Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος ΣΤ΄ (Α΄ μέρος): Η ορθόδοξη διδασκαλία για τη θεία θυσία έναντι του Σωτηρίχου

Ανασκευή των δογματικών καινοτομιών του Σωτήριχου, απόκρουση των κατηγοριών περί Νεστοριανισμού και ανάλυση της προσφοράς της ευχαριστιακής θυσίας από τη μία υπόσταση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 8 από 11

Τοῦ αὐτοῦ Νικολάου ἐπισκόπου Μεθώνης ἀντίρρησις πρὸς τὰ γραφέντα παρὰ Σωτηρίχου τοῦ προβληθέντος Πατριάρχου Ἀντιοχείας, περὶ τοῦ Σὺ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος. Βουλοίμην ἂν ἐγὼ μηδέποτε κατὰ μηδένα τρόπον ἢ στόμα διαίρειν εἰς λόγον ἢ χεῖρα κινεῖν εἰς γραφὴν κατά τινος τῶν ἁπάντων, μάλιστα τῶν τὴν αὐτὴν ἐμοὶ πίστιν ἐπαγγελομένων πρεσβεύειν καὶ μένειν ἐντὸς τῶν ὅρων τῆς εὐσεβείας, εἴτουν τῶν ὀρθῶς κειμένων δογμάτων τῆς ἐκκλησίας, ἃ θεόσοφοι καὶ θεόπνευστοι καὶ τὸ ὅλον θεῖοι Πατέρες οἵ τε τοῦ Λόγου γεγονότες ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται καὶ οἱ καθεξῆς ἐκείνων διάδοχοι ὅρια τῆς καθ’ ἡμᾶς πίστεως ἔθεντο· ἀλλὰ καὶ εὐξαίμην μήδ’ ἄλλον τινὰ τῶν ἁπάντων φρονεῖν τι παρ’ ὃ δεῖ φρονεῖν, ὡς ὕπουλον ἔλκος τὴν οἴησιν ἔνδον πηγάζειν, κἀντεῦθεν τὸ δυσίατον τραῦμα τὴν γλωσσαλγίαν νοσεῖν καὶ ἀπόζειν τὸ ἀθυρόστομον.

Οὕτω γὰρ ἂν καὶ αὐτὸς πραγμάτων ἀπαλλαττοίμην, ἡσυχίαν ἄγων, καὶ τὸν ἐξ ἀντιλογίας ὄχλον, καὶ ταῦτα ἐπὶ τοιούτοις, τὸν οὕτω βίαιον παρωθοίμην. Ἐπεὶ δὲ καὶ νῦν ὁ πάντοτε τοῦ γένους ἡμῶν πολέμιος, ὁ τῆς κακίας εὑρετής τε καὶ σοφιστής, τὴν κακόχαρτον ἔριν παραθήξας, δι’ αὐτῆς τοὺς παρ’ ἑαυτοῖς σοφοὺς καὶ ἐνώπιον αὑτῶν ἐπὶ στήμονας, οἷς ὁ Προφήτης ἐπικληροῖ τὸ οὐαί, τούτους κατ’ ἀλλήλων ἐπήγειρεν ὡς μὴ λογομαχῆσαι μόνον εἰς οὐδὲν χρήσιμον, ἀλλ’ ὃ τούτου χεῖρον καὶ χείριστον πρὸς καινοτομίαν δόγματος ἀπιδεῖν αὐτοῖς τὴν λογομαχίαν, καὶ ταύτην οὐκ ἐν γωνίᾳ οὐδ’ ἐν παραβύστῳ που τολμῆσαι, ἀλλὰ δημοσίᾳ, ὃ καὶ νόμοις πολιτικοῖς καὶ κανόσιν ἱεροῖς ἀπηγόρευται, ἀλλὰ δὴ καὶ λογογραφῆσαι τούτων τινὰς τὴν δυσσέβειαν, τοὺς δὲ καὶ ἐπὶ τῆς ἱερᾶς Συνόδου παρρησιάσασθαι, οὐκ ἀκίνδυνον οἶμαι τηνικαῦτα τὸ σιωπᾶν εἶναί μοι.

Τοιγαροῦν οἱ μὲν ἄλλοι πάντες τολμητίαι τὰς τῆς αὐθαδείας εὐθύνας κατάκρισιν τὴν συνοδικὴν ὑπεχέτωσαν, τὸν δὲ καὶ εἰς ἐμὰς χεῖρας ἐμπεσόντα λόγον ἑνός τινος τοῦ τούτων ἐξόχου καὶ τοῖς διὰ λόγων ἐλέγχοις ὑποπεσεῖν σὺν Θεῷ λέγων ἔγωγε κρίνω, ὡς ἂν εἰδεῖεν οἱ τῇ ἑαυτῶν ἐγκαυχώμενοι σοφίᾳ μὴ πάνυ ταύτῃ θαρρεῖν, μηδὲ πολύ τι τῶν καθ’ ἡμᾶς τοῦ Θεοῦ μωρῶν κατεπαίρεσθαι. Τοιοῦτος γὰρ εἶναι φιλοτιμούμενος ὁ τοῦδε τοῦ λόγου πατὴρ πρὸς ἕτερον ὡς αὐτῷ δοκοῦν αἱρεσίφρονα τοῦτον ἀποτεινόμενος, πρῶτον μὲν ἐκ τοῦ πρὸς ἐκεῖνον ἐναντιοῦσθαι περιποιεῖν ἑαυτῷ τὸ ὀρθόδοξον βούλεται Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν εἰς τοιούτους λόγους ἐξήνεκτο, ἐν οἷς καὶ τὸ μικρόν τι παρολισθῆσαι μέγαν ἔχει τὸν κίνδυνον, καὶ αὐτό γε τοῦτο κακῶς οἰόμενος.

Οὐ γὰρ πᾶς ὁ ἀντιλέγων αἱρετικοῖς ἤδη καὶ ὀρθόδοξος οὗτος· ἀλλ’ εἰσὶν οἳ καὶ αἱρετικοῖς ἀντιφθέγγονται, ὡς Ἄρειος Σαβελλίῳ καὶ Διόσκορος Νεστορίῳ, οὓς ὁ μέγας ἐπὶ θεολογίᾳ Γρηγόριος τὰ ἐκ διαμέτρου φησὶ δογματίζειν κακὰ καὶ ὁμότιμα τὴν ἀσέβειαν· ἐπεὶ καὶ καθόλου ἡ μὲν ὀρθοδοξία, εἴτουν εὐσέβεια, καὶ ἀρετὴ πᾶσα μία καὶ πρὸς ἑαυτὴν ἀδιάφορος, πᾶσα δὲ κακία πολυσχιδής τέ ἐστι καὶ οὐκ ἀρετῇ μόνον, ἀλλὰ καὶ ἑαυτῇ διαμάχεται εἰς ὑπερβολὰς καὶ ἐλλείψεις διαιρουμένη· εἶτα δὲ καὶ ὡς νεστοριάζοντα τὸν ἀντίθετον προδιαβαλών, τοὔνομα μὲν οὐ λέγει τἀνδρός, λόγον δ’ ἐκείνου παρὰ τοῦ προσδιαλεγομένου ἀπηγγελμένον παραλαβὼν πρὸς ψιλὸν τὸν λόγον σκιαμαχεῖ, κἀκ τῆς τοιαύτης μάχης αὐτὸς ἁλίσκεται προφανῶς μὴ τὰ Εὐτυχοῦς μόνον καὶ Διοσκόρου, πρὸς δὲ καὶ Σαβελλίου τῶν συγχυτῶν, ἀλλὰ καὶ τὰ Νεστορίου τε καὶ Ἀρείου τῶν ἐκ διαμέτρου διαιρετῶν νοσῶν ἀσεβήματα, ὡς ἐοικέναι μὴ μόνον τὰ τῶν ἄλλων αἱρετικῶν, ἀλλὰ καὶ τὸ οἰκεῖον ἀγνοεῖν φρόνημα. Τίς οὖν ὁ λόγος ᾧ μάχεται;

