Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Ε΄ (Β΄ μέρος): Η εσχατολογική κρίση και η αναίρεση του Ωριγενισμού

Ορθόδοξη προσέγγιση της υιοπρεπούς υποταγής του Χριστού, εσχατολογική ανάλυση της διττής εμπειρίας της άκτιστης ενέργειας του Θεού και ρητή απόρριψη της θεωρίας περί καθολικής αποκαταστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 7 από 11

Πάντων γὰρ λοιπὸν ὑποτεταγμένων καὶ μηδενὸς ἀρνουμένου τὴν δεσποτείαν, ἐπειδὰν αὐτῷ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός, καὶ τῆς ἁμαρτίας ἄρδην ἐπιλιπούσης, τίς ἔτι χρεία θανάτου τοῦ τὴν ἁμαρτίαν καὶ τὴν διὰ ταύτης ἄρνησιν ἀνακόπτοντος; Ἐπεὶ δὲ ἀπὸ τοῦ Δαβὶδ εἴληπται τό, Πάντα ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ, περὶ τούτου φησὶν ὁ Ἀπόστολος τό, Ὅταν δὲ εἴπῃ, ὅτι πάντα ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· τοῦτο δὲ προσέθηκε διὰ τοὺς ἔτι τότε παρὰ Κορινθίοις τοῖς ἑλληνικοῖς μύθοις προσέχοντας καὶ τὸν Δία Κρόνου μὲν υἱὸν εἶναι τοῦ πρώτου τὴν τῶν θεῶν ἡγεμονίαν ἀνεζωσμένου μυθολογοῦντας, ἐπαναστῆναι δὲ τυραννικῶς τῷ πατρὶ καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν ἐξ ἐκείνου μεταβιβάσαι ὡς καὶ τὸ πατρικὸν ἐπιγράψασθαι ὄνομα καὶ πατὴρ αὐτὸς ἀνδρῶν τε καὶ θεῶν ἐντεῦθεν ἀναγορεύεσθαι· ὁ γοῦν θεῖος Ἀπόστολος διὰ τῆς τοιᾶσδε προσθήκης ὁμοῦ καὶ τὸ δύσφημον τοῦ ἑλληνικοῦ μύθου διασύρει καὶ τὸ σεμνὸν τῆς ἡμετέρας κρατύνει πίστεως.

Οὐ γὰρ πατραλοίαν Θεὸν ὡς ἐκεῖνοι τὸν Δία καὶ ἡμεῖς σέβομεν τὸν Χριστόν, οὐδὲ τὴν βασιλείαν τοῦ Πατρὸς τυραννικῶς ὑφαρπάζοντα, ἀλλ’ ἀεὶ τῷ πατρικῷ θελήματι στέργοντα καὶ υἱοπρεπῆ τὴν ὑποταγὴν τηροῦντα πρὸς τὸν Πατέρα, καθὸ καὶ ἀλλαχοῦ περὶ τούτου φησίν· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ πάλιν· γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καίπερ γὰρ ὢν βασιλεὺς τῆς δόξης ὡς ἰσότιμος καὶ ὁμοούσιος τῷ Πατρὶ φέρων τε τὰ πάντα κατ’ ἐξουσίαν τῷ ῥήματι τοῦ στόματος αὐτοῦ, ὅμως οὐδὲν ἴδιον ἔχειν ἡγεῖται, οὐ δόξαν, οὐ θέλημα, οὐκ ἐνέργειαν, οὐ δύναμιν, οὐ τὴν οὐσίαν αὐτήν, ἀλλὰ πάντα παρὰ τοῦ Πατρὸς καὶ ἔχειν καὶ λαμβάνειν φησί.

Πρὸς γὰρ αὐτὸν ἀναφέρει πάντα τὰ ἑαυτοῦ, τὴν οὐσίαν ἐν τῷ λέγειν, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω· καὶ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, τὴν δύναμιν· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν, τὴν ἐνέργειαν· Ἃ γὰρ ὁ Υἱὸς βλέπει τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ αὐτὸς ὁμοίως ποιεῖ, τὸ θέλημα· Ὅτι οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ τοῦ Πατρός, τὴν δόξαν· Οὐκ ἐγὼ δοξάζω ἐμαυτόν, ἄλλος ἐστὶν ὁ δοξάζων με· καὶ Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ· καὶ ἁπλῶς ἵνα δείξῃ πάντα παρὰ τοῦ Πατρὸς ἔχων, Ὁ Πατήρ μου, φησί, μείζων μού ἐστι, τῷ αἰτίῳ δηλονότι· οὐ γὰρ ἐγὼ τοῦ Πατρός, ἀλλ’ ὁ Πατὴρ ἐμοῦ αἴτιος.

Καὶ εἰ μὴ ὁ Πατήρ, οὐδὲ ὁ Υἱός, ἐπεὶ τά γε ἄλλα θεοπρεπῆ προτερήματα, πλὴν τῆς πατρικῆς ταύτης εἴτουν ὑποστατικῆς ὑπεροχῆς τε καὶ ἰδιότητος, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· καὶ ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· καὶ ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν· ὡς γὰρ οὐκ ἐκείνου χωρὶς ἐγώ, οὕτως οὐδ’ ἐκεῖνος χωρὶς ἐμοῦ, πλὴν ὅτι οὐκ ἐξ ἐμοῦ ὡς ἐξ ἐκείνου ἐγώ· τοῦτο γὰρ ἴδιον ἐκείνου· καὶ τοῦτ’ ἐστὶν ἡ ὑπεροχή, καθ’ ἣν μείζων ἐκεῖνος ἐμοῦ καὶ τοῦ Πνεύματος· ἐξ ἐκείνου γὰρ καὶ τὸ Πνεῦμα θεοπρεπῶς ἐκπορεύεται καὶ ἀκούει, τουτέστι τὴν γνῶσιν ἔχει, καθὸ καὶ ἀναγγελεῖ ὑμῖν, καὶ λαμβάνει τὴν δύναμιν τῶν χαρισμάτων καὶ διανέμει· ὅθεν καὶ πάλιν κοινῶς φησιν· Ἃ οἴδαμεν λαλοῦμεν, καὶ ἃ ἠκούσαμεν μαρτυροῦμεν· ταῦτα οὐ μᾶλλον τὸ πατρικὸν ἀξίωμα παριστᾷ, καθ’ ὃ τὸ μεῖζον καὶ ἡ ὑπεροχὴ τοῦ ἐξ οὗ πρὸς τὰ ἐξ αὐτοῦ, ἢ τὴν φυσικὴν ἑνότητα καὶ ταυτότητα καὶ τὴν ἐντεῦθεν ὁμοτιμίαν καὶ ταυτοβουλίαν. Ἀλλ’ ἧκεν ἡμῖν ὁ λόγος ὥσπερ ἐπίτηδες ἐπ’ αὐτὸ τὸ προκείμενον ζήτημα, τὴν τοῦ ζητουμένου εὕρεσιν αὐτόθεν συνεπαγόμενος.

