μέρος τῆς διαιρέσεως ἄτοπον, ὡς εἶναι ἀμφίκρημνον τὴν ἐρώτησιν. Εἰ γὰρ ὥρισται κατὰ τὸν ὅρον τὸ ὁριστόν, εἷς δὲ ὅρος καὶ ἀμετάστατος, ἓν δήπου καὶ τοῦτο, καὶ τόδε τι πάντως ὃ τῷ ὅρῳ προείληπται. Καὶ εἰ ὡρισμένως οἶδε τὸ μέλλον τῇ γνώσει, καὶ τοῦ ἐγνωσμένου ἡ ἔκβασις ἕψεται, καὶ ὡρισμένως τόδε τι ἔσται, ἀλλ’ οὐχὶ τόδε ἢ τόδε. Εἰ τοίνυν ὥρισταί τε καὶ ἔγνωσται καὶ ἡ τοῦ ἀνθρώπου ζωή, τίνος ἕνεκεν ἐπαινετὸς μὲν καὶ μακαριστὸς ὁ δίκαιος κρίνεται, ἐγκαλεῖται δὲ τὴν ἀδικίαν ὁ ἄδικος, ὁπότε τὴν προεγνωσμένην καὶ ὡρισμένην Θεῷ ζωὴν ἑκάτερος τούτων ἐβίω, καὶ οὐκ ἦν παραβαθῆναι τὸν θεῖον ὅρον, οὐδὲ διαψευσθῆναι τὴν πρόγνωσιν; Ὁ γὰρ ἔπαινος καὶ ὁ ψόγος τοῖς κατὰ προαίρεσιν κατορθοῦσιν ἢ ἁμαρτάνουσιν, ἀλλ’ οὐ τοῖς ὑπ’ ἀνάγκης ἀγομένοις καὶ ὅρῳ θείῳ καὶ προγνώσει καθυπουργοῦσιν ὀφείλεται.

Ἓν μὲν δὴ τοῦτο ἄτοπον ἕπεται τῷ μέρει τούτῳ τῆς διαιρέσεως, τὸ τοὺς δικαίους ἀποστεφανοῦν, τοὺς δ’ ἁμαρτωλοὺς ἀθωοῦν· ἕτερον δέ, ὃ καὶ χεῖρον καὶ ἀσεβέστερον, τὸ καὶ τῆς κακίας τὴν αἰτίαν ἐπὶ τὸν ἀγαθὸν ἀναφέρειν Θεόν· τάχα γὰρ τοῖς εἰρημένοις ἀκόλουθον διὰ τὸ τὸν ὅρον δοκεῖν καὶ τὴν πρόγνωσιν τόνδε τινὰ κακὸν ἀποβῆναι, ὥσπερ ἄρα καὶ ἀγαθὸν ἕτερον.

Ἔοικε τοίνυν ἑκατέρωθεν οὕτω τοῦ ὅρου διολισθαίνοντος, εἰς τὸ ἄπορον τὴν ὅλην ἐρώτησιν περιίστασθαι· ὥστε ἢ τὸν ὅρον ἀνάγκην εἶναι παραιτεῖσθαι, ἢ τρόπον μαστεύειν ἕτερον, ὅπως ἂν κρατήσῃ τὸ μηδὲν τῶν ἁπάντων ἢ τῶν ὄντων ἢ τῶν γινομένων διαφεύγειν τὸν θεῖον ὅρον, μηδενὸς ἀπαντῶντος ἀτόπου· ὅν τινα τρόπον ὁ τὴν ἀοριστίαν πρεσβεύων καταλαβέσθαι μὴ δυνηθείς, τὸν ὅρον τῆς τῶν ἀνθρώπων ζωῆς ἐξώρισεν, ἢ μᾶλλον εἰπεῖν αὐτὸς ἑαυτὸν ἔξω τῶν τῆς θείας προνοίας ὅρων ἐξέβαλεν, ὃν ὤρυξε λάκκον κατὰ τῆς ὅλης ἡμῶν φύσεως εἰς αὐτὸν ἐμπεσών.

Ἀλλ’ ὅσα μὲν ἐξ ἀναλογίας τῶν λόγων τῷ ἀρνουμένῳ λόγῳ τὸν ὅρον ἕπεται ἄτοπα, μετέπειτα παραστήσομεν· νῦν δὲ ὡς οἷόν τε πειρασόμεθα τὰ πρὸς τὸν ὅρον ἄπορα διαλύσασθαι, τὸν ὅρον τῆς ἀληθείας αὐτὸν ὁδηγὸν τοῦ λόγου, καθὰ δὴ καὶ τῆς ὅλης ἡμῖν ζωῆς, προστησάμενοι καὶ μὴ περιελεῖν ἐκ τοῦ στόματος ἡμῶν λόγον ἀληθείας εὐξάμενοί τε καὶ τῇ πίστει θαρρήσαντες· τοῦτο δὲ πρότερον τὴν σὴν ἀγχίνοιαν ὑπομνήσαντες, ὅτι μὴ πάντα δεῖ τὰ τοῦ Θεοῦ ἐρευνᾶν, ὅτι μηδὲ πάντα ἐστὶ καταλαβεῖν μὴ ὅτι τῶν καθ’ ἡμᾶς τινα ταπεινόν τε καὶ κάτω κείμενον, ἀλλ’ οὐδὲ τὸν ἄγαν θεωρητικὸν καὶ ὑψηλὸν τῆς διανοίας· ὅπου γε καὶ Παῦλος ὁ μέγας ἐκ μέρους γινώσκομεν, ἔλεγε, καὶ ἐκ μέρους καταλαμβάνομεν· καὶ ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ, καὶ τὰς ὁδοὺς ἀνεξιχνιάστους εἶναι μετὰ πολλοῦ τοῦ θαύματος ἀπεφήνατο Παῦλος ἐκεῖνος ὁ εἰς τρίτον ὑπεραρθεὶς οὐρανὸν καὶ εἰς τὸν παράδεισον ἁρπαγεὶς καὶ μυηθεὶς τὰ ἀπόρρητα.