Ὁ μὲν λόγος, φησὶν ὡς ἐκ προσώπου προσδιαλεγομένου τινός, ὡς συλλήβδην εἰπεῖν ἀπεφαίνετο τὴν προσληφθεῖσαν τῷ Λόγῳ φύσιν μὴ τῷ Πατρὶ προσενηνοχέναι μόνον, ἀλλὰ καὶ τῇ θεότητι τοῦ μονογενοῦς, τὸ οἰκεῖον αἷμα.

Τοῦτο ῥηθέν, φησὶν ὁ προσομιλῶν, πολλούς τε ἄλλους καὶ δὴ καὶ ἄνδρας ἀρετῇ καὶ λόγῳ διαπρεπεῖς τεθορύβηκεν, ὡς μὴ μόνον ταῖς ἡμεδαπαῖς ἀρχαῖς ἀνακόλουθον, ἀλλὰ καὶ τὴν κατὰ Νεστόριον εἰσάγον διαίρεσιν. Εἰ γὰρ δὴ τῶν φύσεών ἐστι τὸ τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι, πᾶσα ἀνάγκη καὶ τὴν προσάγουσαν ὡς ἀρχιερέα καὶ θύτην λέγειν ὑπόστασιν, καὶ τὴν προσιεμένην ὡς Θεὸν τὰ περὶ τὴν θυσίαν ὁμοίως ὑπόστασιν. Τοῦτο δὴ τὸ Νεστορίου θανατῶδες ἁμάρτημα. Τὰ μὲν δὴ τῆς κατηγορίας ῥητὰ ταῦτα. Τίς δὲ καὶ ἡ τοῦ κρίνοντος ἐπὶ τούτοις ἀπόφασις;

Ὡς δεινόν τι, φησί, λέγεις εἶναι τὸ τοῦ εἰπόντος, οὐκ οἶδα εἰπεῖν εἴτ’ ἀγνόημα, εἴτε παράπτωμα. Εἰ γὰρ οὕτω πως εἶπεν, ὡς ὁ Θεὸς Λόγος γενόμενος ἄνθρωπος, αὐτὸς ὡς θύτης κατὰ τὴν πρόσληψιν προσενήνοχεν, αὐτὸς ὡς θῦμα κατὰ τὴν σάρκα προσενήνεκται, αὐτὸς ὡς Θεὸς προσήκατο τὸ τυθέν, καὶ πανταχῆ τὴν ὑπόστασιν κατὰ τὰς ἐνεργείας τῶν φύσεων παρελάμβανεν, ἦν μὲν καὶ οὗτος ὁ λόγος ὀλίγου δέον οὐκ ἀσφαλής· τὸ δὲ τὰς φύσεις διιστῶντα λέγειν καθ’ ἑαυτὰς ἐνεργεῖν, μηδαμῆ παραλαμβανομένης τῆς ὑποστάσεως, βαβαὶ κινδυνῶδες καὶ ἐπιεικῶς ἐστι χαλεπόν.

Αὕτη καὶ ἡ τοῦ κριτοῦ ψῆφος, οὐδὲν σαφὲς ἀποφηναμένη, ἀλλ’ ἢ μόνον εἰς σχετλιασμὸν καταλήξασα, πλὴν ὅτι καὶ κατήγορον οὐ τόνδε τινὰ παραστήσας ὁ κρίνων· οὐ γὰρ εἶχεν ἴσως· ἀλλ’ οἴκοθεν ἀναπλάσας καὶ τοῦτον ὡς ἀληθεύοντα πάντως παραλαβών, κατὰ τοὺς παρ’ ἡμῖν νέους τῆς ἀδικίας κριτάς, ἐρήμην κατὰ τοῦ μὴ παρόντος ἢ μήδ’ ὄντος ὅλως ἐξήνεγκεν, αὐτὸς καὶ κριτὴς καὶ κατήγορος καταστὰς καὶ ἀντίδικος· ἢ τίς ἂν καὶ εἴη, μήτοιγε τῆς ἡμετέρας αὐλῆς, ἀλλὰ καὶ τῶν ἔξω ταύτης, φύσεις εἰσάγων ψιλὰς καὶ ἀνυποστάτους, καὶ ταύτας ἐνεργεῖν τι καθ’ ἑαυτὰς δυναμένας, ὡς τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι τὸ προσαγόμενον, τοῦτο δὲ καὶ αἷμα εἶναι τῆς προσαγούσης; βαβαὶ τῆς ἀνυποστάτου. Ἰδέας μὲν γάρ τινας ἀναπλάττει Πλάτων ὁ τῶν παρ’ Ἕλλησι σοφῶν ἐξοχώτατος, οὕτω τάχα τὰ γένη καὶ τὰ εἴδη καλῶν· ὅθεν καὶ τούτων τὰς μὲν καθολικωτέρας, τὰς δὲ μερικωτέρας ἑνάδας φησίν, ἀλλ’ οὐχὶ καὶ ἀνυποστάτους ταύτας εἰσάγει κατὰ τὴν ὑπόθεσιν τοῦ νέου τούτου σοφοῦ· πολλοῦ γε καὶ δεῖ· καθ’ ὅσον καὶ πρώτας εἶναι ταύτας καὶ αὐθυποστάτους οὐσίας εἴτουν φύσεις, μάλιστα τὰς καθολικωτέρας, ἐξ ὧν καὶ τὰς μερικωτέρας ὑφεστάναι διισχυρίζεται, ὡς καὶ θεοὺς ταύτας πρώτους καὶ δευτέρους ἀναγορεύειν, κἀκ τούτων αὖθις τἄλλα λέγειν ὑφίστασθαι.