Ὅταν δέ, φησιν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἔστι μὲν γὰρ εἰπεῖν ἀκολούθως τοῖς εἰρημένοις, ὅτι τὸ ἡμέτερον ὁ Χριστὸς ἰδιοῦται, ἐπεὶ καὶ ὅτι ὡς ἄνθρωπος ὑποταγήσεται λέγεται τῷ Θεῷ· ἀλλ’ ἐπειδή τις τῶν μικρὸν πρὸ ἡμῶν ἐκ τῆς τοιαύτης ὑπονοίας ὠλίσθησεν εἰς τὸ δουλείαν ἀναπόβλητον ἐπιγράψασθαι τῷ τοῦ Σωτῆρος ἀνθρωπίνῳ, κἀντεῦθεν δόξαι τὸν ἕνα Χριστὸν εἰς δύο μερίσαι, δεσπότην δηλονότι καὶ δοῦλον, ἵνα καὶ τὸν τοιοῦτον ἡμεῖς ἐκφύγωμεν ὄλισθον καὶ πᾶσι πᾶσαν περιαιρήσωμεν πρόφασιν τοῦ προσκόπτειν ὡς ἐπὶ σκανδάλῳ ἐχόμενα τρίβου τῆς ἀποστολικῆς διδασκαλίας κειμένῳ τῷ τῆς ὑποταγῆς ὀνόματι, ἐκεῖνο μᾶλλον διασαφῆσαι τοῖς ἀγνοοῦσιν ἐγκρίνομεν· ὅτι τὸ τῆς ὑποταγῆς ὄνομα οὐ πάντως ἐν πᾶσι δουλικὴν δηλοῦν σχέσιν βούλεται, ἀλλ’ ἐν μὲν τοῖς ἑτεροφυέσι λέγοιτ’ ἂν εὐλόγως δουλικῶς ὑποτάσσεσθαι τὸ χεῖρον τῷ κρείττονι καίτοι καὶ ἐν τούτοις πολλὴν ἄν τις ἴδοι οὖσαν τὴν διαφορὰν καὶ τῆς δουλείας καὶ τῆς ὑποταγῆς· ἄλλως γὰρ δοῦλα τὰ σύμπαντα τοῦ Θεοῦ τοῦ πάντα πεποιηκότος καὶ πάντων δεσπόζοντος, καὶ ἄλλως τὰ ἐν τοῖς πᾶσιν ὑποδεέστερα τῶν ὑπερεχόντων, ἀνάλογος δὲ πάντως καὶ ἡ ὑποταγὴ τῇ δουλείᾳ, ἐν δὲ τοῖς ὁμοφυέσιν οὐκέτι διάφορον δούλου καὶ δεσπότου διδόναι ὁ Ἀπόστολος καταδέχεται.

Ἐν γὰρ Χριστῷ, φησιν, Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, οὐδὲ τὸ καὶ τό, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, εἰ καὶ διαιρῶν τούτους ἀλλαχοῦ φαίνεται, καὶ νομοθετῶν ἑκατέροις τὰ πρόσφορα οὐ τῇ κοινῇ πάντων φύσει, ἀλλὰ τῇ συνήθει χρήσει τῶν πολλῶν ἐκεῖσε ἀκολουθήσας, ὡς αὐτὸς αὐτίκα δεδήλωκε, παραινέσας τοὺς δεσπότας μὴ ὡς δούλους, ἀλλ’ ὡς ὁμοδούλους χρῆσθαι τοῖς δούλοις, καὶ οὕτω τὴν νομιζομένην διαίρεσιν ἀνελών, οὔτε τὴν ὑποταγὴν οἶδε κυρίως δουλικὴν οὖσαν, ἀλλὰ μᾶλλον ὁμόνοιαν καὶ ταυτοβουλίαν τὴν πρὸς ἄλληλα τούτων σημαίνουσαν. Ἐπεὶ καὶ φίλοι φίλοις πολλάκις ὑποτάσσεσθαι λέγεται, καὶ ἀδελφοὶ ἀδελφοῖς, καὶ τέκνα γονεῦσι, καὶ καθόλου παραίνεσις ἀποστολικὴ τὸ ὑποτάσσεσθαι ἀλλήλοις διὰ τὸν Κύριον ὑμῖν ὑποτίθεται· καὶ οὐ δήπου δουλικὴν φήσει τις τὴν πρὸς ἀλλήλους ταύτην ὑποταγήν, εἰ μὴ καὶ δούλους κυρίως καὶ δεσπότας τοὺς αὐτοὺς τῶν αὐτῶν λέγειν βούλοιτο. Πατρὸς τοιγαροῦν καὶ Υἱοῦ τῶν τῆς αὐτῆς φύσεως ὄντων, πῶς ἂν ἔχοι λόγον τὸ τὸν μὲν λέγειν ὑποτάσσειν δεσποτικῶς, τὸν δὲ δουλικῶς ὑποτάσσεσθαι; Οὓς γὰρ φύσις καὶ φύσις ἡ τῷ ἑνὶ μάλιστα χαρακτηριζομένη καὶ ἁπλῆ ὅλη καὶ ἀδιάφορος οὐδαμῶς ἀπ’ ἀλλήλων διεῖλε, τούτων οὐδ’ ἄν τις δίσθεσις εἰς ἐναντίας τὰς πρὸς ἀλλήλους διέλοι σχέσεις, δουλείαν καὶ δεσποτείαν.

