Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Ε΄ (Α΄ μέρος): Το μυστήριο της κοινής αναστάσεως και η κατάργηση του θανάτου

Ερμηνεία της Α΄ προς Κορινθίους επιστολής, ανάπτυξη του μυστηρίου της αναστάσεως του Χριστού ως απαρχής του ανθρώπινου γένους και η τελική κατάργηση της αμαρτίας και του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 6 από 11

Τοῦ αὐτοῦ Νικολάου ἐπισκόπου Μεθώνης πρὸς τοὺς σκανδαλιζομένους ἐπὶ τοῖς ἀποστολικοῖς ῥητοῖς τῷ, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· καὶ τῷ, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι· καὶ διὰ μὲν τοῦ ὑποταγήσεσθαι λέγειν τῷ Πατρὶ τὸν Υἱὸν ὑποδεέστερον φύσει ποιεῖν αὐτὸν τὸν Υἱὸν τοῦ Πατρὸς κατὰ τὴν αἵρεσιν Ἀρείου· διὰ δὲ τοῦ ἔσεσθαι τὸν Θεὸν τὰ πάντα ἐν πᾶσι τὴν Ὠριγένους .292.t10 δογματίζειν ἀποκατάστασιν· καὶ πρὸς εὕρεσιν τοῦ .292.t11 ἀποστολικοῦ σκοποῦ, πρὸς ὃν ταῦτά φησιν, ἀνά- .292.t12 πτυξις τῶν προειρημένων αὐτῷ περὶ τῆς κοινῆς πάν- .292.t13 των τῶν νεκρῶν ἀναστάσεως.

Ἐρευνᾶν ἀλλ’ οὐ περιεργάζεσθαι τὰς Γραφάς, οὐδὲ στρεβλοῦν καὶ βιάζειν καὶ πρὸς οἰκεῖον μεταφέρειν βούλημα τὸν τούτων σκοπὸν ὁ θεῖος λόγος διακελεύεται.

Τοῖς μὲν γὰρ ἁπλῶς τὸ γράμμα καὶ ἀπεριέργως ἀναγινώσκουσιν, εἰς τὸ πνεῦμα δὲ δι’ αὐτοῦ παρακύπτουσιν ὅπερ ὁ λόγος νοῦν οἶδεν εἶναι τοῦ γράμματος καὶ τοῦτο ζητητικῶς ἐρευνῶσι, φῶς οἷον ἐκεῖθεν ἀναλάμπει καὶ τὰς ὄψεις περιαστράπτει καὶ πρὸς αὐτὴν ποδηγεῖ τὴν ἀλήθειαν· ὅσοι δὲ κακοσχόλως ἰχνηλατοῦσι τὸ γράμμα καὶ θηρολεκτοῦσιν ἐκτόπως, ὅπως ἂν οἰκεῖον δόγμα καινίσωσιν, οὗτοι μὲν ἀληθείας ἐκπίπτουσιν, εἰς ἀνοδίας δέ τινας αἱρετικὰς ἀποφέρονται καὶ σκοτεινὰ βάραθρα καὶ τόπους, οὓς τὸ φῶς οὐκ ἐπισκοπεῖ τὸ ἀληθινόν, ὁποῖόν τι δοκοῦσί μοι πάσχειν καὶ οἱ ταυτὶ τὰ τοῦ Ἀποστόλου ῥήματα Ὅταν δὲ ὑποταγῇ αὐτῷ τῷ Χριστῷ δηλαδή τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι τῆς ὅλης ὑφῆς ἀποκνίζοντες, καὶ διὰ μὲν τῆς ὑποταγῆς ὑπόβασίν τινα φυσικὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δηλοῦσθαι νομίζοντες ὅπερ ἄντικρυς τῆς ἀρειανικῆς μανίας ἐστὶν ἐξέρευγμα, διὰ δὲ τοῦ εἶναι τὸν Θεὸν ἢ ἔσεσθαι τὰ πάντα ἐν πᾶσιν εἰς τὴν Ὠριγένους ἀποκατάστασιν ἀκαταστάτως παρολισθένοντες· ἀλλ’ ἡμῖν ὁ λόγος πρὸς τὸν ἀποστολικὸν ἀπευθυνέσθω σκοπόν, καὶ ὡς ἂν αὐτὸν κατίδωμεν ἀκριβέστερον ἦ γὰρ ἂν οὕτω καὶ εὐστοχήσωμεν ἀνώτερον ἀναδράμωμεν, εἰς τὴν ἀρχὴν τοῦ προκειμένου τῷ Ἀποστόλῳ κεφαλαίου, ὅθεν καὶ εἰς ταῦτα προβέβηκε τὰ ῥητά, κἀκεῖθεν ὡς ἀπὸ σκοπιᾶς ὑπερανεχούσης καὶ τὸν τούτων νοῦν κατοπτεύσωμεν.

Ἐπεὶ δὲ οὐκ ἔστιν ἄλλως φῶς ἰδεῖν εἰμὴ ἐν φωτί· Ἐν τῷ φωτί σου, γάρ φησιν, ὀψόμεθα φῶς· τὴν θείαν ἐπικλητέον καὶ νῦν ἡμῖν ἐπιλάμψαι χάριν, ὡς ἂν ἐν τῷ ταύτης φωτὶ τὸ τῆς ἀληθείας φῶς, τῆς ἐγκειμένης τοῖς ἀποστολικοῖς ῥήμασι, τηλαυγέστερον θεωρήσωμεν, πρὸς ἕνα τοῦτον καὶ τὸν αὐτὸν σκοπὸν πανταχόθεν ἀποτεινόμενοι·