Τοῦτό τε οὖν ὑπομνήσαντες, καὶ ὅπερ ἡμεῖς ἑαυτοὺς πεπείκαμεν, τὸ μετὰ πολλῆς εὐλαβείας ἐγχειρῆσαι τῷ λόγῳ, τοῦτο καὶ σέ, καὶ εἴ τις ἕτερος ἴσως ἐντύχοι, περὶ τῆς ἐντεύξεως αὐτῆς ἀξιώσαντες, οὕτω λοιπὸν τῆς ὑποθέσεως ἐχόμεθα, ὅσον ἡμῖν τῆς ὅλης ἀληθείας εἰς γνῶσιν ἦλθε, παρὰ ταῦτα πάντα σταθμῷ καὶ μέτρῳ πρὸς ἀξίαν ἐπιμετροῦντός τε καὶ διανέμοντος Πνεύματος, τοσοῦτον ἐκκαλύπτοντες διὰ τοῦ λόγου καὶ τοῖς εὐγνώμοσι πᾶσιν ἀκροαταῖς μετὰ τοῦ αὐτοῦ Πνεύματος.

Λέγομεν τοίνυν ὅτι ὅρος ἔστι μέν, οἷς τῶν ὁριστῶν σύστοιχός ἐστιν, ἔστι δὲ καὶ οἷς ἀρνεῖται τὴν συστοιχίαν· κατὰ δὲ τὴν οἰκείαν φύσιν ἑστώς, ἢ κρείττων ἐστὶ τῶν ὁριζομένων ἢ χείρων. Ὅρος δὲ νῦν εἰρήσθω κοινότερον ὁ λόγος, καθ’ ὃν οἰκείως προβάλλεται πρὸς ἕκαστον τῶν ὄντων ἡ ὁπωσοῦν ἐπιβάλλουσα γνῶσις, καὶ ὅπερ τί ἐστιν ἕκαστον καθ’ ἑαυτὴν περιγράφουσα· μᾶλλον δέ, ἵνα σαφέστερον ᾖ τὸ λεγόμενον, οὕτω ῥητέον. Τριῶν ὄντων ἐφεξῆς, τοῦ γινώσκοντος, τῆς γνώσεως, τοῦ γινωσκομένου, ἡ γνῶσις ἵσταται μὲν ἀεὶ κατὰ τὸ γινῶσκον, ἀφ’ οὗ καὶ ὥρμηται, ἐπιβάλλει δὲ τῷ γνωστῷ κατὰ τὴν τοῦ γινώσκοντος φύσιν· εἰ μὲν κρεῖττόν ἐστι τοῦτο τοῦ γινωσκομένου, κρειττόνως· εἰ δὲ χεῖρον, χειρόνως· εἰ δ’ ἄμφω σύστοιχα καὶ ὁμοειδῆ καὶ ὁπωσοῦν ταυτά, συστοίχως κατὰ τὸ ἀκόλουθον καὶ ὁμοειδῶς, καὶ ὡσαύτως ταυτῶς. Ἄλλη γοῦν ἐστι γνῶσις ψυχῆς, καὶ ἄλλη νοῦ, καὶ ἄλλη Θεοῦ· καὶ ἡ μὲν ψυχικῶς οἶδεν, ὁ δὲ νοερῶς, ὁ δὲ ὑπὲρ νοῦν καὶ ὑπεραρρήτως.

Ψυχικῶς οὖν οἶδεν ἡ ψυχή, ὅπερ ἐστὶ χειρόνως μὲν εἰδέναι τὰ νοητά, τὰ δὲ αἰσθητὰ κρειττόνως, συστοίχως δὲ τὰ μέσα τε καὶ ὁμόστοιχα. Καὶ γοῦν ἡ τοῦ νοῦ γνῶσις ὡς πρὸς ὁμόστοιχα μὲν τὰ νοητὰ οἰκείως προβάλλεται, ἀποδεῖ δὲ τῆς πρὸς τὰ ὑπὲρ νοῦν ἀποτάσεως, ὅσον καὶ ἡ νοερὰ οὐσία τῆς ὑπερουσιότητος ἀποδεῖ, ὥσπερ αὖθις ὑπερβαίνει τῇ καθ’ ἑαυτὴν περιγραφῇ τὰ καταδεέστερα.

Θεὸς δὲ ὁ πάντων αἴτιος καὶ πάντων ἐπέκεινα κατὰ τὴν ὑπερεξῃρημένην ἐκ πάντων καὶ τὴν ὑπὲρ πᾶσαν γνῶσιν ἔλαχε πρόγνωσιν· ἑαυτὸν γὰρ εἰδώς, καὶ τὰς ἐν ἑαυτῷ τῶν πάντων αἰτίας δημιουργικάς τε καὶ προνοητικὰς καὶ συνοχικὰς προβαλλόμενος, οὕτως οἶδε τὰ πάντα κρειττόνως ἢ τὰ πάντα εἰσί, καθ’ ὑπεροχὴν ἀσύγκριτον καὶ ἀνέκφραστον.

