Ἄνθρωπος δὲ γενόμενος ὁ Σωτὴρ ἁμαρτίαν μὲν οὐκ ἐποίησεν, ἀλλὰ πρὸ τοῦ ἑλέσθαι τὸ πονηρὸν φθάνει τὸ ἀγαθὸν ἐκλεξάμενος· δούλου δὲ ὅμως ἀναλαμβάνει μορφὴν καὶ τὸ ἐμὸν οἰκειούμενος ἁμαρτία γενέσθαι λέγεται καὶ ὑπὸ τοῦ διαβόλου κατὰ τὴν αὐτὴν οἰκονομίαν παραλαμβάνεται καὶ πειράζεται, εἰ καὶ νικᾶν τὸν πειράζοντα· νικᾷ γὰρ πάντως τὸ μὲν ὡς Θεός, τὸ δὲ καὶ ὡς ἄνθρωπος ἀναμάρτητος· οὕτω καὶ ὡς ἁμαρτωλὸς κατακρίνεται καὶ σταυροῦται καὶ τἄλλα πάσχει, καὶ θνήσκει καὶ θάπτεται καὶ τέλος τριήμερος ἐξανίσταται, ἐμοὶ τὴν δύναμιν τῆς ἀναστάσεως χαριζόμενος· οὕτως ἐν ταυτῷ θαυμασίως ἄμφω συμπλέκεται τά τε τῆς ἀνθρωπίνης δουλείας καὶ ἀσθενείας, τά τε τῆς θεϊκῆς ἐξουσίας καὶ δυναστείας· οὕτω καὶ ἔχει καὶ λαμβάνει τὴν βασιλείαν τὸ μὲν ὡς Θεός, τὸ δ’ ὡς ἄνθρωπος, ὃ πολλάκις εἰρήκαμεν· οὕτω δὲ καὶ παραδίδωσι ταύτην τῷ ζῶντι Θεῷ Θεὸν δὲ ὅταν εἴπω, λέγω κατὰ τὸν θεολόγον Γρηγόριον Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· τάχα γοῦν οὐδὲν ἀπᾷδον εἰπεῖν, ὅτι καὶ παρ’ ἑαυτοῦ λαμβάνει καὶ ἑαυτῷ παραδίδωσιν, ὁποῖον καὶ τὸ παρὰ πολλοῖς νῦν θρυλλούμενον καὶ οὐκ οἶδ’ ὅπως ἀντιλεγόμενον, τὸ παρὰ τῶν ἐξάρχων τῆς θείας ἱερουργίας μυσταγωγούμενον, Ὁ προσφέρων καὶ προσφερόμενος, καὶ προσδεχόμενος καὶ διαδιδόμενος· περὶ οὗ πλατύτερον μὲν ἐσαῦθις ἐξετασθήσεται, τὸ δὲ νῦν τοσοῦτον ἀρκέσει μόνον εἰπεῖν, ὡς οὐκ ἄλλος καὶ ἄλλος ταῦτα, ἀλλ’ ὁ αὐτὸς καὶ εἷς κατὰ τὴν ὑπόστασιν Χριστὸς προσφέρων μὲν λέγεται ὡς ἱερεὺς καθεστὼς κατὰ τὴν τάξιν Μελχισεδέκ, ᾗ φησι Παῦλος, προσφερόμενος δὲ ὡς οὐκ ἄλλο τι προσφέρων παρ’ ἑαυτόν, ἀλλ’ ἢ τὸ οἰκεῖον σῶμά τε καὶ αἷμα, ὡς αὐτὸς εἶπε, Τοῦτο τὸ σῶμά μου καὶ τοῦτο τὸ αἷμά μου, δι’ ὧν καὶ πάλιν ὁ αὐτὸς διαδιδόμενος λέγεται, καὶ ταῦτα μὲν κατὰ τὸ ἀνθρώπινον, εἰ καὶ πάντα θειότερόν πως, προσδεχόμενος δὲ ὡς κατὰ τὴν θεότητα ἡνωμένος ἀεὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι καὶ τούτοις ἀχωρίστως συννοούμενος καὶ συνδοξαζόμενος τά τε ἄλλα καὶ τὸ προσδέχεσθαι τὴν προσαγωγήν· ὥσπερ ἄρα νοεῖται καὶ τό, Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ· οὐ γὰρ ἄλλος καὶ ἄλλος ὁ σώσας καὶ ὁ σωθείς, ἀλλ’ ὁ αὐτὸς ὡς μὲν δεξιὰ τοῦ Θεοῦ καὶ Πατρός, δι’ ἧς τὰ πάντα ἐγένετο, ἥτις καὶ ἐποίησε δύναμιν, αὐτὴν δὴ ταύτην τὴν σωτηρίαν ἡμῶν, ἔσωσεν· ὡς δὲ ἄνθρωπος ἐσώθη· καὶ τὸ τοῦ Θεολόγου· ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη· καὶ πολλὰ ἄν τις εὕροι τοιαῦτα περὶ τοῦ Σωτῆρος Χριστοῦ παρὰ πάσῃ τῇ θείᾳ Γραφῇ λεγόμενα καταλλήλως ἀμφοῖν ταῖς ἀμφ’ αὐτὸν φύσεσιν.