Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος ΣΤ΄ (Β΄ μέρος): Το έργο της καταλλαγής και η ενιαία αποδοχή της θυσίας από την Αγία Τριάδα

Θεολογική εξέταση της συμφιλίωσης του ανθρώπου με τον Θεό, απόρριψη της ιδέας περί ανταλλαγής και εδραίωση της αλήθειας ότι η θυσία προσφέρεται και γίνεται αποδεκτή από ολόκληρη την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 9 από 11

Εἷς τοιγαροῦν ὁ ἁγιασμός, ὁ παρὰ τοῦ ἑνὸς Θεοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐνεργούμενος. Ἀλλ’ ὁ κοινὸς οὗτος δογματιστής, ὅπερ ἤδη περὶ τῆς ἐξ αὐτῆς ἑνώσεως ἁγιασθείσης σαρκὸς δι’ ἐρωτήσεως αὐτὸς κατεσκεύασε, τὸ μηκέτι δεῖσθαι ταύτην ἁγιασμοῦ τοῦ παρὰ τῆς θεότητος τοῦ μονογενοῦς, οὕτως εἰπών· Ἐπειδὴ τῇ σαρκὶ καθ’ ὑπόστασιν ἑνωθεὶς ὁ Λόγος ἡγίακέ τε καὶ τετελείωκεν αὐτὴν εὐθύς, τί ποτε ἔδει τῇ πρὸς τὴν αὐτοῦ θεότητα προσαγωγῇ ταύτην αὖθις ἁγιάζεσθαι; τί δὲ καὶ τελειοῦν τὴν ἀνωτέραν φυλαχθεῖσαν πάσης ἁμαρτίας; τοῦτο πάλιν ὡς παρ’ ἑτέρου ζητούμενον ἐπιλύεσθαι βούλεται, λέγων οὕτως. Ἀλλ’ εἴπερ ἐξ αὐτῆς ἡγίακε ταύτην ἑνώσεως, φαίη τις ἄν, τί δή ποτε καὶ ἑτέρου δευτέρου ἁγιασμοῦ ἔδει; ποίας δὲ τελειώσεως; καὶ ἡ λύσις· Ἔθος, φησί, τοῖς καταλλαττομένοις ἐστὶ λαμβάνειν τι παρ’ ἀλλήλων τῆς ἐμπεδωθησομένης φιλίας ἐχέγγυον. Ἐπείπερ οὖν ἡμᾶς δι’ ἔχθρας γεγονότας Θεῷ ἐχρῆν καταλλάττεσθαι, τὴς θείας οὐκ ἀνασχομένης ἀφεστάναι διὰ παντὸς ἀγαθότητος, πρότερον αὐτὸς ὁ καὶ τὴν ἀρχὴν ὑποστήσας Λόγος, τὴν ἡμεδαπὴν εἰληφὼς οὐσίαν, ἀντέδωκεν ἡμῖν ἁμαρτημάτων ἄφεσιν, τὴν ἐκ τῆς πλάνης ἀπαλλαγήν, τὰς πολλὰς ἐκείνας ἐνειργηκὼς εὐεργεσίας καὶ θαυμαστάς.

Ἐπεὶ δὲ καὶ τὸν Πατέρα ἐχρῆν λαβόντα τι παρ’ ἡμῶν τὴν υἱοθεσίαν ἀντιχαρίσασθαι, προσῆν δὲ ἡμῖν οὐδέν τι καθαρόν, οὐδὲ τῆς αὐτοῦ μεγαλειότητος ἄξιον, τῆς ἁμαρτίας πάντα ἐπιθολούσης, αὐτὸς ὁ θεάνθρωπος Λόγος τὸ τῆς ἡμεδαπῆς ἀπορίας ἀναπληρῶν, ἅτε μεσίτης ἐν προσώπῳ τῆς ἀνθρωπότητος, τὸ αὐτοῦ προσενήνοχεν αἷμα, ἄχραντον θῦμα, σωτήριον καλλιέρημα τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς ἡμῖν αἰτιώτατον.