Οὕτως οὖν καὶ ὅρος τῶν πάντων ἐστὶ καὶ οὐδὲν τῶν ὁπωσοῦν ὄντων ἀφίησιν ὑπερόριον. Ὁρίζει γοῦν τὰ διαστατὰ καὶ μεριστὰ σώματα τῇ ἀδιαστάτῳ καὶ ἀμερίστῳ ὑπερειδήσει, καὶ πᾶσαν φύσιν ὑπεροῖδεν ὑπερφυῶς, καὶ πᾶσαν οὐσίαν ὑπερουσίως, τὰ ὅλα, τὰ μέρη, τὰ ἡνωμένα, τὰ πεπληθυσμένα, τὰ πεπερασμένα, τὰ ἄπειρα, τὰ παρόντα, τὰ προλαβόντα, τὰ μέλλοντα, τὰ ὡρισμένα, τὰ ἀόριστα, τὰ ὠνομασμένα, τὰ ἀνώνυμα, ὅσα ῥητά, ὅσα ἄρρητα, πάντα κατὰ μίαν ὡρισμένην καὶ πάντων ἐπίσης ὑπεριδρυμένην πρόγνωσιν· οὕτως αὐτῷ τὰ πάντα γυμνὰ παρίστασθαι λέγεται καὶ ἀπερικάλυπτα· οὕτω χίλια ἔτη, ὁ παρ’· ἡμῖν παντελέστατος ἀριθμὸς καὶ πληρέστατος, ὡς μία ἡμέρα ἐν ὀφθαλμοῖς αὐτοῦ· οὕτως οὐδεὶς οὐδαμοῦ πορευθεὶς ἀπὸ τοῦ προσώπου αὐτοῦ διαφεύξεται· οὕτω παρ’ αὐτῷ καὶ τῆς κεφαλῆς ἡμῶν αἱ τρίχες ἠρίθμηνται, καὶ οὐδὲ στρουθίον ἄνευ αὐτοῦ παγιδεύεται τὸ φαυλότατον· οὕτω καὶ πλῆθος ἄστρων ἀπαριθμεῖ καὶ ψάμμον παράλιον, καὶ κατὰ σταγόνα μετρεῖ τὴν θάλασσαν, ἵστησί τε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ· οὕτως ἐνθύμιον ἀνθρώπου ἐξομολογεῖται αὐτῷ, ἑορτάζει τε τοῦ ἐνθυμίου τὸ ἐγκατάλειμμα.

Ὁρᾷς τὸν ὅρον τῆς θείας προγνώσεως, ὅπως ἵσταται μὲν κατὰ τὸν ὁρίζοντα, ὁρίζει δὲ τὰ πάντα κρειττόνως ἢ ταῦτά ἐστιν; Οὔτε οὖν τοῖς γινωσκομένοις συνδιατίθεται, ὥστε συναορισταίνειν ἀορισταίνουσιν, ὅτι μὴ σύστοιχον τούτοις ἔχει τὴν γνῶσιν, οὔτε ταῦτα τῆς οἰκείας ἐξίστησι φύσεως, καὶ ὅλως ὅλα καθ’ ἑαυτὸν διατίθησιν, ὅθεν εἶχε χώραν τὸ κατηναγκασμένον τε καὶ ἀκούσιον· ᾖ γὰρ ἂν οὕτω καὶ ἡ τάξις τῶν ὄντων ἀνῄρητο, καὶ ἡ δικαία διανομή, καὶ ἡ σωτηρία τῶν ἰδιοτήτων ἑκάστης φύσεως, καὶ οὐδὲ ὁ τῆς κρείττονος εἰδήσεως ἔτι λόγος ἐσώζετο, πάντων ἴσων καὶ ταυτῶν ἀποτελουμένων ἐκ τῆς πρὸς τὸν ὅρον ἐξομοιώσεως, ἀλλὰ μένων αὐτὸς ἀκίνητος ἀφ’ ἑαυτοῦ κατὰ τὴν ὑπεροχὴν τοῦ ὁρίζοντος, καὶ τῶν ὄντων ἕκαστα τῆς οἰκείας μὴ ἐξιστάμενος φύσεως, καθ’ ἑαυτὸν εἴτουν κρειττόνως ἢ ταῦτά ἐστιν ὁρίζει. Ἀλλὰ γὰρ οὕτως ὡς ἐνῆν ἡμῖν τοῦ θείου ὅρου τὴν ἑνιαίαν αὐτοῦ καὶ ὑπεροχικὴν δύναμιν ἐμφανίσαντος, οὐδὲν ἂν εἴη ἀπεοικὸς ἐκ ταύτης, ὥσπερ ἀπό τινος ἀπόπτου περιωπῆς, καὶ τὴν εὔτακτον αὐτοῦ πρὸς τὰ ὄντα κατιδεῖν πρόοδον.

Ὥσπερ γὰρ ὁ ὑπερβλύζων πλοῦτος τῆς ἀγαθότητος τὰς διαφόρους τῶν ὄντων οὐσίας ἐφίστησι καὶ πᾶσιν ἐπιχορηγεῖ σὺν τῷ εἶναι καὶ τὸ εἶναι εὖ οἰκεῖον, κατὰ τὰ δίκαια τῆς προνοίας ζυγά, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ὑπερπληρέστατος τρόπος ὑπερχεόμενος οἰκεῖον ἑκάστῳ τῶν ὄντων ὅριον ἐγκατέταξεν, ὅ, προφητικῶς εἰπεῖν, οὐ παρελεύσεται, ἀλλὰ τὰ μέτρα τῶν οἰκείων ὅρων ἕκαστα διασώζουσιν ὡσαύτως καὶ ἀμείωτα.