Πρόκειται τοίνυν τῷ Ἀποστόλῳ, τὴν πρώτην Κορινθίοις ἐπιστολὴν γράφοντι, μετὰ τὴν τῶν πνευματικῶν χαρισμάτων διδασκαλίαν τὸ περὶ τῆς τελευταίας καὶ κοινῆς πάντων τῶν νεκρῶν ἀναστάσεως δόγμα πιστώσασθαι, διὰ τό τινας ἀπατεῶνας τῷ τότε τοὺς Κορινθίους ἀποπλανᾶν πειρᾶσθαι καὶ πείθειν μὴ ἔσεσθαι σωμάτων ἀνάστασιν· τούτους οὖν ὁ θεῖος Ἀπόστολος διὰ πλειόνων ἐλέγχει τῶν ἀποδείξεων μὴ τὸ περὶ τῆς ἀναστάσεως δόγμα μόνον διασαλεύειν, ἀλλὰ καὶ τὴν ὅλην ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος οἰκονομίαν ἀνατρέπειν ἐθέλοντας. Καὶ πρῶτόν γε τὸν τῆς θείας ἐνανθρωπήσεως διδάσκει σκοπὸν καὶ δείκνυσι καὶ ταύτην καὶ τὰ μετὰ ταύτην πάντα, τὰ πάθη, τὸν σταυρόν, τὸν θάνατον, τὴν ταφήν, αὐτὴν τὴν τοῦ Σωτῆρος ἀνάστασιν διὰ τὴν κοινὴν γεγενημένα πάντων ἀνάστασιν· ὅθεν καὶ ἀρχόμενος τοῦ προβλήματος ἀναμιμνήσκει τοὺς Κορινθίους τοῦ εὐαγγελισθέντος αὐτοῖς ὑπ’ αὐτοῦ κηρύγματος, καὶ τοῦτο εἶναί φησιν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη τριήμερος κατὰ τὰς Γραφὰς καὶ μάρτυρας ἔσχε τῆς ἀναστάσεως, οἷς καὶ ἑαυτὸν προστίθησιν ἔσχατον.

Τούτων αὐτοὺς ὑπομνήσας καὶ ἐπειπὼν ὅτι πάντες οὕτω κηρύττομεν καὶ οὕτως ἐπιστεύσατε, τοὐντεῦθεν λοιπὸν τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον μεταχειρίζεται· καὶ εἰ μή τῳ δοκεῖ περιττὸν καὶ πόρρω πίπτον τοῦ προκειμένου τῷ λόγῳ σκοποῦ, καὶ δι’ αὐτῶν τῶν συνιστασῶν τὴν ἀνάστασιν ἀποδείξεων τῷ Ἀποστόλῳ προσεκτικώτερον παρακολουθήσωμεν, εἴ πως κἀκ τούτων ἐπιπλέον ἀκριβωσόμεθα τὴν εὕρεσιν τοῦ προκειμένου ζητήματος. Φησὶ τοιγαροῦν· Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστι; Σαφῶς ἐνταῦθα παρίστησι τὸν σκοπὸν τοῦ προβλήματος, ὅτι εἰ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, καὶ οἱ νεκροὶ ἀναστήσονται· τοῦτο δὲ πάντως οὐδὲν εἰς θεολογίαν ἀνήκει, ἀλλὰ πρὸς τὴν οἰκονομίαν πᾶν ἀφορᾷ· εἶτα αἱ ἀποδείξεις ἐκ τῆς εἰς ἀδύνατον τοῦ ἀντιθέτου ἀπαγωγῆς, ἤτοι διὰ τῆς σὺν ἀντιθέσει λεγομένης ἀντιστροφῆς, πολλὰ δεικνῦσαι τὰ συναγόμενα ἄτοπα ἐκ τοῦ λέγειν μὴ εἶναι ἀνάστασιν νεκρῶν· πρῶτον μὲν ὅτι οὐδὲ Χριστὸς ἐγήγερται, οὗ τί ἀτοπώτερον; εἶτα τὰ τούτῳ ἑπόμενα. Εἰ γὰρ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ τῶν Ἀποστόλων κήρυγμα, κενὴ δὲ ἡ πίστις τῶν δεξαμένων αὐτήν. Εὑρισκόμεθα δέ, φησι, καὶ ψευδομάρτυρες τοῦ Θεοῦ.

Οὐ κενὴ δὲ μόνον, ἀλλὰ καὶ ματαία ἡ πίστις ὑμῶν ὡς ἀσυντελὴς καὶ ἀνόνητος, καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο, καὶ οἱ ἔτι ζῶντες ἡμεῖς πάντων ἂν εἴημεν ἄνθρωπον ἐλεεινότεροι, οἵτινες ἐν ἐσχάτοις δεινοῖς τὸν τῇδε βίον ἀμείβομεν.