Ἀλλὰ ταύτην τὴν Πλάτωνος δόξαν ἀρκούντως ἀνέτρεψεν ὁ μετ’ ἐκεῖνον εὐθὺς τῷ χρόνῳ περιττὸς τὴν σοφίαν Ἀριστοτέλης, ὃς καὶ τερετίσματα τοὺς περὶ τῶν ἰδεῶν τούτων λόγους τοῦ Πλάτωνος εὐστόχως ὠνόμασεν, ὡς μηδὲν πρὸς κατάληψιν τοῦ ὄντος συντείνοντας, μηδὲ ψόφων κενῶν καὶ πρὸς ἁρμονίαν ἀσυντελῶν διαφέροντας. Ὅθεν καὶ οἱ τὸν περίπατον Ἀριστοτέλους διαδεξάμενοι, αὐτὰς δὴ ταύτας τὰς ἰδέας ἐν ἐπινοίαις κεῖσθαι ψιλαῖς ἀπεφήναντο. Ἀλλ’ οἱ μὲν ἔξω σοφοὶ ἔξω λοιπὸν καὶ τοῦ παρόντος ἀφείσθωσαν λόγου· τὸν δὲ τὰς φύσεις Χριστοῦ διαιροῦντα, τὴν προσληφθεῖσαν, εἴτουν τὴν ἀνθρωπότητα, καὶ τὴν θεότητα τοῦ μονογενοῦς, πῶς, ὦ κατήγορε σύ, τὴν τοῦ Νεστορίου φὴς εἰσάγειν διαίρεσιν;

Οὐ γὰρ ὅτι τὰς φύσεις διῄρει Νεστόριος, ἀλλ’ ὅτι ἄλλην παρὰ τὸν Λόγον ὑπόστασιν ἔλεγε τὸν Χριστὸν καὶ δύο ταύτας ὑποστάσεις παρεδογμάτιζεν, εἴτουν πρόσωπα, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ τῶν αἰώνων Λόγον, καὶ τὸν ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου Χριστόν, ὡς αἱρετικὸς κατακρίνεται.

Ἐπεὶ εἰ τὸν τὰς φύσεις Χριστοῦ ἁπλῶς διαιροῦντα Νεστοριανὸν ἐθέλεις ἀποκαλεῖν, ὅρα σοι καὶ τὴν τετάρτην ὅλην τὴν μεγάλην ἐκείνην Σύνοδον ἀθετεῖν, καὶ τοῖς περὶ Διόσκορον καὶ Εὐτυχέα καὶ Σεβῆρον αἱρετικοῖς ἑαυτὸν συμμίσγειν· τὸ δὲ καὶ τῶν φύσεων τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι μήποτε οὐκ ἔχεις εἰπεῖν τὸν εἰπόντα, ἀλλὰ σὴ τοῦθ’ ὅλον ὑπόθεσίς ἐστιν, ἢ καὶ τὸ ἄλλως εἰρημένον ἄλλως αὐτὸς ἀπαγγέλλεις καὶ πλάττεις συκοφαντίαν, ἵνα κρίνῃς ἀδικίαν ἀπεναντίας τῆς προφητικῆς ἐκείνης παρεγγυήσεως. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε υἱοὶ τῶν ἀνθρώπων. Τίς γὰρ οὐκ οἶδεν, ὅτι φύσις αὐτὴ καθ’ αὑτὴν χωρὶς ὑποστάσεως οὐδὲν οὔτε ποιεῖν οὔτε πάσχειν τι δύναται, οὔτε προσφέρειν οὔτε προσίεσθαι; ἐπεὶ μηδὲ ἔστι φύσις ὅλως ἀνυπόστατος.

Τάχα γὰρ τοῦτό σοι δηλοῦν βούλεται, εἰ καὶ ἀσαφῶς εἴρηται, τὸ Εἰ γὰρ δὴ τῶν φύσεών ἐστι τὸ τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι, πᾶσα ἀνάγκη καὶ τὴν προσάγουσαν ὡς ἀρχιερέα καὶ θύτην λέγειν ὑπόστασιν, καὶ τὴν προσιεμένην ὡς Θεὸν τὰ περὶ τὴν θυσίαν ὁμοίως ὑπόστασιν.

Τοῦτο δὴ τὸ Νεστορίου θανατῶδες ἁμάρτημα. Σὺ μὲν οὖν οὕτως εἰσαγαγὼν τὴν ὑπόθεσιν, οὕτως καὶ τὴν κρίσιν ἐξάγεις· ὁ δὲ τὰς κρίσεις εὐθείας θέλων ἐκφέρειν φαίη ἂν οὕτως. Εἰ δύο φύσεις Θεὸς καὶ ἄνθρωπος, μία δ’ ὑπόστασις ὁ Χριστός, οὐκ ἔστι δὲ τῶν φύσεων τὸ τὴν μὲν προσφέρειν, τὴν δὲ προσίεσθαι, ἀνάγκη πᾶσα τὸν ἕνα Χριστὸν καθ’ ἑκατέραν τῶν δύο φύσεων, ὡς μὲν ἄνθρωπον καὶ ἀρχιερέα καὶ θύτην τὸ θῦμα, τουτέστι τὸ οἰκεῖον αἷμα προσφέρειν, ὡς δὲ Θεὸν τοῦτο προσίεσθαι, ἵν’ ὁ αὐτὸς ᾖ κατὰ τοὺς ἁγίους Πατέρας τούς τε ἄλλους καὶ τὸν φερωνύμως μέγαν Βασίλειον καὶ Ἰωάννην τὸν χρυσορρήμονα καὶ πᾶσαν τὴν καθολικὴν ἐκκλησίαν, ἣ τὴν κατ’ ἐκείνους ἱερουργίαν δέχεταί τε καὶ σέβεται, καὶ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος, ὅπερ οἶμαι καὶ τὸν παρὰ σοῦ κατηγορούμενον λέγειν· καὶ εἰ δύο τοῦτον εἰσάγειν πρόσωπα φής, τὸ μὲν διὰ τὸ προσφέρειν, τὸ δὲ διὰ τὸ προσίεσθαι, καὶ διὰ τοῦτο νεστοριάζειν, τί μὴ καὶ τρίτον προστιθῇς πρόσωπον διὰ τὸ προσφέρεσθαι, ἵνα καὶ θανατωδέστερον τοῦ κατὰ Νεστόριον εἴπῃς τὸ τούτου ἁμάρτημα;

Ἀνάγκη γὰρ τὸν διαιροῦντα τὸν προσάγοντα καὶ τὸ προσιέμενον διαιρεῖν καὶ τὸ προσαγόμενον· οὐ γὰρ ταυτὸν ἱερεὺς καὶ θῦμα. Ὃν γὰρ τρόπον ὁ προσάγων διαιρεῖται καὶ ὁ προσιέμενος, τὸν αὐτὸν καὶ τὸ προσφερόμενον. Εἰ δὲ τὸν αὐτὸν καὶ θύτην δέχῃ καὶ θῦμα, τὸν αὐτὸν καὶ Θεὸν ὁμολόγει· εἰ δὲ μή, σαφῶς ἀρειανίζεις· Θεὸν δὲ ὁμολογῶν δέχου καὶ προσιέμενον. Οὐ γὰρ ἄλλος οὗτος Θεὸς παρὰ τὸν Πατέρα, ἀλλ’ ἐγώ, φησι, καὶ ὁ Πατὴρ ἕν ἐσμεν.

Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς τοῦ, καθὰ φής, τῷ Πατρὶ τὴν θεότητα τοῦ μονογενοῦς ἀντιδιαστέλλοντος; Λέγεις γὰρ αὐτὸν ἀποφαίνεσθαι μὴ τῷ Πατρὶ προσενηνοχέναι μόνον, ἀλλὰ καὶ τῇ θεότητι τοῦ μονογενοῦς, ὡς ἢ φύσιν φύσεως τὴν τοῦ Υἱοῦ τῆς τοῦ Πατρὸς διαφέρειν φύσις γὰρ ἡ θεότης ἀρειανικῶς δογματίζοντος, ἢ τὴν ὑπόστασιν τοῦ Πατρὸς σαβελλιακῶς εἰς φύσιν συνάγοντος. Οὐ γὰρ φύσιν δεῖ πρὸς ὑπόστασιν ἀντιδιαστέλλειν, ὥσπερ οὐδ’ ὑπόστασιν πρὸς φύσιν, ἀλλὰ φύσιν πρὸς φύσιν ὡς ἐπὶ τοῦ Χριστοῦ, καὶ ὑπόστασιν πρὸς ὑπόστασιν ὡς ἐπὶ τῆς τρισυποστάτου θεότητος. Ἀλλὰ τοῦτο μέν, καίτοι τοσοῦτον ὄν, καὶ οὕτω πρὸ τῶν ὀμμάτων σοι κείμενον, παρορᾷς, ὃ δὲ οὐκ εἶπας κατηγορῶν εἰπεῖν τὸν κατηγορούμενον, τὸ δύο τὸν Χριστὸν ὑποστάσεις εἶναι, τοῦτο σὺ παρ’ ἑαυτοῦ προστιθεὶς ὕστερον, ὡς ἐκ συλλογισμοῦ συναγόμενον, ὃς ἐκ ψευδῶν σοι τῶν εἰρημένων προτάσεων συμπεραίνεται. Ἀλλ’ ἴδωμεν τὶ καὶ εἰς τόπον κριτοῦ καταστὰς αὐτὸς ἀποφαίνει·

Ὡς δεινόν τι λέγεις εἶναι πρὸς τὸν τάχα κατήγορον ἀποκρίνῃ τὸ τοῦ εἰπόντος οὐκ οἶδα εἰπεῖν εἴτ’ ἀγνόημα εἴτε παράπτωμα· εἶτα βλέπειν ὀξὺ πρὸς τὸ τοῦ εἰπόντος ἀγνόημα καὶ διορθοῦσθαι τὸ παράπτωμα θρασυνόμενος, ὢ πῶς αὐτὸς αὐτίκα πτῶμα πίπτων ἐξαίσιον ἀγνοεῖς, ἐν αὐτῷ τῷ ἐπαρθῆναι καταβαλλόμενος, ὥσπερ ἄρα καὶ ὁ πρῶτος τῆς κακίας δημιουργός· Εἰ γὰρ οὕτω πως εἶπεν αὐτός, φής, ὡς ὁ Θεὸς Λόγος γενόμενος ἄνθρωπος αὐτὸς ὡς θύτης κατὰ τὴν πρόσληψιν προσενήνοχεν, αὐτὸς ὡς θῦμα κατὰ τὴν σάρκα προσήνεκται, αὐτὸς ὡς Θεὸς προσήκατο τὸ τυθέν, καὶ πανταχῆ τὴν ὑπόστασιν κατὰ τὰς ἐνεργείας τῶν φύσεων παρελάμβανεν, ἦν μὲν καὶ οὕτως ὁ λόγος μικροῦ δέον οὐκ ἀσφαλής· τὸ δὲ τὰς φύσεις διιστῶντα λέγειν καθ’ ἑαυτὰς ἐνεργεῖν, μηδαμοῦ παρειλημμένης τῆς ὑποστάσεως, βαβαὶ κινδυνῶδες καὶ ἐπιεικῶς ἐστι χαλεπόν· τὸν τοῦ κατηγορουμένου λόγον προαποτρέψας διὰ τοῦ εἰπεῖν, δεινὸν εἶναι τὸ κατ’ ἐκεῖνον ἀγνόημα ἢ παράπτωμα, ἐν τούτοις, προτίθεται μὲν αὐτὸς εἰπεῖν τι τοῦ ἀγνοήματος ἐπανορθωτικὸν καὶ τοῦ παραπτώματος· τοῦτο γὰρ αὐτῷ πάντως βούλεται τό, Εἰ γὰρ οὕτω πως εἶπεν, ὡς ὁ Θεὸς Λόγος καὶ τὰ ἑξῆς, μόνον οὐχὶ λέγων, ὡς εἰ ταύτην εἶπε, διέφυγεν ἂν τὸ τῆς ἀγνοίας καὶ τῆς παραπτώσεως ἔγκλημα.

Οὕτω δὲ καὶ τὸν αὐτῷ δοκοῦντα λόγον ἐκθέμενος, οὐδὲ τοῦτον ἐᾷ πάμπαν ἀνέγκλητον, ἀλλὰ καὶ τοῦτον οὐκ ἔχειν τὸ ἀσφαλὲς ἀποφαίνεται, ὥσπερ ἄρα καθάπαξ πρὸς πάντα λόγον μάχεσθαι παρασκευασάμενος κατ’ ἐκείνους τοὺς λεγομένους ἐφεκτικοὺς Σέξτον καὶ Πύρρωνα.

Καὶ πῶς οὐκ ἀσφαλής, ὦ οὗτος, ὁ λόγος οὗτος, ὁ πανταχῆ τὴν ὑπόστασιν ἐν ταῖς κατὰ τὰς φύσεις ἐνεργείαις παραλαμβάνων; Καὶ εἰ μήδ’ οὗτος, ποῖος ὁ ἀσφαλής; καὶ τί μὴ ἐκεῖνον ἐκτίθης τὸ μικροῦ δέον ἀναπληρῶν; Ἐγὼ μὲν οὖν καὶ λίαν ἀσφαλῆ τοῦτον ἥγημαι, ταῖς ἱεραῖς Συνόδοις στοιχῶν, ταῖς μίαν τὸν Χριστὸν κηρυξάσαις ὑπόστασιν, ἐκ δύο φύσεων συνεστῶσαν, καὶ τὸν αὐτὸν διττὰς τὰς θελήσεις καὶ τὰς ἐνεργείας καταλλήλως ταῖς φύσεσιν ἔχοντα, καὶ οὕτως ἀπορραπίζων Νεστόριον τὸν διπρόσωπον τούς τε τὴν μίαν φύσιν ἢ θέλησιν ἢ ἐνέργειαν συγχυτικῶς πρεσβεύοντας παρωθούμενος· σὺ δὲ δεινῶς σφάλλεις ἐν τῷ τὸν ἀσφαλῆ καὶ παρὰ πᾶσι βέβαιον λόγον λέγειν εἶναί πως οὐκ ἀσφαλῆ. Εἶτα ὁ παραλαμβάνειν δοκῶν πανταχοῦ τὴν ὑπόστασιν, πῶς τὰς ἐνεργείας τὰς παρ’ αὐτῆς ἐνεργουμένας οὐ ταύτῃ δίδως, ἀλλὰ ταῖς φύσεσιν ἐν τῷ λέγειν κατὰ τὰς ἐνεργείας τῶν φύσεων; Εἰ γὰρ τῶν φύσεων αἱ ἐνέργειαι, περιττή σοι τῆς ὑποστάσεως, ὅσον πρὸς τὸ τὰς ἐνεργείας εἰπεῖν ἡ παράληψις· ἀλλὰ μὴ αὕτη οὐ περιττή;