Καὶ ἐν αὐτοῖς μὲν ἑστῶτα καθ’ ἑαυτά τε σώζοιντο ἂν καὶ ἀπαράφθαρτα διαμένειεν καὶ τὴν πρὸς ἄλληλα τάξιν εὔκοσμον διασώζοιεν· παραμείβοντα δὲ τοὺς ὅρους ἑαυτῶν καὶ παρακινούμενα, ἑαυτοῖς τε φθορᾶς παραίτια γένοιντο, καὶ ἀλλήλοις ἀταξίαν καὶ ἀκοσμίαν καὶ σύγχυσιν προξενήσαιεν.

Οὕτω τοίνυν ἔν τε νοῖς ὅρος ἐστὶ νοερός, ὃν φυλάττοντες ἀπαράβατον, ἐν αὐτῷ, καθάπερ ἐν ἀσφαλεῖ ἑστίᾳ, φρουροῦνται καὶ σώζονται καὶ συνέχονται, καὶ τῆς καθηκούσης εὐκόσμῳ καὶ ἀσυγχύτῳ καταστάσει τάξεως οὐκ ἀφίσταται. Καὶ γοῦν ὁ πρῶτος τῶν ὑπερκοσμίων νόων διάκοσμος, εἰ καὶ τριπλῆν συζυγίαν πτερύγων ὡς ἐν συμβόλοις προβάλλεται, ἀλλὰ τῇ μέσῃ μόνῃ τὴν καθήκουσαν ἐπιτρέπει ἐνέργειαν. Ταῖς γὰρ δυσί, φησι, πετώμενα κέκραγε, τῶν ἄκρων τῇ μὲν τὰ πρόσωπα, τῇ δὲ τοὺς πόδας κατακαλύπτονται· ὡς ἄρα καὶ τῶν οἰκείων νοήσεων παρέκβασιν εὐλαβούμενα, καὶ μήτε ταῖς ὑψηλοτέραις μήτε ταῖς βαθυτέραις αὐτῶν ἐπιτρέχοντα, ταῖς μέσαις δὲ καὶ συμμέτροις καὶ ἐνορίοις πρὸς τὴν ἑαυτῶν ἐπιγνωμοσύνην ὑπὸ τοῖς θείοις ζυγοῖς ἱερῶς εὐθετούμενα, καὶ οὕτω πρὸς θεοπτίαν τὴν ἀνάλογον ἀναγόμενα. Ἀλλὰ καὶ ὁ δεύτερος καὶ τρίτος καὶ ὁ λοιπὸς σύμπας διάκοσμος ἐφεξῆς, ἵνα μὴ καθ’ ἕκαστον ἐπεξιὼν τὸν λόγον μηκύνω, ἕκαστος κατὰ τὸν οἰκεῖον ὅρον ἑστὼς ἀμιγῆ τηρεῖ καὶ ἀσύγχυτον πρὸς τοὺς ἄλλους τὴν ἰδιότητα, καὶ τῷ ὅρῳ τὴν στάσιν τε καὶ τὴν τάξιν καὶ τὴν μετοχὴν τῆς θείας ἀγαθότητος ἀνάλογον εἴληχεν, ἐν τῷ τὸν ὅρον τηρεῖν τηρούμενος καὶ σωζόμενος.

Ὅ γε μὴν ἑωσφόρος τὸν ὅρον παρεξελθεῖν τῆς οἰκείας ἀναλογίας τολμήσας, καὶ τῆς ὑπερηφανείας κουφότητα μετεωρισθείς, εἰκότως εἰς τὸν ἀχανῆ καὶ ἀόριστον ζόφον ἐξέπεσε. Καὶ ταῖς ψυχαῖς δὲ διαφόρως οὐσιωμέναις διάφορος καὶ ὅρος καταμεμέρισται, καθ’ ὃν ἕκαστον τῶν ἐψυχωμένων ἱστάμενον τῶν λοιπῶν διενήνοχε, τὸ μὲν καὶ κατὰ λόγον καὶ προαίρεσιν ζῶν, τὸ δὲ καθ’ ὁρμὴν ἄλογον, τὸ δὲ μόνως ζῶν. Ἔστι δὲ καὶ τοῖς μόνως οὖσιν ὅρος ἡ φύσις, πολλοῖς δήπου διαφόροις πολλαπλῶς καὶ διάφορος· ὅθεν ἄνω μὲν ἀεὶ τὸ πῦρ φέρεται· ἐπιπολάζει δὲ γαίη τε καὶ ὕδασιν ὁ ἀήρ· ὕδωρ δὲ πρὸς τὰς κοιλότητας καταρρεῖ· ἡ δὲ γῆ τοῦ μέσου ἀντέχεται. Καὶ ἔστι γε τοῦτο, φησὶν ὁ ἱερὸς Διονύσιος, τῆς πάντων αἰτίας καὶ ὑπὲρ πάντα ἀγαθότητος ἴδιον, τὸ πρὸς κοινωνίαν ἑαυτῆς τὰ ὄντα καλεῖν ὡς ἑκάστῳ τῶν ὄντων ὥρισται πρὸς τῆς οἰκείας ἀναλογίας.