Ταῦτα καὶ τοσαῦτα τὰ τῇ ἀναιρέσει τῆς ἀναστάσεως ἑπόμενα δείξας ὡς ἐξ ὑποθέσεως ἄτοπα, ἐξ εὐθείας λοιπὸν κατασκευάζει τὸ εἶναι ἀνάστασιν καί φησι· Χριστὸς ἐκ νεκρῶν ἐγήγερται. Τοῦτο λαμβάνει ὁμολογούμενον ὡς ἐκ τῶν εἰρημένων συναγόμενον· εἰ μὴ γὰρ κενόν, ἀλλὰ πλῆρες χάριτος καὶ ἀληθείας τὸ ἡμέτερον κήρυγμα· εἰ μὴ κενὴ καὶ ματαία ἡ πίστις ἡμῶν, ἀλλὰ βεβαία καὶ ἀσφαλὴς καὶ εἰς τέλος ἀφορῶσα τὸ τελικώτατον, καὶ μὴ μόνον ἁμαρτιῶν ἄφεσιν, ἀλλὰ καὶ υἱοθεσίαν θείαν χαριζομένη, καὶ βασιλείαν οὐράνιον καὶ ἀγαθῶν ἀπορρήτων αἰωνίαν ἀπόλαυσιν· εἰ μὴ δὲ ψευδομάρτυρες ἡμεῖς, ἀλλὰ κήρυκες ἀληθείας βεβαιουμένης διὰ τῶν ἐπακολουθουσῶν θεοσημειῶν· μηδὲ πάντων ἀνθρώπων ἀθλιώτεροι καὶ ἐλεεινότεροι διὰ τὰς ἐνταῦθα κακοπαθείας, ἀλλὰ μακάριοι διὰ τὴν ἐκεῖ μέλλουσαν ἡμῖν ἀποκαλυφθῆναι δόξαν καὶ τοὺς στεφάνους, ὧν πολλῷ τῷ μέτρῳ τῆς ἀξίας ἀποδέουσι τὰ παρόντα δεινά· εἰ μὴ καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ διὰ Χριστὸν ἀπώλοντο, ἀλλὰ ζῶσι καὶ σώζονται διὰ τὸν εἰπόντα· Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα· καὶ ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Εἰ ἐκεῖνα μὲν ἄτοπα καὶ ἀσύστατα, ταῦτα δὲ παναλήθη καὶ βέβαια, πανάληθες ἄρα καὶ τὸ τούτων κεφάλαιον, ὅπερ ἐστίν, ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται.

Τοῦτο δ’ οὕτω λαβὼν καὶ τὸ τούτῳ ἀκόλουθον ἐπιφέρει· ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· ἐκ τοῦ ὁμοίου πιστοῦται τὸ ὅμοιον. Ὅμοιος γὰρ κατὰ πάντα πλὴν τῆς ἁμαρτίας γέγονεν ἡμῖν ὁ Χριστός, εἴτουν τέλειος ἄνθρωπος. Ὥσπερ οὖν οὗτος ἐκ νεκρῶν ἠγέρθη, οὕτω καὶ πάντες οἱ νεκροὶ ἐγερθήσονται· ἅμα δὲ καὶ ἄλλην παρενείρει τῷ λόγῳ ἀπόδειξιν εἰπὼν ἀπαρχή. Λέγεται γὰρ ἀπαρχὴ κυρίως τὸ προσαγόμενον ἀπό τινος εἴδους μέρος ὑπὲρ ὅλου τοῦ εἴδους. Οὐ τοίνυν ἁπλῶς ἄνθρωπος ἠγέρθη, ἀλλ’ ὃς καὶ θυσία προσηνέχθη τῷ Θεῷ καὶ Πατρὶ ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος, ὡς ἐκ τοῦ αὐτοῦ ταύτῃ ληφθεὶς φυράματος, ἀναμάρτητος ὑπὲρ ἁμαρτωλῶν, ἵνα τὴν ἁμαρτίαν ἐξάρῃ, ἐξ ἧς ὁ θάνατος, καὶ ζωοποιήσῃ τοὺς διὰ ταύτην νεκρούς, ἐν οἷς καὶ αὐτὸς προσελογίσθη, καὶ ἑαυτῷ συναναστήσῃ. Δεῖ γὰρ τῇ τοιαύτῃ πάντως ἀπαρχῇ καὶ τὸ λοιπὸν ἐπακολουθῆσαι φύραμα. Ἆρ’ οὐχὶ κἀντεῦθεν πρόδηλος ὁ τοῦ Ἀποστόλου σκοπός, ὡς οὐ περὶ θεολογίας νῦν ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τῆς ὑπὲρ ἡμῶν καθ’ ἡμᾶς τοῦ λόγου οἰκονομίας; Ἀλλὰ χωρῶμεν καὶ προσωτέρω.

Διὰ τῆς τοῦ Χριστοῦ ἀναστάσεως τὴν κοινὴν ἀνάστασιν πιστωσάμενος ὁ Ἀπόστολος, ἵνα μή τις αὐτοῦ καθάψηται ὡς ἐκ μερικοῦ τὸ καθόλου κατασκευάζοντος, δείκνυσι διὰ τῶν ἐπαγομένων, ὡς οὔτε μερικὴν ἐν τῇ ἀποδείξει λαμβάνει πρότασιν, ὅτι μὴ μερικὸς μηδέ τις τῶν πολλῶν ἄνθρωπος ὁ Χριστός, ἀλλ’ ἄνθρωπος ἁπλῶς· ἔτι δὲ μήδ’ ὑπόστασιν ἀνειληφώς, ἵνα μὴ δύο ὑποστάσεις νοῶνται κατὰ τὸν φλήναφον Νεστορίου, ἀλλὰ τὴν ὅλην ἡμῶν φύσιν, ἤτοι πάντα τὰ φυσικὰ ἰδιώματα, ἐν ἑαυτῷ ὑπεστήσατο, αὐτὸς τούτοις χρηματίσας ὑπόστασις. Τοῦτο μὲν οὖν ἐμφαίνει τὸν Χριστὸν μεταλαβὼν εἰς τὸν ἄνθρωπον, ἅμα δὲ κἀκ τοῦ ἐναντίου ἀναγκαίως αὐτὸ δὴ τοῦτο κατασκευάζει, διό φησιν. Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· καὶ πάλιν ἐπάγει· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.