Καθ’ ὅσον δὲ ὁ μὲν Πατήρ, ὁ δὲ Υἱός ἐστί τε καὶ λέγεται, καί τις ἐνθεωρεῖται ὑπεροχή, προσωπικὴ πάντως οὐ φυσική, τῷ πατρικῷ ἀξιώματι παρὰ τὸ υἱικὸν πρέπον ἂν εἴη, τῆς ἐν ἀμφοῖν ταυτοβουλίας ἀδιαιρέτου φυλαττομένης, τὸν Υἱὸν μᾶλλον λέγειν τῷ τοῦ Πατρὸς ἢ τὸν Πατέρα τῷ τοῦ Υἱοῦ θελήματι ἕπεσθαι, αὐτὸ δὴ τοῦτο, ὅπερ ἐνταῦθα ὑποταγὴν ὠνόμασεν ὁ Ἀπόστολος, διελὼν ἀξιοπρεπέστατα καὶ τοῦ μὲν Πατρὸς ἀποφήσας τὴν ὑποταγήν, ὅτι μηδὲ πρέπει τὸ ὑποτάσσεσθαι τῷ Πατρί· διό φησιν· Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· τῷ δὲ Υἱῷ ταύτην προσνείμας· πρέπον γὰρ τῷ Υἱῷ τῷ Πατρὶ πείθεσθαι καὶ ὑπακούειν καὶ ὑποτάσσεσθαι. Τοῦτο τὸ πρέπον καὶ εὐπρέπειαν ὁ προφήτης ὠνόμασε. Προϊδὼν γὰρ τῷ Πνεύματι καὶ προαναφωνήσας ἐν τῷ πρώτῳ καὶ ἐννενηκοστῷ ψαλμῷ τὴν τῶν ἐχθρῶν τοῦ Χριστοῦ κατάλυσιν, ὡς ἐξ ὧν εἴρηκε δῆλον· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν τῷ μετὰ τοῦτον εὐθὺς καὶ τὴν βασιλείαν τοῦ Κυρίου ἀναγορεύει, καὶ τῇ βασιλείᾳ συμφώνως τῷ Ἀποστόλῳ καὶ τὴν εὐπρέπειαν ἐπισυνάπτει, Ὁ Κύριος, λέγων, ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Υἱοπρεπῆ τοιγαροῦν ἀποδιδόναι τὸν Υἱὸν τῷ Πατρὶ τὴν ὑποταγήν, καίπερ ἔχοντα τὴν βασιλείαν ὡς Υἱὸν καὶ Θεόν, καὶ αὖθις ὡς ἄνθρωπον λαβόντα διδάσκει διὰ τῶν εἰρημένων ἡμᾶς ὁ Ἀπόστολος. Οὐδὲν γὰρ δοῦλον τῶν τῆς ὑπερθέου Τριάδος· οὐδὲν ὑποβεβηκὸς κατὰ τὴν ὑπερούσιον οὐσίαν θάτερον θατέρου· τοῦτο μόνον Υἱοῦ καὶ Πνεύματος πρὸς τὸν Πατέρα ὑποταγή, τὸ μηδὲν ταῦτα ἔχειν ἀναιτίως, ἀλλ’ ἀπ’ αἰτίου τοῦ Πατρὸς πάντα, εἰ καὶ κοινὰ τά γε φυσικὰ μετὰ τοῦ Πατρός· οὕτως οὐ μόνον οὐκ ἀπρεπὲς τῷ Υἱῷ τὸ ὑποταγήσεσθαι τῷ Πατρί, ἀλλὰ καὶ μάλα πρεπῶδες καὶ προφητικῶς εἰπεῖν εὐπρεπὲς καὶ μετὰ τὴν τῆς βασιλείας ἀνάρρησιν ἀναπέφηνε. Καί μοι διὰ πάντων τῶν εἰρημένων ὁ εὐγνώμων τῶν λόγων ἀκροατὴς συνόψισον τὸν τοῦ Ἀποστόλου σκοπὸν καὶ θεώρησον, ὡς οὐδὲν ἐν τούτοις αὐτῷ περὶ τῆς θείας οὐσίας τοῦ Υἱοῦ εἴρηται, ἀλλὰ πάντα πρὸς τὴν οἰκονομίαν ἀπέτεινε· καὶ οὐδὲ πρότερον εἰς τὸν περὶ τῆς ὑποταγῆς εἰσέβαλε λόγον, πρινὴ τὸν Χριστὸν βασιλέα δεῖξαι παρὰ τοῦ Πατρὸς ἀποκαταστάντα, τοῦ τὰ πάντα αὐτῷ ὑποτάξαντος· καὶ οὐδ’ ἂν εἶπέ τι περὶ ταύτης, εἰ μὴ τῷ ἀπρεπεῖ τῆς ἑλληνικῆς μυθολογίας ἀντιπαραθεῖναι τὸ τῆς κατὰ Χριστὸν οἰκονομίας εὐπρεπὲς ἐδοκίμασεν.

Οὕτως οὐ μόνον εἰς τὴν θεότητα τοῦ μονογενοῦς οὐκ ἐξυβρίσῃ τις ἄν, εἰδὼς μὴ τῆς οὐσίας ὑπόβασιν δηλοῦν τὴν ὑποταγήν, ἀλλὰ καὶ τὴν ἀθυροστομίαν ἀποφράξῃ τοῦ τὴν ἀναπόβλητον καταψηφισαμένου δουλείαν τῆς ἀνθρωπότητος, οὐ δοῦλον ἀλλὰ δεσπότην καὶ βασιλέα παρὰ τοῦ Ἀποστόλου μαθὼν ἀποκαθιστάμενον κατὰ τὸ ἀνθρώπινον δήπουθεν τὸν Χριστόν, ἐκ τοῦ πάντας αὐτοῦ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ παρὰ τῆς θείας ἐξουσίας τεθήσεσθαι. Οὕτω πᾶσα αἵρεσις κατασιγασθήσεται τῶν ἢ συνάπτειν κακῶς τὰ πρόσωπα ἢ τὴν οὐσίαν διαιρεῖν τῆς θεότητος ἀθέως ἐπιχειρούντων, ἢ πάλιν τὸν ἕνα Χριστὸν ἢ προσωπικῶς διχαζόντων ἢ φυσικῶς συναλειφόντων καὶ συγχεόντων. Ἀλλὰ τί καὶ τὸ ἀκροτελεύτιον βούλεται τῷ Ἀποστόλῳ δηλοῦν τοῖς εἰρημένοις προσεπαγόμενον, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;