Οὐ ταῖς διαφόροις δὲ τάξεσί τε καὶ φύσεσι μόνον ὁ ὅρος διαφέρεται, ἀλλ’ εὕροις ἂν κἀν τοῖς ὁμοταγέσι τε καὶ ὁμοφυέσι τοῦτον διάφορον. Καὶ σοὶ μὲν ἀφίημι τὰ πλάτη τῶν ἄλλων διεξιέναι σοφῷ τε ὄντι καὶ σοφωτέρῳ μετὰ τὸ δράξασθαι τῆς παρ’ ἡμῶν ἀφορμῆς ἐσομένῳ· ἐγὼ δὲ τὸν καθ’ ἡμᾶς ὡς οἷόν τε ἐπιδρομάδην ἐπέξειμι. Τῷ γὰρ δὴ ὅλῳ τῶν ἀνθρώπων γένει ἕνα μὲν ἔστησε παρὰ τὴν ἀρχὴν ὅρον ἡ πρόνοια, καὶ ὑφ’ ἓν εἶδος ζωῆς τὸ θεοειδὲς καὶ θεομίμητον ἔταξε. Ποιήσωμεν, γάρ φησιν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Καὶ αὖθις·

Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὗτος ὁ εἷς καὶ ἀρχαῖος ὅρος ἐν ἁπλῇ καὶ ἀμόχθῳ καὶ ἀπαθεῖ, καὶ τὸ ὅλον εἰπεῖν θείᾳ καὶ ἀθανάτῳ ζωῇ τὸν ὅλον ἄνθρωπον ἀφοριζόμενος. Ἐπεὶ δὲ ἀπὸ τῆς θείας ἐκείνης ἁπλότητος, ταυτὸν δὲ εἰπεῖν τοῦ θείου ὅρου, εἰς τὸν μερισμὸν τῆς ὕλης καὶ τὸν τῆς ἀνομοιότητος πόντον ἡ φύσις ὠλίσθησε, καὶ τὴν ποικίλην ταύτην ζωὴν καὶ πολύμορφον ἠρτήσατο, τότε δὴ τότε καὶ ὑπὸ διαφόρους ἔπεσεν ὅρους, οὓς οἰκείους ταῖς αἱρεθείσαις ζωαῖς ἑκάστοις ἡ δικαία ἐπέστησε πρόνοια. Καὶ τῷ μὲν πρωτοπλάστῳ διὰ τὴν πρώτην παράβασιν ἡ ἐπάρατος ζωὴ καὶ ἐπώδυνος ὥρισται, πέρας ἔχουσα τὴν εἰς γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφήν· τῷ δὲ Κάϊν διὰ τὸν φόνον μετὰ τούτων καὶ ἡ τοῦ στένειν τε καὶ τρέμειν προσθήκη. Ὅρος δὲ τοῖς γίγασι τῆς περὶ τὰ πονηρὰ συνεχοῦς καὶ ἐπιτεταμένης σπουδῆς οἰκειότατος ἡ παντελὴς ἐκείνη κατὰ πάσης σαρκὸς τῶν ὑδάτων ἐπίκλυσις· ὥσπερ αὖ τοῖς περὶ τὰ Σόδομα ἡ διάπυρος ἀποτέφρωσις. Ἀλλὰ καὶ ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, καθά φησιν ἐν τῷ Δευτερονομίῳ Μωσῆς ὁ θειότατος, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν Ἀγγέλων Θεοῦ. Ὅθεν ἄλλων ἄλλαι φυσικαί τινες ἰδιότητες, αἷς οἰκείως καὶ τὰ ἔθιμα καὶ τὰ νόμιμα καὶ τὰ ἐπιτηδεύματα, καὶ ἁπλῶς οἱ βίοι σφίσιν συνδιατίθενται, ἐφ’ οἷς καὶ οἱ Ἄγγελοι προεστήκασιν οἷόν τινες ὁροφύλακες.

Οὐ κατ’ ἔθνη δὲ μόνον ὅλα, ἀλλὰ κατὰ γενεὰς καὶ καθ’ ἕνα, καὶ δὴ καὶ καθ’ ἑαυτὸν ἕκαστον πληθυνόμενον τὸν ὅρον μανθάνομεν, Κατὰ τὸ ὕψος σου, φησὶν ὁ Δαβίδ, ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ αὖθις. Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου· τουτέστι ταῖς τῆς ἐμῆς προαιρέσεως ἠρτημέναις διαφόρως ζωαῖς· καὶ τοὺς διαφόρους καὶ πολλοὺς ὅρους συνδιαθήσεις μοι τῇ διακριτικῇ τε καὶ διοριστικῇ καὶ πᾶσι τὰ κατ’ ἀξίαν ἀπονεμούσῃ δυνάμει σου, ἣν καὶ ὕψος ὠνόμασε, διὰ τὸ πάντων δεῖν ὑπερῇρθαι τὴν παντέφορον πρόγνωσιν. Ἡ μὲν οὖν διέξοδος τῶν ἐκ τοῦ ἑνὸς πολλῶν ὅρων τοιαύτη, καὶ οὕτω πολλὴ καὶ ποικίλη συμμεριζομένων τῷ πλήθει τε καὶ τῇ ποικιλίᾳ τῶν τε ὄντων καὶ τῶν γινομένων, ἑκάστῳ δηλαδὴ παρὰ τῆς προνοίας ἀνάλογον· σὺ δὲ μὴ πρὸς τὸ πλῆθος ἀπιδὼν καὶ ἰλιγγιάσας περὶ τὴν τούτων ἐξαρίθμησιν καὶ κατάληψιν ἐντεῦθεν εἰς τὴν ἀοριστίαν ἀποτραπῇς, ὅπερ καὶ ὁ ταύτης προήγορος πέπονθεν.