καὶ πάνυ μὲν οὖν ἀναγκαία, καθὸ καὶ ταύτην αὐτὸς ἔφησας ἐνεργεῖν καὶ προσφέρειν καὶ προσφέρεσθαι καὶ προσδέχεσθαι· οὐκ ἄρα τῶν φύσεων αἱ ἐνέργειαι, τῶν μήθ’ ὅλως οὐσῶν καθ’ ἑαυτάς, μήτε πάντως ἐνεργουσῶν χωρὶς ὑποστάσεως δηλονότι· ἢ εἴπερ αὗται καθ’ ἑαυτὰς ἐνεργοῦσαι τοῦτο γὰρ ἄντικρυς δίδωσιν ὁ λέγων τὰς ἐνεργείας τῶν φύσεων, τί παρὰ πόδας εὐθὺς αἰτιᾷ τὸν διιστῶντα τὰς φύσεις καὶ ταύτας καθ’ ἑαυτὰς ἐνεργεῖν λέγοντα, καὶ λανθάνεις αὐτὸς σεαυτὸν ἐν ᾧ κρίματι κρίνεις ἕτερον σαυτὸν κατακρίνων; Τί γὰρ οὐχὶ καὶ σὺ διιστᾷς τὰς φύσεις; Ναί, φησι, διιστῶ, καθὼς καὶ τὰς ἐνεργείας αὐταῖς δίδωμι, ἀλλὰ καὶ ψιλῷ λογισμῷ παραλαμβάνων αὐτίκα καὶ τὴν ὑπόστασιν, κἀνταύτῃ ταύτας ἡνωμένας κατανοῶν· οὐκοῦν μηδὲ τὸν ἁπλῶς διιστῶντα τὰς φύσεις καὶ ταύταις διδόντα τὸ ἐνεργεῖν αἰτιῶ· εἰκὸς γὰρ κἀκεῖνον τὴν καθ’ ὑπόστασιν ἕνωσιν τῶν φύσεων συνεπινοεῖν. Ἐπεὶ καὶ ὁ Λέων, ὁ ἁγιώτατος τῆς παλαιᾶς Ῥώμης Πάπας, ἑκατέραν φύσιν φησὶν ἐνεργεῖν τὸ οἰκεῖον μετὰ καὶ κοινωνίας τῆς ἑτέρας, καὶ οὐ δήπου διὰ τὸ διιστᾶν τὰς φύσεις καὶ τὴν οἰκείαν ἑκατέρᾳ προσνέμειν ἐνέργειαν παραιτητέος ταῖς μεγάλαις Συνόδοις ἔδοξεν, ἀλλὰ μᾶλλον καὶ στήλην ὀρθοδοξίας τὴν τὰ ῥητὰ ταῦτα περιέχουσαν ἐπιστολὴν αὐτοῦ κατωνόμασαν.

Εἰ δὲ σὺ περιττῶς ἀκριβολογεῖσθαι βούλει περὶ τὰς λέξεις, ἕπου σαυτῷ καὶ μὴ λέγε τὰς ἐνεργείας τῶν φύσεων, ἀλλ’ εἴπερ ἄρα τὰς ἐνεργείας τῆς μιᾶς ὑποστάσεως τὰς κατὰ τὰς φύσεις. Τὰ μὲν οὖν τῆς πρώτης αἰτιάσεως τοιαῦτα καὶ οὕτως ἔχοντα· ἐπὶ δὲ δευτέρας μέλλων χωρεῖν ὁ τῆς ὅλης ἐγκλήσεως ὑφηγητής τε ὁμοῦ καὶ ἐξεταστὴς τὸ μὲν ἤδη προτεθὲν τοῦ ἐγκαλουμένου πρόβλημα, ὅπερ ἦν κατὰ τὴν ὑφήγησιν τὸ τὴν μὲν τῶν φύσεων προσφέρειν καὶ προσφέρεσθαι, τὴν δὲ τὸ προσηγμένον προσίεσθαι, παραιτεῖται σκοπεῖν ἐπιπλέον, οὕτως ἐπὶ λέξεων λέγων. Ὅθεν ὡς αὐτόθεν ἄτοπον καὶ μὴ λόγων πολλῶν δεδεημένον εἰς ἔλεγχον διὰ τὴν ἀτοπίαν αὐτοῦ, χαίρειν ἐάσθω. Ὑποκειμένου δέ, φησι, τοῦ μὴ τὴν προσληφθεῖσαν φύσιν, ἀλλ’ αὐτὸν τὸν θεάνθρωπον σωτῆρα Χριστὸν τὴν σωτήριον θυσίαν προσενεγκεῖν, σκεπτέον εἰ καὶ τῇ αὐτοῦ θεότητι προσήνεκται τὸ τυθέν. Καὶ τίς ἂν οὕτω παραληρήσειεν, εἰ μὴ Νεστόριος αὐτὸς εἴη, ὡς τῆς κατὰ Χριστὸν ὑποστάσεως ἀποδιαιρεῖν αὐτοῦ τὴν θεότητα, καὶ τῇ μὲν λέγειν προσφέρειν τὸ θῦμα, τῇ δὲ προσάγεσθαι, ὃ ταυτόν ἐστι τῷ τήνδε προσίεσθαι; ἀλλ’ οὐ σὺ τοῦτο ποιεῖς, ὦ σοφώτατε, οὐκοῦν μὴ σκέπτου, εἰ τῇ θεότητι τοῦ Σωτῆρος τὸ θῦμα προσήνεκται, ἀλλ’ εἴπερ αὐτῷ τῷ Σωτῆρι.

Οὕτως μὲν γὰρ μίαν τηρεῖς τὴν ὑπόστασιν, ἐκείνως δὲ πᾶσα ἀνάγκη κατὰ τὴν σὴν κρίσιν καὶ τὴν προσιεμένην τὸ θῦμα φύσιν λέγειν ὑπόστασιν. Εἰ δ’ ὡς πρὸς λόγον τοῦ ἀντιθέτου προφέρεις τὸ ζήτημα, πάλιν ἐκεῖνο σκέπτου, ὃ παρῃτήσω, ἢ μέρος ἐκείνου. Ἀλλ’ εἰ μέρος ἐβούλου σκέπτεσθαι, τί μὴ διελὼν τὸ μὲν τοῦ προβλήματος παραιτήσεως, τὸ δὲ σκέψεως ἄξιον κέκρικας, ἀλλὰ τὸ ὅλον παραιτησάμενος, αὖθις ὡς ἐκ μεταμέλου τὸ μέρος εἰς σκέψιν ἄγεις; οὐκ ἀνδρὸς τοῦτο σώας τὰς φρένας ἔχοντος, ἀλλὰ παραφόρου· ἢ δῆλος εἶ πάντως αὐτὸς χωρίζων τῆς κατὰ Χριστὸν ὑποστάσεως τὴν θεότητα, ὡς καὶ διὰ τῶν ἑξῆς σαφέστερον δηλωθήσεται, καὶ ταύτην ὡς ἄλλην παραλαμβάνων ὑπόστασιν· οὕτως οὖν διελὼν καὶ οὕτως ζητήσεως κρίνας ἄξιον τὸ περὶ τῆς τοῦ Σωτῆρος θεότητος, εἰ καὶ ταύτῃ τὸ θῦμα προσήνεκται, τέως μὲν τὴν περὶ τούτου ζήτησιν ὑπερτίθεται, πρότερον δὲ μαθεῖν ἀξιοῖ παρὰ τοῦ προσαγγέλλοντος τὸν ἀντίθετον, ὅστις ποτὲ οὗτος, εἰ μὴ αὐτός ἐστιν ὁ προσαγγελεύς, τίς καὶ πόθεν ἡ τοῦ λόγου τούτου τῷ ἀντιθέτῳ κατασκευή· καὶ ὡς Πολλὰ μὲν καὶ ἄλλα ἅττα, φησί, συνείρων, τὸν ἑαυτοῦ συνίστησι λόγον· ἐγὼ δὲ ὁπόσα μου τὴν μνήμην ἐπέρχεται, ταῦτα ἐρῶ. Ἐπεὶ φησὶν ὁ Θεὸς Λόγος θυσίαν πᾶσαν ἁγιάζει καὶ τελειοῖ, πως οὐχὶ καὶ τὴν τῆς οἰκείας σαρκὸς θυσίαν αὐτὸς ἡγίακέ τε καὶ τετελείωκεν;

Οὐκ ἂν δὲ ἄλλως ἡγίασεν, εἰ μὴ τῇ ἑαυτοῦ θεότητι προσήνεκτο. Πρὸς οὖν τοῦτο πῶς ποτε ἡμᾶς διατίθεσθαι χρή; Πότερον ὡς εἰρημένον εὖ ἀποδέχεσθαι τουτονὶ τὸν λόγον; Οὐκ, ὦ ’γαθέ· δόξειε γὰρ ἂν οὗτος ὁ λόγος οὐκ ἀληθής. Καὶ πρὸς τοῦτον ἡμεῖς ἐκεῖνο φαίημεν ἄν, ὡς ἐπειδὴ ὁ Λόγος τῇ σαρκὶ καθ’ ὑπόστασιν ἑνωθεὶς ἡγίακέ τε καὶ τετελείωκεν αὐτὴν εὐθύς, τί ποτε ἔδει τῇ πρὸς τὴν αὐτοῦ θεότητα προσαγωγῇ ταύτην αὖθις ἁγιάζεσθαι; τί δὲ καὶ τελειοῦν τὴν ἀνωτέραν φυλαχθεῖσαν πάσης ἁμαρτίας προαιρετικῆς τε καὶ τῆς ἐκ σπέρματος φυσικῆς; Μόνης οὖν ἐδεῖτο τῆς πρὸς τὸν Πατέρα διὰ θυσίας προσαγωγῆς, ἣν ἁγιασμὸν ὠνόμασεν ὁ Σωτήρ. Πρὸς γὰρ τῷ πάθει γινόμενος ἔλεγεν. Ἐγὼ ἁγιάζω ἐμαυτὸν ὑπὲρ αὐτῶν· ὡς εἶναι δῆλον, διττὸν εἶναι τὸν ἁγιασμόν, τὸν μὲν οὗ τῇ σαρκὶ μετέδωκεν αὐτὸς ἑνωθείς, τὸν δὲ δεύτερον, ὃν εἰργάσατο διὰ τῆς θυσίας εἰς τὸν Πατέρα ταύτην ἀνενεγκών.

Πανταχοῖ τὴν τοῦ Λόγου θεότητα ἀντὶ τοῦ Λόγου παραλαμβάνει, τὴν φύσιν ἀντὶ τῆς ὑποστάσεως, εἴτε ὡς οἰκεῖον εἴτε ὡς τοῦ ἀντιθέτου λόγον τοῦτο προφέρων. Ἀλλ’ εἰ μὲν εὑρίσκετό που τὸν ἀντίθετον τούτου ἕνεκεν αἰτιώμενος, τάχ’ ἂν αὐτὸς τῆς μέμψεως ἀπελύετο· ἐπεὶ δὲ οὐκ ἐκεῖνον μόνον πολλάκις τοῦτο ποιοῦντα παράγων, ἀλλὰ καὶ αὐτὸς τὸν λόγον παραλαμβάνων, τὰ μὲν ἄλλα μέμφεται καὶ ἀνατρέπειν σπουδάζει, τοῦτο δὲ σιγῇ παρατρέχει, ἔοικε πάντως συγκατατίθεσθαι τῷ τοιούτῳ λόγῳ καὶ ταυτόν τι καὶ αὐτὸς εἶναι δοξάζειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν· οὕτω γοῦν καὶ νῦν ὃν ὡς τοῦ ἀντιθέτου παρήγαγε λόγον οὐκ ἀληθῆ δεῖξαι προθέμενος Ἦν δὲ ὁ λόγος ὡς οὐκ ἂν ἄλλως ὁ Σωτὴρ τὴν σάρκα ἡγίασεν, εἰ μὴ τῇ ἑαυτοῦ θεότητι προσήνεκτο τὸ μὲν ὅτι οὐκ εἴδει τὸν εἰπόντα εἰπεῖν τῇ ἑαυτοῦ θεότητι, ἀλλ’ ἑαυτῷ παρασιωπᾷ· ἀντὶ δὲ τοῦ Λόγου καὶ αὐτὸς παραλαβὼν τὴν τούτου θεότητα, Ἐπειδή, φησι, τῇ σαρκὶ καθ’ ὑπόστασιν ἑνωθείς, ὁ Λόγος δηλαδή, ἡγίακέ τε καὶ τετελείωκεν αὐτὴν εὐθύς, τί ποτε ἔδει τῇ πρὸς τὴν αὐτοῦ θεότητα προσαγωγῇ ταύτην αὖθις ἁγιάζεσθαι;

οὐκ εἶπε τῇ πρὸς ἑαυτὸν προσαγωγῇ, ἀλλὰ πρὸς τὴν αὐτοῦ θεότητα, καίτοι ἀκολουθότερον ὂν εἰ πρὸς τὸν Πατέρα μόνον κατὰ τὴν τοῦ λέγοντος δόξαν ἡ θυσία προσήνεκται, πρὸς τὸν Υἱὸν ἀντιδιαστεῖλαι καὶ μὴ πρὸς τὴν τούτου θεότητα, εἴπερ μία θεότης Πατρὸς καὶ Υἱοῦ καὶ κοινὰ πάντα Πατρὸς καὶ Υἱοῦ πρὸς δὲ καὶ Πνεύματος τὰ τῆς φύσεως, καὶ οὐδὲν τούτων μόνῳ τῶν τριῶν προσώπων ἑνί τινι πρόσεστι, πλὴν τῶν κατὰ τὰς ὑποστάσεις ἰδιοτήτων. Εἰ τοίνυν ἡ θυσία τῇ τοῦ Πατρὸς ὑποστάσει μόνῃ προσήνεκται, πρὸς τὴν τοῦ Υἱοῦ ὑπόστασιν, οὐ μὴν πρὸς τὴν φύσιν ἡ διαστολὴ ἀφορᾷ. Τοῦτο μὲν οὖν κοινὸν κείσθω κατὰ τῶν ἀντιθέτων ἀμφοῖν τὸ αἰτίαμα, εἴ γε μὴ προφανῶς ὁ φεύγων συκοφαντεῖται, καὶ τοῦθ’ ὅλον πλάσμα ἐστὶ τοῦ διώκοντος, ὃς τὴν θυσίαν πρὸς μόνον ἀνάγεσθαι τὸν Πατέρα φιλονεικῶν, οὐ μέντοιγε καὶ πρὸς τὴν θεότητα τοῦ μονογενοῦς, δυσὶ τούτοις ἐντεῦθεν ἁλίσκεται περιπίπτων ἐγκλήμασι, τῷ τε τὴν φύσιν καὶ τὴν ὑπόστασιν εἰς ταυτὸν ἄγειν, ὡς εἴρηται, καὶ τῷ φύσιν ἄλλην μὲν νομίζειν τὴν τοῦ Πατρός, ἄλλην δὲ τὴν τοῦ Υἱοῦ. Εἰ γὰρ ἡ θυσία μόνῳ προσήνεκται τῷ Πατρί, οὐχὶ δὲ καὶ τῷ Υἱῷ ἤτοι τῇ τούτου θεότητι· ἀδιάφορον γὰρ κατὰ τοῦτον οὕτως ἢ οὕτως εἰπεῖν· ἄλλος δὲ ὁ Υἱὸς παρὰ τὸν Πατέρα, ἄλλη ἄρα καὶ ἡ τοῦ Υἱοῦ θεότης παρὰ τὴν τοῦ Πατρός, τῆς Ἀρείου μανίας ἡ βλασφημία.

Ἔτι δὲ σαφέστερον ἀρειανίζων ἐλέγχεται ἐκ τοῦ λέγειν περὶ τῆς ἐξ αὐτῆς ἑνώσεως ἁγιασθείσης, ὡς καὶ αὐτός φησι, καὶ τελειωθείσης σαρκὸς τοῦ Χριστοῦ, ὅτι μόνης ἐδεῖτο τῆς πρὸς τὸν Πατέρα διὰ θυσίας προσαγωγῆς· ἐδεῖτο γὰρ πάντως, ἵν’ ἁγιασθῇ τελειότερον καὶ πλέον ἔτι τελειωθῇ, ὡς ἄρα τοῦ πρώτου ἁγιασμοῦ τοῦ διὰ τῆς πρὸς τὸν Λόγον ἑνώσεως οὐκ αὐτάρκους ὄντος, οὐδὲ τελείας τῆς κατ’ αὐτὸν τελειώσεως. Τὸ γὰρ προσδεὲς οὐκ αὔταρκες οὐδὲ τέλειον, διὸ καὶ ὁ δεύτερος ἁγιασμὸς ὁ διὰ τῆς ἀνενεχθείσης πρὸς τὸν Πατέρα θυσίας προσεπιγίνεται· καὶ δύο λοιπὸν οὗτοι ἁγιασμοὶ ἀναφαίνονται, ὁ μὲν οὗ τῇ σαρκὶ μετέδωκεν ἑνωθεὶς αὐτῷ, ὁ δὲ δεύτερος ὁ διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς. Καὶ πῶς ἡ ἐξ αὐτῆς τῆς πρὸς τὸν Λόγον ἑνώσεως ἁγιασθεῖσα σὰρξ καὶ τελειωθεῖσα ἐνδεὴς ἔτι καὶ ἀτελής, ὡς ἁγιασμοῦ δεῖσθαι δευτέρου τοῦ διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς, εἰ μὴ καὶ ὁ πρῶτος ἁγιασμὸς ἀτελέστερος τοῦ δευτέρου, καὶ ὁ τὸν πρῶτον ἐνεργήσας Λόγος ἀλλ’ ἐπὶ κεφαλὴν τοῦ εἰπόντος ἡ βλασφημία ἐνδεὴς πρὸς τὸ ἁγιάζειν καὶ ἀτελής, πρὸς τὸν μόνον τὸν τέλειον παρέχειν ἁγιασμὸν δυνάμενον συγκρινόμενος, τὸν Πατέρα, λογίζοιτο; καίτοι γε ἡ ἕνωσις πλέον τι ἔχειν δοκεῖ τῆς προσαγωγῆς. Οὐ γὰρ πάντως ἑνοῦται τῷ προσιεμένῳ τὸ προσαγόμενον, ἀλλ’ εἴπερ ἄρα οἰκειοῦταί πως· πολὺ δὲ λείπεται τῆς ἑνώσεως ἡ οἰκείωσις.