Ὅτι μὲν οὖν τὰ πάντα ἐστὶν ὁ Θεὸς ὑπερουσίως καὶ κατ’ αἰτίαν, ὡς τοὺς ἀφοριστικοὺς πάντων λόγους προέχων ἐν ἑαυτῷ οὓς ὁ μύστης τῆς Παύλου θεολογίας, ὁ τὰ θεῖα πολὺς Διονύσιος, προορισμοὺς τῶν ὄντων καλεῖ καὶ ἀγαθὰ καὶ θεῖα θελήματα, καθ’ οὓς καὶ τὴν ἀρχὴν ἐκ μὴ ὄντων ταῦτα παρήγαγε κοινὸν τοῦτο πάντων τῶν θεολόγων ἐστὶν ὁμολόγημα, ὅτι δὲ καὶ ἐν πᾶσιν ἢ νῦν ἐστιν ἢ ἔσται ποτὲ τὰ πάντα, ζητήσειεν ἄν τις εὐλόγως. Πῶς γὰρ ἂν καὶ ἐν τοῖς ἁμαρτωλοῖς τῶν ἀνθρώπων εἴη καὶ ἐν τοῖς τῆς ἁμαρτίας εὑρεταῖς δαίμοσι τὰ πάντα; Εἰ μὲν γὰρ καὶ ἐν τούτοις· ἐπείπερ οὗτοι οὐκ ἔμειναν ὄντες ὅπερ ἐγένοντο παρὰ τοῦ Θεοῦ, ἀλλ’ ἐξ ἀγαθῶν γεγόνασιν αὐθαιρέτως κακοί· ἀλλὰ τὸ συναγόμενον ἐντεῦθεν βλάσφημον σιωπᾶν ἄμεινον· εἰ δὲ μὴ ἐν τούτοις, πῶς ἐν πᾶσιν εἴρηται εἶναι ἢ ἔσεσθαι; καὶ πῶς τὰ πάντα, ὅσα δηλαδὴ τούτων ἕκαστος ἐκ τῆς ἰδίας προαιρέσεως ἑαυτῷ προσκτησάμενος, ἐπεγράψατο; ἢ πάντως τὰ ὄντα νοητέον τὸν Ἀπόστολον λέγειν, οὐ τὰ μὴ ὄντα· τοῖς οὖσι δὲ τὸ κακὸν καὶ τὴν ἁμαρτίαν συνάπτειν ὁ λόγος ἤδη προλαβὼν ἀπηγόρευσεν.

Εἰ τοίνυν ὢν μὲν ὁ Θεός, ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μὴ ὂν δὲ τὸ κακὸν καὶ ἡ ἁμαρτία, ἔκπτωσις γὰρ αὕτη τοῦ ὄντος, ὁ ὢν ἄρα μὴ ὄν· καὶ οὕτως μὴ ὂν ὡς ἔκπτωσις τοῦ ὄντος οὐκ ἔσται· ἄλλως γὰρ ὡς προὼν καὶ ὑπερὼν καὶ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα λέγοιτ’ ἂν καὶ μὴ ὤν· οὔκουν οὐδ’ ἁμαρτωλός, οὐδ’ ἐν τοῖς ἁμαρτωλοῖς εἶναι τὰ τῆς ἁμαρτίας ὀνόματα παρὰ τοῦ Ἀποστόλου λέγεται, ἅπερ ὡς μὴ ὄντα οὐδὲ τοῖς πᾶσιν αὐτῷ παρείληπται συναρίθμια. Οἱ μὲν οὖν ἅγιοι Ἄγγελοι καὶ τὸ εἶναι θεοειδὲς ἔχουσι καὶ τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν, καθ’ ἃ καὶ Ἄγγελοι λέγονται Κυρίου καὶ δυνατοὶ ἰσχύϊ καὶ ποιοῦντες τὸ θέλημα αὐτοῦ· ὥστε καὶ κατὰ τὸν τοῦ εἶναι λόγον ἐστὶν ἐν αὐτοῖς ὁ Θεὸς μεθεκτῶς καὶ κατὰ τὸν τῆς δυνάμεως καὶ κατὰ τὸν τῆς ἐνεργείας, καὶ οὕτως ἐστὶν ἐν αὐτῷ τὰ πάντα καὶ οὐσία καὶ δύναμις καὶ ἐνέργεια, εἴτουν κάθαρσις, φωτισμὸς καὶ τελείωσις.

Ὡσαύτως δὲ κἀν τοῖς δικαίοις τῶν ἀνθρώπων ἐστίν, ἐν οἷς καὶ εὐδοκεῖν καὶ ἐνοικεῖν εἴρηται, πάντα ὅσα εἰς λόγον καὶ τοῦ εἶναι καὶ τοῦ δύνασθαι καὶ τοῦ ἐνεργεῖν ἀναφέρονται, ὧν καὶ Θεὸς εἶναι πιστεύεται καὶ πατὴρ κατὰ χάριν γνωρίζεται καὶ σωτὴρ ὁμολογεῖται, φῶς, ζωή, μερίς, δύναμις, δικαιοσύνη, ἁγιασμός, ἀπολύτρωσις, ἔλεος, καταφυγή, ῥύστης, ἐλπίς, ἰσχύς, δόξα, κράτος, στερέωμα, πόθος, εἰρήνη, χαρά, ἀγαλλίαμα, πάντα ἁπλῶς ἃ μὴ στόματι μόνον ὁμολογοῦσιν, ἀλλὰ καὶ καρδίᾳ πιστεύουσι καὶ τοῖς ἔργοις προσβεβαιοῦσιν· ἐν δὲ τοῖς ἁμαρτωλοῖς οὔτε ἐνοικεῖ, οὔτε εὐδοκεῖ, οὔτε τι τῶν εἰρημένων ἐστίν, ἑκοῦσιν ἀποστᾶσιν αὐτοῦ καὶ τῷ ἐχθρῷ προσχωρήσασι καὶ τὰ μὴ ὄντα τῶν ὄντων ἀλλαξαμένοις· πλὴν ἀλλὰ καὶ τοῖς τοιούτοις ἀνθρώποις ἐλπὶς ὑπολείπεται καὶ δύναμις πρόσεστιν, εἴ γε βουληθῶσιν ἐπιστρέψαι καὶ εἰς ἑαυτοὺς ἐπανελθεῖν καὶ τὸν Θεὸν ἐξευμενίσαι καὶ οἰκειώσασθαι διὰ μετανοίας καὶ ἀντιρρόπου εὐαρεστήσεως· ἀλλὰ νῦν τοῦτο.