Οὐ γὰρ εἴ τι τὸν ἡμέτερον λόγον ἢ νοῦν διαπέφευγε καὶ ὑπερέβη τὰ μέτρα τῆς καθ’ ἡμᾶς καταλήψεως, τοῦτο ἤδη καὶ καθ’ ἑαυτὸ τοιοῦτόν ἐστιν, ὡς μηδὲ τῷ ὑπὲρ ἡμᾶς εἶναι καταληπτόν, ᾧ καὶ πλήθη ἄστρων οὕτως ἠρίθμηται, ὡς καὶ πάντα ὑπ’ αὐτοῦ ταῦτα καλεῖσθαι τοῖς οἰκείοις τε καὶ προσφυέσιν ὀνόμασιν· ἐξηρίθμηνται δὲ καὶ εἴ τινες ὑπὲρ ἄμμον πεπλήθυνται· ἀλλὰ μᾶλλον ἐπισυνάγαγέ μοι τὸ νοερὸν τῆς ψυχῆς ὄμμα καὶ πρὸς τὸ ἑνοειδὲς τῶν ὅρων ἀπότεινε· καὶ εἰ μὴ κατὰ τὴν πρώτην ἐπιβολήν, ἀλλὰ γὰρ κατὰ βραχὺ τοὺς πλείους εἰς ἀριθμὸν συμπτύσσων ἐλάττονα, καὶ τούτους αὖθις ὡς δυνατὸν συναιρῶν κατὰ τὴν ἀνήκουσαν τοῦ ἑνὸς μετοχήν. Οὐδὲ γάρ ἐστι πλῆθος ἀμέτοχον παντάπασι τοῦ ἑνός, ἀλλὰ τὰ μὲν πολλὰ τοῖς μέρεσιν ἕν, τὰ δὲ πολλὰ τοῖς συμβεβηκόσιν ἓν τῷ ὑποκειμένῳ, καὶ τὰ πολλὰ τῷ ἀριθμῷ ἢ ταῖς δυνάμεσιν ἓν τῷ εἴδει, καὶ τὰ πολλὰ τοῖς εἴδεσιν ἓν τῷ γένει, καὶ τὰ πολλὰ τοῖς προόδοις ἓν τῇ ἀρχῇ· κατὰ δή τινα τοῦτον τὸν τρόπον, δηλαδὴ τὸν οἰκεῖον, ἑκάστοτε συμπτύσσων ἀεὶ καὶ συνάγων τὸ τῶν ὅρων πλῆθος, εἰς αὐτόν ποτε καταντήσεις τὸν ἕνα καὶ μόνον, καὶ ἐν τῷ κατὰ πάντα ἑνικῷ τοὺς πάντας ἑνιαίως συνειληφότα, καὶ πάντων ἀνεκφοιτήτως τοῦ ἑνὸς αἴτιον ὅρον.

Ἐκ δὲ τῶν εἰρημένων καὶ ἐκεῖνο πορίζου, ὅτι τῶν μὲν πολλῶν ὅρων ὁ εἷς ὅρος αἴτιος, τῶν δὲ γινομένων οὐ πάντων πάντως οἱ ὅροι αἴτιοι· ἀλλ’ ὅσα γε κατὰ λόγον ζῇ καὶ προαίρεσιν, ταῦτα τῶν αὐτεξουσίων ζωῶν οἰκείους ἐφ’ ἑαυτὰ τοὺς ὅρους ἐφέλκεται. Καὶ ὥσπερ τὸν κατὰ τοῦ φονέως κείμενον νόμον, οὐκ ἂν φόνου τι αἰτιάσαιτο, ἀλλ’ ὁ τὸν φόνον δράσας ἔνοχον ἑαυτὸν τῷ νόμῳ καθίστησι καὶ τὴν ποινὴν αὐτὸς ἐφ’ ἑαυτὸν ἐπισπᾶται, οἷα δὴ τὸ τοῦ νομοθέτου παραβὰς βούλημα· οὕτως οὐδὲ τὸν θεῖον ὅρον αἰτιατέον τῶν γινομένων κατὰ προαίρεσιν. Ὅ τε γὰρ τὸν νόμον τιθεὶς βούλοιτ’ ἂν ἀργῆσαι τὸν φονέα ... μηδαμοῦ μηδέποτε τολμηθέντος τοῦ ἀνομήματος· ὅ τε τὸν ὅρον πηγνὺς κατὰ τὴν ὑπεράγνωστον πρόγνωσιν οἰκεῖον καὶ πρὸς ἀξίαν τῆς τῶν λογικῶν ζώων αὐτεξουσίου ὁρμῆς πάντας σώζεσθαι βούλεται, καὶ τὴν κρείττω μοῖραν αἱρεῖσθαι, καὶ τὸν ἐπὶ τοῖς κακῶς τολμωμένοις τε καὶ δρωμένοις κείμενον ὅρον διαδιδράσκειν. Εἰ δ’ ἐγὼ παραβαίνω τὸν νόμον, καὶ τοῦ ἀπηγορευμένου ξύλου μεταλαμβάνω, καὶ πρὸς ἐμαυτὸν τὸν ἐπὶ τῇ παραβάσει κείμενον ὅρον ἐφέλκομαι, ἡ αἰτία τοῦ ἑλομένου, φησί τις σοφός, ὁ Θεὸς ἀναίτιος.