Ἰδοὺ καὶ δύο καταλλαγὰς δίδωσι, προτέραν μὲν ὅτε τὴν ἡμεδαπὴν οὐσίαν ὁ Λόγος εἰληφὼς ἀντέδωκεν ἡμῖν τὰ καὶ τά, δευτέραν δὲ τὴν διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς τοῦ αἵματος τοῦ Υἱοῦ, ὡς εἶναι τὴν μὲν προτέραν τοῦ Υἱοῦ ἰδίαν, τὴν δευτέραν δὲ καὶ παρ’ ἐκείνην ἑτέραν τοῦ Πνεύματος· χρῆναι γὰρ καὶ τοῦτον λαβόντα τι παρ’ ἡμῶν μὴ δῶρον, ἀλλ’ ἀμοιβὴν τὴν υἱοθεσίαν ἀντιχαρίσασθαι, καὶ τοῦτο εἶναι τὸ λῆμμα τὸ τοῦ Υἱοῦ αἷμα, τὸ τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς ἡμῖν αἴτιον. Ἀκόλουθον γὰρ ποιῶν ἑαυτῷ, ὥσπερ δύο τοὺς ἁγιασμοὺς εἶπεν εἶναι, οὕτω δύο καὶ τὰς καταλλαγὰς εἶναί φησιν· ἐκείνως μὲν τὰς φυσικὰς ἐνεργείας Πατρὸς καὶ Υἱοῦ, οὕτως δὲ καὶ τὰ θελήματα διαιρῶν, ὡς ἄρα τοῦ Πατρὸς καταλλαττομένῳ τῷ Υἱῷ διὰ τῆς σαρκώσεως μὴ συνευδοκήσαντος μηδὲ συγκαταλλαγέντος πρινὴ καὶ αὐτόν τι λαβεῖν, ὥσπερ τὸν Υἱόν, καὶ τὸ λῆμμα κοινώσασθαι. Ὢ πόσας ἀτοπίας ἐπὶ τὸ αὐτὸ συνάγων ὁ σοφὸς οὗτος καὶ ὀξὺ βλέπων εἰς τὰ τῶν ἄλλων παρολισθήματα, μόνον ἑαυτὸν λανθάνων οὐ συνιεῖ. Ὁ δύο φυσικὰς ἐνεργείας λέγων καὶ δύο θελήματα Πατρὸς καὶ Υἱοῦ καὶ δύο πάντως φύσεις τῶν αὐτῶν εἰπεῖν ἀναγκάζεται.

Ὡς γὰρ κατὰ τὴν μίαν φύσιν μίαν καὶ τὴν ἐνέργειαν καὶ τὴν θέλησιν τῆς Τριάδος ὁμολογεῖν ὁ τῆς ὀρθοδοξίας ἀπαιτεῖ λόγος, οὕτως ἔμπαλιν τῷ διαιροῦντι τὴν μίαν ἐνέργειαν καὶ τὴν θέλησιν καὶ δύο ποιοῦντι, τὸν ἁγιασμὸν λέγω καὶ τὴν καταλλαγήν, ἀνάγκη καὶ τὴν φύσιν συνδιαιρεῖν. Ὁ τὸν ἐκ τῆς ἑνώσεως τοῦ Λόγου καὶ τῆς σαρκὸς ἁγιασμὸν ἐνδεᾶ ποιῶν τοῦ διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς, εἰς αὐτὸν ἄντικρυς τὸν Υἱὸν ἀναφέρει τὸ ἐνδεές, καὶ οὕτως αὐτὸν ἐλάττονα ποιεῖ τοῦ Πατρός. Ὁ τὸν Πατέρα λαβεῖν τι παρ’ ἡμῶν χρῆναι λέγων καὶ πρὶν λαβεῖν μὴ καταλλαττόμενον, οὐ δωροληψίας ἥττω μόνον, ἀλλὰ καὶ ἄλλως ἐμπαθῆ τοῦτον εἶναι νομίζει· ὁ καὶ λαβεῖν αὐτὸν τὸ τοῦ Υἱοῦ αἷμα δοξάζων, ὡς καὶ τὸν Υἱὸν τὴν σάρκα, καὶ οὕτω καταλλαγῆναι, καινοτέρας ἐστὶν αἱρέσεως εὑρετής.