Οἷς γὰρ χρόνος τὴν ἁμαρτίαν μετρεῖ, τούτοις χρόνος ταύτην καὶ ἀναιρεῖ, τοῦ φιλανθρώπου Θεοῦ ταύτην ἡμῖν χαρισαμένου τὴν δύναμιν διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς καὶ τὴν συμπαρομαρτοῦσαν τῇ γενέσει φθορὰν καὶ θνητότητα· ἐπεὶ μετὰ τὴν τοῦ κόσμου τούτου καὶ τοῦ κατὰ τοῦτον αἰῶνος συντέλειαν οἱ μὴ φθάσαντες ἐνταῦθα τὰς ἁμαρτίας ἑαυτῶν ἀποτρίψασθαι, ἀλλὰ μετ’ αὐτῶν εἰς τὸν αἰῶνα παραπεμφθέντες ἐκεῖνον τὸν ἀτελεύτητον, ὁπηνίκα καὶ τὸ θνητὸν ἡμῶν εἰς ἀθάνατον μετασκευασθήσεται, οὐκέτι τὴν δύναμιν ταύτην ἕξουσιν, ἀλλὰ χάσμα μέγα ἐστήρικται μεταξὺ τούτων καὶ τῶν περὶ τὸν δίκαιον Ἀβραάμ, ἵνα μὴ δύνωνται πρὸς ἐκείνους οὗτοι διαπερᾶν. Καὶ ὥσπερ οἱ δίκαιοι αἰωνίαν κληρονομοῦσι τὴν βασιλείαν καὶ τῶν ἀπορρήτων ἀγαθῶν τὴν ἀπόλαυσιν, οὕτω καὶ οὗτοι τὴν κόλασιν αἰωνίαν ὑπέχουσι μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ, οἷς καὶ τὸ πῦρ ἡτοίμασται τὸ ἐξώτερον, ἀθάνατοι καὶ αὐτοὶ κατὰ τούτους λοιπὸν ἐκτετελεσμένοι καὶ ἀθάνατα κολαζόμενοι. Ζητηθήσεται μὲν γὰρ ἡ ἁμαρτία αὐτῶν, καὶ οὐ μὴ εὑρεθῇ ἅτε δὴ μηδὲ τοῖς οὖσι συντεταγμένη, ἀλλ’ αὐτὸ δὴ τοῦτο μὴ ὂν οὖσα καὶ τελεία τοῦ ὄντος ἔκπτωσις κατακαήσεταί τε διαιωνίως τῷ αἰωνίῳ δοκιμαζομένη πυρὶ καὶ τροφὴ καὶ ὑπέκκαυμα τούτῳ συμπαραμένουσα, αὐτοὶ δὲ σωθήσονται, οὕτως δὲ ὡς διὰ πυρός.

Οὐ γὰρ ἔτι θνήξουσιν οὐδ’ εἰς τὸ μηδαμῆ μηδαμῶς ὂν οἰχήσονται, ἀλλὰ μενοῦσιν ὄντες· τοῦτο γάρ ἐστι τὸ σωθήσονται· μενοῦσι δὲ πυριζόμενοι τῷ αἰωνίῳ πυρὶ ἐκείνῳ καὶ κολαζόμενοι· τοιοῦτον καὶ τό, οὕτως δὲ ὡς διὰ πυρός, τὸ πῦρ ἐκεῖνο καὶ σκότος ἐξώτερον λέγεται, καθόσον ἀπῴκισται τοῦ ὄντως μᾶλλον δὲ ὑπερόντως φωτός, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων καὶ τάρταρος καὶ σκώληξ ἀκοίμητος, ἁπλῶς πᾶσα κόλασις ἀντίθετος τῆς τοῖς δικαίοις κεκληρωμένης τρυφῆς καὶ χαρᾶς καὶ πάντων τῶν ἀγαθῶν ἀπολαύσεως.

Τότε δὴ τότε οὐκ αὐτοῖς ἁγίοις Ἀγγέλοις μόνον, οὐδὲ τοῖς δικαίοις ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἁμαρτωλοῖς καὶ αὐτοῖς δαίμοσιν ἔσται τὰ πάντα ἐν πᾶσιν ὁ Θεός· τοῖς μὲν δικαίοις πολλαχῶς μᾶλλον δὲ πανταχῶς ὡς εἰπεῖν μετεχόμενος, τοῖς δὲ τῆς ἐναντίας μερίδος κατὰ τὸ εἶναι μόνον, ὃ καὶ μόνον αὐτοῖς ὑπολέλειπται τῶν παρὰ τοῦ ἀγαθοῦ δεδομένων τε καὶ κεχαρισμένων. Ὃ γοῦν σώζουσιν ὄν, τοῦτο καὶ ἐν αὐτοῖς ἐστιν ὁ Θεός. Εἰ δὲ βούλει κἀκεῖνο δέξαι μοι. Φῶς μὲν ὑπέρφωτον ὁ Θεὸς καὶ φῶς ἀληθινὸν καὶ πάσῃ φύσει ἀπρόσιτον Καὶ σκοτία, φησίν, ἐν αὐτῷ οὐκ ἔστι· φῶς δὲ κατά τινα τούτου ἀμυδρὰν εἰκόνα καὶ τὸ τοῦ ἡλίου, ἀλλὰ τοῦτο τὸν ὑπὲρ γῆς κόσμον πυρσεῦον, ἐν Αἰγύπτῳ πάλαι τοῖς μὲν Ἑβραίοις ἡμέρα καὶ φῶς ἦν αἴθριον διὰ τὴν αὐτῶν εὐσέβειαν, αὐτὸ τοῦτο φαινόμενον ὅπερ ἦν, Αἰγυπτίοις δὲ τοῖς ἀσεβεστάτοις σκότος ψηλαφητὸν κατεφαίνετο. Ἀλλὰ καὶ ὕδωρ ζῶν ὁ Θεός, ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον· ὕδωρ καθ’ ὁμοίαν εἰκόνα τούτου καὶ τὸ παρ’ Αἰγυπτίοις, ἀλλὰ τοῦτο τοῖς μὲν Ἑβραίοις ὕδωρ ἦν ἀληθῶς, τοῖς Αἰγυπτίοις δὲ χροιὰν ἴσως δὲ καὶ φύσιν αἵματος ὑπεδύετο.