Ἄνθρωπός φησιν ὁ δι’ ἁμαρτίας τὸν θάνατον παρεισαγαγών, καὶ πάλιν ἄνθρωπος ὁ δι’ ἀναμαρτησίας τὸν θάνατον ἀνελὼν καὶ τὴν ζωὴν ἀντεισαγαγών· καὶ ὥσπερ ἐν ἐκείνῳ θνήσκουσι πάντες οὐδὲ γὰρ ἐκεῖνός τις ἄνθρωπος καὶ τῶν πολλῶν τε καὶ μερικῶν εἷς, ἀλλ’ ὁ πρῶτος ἄνθρωπος καὶ τῆς φύσεως ἀρχηγέτης καὶ οἱονεὶ κρηπίς τις καὶ ῥίζα, διὸ καὶ ἀπ’ ἐκείνου εἰς πάντας ἀνθρώπους ὁ θάνατος διαβέβηκεν, οὕτως ἐπεὶ καὶ ὁ Χριστὸς ὅλην τὴν φύσιν τῶν ἀνθρώπων ἀνέλαβε καὶ Ἀδὰμ ἐχρημάτισε καὶ ἀρχηγὸς ἡμῶν εἰς ζωὴν ἐκ θανάτου γέγονεν, ἐξ αὐτοῦ κατὰ τὸ ἀκόλουθον ἐπὶ πάντας ἡ ζωὴ διαβήσεται· οὕτως οὖν, φησιν, ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Πάντας δὲ εἰπών, ἵνα μὴ δόξῃ καὶ τοὺς ἁμαρτωλοὺς καὶ τοὺς ἀσεβεῖς τῆς αὐτῆς τοῖς εὐσεβέσι καὶ δικαίοις ἀξιῶν λήξεως, εἰκότως ἐπήγαγεν.

Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· τάχα γὰρ οὐδεμίαν καὶ τὴν αὐτήν, οὐδ’ ἅμα συγκεχυμένως πως καὶ ἀδιακρίτως ἔσεσθαι δίδωσι τὴν ἀνάστασιν, διὸ καὶ πρώτην τίθησι τὴν ἤδη γεγενημένην, τὴν τοῦ Χριστοῦ· πάλιν δὲ πρώτην μετὰ ταύτην τάττει τὴν τῶν δικαίων· τούτους γὰρ καὶ τοῦ Χριστοῦ λέγει· τοῦτο δὲ καὶ ἀλλαχοῦ φησιν· Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· εἶτά, φησι, τὸ τέλος· τουτέστιν ἡ κοινὴ πάντων ἀνάστασις· οὕτω δὲ ταύτην ὀνομάζει, ὡς τηνικαῦτα πάντων τῶν παρόντων τέλος ληψομένων, ἢ καὶ ὡς τοῦ θανάτου καὶ τῆς φθορᾶς τελείαν οὖσαν ἀναίρεσιν. Τούτου γὰρ ἕνεκα τοῦ τέλους καὶ τὸ κατὰ Χριστὸν ᾠκονομήθη μυστήριον, ἵνα μηκέτι ὁ θάνατος κυριεύῃ καὶ κατεξανίστηται τῆς ζωῆς· διὸ οὐδὲ τέλος εἶπεν ἀδιορίστως, ἀλλὰ τὸ τέλος, τὸ προωρισμένον δηλονότι καὶ παρὰ τῶν Προφητῶν προηγορευμένον καὶ παρὰ τῶν Ἀποστόλων ἡμῶν κηρυττόμενον, οὗ καὶ Δαβὶδ ἐν ἐνίοις τῶν αὑτοῦ ψαλμῶν μέμνηται, Εἰς τὸ τέλος αὐτοὺς ἐπιγράψας.

Ἐν τούτῳ τῷ τέλει, φησί, παραδίδωσιν ὁ Χριστὸς τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ καταλλήλως ταῖς Χριστοῦ φύσεσιν, ὡς ἀνθρώπου μὲν τὸν Θεὸν ἀποδούς, ὡς Θεοῦ δὲ καὶ φύσει υἱοῦ τὸν Πατέρα.

