Σὺ μὲν οὖν οὕτω δόξας στενῶς ἐρωτᾶν, τοσοῦτον τῇ ἐρωτήσει πλάτος συγχύσεως παρυφήπλωσας τὸ ἀόριστον ἐκεῖνο σύγγραμμα προτεινάμενος· ἐγὼ δὲ κἀν τούτῳ τὸν ὅρον τιμῶν, αὐτήν τε ὅροις ἀσυγχύτοις καὶ διευκρινημένοις περιλαβεῖν πειράσομαι τὴν ἐρώτησιν, οὕτω διασκευάσας ὡς εἴωθε παρὰ τῶν ἐλλογιμωτέρων προτείνεσθαι, καὶ τὴν ἀπόκρισιν οἰκείαν ἀποδοῦναι ὡς οἷόν τε, καὶ ἐπ’ ἀμφοτέραις τὴν ἐφ’ ἑκάτερα τοῦ μετρίου παρατροπὴν ἐπίσης διαφυγεῖν. Ὅτι μὲν οὖν ὁ πρὸ πάντων καὶ ἐπὶ πᾶσι καὶ ὑπὲρ τὰ πάντα Θεὸς ὅρος ἐστὶ καὶ τῶν ὄντων καὶ τῶν μὴ ὄντων, ὡς ὑπερόντως, ἵν’ οὕτως εἴπω, προών, καὶ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα κατὰ τὸ λόγιον, καὶ ἀγαθῶν καὶ κακῶν, καὶ τούτων ᾗ ἀγαθῶν· οὐδὲ γάρ ἐστιν ἁπλῶς τι κακόν, οὐδέ τις οὐσία κακοῦ καὶ φύσις τοῖς οὖσιν ἐγκαταμέμικται· ἀλλ’ εἴπερ ἄρα πῆ τέ ἐστι καὶ κατὰ συμβεβηκός, καὶ ἀναγκαίων, καὶ ἐνδεχομένων, καὶ ὡρισμένων, καὶ ἀορίστων, καὶ πέρατος, καὶ ἀπειρίας, καὶ στάσεως, καὶ κινήσεως, καὶ πάντων ἁπλῶς, ἅτε δὴ πάντα προέχων ἐν ἑαυτῷ κατὰ μίαν ὑπερβολὴν ἁπλότητος, καὶ πᾶσαν διπλόην ἀπαναινόμενος, καὶ τῇ ἀκινήτῳ ἐφ’ ἑαυτοῦ στάσει διὰ πάντων διήκων, καὶ μηδὲν τῆς ἑαυτοῦ προνοίας ἐῶν ὑπερόριον, καὶ ὡς ἀρχὴ πάντων ἐστίν, ὡς αἴτιος· καὶ τέλος, ὡς τὸ οὗ ἕνεκα· καὶ μεσότης, ὡς ἐν ἑαυτῷ στηρίζων τὰ πάντα.