Μετάβηθι ἀπὸ τῶν εἰκόνων εἰς τὸ πρωτότυπον καὶ ὄψει νοερῶς τὸν Θεὸν τοῖς μὲν δικαίοις φῶς ὁρώμενον ἄφραστον καὶ ἀθέατον, πλὴν οἷον καὶ αὐτοὺς ἐκλάμπειν παρασκευάζον ὥσπερ τὸν ἥλιον, οὕτω δὲ καὶ χαρὰν ἀνεκλάλητον καὶ τρυφὴν ἀκόρεστον καὶ ἀδάπανον καὶ ποταμὸν εἰρήνης καὶ πηγαῖον ἀγαθότατον πέλαγος ἀνεξάντλητον· τοῖς δὲ ἁμαρτωλοῖς τἀναντία πάντα φαινόμενον, σκότος, κλαυθμόν, ὀδύνην, βυθὸν ταρτάριον, πᾶσαν κόλασιν. Ὃ γὰρ τούτοις ἀγαθοῦ παντὸς μετουσία ἐστί, τοῦτ’ ἐκείνοις διὰ τὴν ἀποτυχίαν κακοῦ δοκεῖ παντὸς εἶναι πρόφασις· καὶ ὡς ἂν ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ καθόλου τὸν λόγον ἀνάξωμεν, οὕτω διασκεψώμεθα. Ἐκ τεσσάρων τῶν πρώτων στοιχείων συγκεῖσθαι σύμπαντα τοῦτον τὸν κόσμον πᾶσιν ἀνωμολόγηται, πυρός, ἀέρος, ὕδατος, γῆς· ταῦτα γὰρ καὶ Μωσῆς ἐν ἀρχῇ ποιῆσαί φησι τὸν Θεόν·

Ἐν ἀρχῇ, γάρ φησιν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τὸ μὲν ἐμφήνας διὰ τοῦ οὐρανοῦ οὗ τὴν οὐσίαν καπνὸν Ἡσαΐας κατονομάζει λέγων, Ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη· καπνὸς δὲ τοῦ πυρός ἐστι τὸ λεπτότατον, ἀμφοῖν δὲ τοῖν ἄκροιν οὐρανῷ καὶ γῇ συμπεριλαβὼν καὶ τὰ μεταξὺ ἀέρα καὶ ὕδωρ, μᾶλλον δὲ καὶ ταῦτα παραδηλώσας ἐν τῷ εἰπεῖν, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, διὰ μὲν τῆς ἀβύσσου τὸ ὕδωρ, διὰ τοῦ σκότους δὲ τὸν ἀέρα· δίχα γὰρ φωτὸς σκοτεινὸς ὁ ἀήρ. Καθ’ αὑτὸ μὲν οὖν σκοτεινὸς ὁ ἀήρ, ἀλλ’ ἐπεὶ καὶ τὸ πῦρ αὐτίκα παρῆκτο φωτιστικὴν δύναμιν ἔχον, τὴν δύναμιν ταύτην εἰς ἐνέργειαν εὐθὺς τὸ θεῖον προήνεγκε πρόσταγμα. Εἶπε, γάρ φησιν, ὁ Θεός, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς·

Ἀλλὰ ταῦτα μὲν πλατύτερον, τοῦ Θεοῦ διδόντος, ἐν ταῖς ἐξηγήσεσι διευκρινηθήσεται, ὁ δὲ νῦν λόγος ἐπαναγέσθω πρὸς ἑαυτόν. Ἐκ τῶν εἰρημένων τεσσάρων στοιχείων συνεστάναι τόνδε τὸν κόσμον εἴπομεν.

Φαμὲν οὖν, ὅτι καὶ τούτων ἕκαστον ὁ Θεός ἐστί τε ὑπερουσίως καὶ λέγεται πῦρ ὡς θάλπων καὶ ζωογονῶν τὰ γινόμενα, καὶ φῶς προΐσχων ἀπρόσιτον, καὶ φωτὸς παντὸς χορηγός, καὶ διὰ πάντων ἀμιγῶς διήκων οὐ διὰ λεπτομέρειαν ὥσπερ τὸ στοιχεῖον, ἀλλὰ δι’ ἀμέρειαν καὶ πάντων πρὸς ἑαυτὸν ἀνάπτων τὴν ἔφεσιν, καὶ ἀναγωγικῶς ὡς τοῦτο ἀναλυτικῶς προκαλούμενος, καὶ πάντων ἀνώτατος· ὥσπερ τοῦτο τῶν αἰσθητῶν, οὕτως αὐτὸς καὶ τῶν νοητῶν ἀήρ, εἴτουν πνεῦμα, ὡς ἐμφυσῶν καὶ πνέων ζωὴν καὶ ὡς πνεῦμα δρόσου διασυρίζον ὁρώμενος καὶ εὑρισκόμενος ἐν αὔρᾳ πραείᾳ καὶ πᾶσιν ἐπίσης ὑφηπλωμένος ἀγαθοπρεπῶς εἰς ἀπόλαυσιν· ὕδωρ ὡς πηγὴ ζωῆς καὶ ἀγαθότητος ὑπερβλύζουσα, καὶ ποταμὸς εἰρήνης ἀφθόνως προχεόμενος εἰς ἀρδείαν τῶν παρὰ τὰς διεξόδους τῶν ὑδάτων αὐτοῦ πεφυτευμένων εὐκάρπων δένδρων, καὶ σοφίας πέλαγος ἀνεξάντλητόν τε καὶ ἀκατάληπτον· γῆ ὡς ἕδρα πάντων καὶ βάσις καὶ στήριγμα καὶ θεμέλιος, καὶ κέντρον ἐν ἑαυτῷ προέχον ἑνοειδῶς καὶ ἀφ’ ἑαυτοῦ προβάλλον ἁπανταχοῦ καθάπερ εὐθείας τινὰς τάς τε δημιουργικὰς τάς τε προνοητικὰς αὐτοῦ δυνάμεις καὶ παράγον καὶ πρὸς ἑαυτὸν ἐπιστρέφον τὰ σύμπαντα· ἐπεὶ καὶ κέντρου λόγον ἐπέχειν τὴν γῆν οἱ σοφοὶ καὶ λέγουσι καὶ δεικνύουσι.