Ἑρμηνεύει δὲ καὶ τί λέγει τὸ παραδίδωσι τὴν βασιλείαν, ὅτι ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, τουτέστι τὴν τοῦ ἐχθροῦ, τοῦ ἀντικειμένου, ὃς διὰ τοῦ θανάτου, τοῦ κέντρου τῆς ἁμαρτίας, ἐβασίλευε τῶν ἀνθρώπων ἀπὸ τοῦ πρώτου Ἀδὰμ καὶ μέχρι Μωσέως αὐτοῦ καὶ τοῦ κατ’ αὐτὸν νόμου καὶ πάντων τῶν ὑπὸ τὸν νόμον, ἀφ’ οὗ δηλαδὴ διὰ τῆς παρακοῆς τῆς τοῦ Θεοῦ βασιλείας ἀπέστημεν καὶ τῷ ἐχθρῷ προσετέθημεν, ἕως ἐλθὼν ὁ Χριστός, ὁ κυρίως καὶ ἀληθῶς βασιλεὺς καὶ κύριος πάσης κτίσεως, διὰ πάσης τῆς ὑπὲρ ἡμῶν καθ’ ἡμᾶς οἰκονομίας τὴν καθ’ ἡμῶν ταύτην εἴτε βασιλείαν χρὴ λέγειν διὰ τὴν ἑκουσίαν ἡμῶν ταύτης καταδοχήν, εἴτε τυραννίδα διὰ τὸν τοῦ τυράννου δόλον καὶ τὴν ἀπάτην, δι’ ὧν ἡμᾶς ὑπηγάγετο, κατέλυσε καὶ κατήργησεν, ἣν ὁ Ἀπόστολος πᾶσαν ἀρχὴν καὶ πάσαν ἐξουσίαν καὶ δύναμιν προσηγόρευσεν, ὡς οὐ μίαν οὖσαν, ὥσπερ ἡ τοῦ Θεοῦ βασιλεία μία, ἀλλ’ εἰς πολλὰς καταμερισθεῖσαν, καθόσον καὶ αὐτὸς ἀποπεφοίτηκε τοῦ πρώτου καὶ μόνου καὶ ἑνὸς ἀγαθοῦ· καὶ νῦν μὲν ὡς δαίμων ἐσέφθη· καὶ τοῦτο πολυειδῶς κατὰ τὰς ποικίλας αὐτοῦ μεθοδίας· νῦν δὲ ὡς ἄνθρωπος, καὶ οὗτος οὐ τῶν σεμνῶν τις καὶ τῶν εὖ βεβιωκότων, ἀλλὰ τῶν τυραννικῶν καὶ ἀσελγεστάτων· καὶ νῦν μὲν ὡς ἡ τοῦ οὐρανοῦ στρατιά, νῦν δὲ ὡς πῦρ καὶ ἄλλοτε ὡς ἄλλο τι καὶ πάλιν ἄλλο μέρος τῆς κτίσεως· νῦν δὲ ὥς τι τῶν κτηνῶν καὶ κνωδάλων· μέχρι γὰρ καὶ τούτων ἡ τῆς εἰδωλολατρίας προὐχώρησε τυραννίς· οὕτω πολλαὶ αἱ τοῦ διαβόλου καθ’ ἡμῶν ἀρχαί τε καὶ ἐξουσίαι, ἀλλὰ καὶ δυνάμεις, δι’ ὧν ἐστερέου τὸ καθ’ ἡμῶν αὑτοῦ κράτος, αἱ ἀντιστρατευόμεναι τῷ νόμῳ τοῦ πνεύματος, τοῦ νόμου τῆς σαρκὸς ἐπιθυμίαι καὶ ἡδοναί, ἃς πάσας ἀρχὰς ὁμοῦ καὶ ἐξουσίας καὶ δυνάμεις κατήργησε μὲν καὶ ἔτι μεθ’ ἡμῶν συναναστρεφόμενος ἀνθρωπικῶς ὁ Χριστός, δοὺς καὶ ἡμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καταργήσει δὲ παντελῶς, ἐπειδὰν τὸ εἰρημένον ἐπιστῇ τέλος· νῦν γὰρ ὥσπερ ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους καταλαμβάνομεν, οὕτω καὶ τὴν δοθεῖσαν ἡμῖν ἐξουσίαν ἐκ μέρους ἔχομεν· ἰδιοῦται δὲ πάντως κἀν τούτῳ τὸ ἡμέτερον ὁ Χριστός, τότε δὲ τὸ ἐκ μέρους καταργηθήσεται καὶ ὡς ἐν τέλει τῷ παντελεῖ τὸ τέλειον ἐκφανθήσεται· οὐκέτι γὰρ τὸ φρόνημα τῆς σαρκὸς τῷ πνεύματι ἐναντιωθήσεται· οὐκέτι τὰ πάθη τοῦ σώφρονος λογισμοῦ κατεξαναστήσεται· οὕτω πᾶσα καθ’ ἡμῶν ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις ἀντικειμένη καταργηθήσεται· τοῦτο δὲ τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως τὸ κατόρθωμα.

Εἰ μὴ γὰρ ἐκεῖνος ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀναμαρτήτως ἀπέθανε καὶ πρῶτος ἐκ νεκρῶν ἀναστὰς ὡδοποίησεν ἡμῖν τὴν ἀνάστασιν, οὐκ ἂν ἄλλως τὸ τῆς κοινῆς ἀναστάσεως ᾠκονομήθη μυστήριον, οὐκ ἂν τὸ κέντρον τῆς ἁμαρτίας κατηργήθη ὁ θάνατος, οὐκ ἂν ἡ καθ’ ἡμῶν τυραννὶς τοῦ διαβόλου κατήργητο· διὰ τοῦτο τότε παραδώσει τὴν βασιλείαν ὁ Χριστὸς τῷ Θεῷ καὶ Πατρί, ἣν αὐτὸς ὡς ἄνθρωπος ἔλαβεν ἀπὸ τοῦ Θεοῦ, καθὸ καὶ ἔλεγεν·

Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ὡς οὖν ἔλαβεν, οὕτω δηλονότι καὶ παραδώσει. Ἆρ’ οὖν ἐπειδὰν παραδώσῃ τὴν βασιλείαν αὐτὸς οὐκέτι βασιλεύει, ἐπειδὴ καὶ ὁ θεσπέσιος ἐπιλέγει Παῦλος· Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ· ἢ εἰ τοῦτο δοίη τις, δοίη ἂν καὶ ὅτι πρὸ τοῦ λαβεῖν οὐκ εἶχε, καὶ ὅτι καὶ ὁ Πατὴρ ὁπόταν ἔδωκεν αὐτῷ πᾶσαν ἐξουσίαν, αὐτὸς ἐξέστη τῆς ἐξουσίας· ἀλλ’ ἄπαγε τῶν τοιούτων βλασφημιῶν· οὔθ’ ὁ Πατὴρ ἐξέστη ποτὲ τῆς θείας βασιλείας, οὔθ’ ὁ Υἱός, ἀλλ’ ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται βασιλεὺς προαιώνιος καὶ ὑπεραιώνιος ὅ τε Πατὴρ καὶ ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ἅγιον, καὶ μία γὰρ ἡ τῶν τριῶν βασιλεία καὶ ἀδιαίρετος, ὥσπερ δὴ καὶ ἡ φύσις μία. Πῶς οὖν αὐτὴν λαβεῖν καὶ αὖ παραδώσειν ὁ Χριστὸς λέγεται; ἢ δηλονότι ὡς ἄνθρωπος. Ἄνθρωπος γὰρ μετὰ τὴν ἁμαρτίαν οὐ μόνον οὐκ ἐβασίλευεν, ἀλλὰ καὶ τὸ μὲν ἑκών, τὸ δὲ ἄκων ἐβασιλεύετο· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.