Ὥσπερ τὸν Χριστὸν ἐκ δύο φύσεων θεότητός τε καὶ ἀνθρωπότητος, οὕτω καὶ τὸν Πατέρα συντιθεὶς ἐκ θεότητος καὶ οὗπερ εἴληφεν αἵματος, ἵνα καὶ ὅπερ εἶπεν, Ἔθος εἶναι τοῖς καταλλαττομένοις τὸ λαμβάνειν τι παρ’ ἀλλήλων ἐπίσης ἐπ’ ἀμφοῖν διαφυλαχθῇ, οἷον δὲ καὶ τὸ ἐν προσώπῳ τῆς ἀνθρωπότητος. Ἆρ’ ὕπεστιν ἔτι τις ἀμφιβολία περὶ τοῦ τὴν φύσιν ταυτόν τι τοῦτον νομίζειν εἶναι καὶ τὴν ὑπόστασιν; Ἰδοὺ γὰρ πρόσωπον ἀναφανδὸν προσεῖπε τὴν ἀνθρωπότητα· φύσις δὲ πάντως ἡ ἀνθρωπότης· ταυτὸν δέ τι πρόσωπον καὶ ὑπόστασις. Μὴ παροπτέον δὲ μήδ’ ἐκεῖνο τοῦ σοφοῦ τὸ ἀγνόημα, ὅτι προθέμενος εἰπεῖν τι περὶ καταλλαγῆς τὸ τῆς ἀνταλλαγῆς ἴδιον ὡς καταλλαγὴν ἀδιαφόρως παρέλαβεν εἰπών· Ἔθος εἶναι τοῖς καταλλαττομένοις λαμβάνειν τι παρ’ ἀλλήλων· οὐ γὰρ τῶν καταλλαττομένων, ἀλλὰ τῶν ἀνταλλαττόντων τοῦτ’ ἔθος· ὁ δὲ ἀμαθῶς ἄγαν εἰς ταυτὸν ἄγει καταλλαγὴν καὶ ἀνταλλαγήν. Ἀνταλλαγὴ γὰρ τὸ διδόναι τι καὶ λαμβάνειν ἀνθ’ ἑτέρου. Ἐπεὶ ὁ τῷ προσκεκρουκότι καταλλαττόμενος τότε μάλιστα καθαρῶς καταλλάττεται, ὁπότε μηδὲν παρ’ αὐτοῦ λαμβάνων ἀφίησιν αὐτῷ τὸ παράπτωμα.

Διὸ καὶ ὁ μεσιτεύσας ἡμῖν ἐπὶ τῇ πρὸς ἑαυτὸν καὶ τὸν Πατέρα καταλλαγῇ, οὐκ αὐτός τι πρότερον λαβὼν παρ’ ἡμῶν οὕτως ἡμῖν κατηλλάγη· οὐδὲ γὰρ τὴν σάρκα δῶρον ἔλαβε παρ’ ἡμῶν κατὰ τὴν τούτου παράνοιαν· ὡς ἄρα προκαταβαλλομένων ἡμῶν τὰς τῆς καταλλαγῆς ἀφορμάς· ἐπεὶ ἔδει καὶ πρώτους ἡμᾶς εἰς οὐρανοὺς ἀνελθεῖν τὸ δῶρον κομίζοντας· καὶ οὕτως ἦν ἂν ἡ χάρις ἡμῶν οὐκ αὐτοῦ· ἀλλ’ οὐχ ἡμεῖς πρὸς αὐτόν, ἀλλ’ αὐτὸς πρὸς ἡμᾶς κατῆλθε καὶ τὴν ἡμῶν ἀνέλαβε φύσιν οὐ δῶρον τῆς καταλλαγῆς αἴτιον, ἀλλ’ ἵνα διὰ σαρκὸς φανερῶς ἡμῖν ὁμιλήσῃ, καθὼς ἡμεῖς ἐχωροῦμεν ἰδεῖν τὸν ἀόρατον· οὐδὲ μὴν διὰ τὸ τοιοῦτον δῶρον ἡμῶν, ἀλλ’ αὐτὸς αὐτόθεν διὰ τὴν οἰκείαν χρηστότητα καὶ φιλανθρωπίαν, χρηστὸς ὢν φύσει καὶ οἰκτίρμων καὶ πολυέλεος, κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς τὴν διὰ τῆς ἁμαρτίας ἐκπολεμωθεῖσαν καὶ ἀποστᾶσαν αὐτοῦ φύσιν ἡμῶν διὰ τῆς πρὸς ταύτην ἑνώσεως εἴτουν προσλήψεως ἁγιάσας καὶ καταλλάξας ἑαυτῷ τε ἅμα καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι· οὕτω δὲ καὶ τὴν υἱοθεσίαν ἡμῖν χαρισάμενος, δι’ οὗ δέδωκεν ἡμῖν πνεύματος αὐτοῦ, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ, καὶ δι’ ὧν ἡμῖν κεκοινώνηκε σαρκός τε καὶ αἵματος, οὐκ ἀπαξιώσας ἀδελφοὺς ἡμᾶς καλεῖν· ἀλλ’ οὐδὲ πρότερον αὐτὸς ἡμῖν κατηλλάγη, εἶθ’ ὕστερόν ποτε καὶ τὴν πρὸς τὸν Πατέρα καταλλαγὴν ἡμῖν ἐμεσίτευσε διὰ τῆς προσφορᾶς τοῦ οἰκείου αἵματος· ἐπεὶ πῶς πρὸ τοῦ πάθους καὶ τῆς σφαγῆς ἔλεγεν, Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν;