Κατὰ δὴ τούτους καὶ τοὺς τοιούτους λόγους πολλοὶ γάρ εἰσι καὶ ἄλλοι καὶ πολλῷ πλείους τῶν ἡμῖν ἐγνωσμένων οἱ ἀγνοούμενοι καὶ πῦρ ἐστιν ὁ Θεὸς καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, καὶ πάντα ὅσα ἐκ τούτων συνέστηκε, καὶ χωρεῖ διὰ πάντων, καὶ ἔστιν ἐν πᾶσιν ὑπερουσίως, ἀμιγῶς, ἀχράντως, ἀπεριγράπτως, καὶ πρό γε τῶν αἰσθητῶν καὶ συνθέτων ὑπερτέρως ἐστὶ τὰ πάντα ἐν τοῖς ἁπλοῖς καὶ νοητοῖς τε καὶ νοεροῖς ἁγίοις Ἀγγέλοις ἁγιασμός, φωτισμός, τελείωσις κατ’ οὐσίαν τε καὶ δύναμιν καὶ ἐνέργειαν, καθὼς ἤδη καὶ προλαβὼν ὁ λόγος ἀμυδρῶς παρεδήλωσεν· ἀλλ’ ἐν τοῖς ἁμαρτωλοῖς οὐχ οὕτως οὔτε νῦν ἐστιν, οὔτε τότε ἔσται τὰ πάντα.

Ἀλλὰ νῦν μὲν καὶ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ δύνασθαι αὐτούς, εἴ γε βουληθεῖεν, ὡς εἴπομεν, ἐστί· τότε δ’ ἐκεῖσε τῇ ἁμαρτίᾳ συναπελθοῦσιν, ἐπιλιπόντος αὐτοῖς λοιπὸν καὶ τοῦ δύνασθαι, κατὰ μόνον ἔσται τὸ εἶναι τὰ πάντα πῦρ μέν, ἀλλὰ τοῦ φωτίζειν τοσοῦτον ἀπέχον, ὅσον αὐτοὶ ἑαυτοὺς διὰ τῶν τοῦ σκότους ἔργων τοῦ θείου φωτὸς ἀπέστησαν· διὸ καὶ πῦρ τὸ αὐτὸ καὶ σκότος ἐξώτερον λέγεται, πῦρ μετὰ τοῦ σκοτίζειν καὶ καῖον σφοδρῶς καὶ κατατῆκον διαιωνίως, ἐπεὶ καὶ πῦρ λέγεται καταναλίσκον καὶ πῦρ διαιρούμενον καὶ διακοπτόμενον, ἐφ’ ᾧ τοῖς δικαίοις μὲν τὴν φωτιστικήν, ἁμαρτωλοῖς δὲ τὴν καυστικὴν ἀφορίζειν δύναμιν· ἀὴρ οὐκ εὔπνους οὐδ’ ἀναψύχων ὡς αὖρα πραεῖα, ἀλλὰ πνεῦμα βίαιον, ἄνεμος ἐκθλίβων καὶ ἐκριπίζων ἀπὸ προσώπου τῆς τῶν πραέων γῆς, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ τοῦ κρίνοντος τό, Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι· ὕδωρ οὐ ζωηρόν, οὐδὲ πότιμον, οὐδὲ καταψύχον γλῶσσαν ἐν φλογὶ γεέννης ὀδυνωμένην, ἀλλὰ βυθὸς πικρίας ἀπέραντος, καὶ πόντος ταρτάριος, καὶ ποταμὸς πυριφλεγέθων, καὶ ἀγριαίνουσα καὶ ποντίζουσα θάλασσα, καὶ ἰλὺς βυθοῦ ἀνυπόστατος· γῆ οὐκ ἐπιθυμητή, οὐδὲ θελητή, οὐχ ὕπαρδος, οὐκ ἐπίκαρπος, οὐ μέλι κατὰ τὴν τῆς ἐπαγγελίας καὶ γάλα ῥέουσα, ἀλλ’ ἔρημος, ἄβατος, ἄνυδρος, οὐδὲν ὅτι μὴ ἀκάνθας καὶ τριβόλους ἐκφύουσα καὶ πικρίαν ἀφόρητον βρύουσα, στάσιν ἀρνουμένη τὴν ἐξαίρετον αὐτῆς ἰδιότητα, καὶ αὐτή τε δεινῶς κλονουμένη καὶ τοὺς κατακρίτους στένειν ἐπ’ αὐτῆς καὶ τρέμειν βιαζομένη, χαίνουσα μέγα καὶ πλατύνουσα στόμα καὶ καταπίνουσα τοὺς ἀθλίους καὶ εἰς ᾅδου πέταυρον παραπέμπουσα.

Ἔχεις καὶ τούτων ἐντεῦθεν τὰ παραδείγματα. Τοῖς μὲν γὰρ σταυρωταῖς ἡ γῆ κατὰ τὸν καιρὸν τοῦ πάθους διεδονεῖτο· Κάϊν δὲ ὁ πρῶτος φονεὺς στένειν ἐπ’ αὐτῆς καὶ τρέμειν κατεκρίθη· τοὺς περὶ Δαθὰν δὲ καὶ Ἀβειρὼν χανοῦσα καταπέπωκε καὶ κατέχωσεν.

Ὕδωρ πάλαι μὲν τὸ τοῦ κατακλυσμοῦ, παντὸς τοῦ τῆς γῆς προσώπου καταχεθέν, πᾶσαν σάρκα διέφθειρε, μόνου σωθέντος πανοικὶ τοῦ δικαίου Νῶε μετὰ σπερμάτων νέου κόσμου· ὕστερον δὲ θαλάττης πέλαγος τὸ τῆς ἐρυθρᾶς τοὺς Ἑβραίους ἀβρόχως διεπέρασε, τοὺς Αἰγυπτίους ὑποβρυχίους ἐπόντωσεν, οἷς καὶ εἰς σκότος ψηλαφητὸν ὁ ἀὴρ ἐν ἡμέραις τρισὶ μετεβάλετο, καίτοι τοῖς Ἑβραίοις αἰθρίου φωτός, ὡς καὶ ἤδη ὑπεμνήσαμεν, ἐπιλάμποντος· ὥσπερ αὖ ὕστερον τριώριος νὺξ τὴν ἡμέραν διέκοψε, μὴ ἀνεχομένης τῆς κτίσεως καθορᾶν τὴν ὕβριν τοῦ κτίστου πάσχοντος.