Οὐκ ἂν δὲ ἡ τοῦ πλείονος δόσις ἐδεῖτο τῆς τοῦ ἐλάττονος, ἡ ἕνωσις τῆς προσαγωγῆς, εἰ μὴ καὶ ὁ τὸ πλεῖον διδοὺς πολὺ τοῦ τὸ ἔλαττον διδόντος ἠλάττωτο· ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστιν. Οὐχ οὕτω δύο φαίην ἂν ἐγὼ τοὺς ἁγιασμούς, ὡς τὸν μὲν παρὰ τοῦ Υἱοῦ, τὸν δὲ παρὰ τοῦ Πατρὸς δίδοσθαι· ἀλλ’ ὡς οἶδα μίαν τὴν φύσιν τούτων καὶ μίαν φημὶ τὴν ἐνέργειαν· οὐκοῦν καὶ ὁ ἁγιασμὸς οὐχ ὅδε μὲν τοῦ Πατρός, ὅδε δὲ τοῦ Υἱοῦ, καὶ ὅδε τοῦ Πνεύματος. Καὶ εἰ μόνος ὁ Λόγος σεσάρκωται, ἀλλ’ εἷς ἔτι μένει Θεὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, οὐ σαρκωθέντων μὲν καὶ τούτων, κοινωνησάντων δὲ τῇ τῆς σαρκώσεως οἰκονομίᾳ, τοῦ μὲν τῇ εὐδοκίᾳ, τοῦ δὲ τῇ συνεργίᾳ· ἐνήργησε δὲ σαρκωθεὶς τὰ μὲν ὡς Θεός, τὰ δὲ καὶ ὡς ἄνθρωπος· πᾶσαν δὲ αὐτοῦ θείαν ἐνέργειαν οὐκ ἰδίαν αὐτοῦ, ἀλλὰ κοινὴν καὶ τοῦ Πατρὸς λογίζεται καὶ τοῦ Πνεύματος. Καὶ ὥσπερ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, περὶ τῆς μιᾶς οὐσίας φησίν, οὕτω καὶ περὶ τῆς κοινῆς ἐνεργείας, Ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, καὶ ἐλάλησα οὐδὲν ἰδίως ἐμόν· τοῦτο γὰρ προσυπακουστέον.

Καὶ πάλιν. Οὐ ποιῷ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ τοῦ πέμψαντός με Πατρός· καὶ ἃ βλέπει ὁ Υἱὸς τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ αὐτὸς ὁμοίως ποιεῖ. Καὶ ἐγώ, φησιν, ἐν πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἵνα δείξῃ καὶ τὸ Πνεῦμα συνεργοῦν. Εἰ τοίνυν καὶ τὸν κατὰ τὴν ἕνωσιν ἁγιασμὸν τῆς σαρκὸς ὡς Θεὸς ἐνήργησεν, οὐκ αὐτοῦ μόνου θετέον εἶναι τοῦτον ἐνέργειαν, ἀλλὰ κοινὴν καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος. Τέλειος οὖν αὐτόθεν ὁ κατὰ τὴν θείαν ἕνωσιν ἁγιασμὸς τῆς σαρκός, καὶ τελεία ἡ ἑνωθεῖσα τῷ Λόγῳ ἁγία σάρξ, οὐχ ὡς ἐξ αὐτοῦ μόνου τοῦ Λόγου τελειωθεῖσα, ὡς τῷ ἀντιφθεγγομένῳ δοκεῖ, ἀλλ’ ὡς καὶ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, καὶ οὐδενὸς ἔτι προσδεομένη ἁγιασμοῦ, μάλισθ’ ὅτι καὶ τὸ πλέον ἔσχηκεν ἤδη ἐκ τῆς πρὸς τὸν Λόγον ἑνώσεως.

Ὅμως δὲ καὶ πάλιν ὁ Σωτὴρ ἁγιάζεσθαι λέγεται, νῦν μὲν ἐκ μέρους κατὰ τὸν νόμον τὴν τῆς σαρκὸς ἀκροβυστίαν περιτεμνόμενος, καὶ αὖ νηπιοπρεπῶς τὰ περὶ τοῦ καθαρισμοῦ δῶρα προσάγων, καὶ τῷ ναῷ προσαγόμενος· νῦν δὲ καὶ ὅλος ἐν τῷ βαπτίσματι καθαιρόμενος, ὃ καὶ δικαιοσύνην ὠνόμασεν, Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι, φάμενος, πληρῶσαι πᾶσαν δικαιοσύνην· οὕτω δὲ καὶ ἁγιαζόμενος, οὐχ ὡς αὐτὸς καθάρσεώς τινος καὶ ἁγιασμοῦ προσδεόμενος, ὁ ἁγιασμὸς πάντων, ἡ αὐτοκάθαρσις, οὐδὲ μὴ ὡς τῆς ἡνωμένης αὐτῷ παναγίας σαρκὸς τούτων ἔτι δεομένης κατὰ τὸν τοῦδε τοῦ σοφοῦ λῆρον, ἀλλ’ ἐν ἑαυτῷ διὰ πάντων τὴν ἐμὴν ἐνεργῶν κάθαρσιν μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· ἀεὶ γὰρ ἀχώριστος ἡ Τριάς. Οὕτως οὖν καὶ εἰς τὸ σωσίκοσμον πάθος ἐρχόμενος, ἁγιάζειν ἑαυτὸν ὑπὲρ ἡμῶν λέγει. Ἆρ’ οὖν οὕτω λέγων οὐ σαφῶς δείκνυσιν αὐτὸς ὢν ὁ ἁγιάζων, αὐτὸς ὁ ἁγιαζόμενος; πῶς τοῦτο; καὶ πῶς ἐκεῖνο; ἢ δηλονότι τοῦτο μὲν ὡς Θεός, ἐκεῖνο δ’ ὡς ἄνθρωπος· καὶ τοῦτο μὲν ὡς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὴν προσφορὰν προσδεχόμενος, ἐκεῖνο δὲ ὡς καὶ αὐτὸς ὡς ἐκ μέρους ἡ προσφορά, τουτέστι τὸ θεῖον αἷμα, τὸ ὑπὲρ ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν ἐκχυνόμενον· φωνὴ τοῦ Σωτῆρος καὶ τοῦτο.

Ἐγώ, φησιν, ἁγιάζω ἐμαυτόν· ἐν ταυτῷ καὶ τὴν μίαν ὑπόστασιν αὐτοῦ καὶ τὰς δύο φύσεις παρίστησιν· ἁγιάζω καθὰ Θεός, ἐμαυτὸν καθὰ ἄνθρωπος· ἄμφω γὰρ ἐγώ, ἁγιάζων ὁ αὐτὸς καὶ ἁγιαζόμενος καθ’ ἑκάτερον καὶ πρὸ τοῦ πάθους καὶ ἐν τῷ πάθει· οὔκουν δύο, οὐδὲ μὴν πλείους δοτέον εἶναι τοὺς ἁγιασμούς, ἀλλ’ ἕνα διὰ τοῦ ἑνὸς μεσίτου Θεοῦ καὶ ἀνθρώπων Χριστοῦ πολλάκις καὶ πολλαχῶς ὑπὸ Θεοῦ ἐνεργούμενον καὶ εἰς ἡμᾶς διαβαίνοντα.

Θεοῦ δὲ ὅταν εἴπω, φησὶν ὁ ἀληθινὸς Θεολόγος, λέγω Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ὥσπερ οὖν ἡμῖν τῇ τῆς σαρκὸς κοινωνίᾳ κοινωνεῖν τοῦ ἁγιάσεσθαι λέγεται, οὕτω καὶ τῇ τῆς θεότητος κοινωνίᾳ πολλῷ πρότερον κοινωνεῖ τοῦ ἁγιάζειν τῷ Πατρὶ καὶ τῷ Πνεύματι.