Ἐγὼ δὲ παρὰ τῆς θείας σοφίας οἶδα μαθών, ὅτι τοῖς μὲν ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν, οἷς δὴ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν καὶ τὰ ἐπηγγελμένα προητοίμασεν ἀγαθά, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ νοῦς ἀνθρώπων οὐκ ἐξιχνίασεν· οὔτε δὲ συμπράττει τοῖς κακῶς πράττουσιν, ἀλλὰ μόνος ἐκ τῆς παρ’ αὐτῷ κειμένης τοῦ αὐτεξουσίου πηγῆς ὁ κατὰ προαίρεσιν κακὸς ἀντλεῖ τὰ κακά· οὔτε σκότος ἐξώτερον, ἢ πῦρ ἄσβεστον, ἢ βρυγμὸν ὀδόντων, ἢ ἀκοίμητον σκώληκα, ἤ τινα ἄλλην κολαστικὴν καὶ ποιναίαν καὶ ἀμείλικτον δύναμιν ἀνθρώποις ἡτοίμασεν ὁ ὑπερβαλλόντως φιλάνθρωπος, ἀλλὰ τῷ διαβόλῳ ταῦτα καὶ τοῖς αὐτοῦ ἀγγέλοις ἡτοίμασται, τοῖς πρώτοις τῆς κακίας δημιουργοῖς τῇ τοῦ καλοῦ φυγῇ καὶ ἡμῖν συνεργοῖς, ἧς αὐτοῖς οἱ κοινωνοῦντες ἐνδίκως καὶ τῶν κολάσεων κοινωνήσουσιν· ὥστε τῶν μὲν ἀγαθῶν ἁπάντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ Θεόν, κακοῦ δὲ οὐδενός, οὔτε τὸν Θεὸν οὔτε τὸν θεῖον ὅρον αἰτιατέον, ἀλλὰ τὴν ἀρχὴν τῶν κακῶν τῇ προαιρέσει δοτέον, τῇ παρεγκλίσει τῶν ἀγαθῶν παρυφισταμένην. Τολμᾷ δὲ ὁ λόγος καί τι νεανικώτερον ἀποφθέγξασθαι, ὡς οὐ μόνον ὁ ὅρος οὐκ ἔστιν αἴτιος τῶν κακῶς τολμωμένων τε καὶ δρωμένων, ἀλλὰ τοὐναντίον ἅπαν, διὰ ταῦτα καὶ τὴν ποιὰν τούτων διάθεσιν ὅποιός δε ὅρος προώρισται.

Ἔχει γὰρ οὕτως· ὡς ἡ ὅρασις πρὸς τὸ ὁρατόν, καὶ ἡ ἀκοὴ πρὸς τὸ ἀκουστόν, καὶ ἁπλῶς πᾶσα αἴσθησις πρὸς τὸ κατ’ αὐτὴν αἰσθητόν· οὕτω δήπου καὶ ὁ λόγος ἔχει πρὸς τὸ λεκτόν, καὶ ἡ γνῶσις πρὸς τὸ γνωστόν. Ὥσπερ οὖν οὐ διὰ τὴν τοιάνδε διάθεσιν τῆς ὁράσεως τοιῶσδε τὸ ὁρατὸν κέχρωται, ἀλλὰ τοὔμπαλιν διὰ τὸ τοιόνδε εἶναι τὸ χρῶμα τοιῶσδε καὶ ἡ ὅρασις πρὸς αὐτὸ διατίθεται· τυχὸν ὅτι διὰ τὸ λευκὸν εἶναι τὸ ὁρώμενον κατὰ διάκρισιν ἡ ὄψις ὁρᾷ· εἰ δ’ ἦν μέλαν συνεκρίνετο ἂν καὶ πρὸς ἑαυτὴν συνεστέλλετο· οὕτως οὐδ’ ἂν διὰ τὸν τοιόνδε λόγον ἢ τοιάνδε γνῶσιν τοιόνδε τι τὸ πρᾶγμα εἴη, ἀλλὰ πρὸς τὸ πρᾶγμα καὶ ὁ νοῦς ὁρᾷ καὶ ὁ τοῦ νοήματος ἄγγελος λόγος. Λέγεται γὰρ καὶ γινώσκεται θερμὸν εἶναι τὸ πῦρ, ψυχρὸν δὲ τὸ κρύσταλλον, διότι ταῦτα τοιαῦτά ἐστιν, ἀλλ’ οὐχ ὅτι νοεῖται τοιαῦτα ἢ λέγεται, διὰ τοῦτο ταῦτά ἐστιν· ὅπερ ἡ γνῶσις ἐπὶ τῶν ὄντων, τοῦτο ἐπὶ τῶν ἐσομένων ἡ πρόγνωσις· καὶ ὅπερ ἐπ’ ἐκείνων ὁ λόγος, τοῦτο ἐπὶ τούτων ἡ πρόρρησις· οὐκοῦν ὅτι τόδε τι ἔσται, διὰ τοῦτο καὶ προέγνωσται καὶ προείρηται, ἀκολούθως δὲ καὶ προώρισται.

Ὅτι γοῦν καὶ ὁ παλαιὸς ἐκεῖνος Ἀδὰμ ἔμελλε τοῦ ἀπηγορευμένου ξύλου φαγεῖν, διὰ τοῦτο καὶ προέγνωστο τοῦτο τῷ Θεῷ καὶ προώριστο, οὐ μὴν ὅτι προέγνωστο διὰ τοῦτο ἔφαγε· καὶ ὅτι μὴ ἔμελλον ἀκοῦσαι τοῦ πρὸς αὐτοὺς ἀποστελλομένου Προφήτου ὁ ἀπειθὴς λαός, διὰ τοῦτο καὶ προέγνωστο καὶ προείρητο, οὐ μὴν ὅτι προέγνωστο ἢ προείρητο, διὰ τοῦτο οὐκ ἤκουσαν.

Ὁ γὰρ οἶκος τοῦ Ἰσραήλ, φησὶν ὁ ἀποστέλλων τὸν Προφήτην Θεός, οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου· διὰ τί; οὐχ ὅτι ἐγὼ τοῦτο προέγνωκα καὶ προείρηκα, ἀλλὰ διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι· ὥστε τῶν οὕτως γινομένων οὐχ ἡ θεία πρόγνωσις, ἀλλ’ ἡ προαίρεσις αἰτία· ταῦτα δὲ οἰκείαν τὴν θείαν πρόγνωσιν εἴληχε καὶ ὁ θεῖος ὅρος καὶ τέθειται διὰ ταῦτα καὶ πέπηγε· καὶ οὕτω τοίνυν τοῦ ὅρου δοθέντος, οὐδενὸς εἶναι τῶν κακῶν ὁ Θεὸς αἴτιος ἀποδέδεικται.