Ἄνθρωπος δὲ γενόμενος ὁ Σωτὴρ ἁμαρτίαν μὲν οὐκ ἐποίησεν, ἀλλὰ πρὸ τοῦ ἑλέσθαι τὸ πονηρὸν φθάνει τὸ ἀγαθὸν ἐκλεξάμενος· δούλου δὲ ὅμως ἀναλαμβάνει μορφὴν καὶ τὸ ἐμὸν οἰκειούμενος ἁμαρτία γενέσθαι λέγεται καὶ ὑπὸ τοῦ διαβόλου κατὰ τὴν αὐτὴν οἰκονομίαν παραλαμβάνεται καὶ πειράζεται, εἰ καὶ νικᾶν τὸν πειράζοντα· νικᾷ γὰρ πάντως τὸ μὲν ὡς Θεός, τὸ δὲ καὶ ὡς ἄνθρωπος ἀναμάρτητος· οὕτω καὶ ὡς ἁμαρτωλὸς κατακρίνεται καὶ σταυροῦται καὶ τἄλλα πάσχει, καὶ θνήσκει καὶ θάπτεται καὶ τέλος τριήμερος ἐξανίσταται, ἐμοὶ τὴν δύναμιν τῆς ἀναστάσεως χαριζόμενος· οὕτως ἐν ταυτῷ θαυμασίως ἄμφω συμπλέκεται τά τε τῆς ἀνθρωπίνης δουλείας καὶ ἀσθενείας, τά τε τῆς θεϊκῆς ἐξουσίας καὶ δυναστείας· οὕτω καὶ ἔχει καὶ λαμβάνει τὴν βασιλείαν τὸ μὲν ὡς Θεός, τὸ δ’ ὡς ἄνθρωπος, ὃ πολλάκις εἰρήκαμεν· οὕτω δὲ καὶ παραδίδωσι ταύτην τῷ ζῶντι Θεῷ Θεὸν δὲ ὅταν εἴπω, λέγω κατὰ τὸν θεολόγον Γρηγόριον Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· τάχα γοῦν οὐδὲν ἀπᾷδον εἰπεῖν, ὅτι καὶ παρ’ ἑαυτοῦ λαμβάνει καὶ ἑαυτῷ παραδίδωσιν, ὁποῖον καὶ τὸ παρὰ πολλοῖς νῦν θρυλλούμενον καὶ οὐκ οἶδ’ ὅπως ἀντιλεγόμενον, τὸ παρὰ τῶν ἐξάρχων τῆς θείας ἱερουργίας μυσταγωγούμενον, Ὁ προσφέρων καὶ προσφερόμενος, καὶ προσδεχόμενος καὶ διαδιδόμενος· περὶ οὗ πλατύτερον μὲν ἐσαῦθις ἐξετασθήσεται, τὸ δὲ νῦν τοσοῦτον ἀρκέσει μόνον εἰπεῖν, ὡς οὐκ ἄλλος καὶ ἄλλος ταῦτα, ἀλλ’ ὁ αὐτὸς καὶ εἷς κατὰ τὴν ὑπόστασιν Χριστὸς προσφέρων μὲν λέγεται ὡς ἱερεὺς καθεστὼς κατὰ τὴν τάξιν Μελχισεδέκ, ᾗ φησι Παῦλος, προσφερόμενος δὲ ὡς οὐκ ἄλλο τι προσφέρων παρ’ ἑαυτόν, ἀλλ’ ἢ τὸ οἰκεῖον σῶμά τε καὶ αἷμα, ὡς αὐτὸς εἶπε, Τοῦτο τὸ σῶμά μου καὶ τοῦτο τὸ αἷμά μου, δι’ ὧν καὶ πάλιν ὁ αὐτὸς διαδιδόμενος λέγεται, καὶ ταῦτα μὲν κατὰ τὸ ἀνθρώπινον, εἰ καὶ πάντα θειότερόν πως, προσδεχόμενος δὲ ὡς κατὰ τὴν θεότητα ἡνωμένος ἀεὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι καὶ τούτοις ἀχωρίστως συννοούμενος καὶ συνδοξαζόμενος τά τε ἄλλα καὶ τὸ προσδέχεσθαι τὴν προσαγωγήν· ὥσπερ ἄρα νοεῖται καὶ τό, Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ· οὐ γὰρ ἄλλος καὶ ἄλλος ὁ σώσας καὶ ὁ σωθείς, ἀλλ’ ὁ αὐτὸς ὡς μὲν δεξιὰ τοῦ Θεοῦ καὶ Πατρός, δι’ ἧς τὰ πάντα ἐγένετο, ἥτις καὶ ἐποίησε δύναμιν, αὐτὴν δὴ ταύτην τὴν σωτηρίαν ἡμῶν, ἔσωσεν· ὡς δὲ ἄνθρωπος ἐσώθη· καὶ τὸ τοῦ Θεολόγου· ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη· καὶ πολλὰ ἄν τις εὕροι τοιαῦτα περὶ τοῦ Σωτῆρος Χριστοῦ παρὰ πάσῃ τῇ θείᾳ Γραφῇ λεγόμενα καταλλήλως ἀμφοῖν ταῖς ἀμφ’ αὐτὸν φύσεσιν.

Οὕτως οὖν καὶ ἔχει καὶ δίδωσιν αὐτὸς ἑαυτῷ τὴν βασιλείαν καὶ αὖ ὡς ἄνθρωπος λαμβάνει καὶ παραδίδωσι. Κἀκεῖνο δὲ πάντως που δῆλον, ὡς οὐ περὶ τῆς ὅλης καὶ μίας θείας βασιλείας ταυτὶ λέγεται, ἀλλὰ περὶ τῆς ἐξ αὐτῆς ὑφαιρεθείσης καὶ τυραννικῶς ὑφαρπασθείσης τῷ διαβόλῳ καὶ καταμερισθείσης εἰς πολλὰς ἀρχάς τε καὶ ἐξουσίας, ὧν ἁπασῶν ἡ κατάλυσις ἀναπλήρωσις τῆς ὅλης καὶ μιᾶς βασιλείας γίνεται· ἀλλὰ καὶ τῶν ἑξῆς διακούσωμεν. Δεῖ γὰρ αὐτόν, φησι, βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἀκολούθως καὶ τοῦτο νοητέον τοῖς εἰρημένοις· οὐ γὰρ ὁ Πατὴρ ἀπομεμερισμένως τίθησιν ὑπὸ τοὺς πόδας τοῦ Υἱοῦ τοὺς ἐχθρούς, ἀλλ’ ἐπείπερ ὧν ἡ οὐσία μία, τούτων μία καὶ ἡ ἐνέργεια, τὸ περὶ τοῦ Πατρὸς εἰρημένον τοῦτο καὶ περὶ τοῦ Υἱοῦ συνεξακουστέον.