Ἐμφαντικώτερον δὲ τῶν ἄλλων στοιχείων τὸ πῦρ, καὶ διὰ πλειόνων τὰς ἑκατέρων λήξεις παρέδειξε, δικαίων φημὶ καὶ ἁμαρτωλῶν, πῦρ βρέξας Κύριος παρὰ Κυρίου τὸ πρὶν ἐτέφρωσε τὰ Σόδομα καὶ τὰ Γόμορρα, καὶ πρόκεινται τοῖς ὁρῶσιν εἰς ἔνδειξιν διαιωνίως τεφρούμενα. Ἀλλὰ καὶ πῦρ Ἠλίᾳ γέγονεν ἅρμα καὶ γῆθεν αὐτὸν ἐξάραν οὐρανοφοίτην ἀνέδειξε, ζῶντα καὶ μένοντα τὴν τοῦ παρόντος αἰῶνος συντέλειαν καὶ τὴν ἀείφωτον λαμπρότητα τῶν δικαίων παραδεικνύοντα· πῦρ ὁ τοὺς Ἰσραηλίτας ὁδηγῶν στύλος τὴν Αἴγυπτον φεύγοντας, ἀλλὰ τοῖς διώκουσιν Αἰγυπτίοις σκότος ἐφαίνετο. Ἐξ ἑνὸς προφητικοῦ στόματος, νῦν μὲν ὑετὸς αὐχμῶσαν τὴν γῆν καταρδεύων, νῦν δὲ πῦρ τοὺς πεντηκοντάρχας Ἀχαὰβ κατακαῖον, τὰ ἐναντία προῆλθε στοιχεῖα.

Τὸ δὲ τῆς Βαβυλωνίας καμίνου πῦρ τοῖς ἔνδον μὲν ἐναπειλημμένοις ὁσίοις τρισὶν εἰς πνεῦμα δρόσου διασυρίζον μετήλλακτο, ἀλλὰ τοῖς ἔξω περιεστῶσι Χαλδαίοις φλὸξ ἦν διαχεομένη, διοδεύουσά τε καὶ ἐμπυρίζουσα. Τί δεῖ τὰ παλαιὰ παράγειν κἀκ τῶν ἀδήλων δοκεῖν κομίζειν τὰς ἀποδείξεις τοῖς ἴσως τῇ Γραφῇ μὴ πιστεύουσιν; ἐνὸν ἐκ τῶν παρόντων καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν συμβαινόντων αὐτὸ δὴ τοῦτο δεικνύμενον καταδήσασθαι.

Φαιδρὸς ὁ ἥλιος οὗτος καὶ φῶς προσηνὲς τοῖς ὑγιῶς ὁρῶσι προΐσχεται, καὶ τὸ μέλι γλυκὺ τοῖς ὑγιῶς γευομένοις· ἀλλ’ ὁ μὲν τοὺς ἀμβλυοποῦντας σκοτίζει πλέον ἢ φωτίζει, τὸ δὲ πικρὸν τοῖς κακοχύμοις δοκεῖ· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ γλυκὺς Ἰησοῦς, οὗ καὶ τὰ λόγια γλυκύτερα κηρίου καὶ μέλιτος, ἡ τῶν πεπτωκότων ἀνόρθωσις, ἡ τῶν τεθνεώτων ἀνάστασις, κἀνταῦθα μεθ’ ἡμῶν γεγονώς, εἰς πτῶσιν εἴρηται κεῖσθαι πολλῶν, δηλαδὴ τῶν μὴ πιστευόντων, καὶ ἀνάστασιν αὐτῶν πιστευόντων· κἀκεῖ δὲ τότε κρίνων καὶ τὰ κατ’ ἀξίαν ἑκάστῳ ἀποδιδούς, τοῖς μὲν φῶς ἔσται καὶ γλυκύτης καὶ ἀγαθῶν παντοίων ἀπόλαυσις, τοῖς δὲ τἀναντία πάντα, σκότος, πικρία, παντοία κόλασις, οὐ διὰ τὴν ἑαυτοῦ φύσιν· οὐ γὰρ κακὸς οὔμενουν ἡ αὐταγαθότης, ὁ ὑπεράγαθος, οὐδὲ κακῶν αἴτιος· ἀλλὰ διὰ τὴν τούτων ἀξίαν, καθ’ ἣν αὐτοὶ ἑαυτοῖς ἐντεῦθεν ἤδη τὸ οὐαὶ προσεκλήρωσαν, θέμενοι τὸ φῶς σκότος καὶ τὸ γλυκὺ πικρὸν εἰπόντες, καὶ τούτων τὰ σκότους ἔργα καὶ τὴν πικρὰν ἡδονὴν προτιμήσαντες καὶ πρὸς τὸ εὐθὺ τῆς θείας ἐντολῆς διαστρέψαντες, εἰς δὲ τὰς δαιμονιώδεις στραγγαλιὰς ἀποκλίναντες καὶ δικαίως μετ’ αὐτῶν ἀπαχθῆναι κατακριθέντες τῶν ἐργαζομένων τὴν ἀνομίαν, τὴν ἀντίθετον τῆς θείας νομοθεσίας, οἷς καὶ τὸ πῦρ καὶ τὸ σκότος ἡτοίμασται τὸ ἐξώτερον, καὶ πᾶσα κόλασις αἰωνίαν λαχοῦσι τὴν ὕπαρξιν, αἰωνία συμπαραμένουσα.

Οὕτως ἡ τοῦ Ὠριγένους διαπίπτει ἀποκατάστασις, καὶ ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν ἀξίως μετὰ τῶν ὁσίων ὅσιος· δίκαιος γὰρ καὶ ὅσιος ὁ Κύριος· μετὰ τῶν ἐκλεκτῶν ἐκλεκτός, μετὰ τῶν εὐθέων εὐθής, ἀγαθύνων τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· μετὰ δὲ στρεβλῶν διαστρέφων καὶ τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀποπεμπόμενος καὶ ἀπάγων μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. 6.