Ἀλλ’ οὕτω, φαίης ἂν ἴσως, οὐ μόνον τῶν κακῶν, ἀλλὰ καὶ τῶν ἀγαθῶν τῶν κατὰ προαίρεσιν ἀναίτιος ὁ Θεὸς ἀποδείκνυται· διὰ τί καὶ τῶν μὲν κακῶν τὴν αἰτίαν ἐπὶ τὴν προαίρεσιν ἀνακτέον, τῶν δὲ ἀγαθῶν ἐπὶ τὸν Θεὸν καὶ οὐ ταύτην; ἢ πῶς οὐκ ἀποκληρωτικὸς ὁ λόγος δοκεῖ, ὅς γε τὰ μὲν τῶν κατὰ προαίρεσιν τῷ Θεῷ δίδωσι, τὰ δ’ ἐναντία τούτων τῇ προαιρέσει; ἢ οὐδὲ τῆς τῶν τοιούτων ἀγαθῶν αἰτίας ἀποστερητέον παντάπασι τὴν προαίρεσιν.

Οὐ γὰρ ἀκουσίως τις οὐδὲ βίᾳ κατεργάζεται, ἀλλ’ ὑπ’ αὐτεξουσίου ὁρμῆς κινούμενος, καθ’ ἣν καὶ τὴν ἐπ’ ἄμφω ῥοπὴν ἀρετήν τε φημὶ καὶ κακίαν ἐπίσης δύναται. Εἰ μὲν οὖν τὴν ἀρετὴν ἕλοιτο, συνεργὸν αὐτίκα λαμβάνει καὶ τὸν Θεόν· εἰ δὲ τὴν κακίαν, τὸν πρῶτον τῆς κακίας ἐφευρετὴν εὑρίσκει συμπράττοντα· ἀλλ’ ὁ μὲν ἀντικείμενος οὐδὲ κατὰ χοίρων ἐξουσίαν ἔχων, εἰ μὴ παρεχωροῖτο, ἵνα τῇ κακίᾳ συμπράξῃ, δεῖται τῆς παρ’ ἡμῶν ἀφορμῆς. Εἰ καὶ τὰ μάλιστα γὰρ ὑποβάλλει τὴν ἁμαρτίαν διὰ τῆς πονηρᾶς ἐνθυμήσεως, ἀλλ’ ἀπεκρούσθη πολλάκις καὶ ἄπρακτος ἔμεινε, μὴ λαβὼν τὴν παρὰ τῆς προαιρέσεως συγκατάθεσιν. Θεὸς δὲ ὁ καὶ ταύτης ἡμῖν τῆς ἐπὶ τὸ καλὸν αὐθαιρέτου κινήσεως αἴτιος αὐτὸς καὶ τὰς πρώτας ἀφορμὰς δίδωσιν. Οὐδεὶς γὰρ ἔρχεται πρός με, φησὶν ὁ Σωτήρ, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν. Καὶ τούτῳ μὲν οὖν τῷ μέρει τῆς ἀμφιβολίας οὕτω διαιτητέον.

Ἐπεὶ δὲ ὁ λόγος ἀπέδειξεν ὅπως μὲν ὁ θεῖος ὅρος ὁρίζει πάντα, τουτέστι κρειττόνως ἢ ταῦτά ἐστι καθ’ ὑπεροχὴν ἀπαράμιλλον, ὅπως δὲ καὶ οἰκείους πρὸς ἕκαστον τῶν ὄντων ὅρους ὑπέστησε, τοὺς δὲ καὶ ὑφίστησιν, ἕκαστον ἑκάστῳ τῶν κατὰ προαίρεσιν γινομένων ἀξίως ἐπιμετρῶν τοῖς δικαίοις καὶ ἀρρεπέσι τῆς ἀνεξερευνήτου προνοίας κρίμασι· καὶ ὡς τοὺς μὲν πολλοὺς ὅρους ὁ εἷς καὶ πρῶτος καὶ πάντων ἐπέκεινα προείληφεν ὅρος, τὰς πάντων αἰτίας ἑνιαίως καὶ ἀσυγχύτως προέχων ἐν ἑαυτῷ· οὐχ οἱ ὅροι δὲ ὑφιστάνουσι τὰ γινόμενα, ἀλλ’ αὐτοὶ διὰ ταῦτα μᾶλλον τὴν ὑπόστασιν ἔχουσι· καὶ ὅτι τῶν κατὰ προαίρεσιν γινομένων τῶν μὲν ἀγαθῶν μετὰ τῆς προαιρέσεως καὶ Θεὸς αἴτιος, τῶν δὲ κακῶν ἡ προαίρεσις μόνη συνεργὸν καὶ τὸν δι’ ἐναντίας λαμβάνουσα, καὶ τῇ ἀποπτώσει τοῦ ἀγαθοῦ τὸ κακὸν ὑφιστάνουσα, καὶ διὰ πάντων ὁ τὸν ὅρον ............... λόγος ἐξώρισται.

Λοιπὸν τὸν παρόντα λόγον ἐνταῦθα διαναπαύσαντες .... τούτῳ τὴν ἀμετρίαν φυγεῖν, εἰς ἄλλον λόγον τὰ λείποντα πρὸς τὴν ὅλην καὶ παντελῆ τοῦ προκειμένου θεωρίαν ταμιευσώμεθα, Θεῷ τῷ πάντα ὁρίζοντι καὶ περαίνοντι τοῦτόν τε ἤδη κἀκεῖνον αὖθις ἐπαναθήσαντες· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. 2.