Ὅτι δὲ τοῦτο καὶ ὁ Ἀπόστολος βούλεται, δῆλον ἐξ ὧν ὅπερ ἐνταῦθα περὶ τοῦ Πατρὸς ἰδίως λέγειν δοκεῖ· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ἐν τῇ πρὸς Φιλιππησίους αὐτὸ τοῦτό φησι περὶ τοῦ Υἱοῦ. Ἐκεῖ γὰρ εἰπὼν περὶ τούτου, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, ἐπήγαγε· κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα.

Τοῦτο μὲν οὖν οὕτω δηλούσθω. Ἐπεὶ δὲ δύο μὲν φύσεις, μία δὲ ὑπόστασις ἐστὶν ὁ Χριστός, σχηματίζων δέ που τὴν μίαν ταύτην ὑπόστασιν ὁ Ἀπόστολος ὡς ἓν σῶμα, Κεφαλὴ δέ, φησι, Χριστοῦ ὁ Θεός, τουτέστιν ἡ θεότης, πόδες ἂν εἰκότως νοοῖντο μετὰ τῶν ἄλλων μελῶν τὸ ὅλον σῶμα συναπαρτίζοντες, τὸ τούτου ἀνθρώπινον. Ὑπὸ δὴ τούτους αὐτοῦ τοὺς πόδας ὁ Θεός, ἡ κεφαλὴ τοῦ Χριστοῦ, ὁ τὸ ἓν ὢν κατ’ οὐσίαν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίθησι τοὺς ἐχθροὺς αὐτοῦ· τὸ δὲ ἄχρις οὗ καὶ τὸ ἕως, ὅτι μὴ πανταχοῦ χρονικοῦ πέρατός εἰσι παραστασικά, φθάνουσιν ἱκανῶς οἱ θεῖοι Πατέρες ἡρμηνευκότες, καὶ μάλιστα ὁ κορυφαῖος ἐν τούτοις ὁ μέγας Βασίλειος, καὶ περιττὸν καὶ ἡμᾶς ἐν τῷ παρόντι ταῦτα προσεξετάζειν· ἀλλὰ θεωρητέον καὶ τὰ ἑξῆς. Περὶ τῶν ἐχθρῶν εἰπὼν ὁ Ἀπόστολος, ὅτι θήσει τούτους ὑπὸ τοὺς τοῦ Χριστοῦ πόδας ὁ Θεός, τοῖς ἐχθροῖς συναριθμεῖ καὶ τὸν θάνατον καί φησιν·

Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἆρ’ οὖν ἔστι τι τῶν ὄντων ὁ θάνατος; καὶ πόθεν ἔχει τὸ εἶναι; πότερον ἀπὸ τοῦ Θεοῦ; καὶ πῶς ἐχθρὸς τοῦ πεποιηκότος; οὐ γὰρ ἐχθρὸν τὸ ποίημα τοῦ ποιήσαντος, εἰ μὴ διὰ κακίαν αὐθαίρετον ἐξέστη τοῦ εἶναι ὃ γέγονεν· ἢ οὕτω γ’ ἂν καὶ προαίρεσιν αὐτῷ δόσωμεν καὶ δαίμονά τινα φήσωμεν αὐτὸν εἶναι ὀπαδὸν τοῦ τῆς κακίας ἀρχιστρατήγου· ἀλλ’ οὐκ ἐκ τοῦ Θεοῦ μέν, ἑτέρωθεν δὲ πόθεν; ἐκεῖνο δὲ τὸ ἐξ οὗ πόθεν; καὶ περὶ ἐκείνου γὰρ πάλιν τὰ αὐτὰ ζητηθήσεται, καὶ ἢ ἐπ’ ἄπειρον ἡ τοιαύτη προβήσεται ζήτησις, ἢ στήσεταί που τὸ ἔσχατον εἰς ὅπερ ἂν καταντήσῃ, αὐτογέννητον ἂν εἴη κακὸν καὶ αὐθύπαρκτον ὑπεναντίον τῷ ἀγαθῷ, τοῦτο δὴ τὸ τῶν Μανιχαίων μιαρώτατον δόγμα καὶ ἀσεβέστατον, ὃ μηδὲ τοῖς ἔξω παρεδέχθη σοφοῖς.

Πάντες γὰρ εἰ καὶ πολυθεΐαν ἐνόσησαν, ὅμως εἰς μίαν ἀρχὴν τὰ πάντα ἀνάγουσι, συμφωνοῦσι δὲ καὶ τὸ κακὸν λέγοντες μὴ οὐσίαν εἶναί τινα, ἀλλ’ ὥσπερ τῷ σώματι τὴν σκιάν, ἤτοι τὸ σκότος κατ’ ἔκπτωσιν τοῦ φωτός, οὕτω τοῦτο τῷ ὄντι κατ’ ἔκπτωσιν τοῦ ἀγαθοῦ παρυφίστασθαι· καὶ μὴν οὐδὲ πανταχοῦ κακολογεῖται ὁ θάνατος, ἀλλ’ ἔστιν ὅπου καὶ εὐφημεῖται, ὡς ἐν τῷ Θάνατος ἀνδρὶ ἀνάπαυσις· καὶ ὅπου λέγεται περὶ τῶν δικαίων, Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ· εἰρήνην γὰρ τούτων ὀνομάζει τὸν θάνατον. Καὶ εἰ κακὸς καὶ ἐχθρός, πῶς ἐν χειρὶ Κυρίου; κατὰ τὸ Ζωὴ καὶ θάνατος ἐν χειρὶ Κυρίου. Ἔτι πῶς κακὸν τὸ παρὰ τοῦ Θεοῦ ἐνεργούμενον; Κύριος, γάρ φησι, θανατοῖ καὶ ζωογονεῖ.