Ὁ γὰρ μήπω καταλλαγείς, πῶς ἔμελλεν ἕλκειν τοὺς ἐρχομένους πρὸς τὸν ἤδη κατηλλαγμένον; ἢ πάντως δῆλον, ὅτι χρόνος οὐδεὶς παρεμπίπτει μέσος Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὥσπερ οὐκ ἐν τῷ εἶναι, οὕτως· οὐδ’ ἐν τῷ ἐνεργεῖν ἢ εὐδοκεῖν τι· διὸ καὶ ὁ Πατὴρ ἕλκειν λέγεται τοὺς πρὸς τὸν Υἱὸν ἐρχομένους, καὶ ὁ Υἱὸς ὁδηγεῖν τοὺς πρὸς τὸν Πατέρα· ὁ γὰρ αὐτὸς καὶ τοῦτό φησιν.

Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ· ὁδηγεῖ δὲ πρὸς ἄμφω καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο γὰρ φῶς, μᾶλλον δὲ τὸ φῶς τριῶν ἕκαστον· χωρὶς δὲ φωτὸς ἀδύνατον ἀπλανῶς ἔρχεσθαι. Ὁ γὰρ περιπατῶν ἐν τῇ σκοτίᾳ, φησίν, οὐκ οἶδε ποῦ ὑπάγει· καὶ ὁ Προφήτης·

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με· καὶ Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἅμα τοιγαροῦν ἡ ὑπερηνωμένη Τριὰς καὶ ἀχώριστος καὶ ἔστι καὶ θέλει καὶ ἐνεργεῖ, ἅμα καὶ ἁγιάζει καὶ καταλλάττεται· οὐκ ἄρα δύο ῥητέον ἁγιασμούς, οὐδὲ δύο καταλλαγὰς τῆς μιᾶς Τριάδος· ἢ ὁ δύο λέγων τούτων ἑκάτερον, δότω καὶ τρίτον. Ναὶ τάχα φησίν, ἔστι καὶ τρίτον ἡ μετὰ τὴν κατὰ Χριστὸν οἰκονομίαν τοῦ Πνεύματος κάθοδος. Τί οὖν ἡ τοῦ Πνεύματος κάθοδος ἐχώρισε τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς οὐσίας καὶ τοῦ Υἱοῦ ἢ τῆς ἐνεργείας ἢ τῆς θελήσεως; οὐδαμῶς.

Ἀλλ’ ὥσπερ ὁ Λόγος σαρκωθεὶς μὲν ἰδίως οὐκ ἐνήργησε μόνος, ἀλλὰ κοινῶς τά γε θεῖα μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· οὔτε μὴν ἴδιον ἐποίησε θέλημα, ἀλλὰ τὸ κοινὸν τῆς ὅλης θεότητος· ἐπεὶ καὶ κατ’ οὐσίαν ἀχώριστος ἦν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· οὕτως καὶ τὸ Πνεῦμα καταφοιτῆσαν εἰς τοὺς ἱεροὺς μαθητάς, οὐδὲν ἧττον ἢ πρότερον ἀχώριστον ἔμεινε τῶν ὁμοφυῶν Πατρὸς καὶ Υἱοῦ κατά τε οὐσίαν καὶ θέλησιν καὶ ἐνέργειαν.

Καὶ εἰ τὸ Πνεῦμα ἰδίως λέγεται κατελθεῖν, ἀλλὰ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς συμπάρεισιν αὐτῷ πανταχοῦ καὶ συνευδοκοῦσι καὶ συνεργοῦσι· καὶ τοῦτο δείκνυσιν ὁ Ἀπόστολος λέγων, Διαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσί, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι· καὶ αὖ μετὰ τὸ καταλέξαι τά τε χαρίσματα καὶ τοὺς τὰς τούτων διακονίας πιστευομένους καὶ τὰ δι’ ἀμφοῖν ἐνεργήματα ἐπάγων, Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· ἃ φθάσας ἑκάστῳ προσένειμε τῶν τριῶν, ταῦτα νῦν ἀναθεὶς τῷ ἑνὶ Πνεύματι, ἵνα καὶ ἓν ὁποτερονοῦν ἐνεργοῦν ἰδίως καθ’ ἑαυτὸ δείξῃ καὶ κοινῶς ἕκαστον μετὰ τῶν ὁμοφυῶν, τὸ μὲν διὰ τὴν τῶν πρόσωπον διαίρεσιν, τὸ δὲ διὰ τὴν τῆς οὐσίας ταυτότητα, κἀκ τῆς ἐνεργείας καὶ τῆς θελήσεως· καὶ τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν, καθὼς βούλεται. Οὕτω τῶν τριῶν προσώπων κατὰ τὴν μίαν οὐσίαν μία καὶ ