Ἀλλὰ νῦν μὲν καὶ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ δύνασθαι αὐτούς, εἴ γε βουληθεῖεν, ὡς εἴπομεν, ἐστί· τότε δ’ ἐκεῖσε τῇ ἁμαρτίᾳ συναπελθοῦσιν, ἐπιλιπόντος αὐτοῖς λοιπὸν καὶ τοῦ δύνασθαι, κατὰ μόνον ἔσται τὸ εἶναι τὰ πάντα πῦρ μέν, ἀλλὰ τοῦ φωτίζειν τοσοῦτον ἀπέχον, ὅσον αὐτοὶ ἑαυτοὺς διὰ τῶν τοῦ σκότους ἔργων τοῦ θείου φωτὸς ἀπέστησαν· διὸ καὶ πῦρ τὸ αὐτὸ καὶ σκότος ἐξώτερον λέγεται, πῦρ μετὰ τοῦ σκοτίζειν καὶ καῖον σφοδρῶς καὶ κατατῆκον διαιωνίως, ἐπεὶ καὶ πῦρ λέγεται καταναλίσκον καὶ πῦρ διαιρούμενον καὶ διακοπτόμενον, ἐφ’ ᾧ τοῖς δικαίοις μὲν τὴν φωτιστικήν, ἁμαρτωλοῖς δὲ τὴν καυστικὴν ἀφορίζειν δύναμιν· ἀὴρ οὐκ εὔπνους οὐδ’ ἀναψύχων ὡς αὖρα πραεῖα, ἀλλὰ πνεῦμα βίαιον, ἄνεμος ἐκθλίβων καὶ ἐκριπίζων ἀπὸ προσώπου τῆς τῶν πραέων γῆς, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ τοῦ κρίνοντος τό, Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι· ὕδωρ οὐ ζωηρόν, οὐδὲ πότιμον, οὐδὲ καταψύχον γλῶσσαν ἐν φλογὶ γεέννης ὀδυνωμένην, ἀλλὰ βυθὸς πικρίας ἀπέραντος, καὶ πόντος ταρτάριος, καὶ ποταμὸς πυριφλεγέθων, καὶ ἀγριαίνουσα καὶ ποντίζουσα θάλασσα, καὶ ἰλὺς βυθοῦ ἀνυπόστατος· γῆ οὐκ ἐπιθυμητή, οὐδὲ θελητή, οὐχ ὕπαρδος, οὐκ ἐπίκαρπος, οὐ μέλι κατὰ τὴν τῆς ἐπαγγελίας καὶ γάλα ῥέουσα, ἀλλ’ ἔρημος, ἄβατος, ἄνυδρος, οὐδὲν ὅτι μὴ ἀκάνθας καὶ τριβόλους ἐκφύουσα καὶ πικρίαν ἀφόρητον βρύουσα, στάσιν ἀρνουμένη τὴν ἐξαίρετον αὐτῆς ἰδιότητα, καὶ αὐτή τε δεινῶς κλονουμένη καὶ τοὺς κατακρίτους στένειν ἐπ’ αὐτῆς καὶ τρέμειν βιαζομένη, χαίνουσα μέγα καὶ πλατύνουσα στόμα καὶ καταπίνουσα τοὺς ἀθλίους καὶ εἰς ᾅδου πέταυρον παραπέμπουσα.