Πῶς οὖν ὡς ὂν καὶ οὕτως ὂν ὡς κακὸν καὶ τοῦ Θεοῦ ἐχθρὸν καταργεῖσθαι παρὰ τοῦ Θεοῦ τὸν θάνατόν φησιν ὁ Ἀπόστολος; ἢ οὔτ’ ἀγαθὸν οὔτε κακὸν ὁ θάνατος καθ’ αὑτό, οὐδ’ οὕτως ἐχθρὸς ὡς ὤν τι τῶν ὄντων. Οὐδὲ γὰρ ἁπλῶς ἐστί τι τῶν ὄντων καὶ παρὰ τοῦ Θεοῦ γεγονότων, ἀλλ’ ὥσπερ τοῦ φωτὸς τὸ σκότος καὶ τῆς σοφίας ἡ μωρία καὶ τοῦ ὄντος ἁπλῶς τὸ μὴ ὄν, οὕτω καὶ τῆς ζωῆς ὁ θάνατος στέρησίς ἐστιν. Ἐχθρὸν δὲ τοῦτόν φησιν ὁ Ἀπόστολος ὡς γέννημα τοῦ ἐχθροῦ τοῦ τὴν ἁμαρτίαν δημιουργήσαντος καὶ ταύτης κέντρον τοῦτον ἀποτελέσαντος.

Ὃ γάρ ἐστι τοῖς κεντροφόροις τὸ κέντρον, τοῦτο τῇ ἁμαρτίᾳ ὁ θάνατος. Ἀλλὰ καὶ ἐχθρός ἐστιν οὐ τοῦ Θεοῦ· ἀθάνατος γὰρ ὁ Θεὸς καὶ ἀείζωος καὶ αὐτοζωή· ἀλλὰ τῶν μετασχόντων ζωῆς καὶ ὁπωσοῦν ἐκπιπτόντων ταύτης· ἐχθρὸς οὖν προηγουμένως μὲν ὁ διάβολος, ὁ τὴν ἀρχὴν μὲν ἀγαθὸς παρὰ Θεοῦ γεγονώς, αὐτὸς δὲ διὰ κακίαν αὐθαίρετον τοῦ ἀγαθοῦ ἀποστὰς καὶ ἐς τοὐναντίον τοῦ ὅπερ γέγονεν ἀντικαταστάς, ἐχθρὸν ὁμοίως καὶ τὸ συναποστὰν αὐτῷ δαιμόνιον στράτευμα, ἐχθρὸν δὲ δι’ αὐτὸν καὶ πᾶν εἶδος κακίας· δοτέον γὰρ τῇ κοινῇ χρήσει καὶ τὴν τοῦ εἴδους στέρησιν εἴτουν ἔκπτωσιν εἶδος καλεῖν· ἐχθρὸν δὲ καὶ τοῦτο ὡς τοῦ ἐχθροῦ πεφηνὸς εὕρημά τε καὶ γέννημα. Ἐπεὶ δὲ τῆς ἁμαρτίας εἴτουν κακίας κέντρον ὁ θάνατος, κατάκριμα ταύτης ἐπεισαχθεὶς καὶ τῶν διὰ ταύτην τῆς ζωῆς ἐκπιπτόντων παρακολούθημα, ἐχθρὸς καὶ αὐτὸς διὰ ταύτην καὶ τὸν ταύτης γεννήτορα λέγεται. Ἐλθὼν τοιγαροῦν ὁ Σωτὴρ καὶ μεθ’ ἡμῶν καθ’ ἡμᾶς γεγονώς, πρῶτον μὲν ἐχθρὸν καθαιρεῖ τὸν διάβολον τολμήσαντα προσβαλεῖν αὐτῷ διὰ τὸ προκάλυμμα τῆς σαρκὸς ἐν τῷ πειρασμῷ· εἶτα καὶ πᾶσαν ἀρχὴν αὐτοῦ καὶ ἐξουσίαν καὶ δύναμιν καταλύει, τυθεὶς ὡς ἀμνὸς ἄμωμος ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν, καὶ οὕτως ἐξάρας τὴν ἁμαρτίαν, τελευταῖον τὸν θάνατον καταργεῖ.

Μετὰ γὰρ τὴν παντελῆ τῶν νεκρῶν ἀνάστασιν οὐκέτι θάνατος ἐνεργήσει, οὐκέτι τὴν ζωὴν διαδέξεται, ἀλλὰ ζήσονται πάντες αἰωνίως, οἱ μὲν δίκαιοι τὴν ὄντως καὶ θείαν καὶ μακαρίαν ζωήν, οἱ δὲ ἁμαρτωλοὶ τὴν ἐν κολάσει καὶ πάσῃ κακώσει, τὴν οὐδὲ ζωὴν ἔτι, ἀλλὰ θάνατον ἀθάνατον κυριώτερον ἀξίαν καλεῖσθαι. Οὕτως ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἶθ’ ὥσπερ τῶν εἰρημένων κατασκευαστικὸν ὁ Ἀπόστολος ἐπιφέρει τό, Πάντα γὰρ ὑπέταξεν ὁ Θεὸς ὑπὸ τοὺς πόδας αὐτοῦ, δηλαδὴ τοῦ Χριστοῦ.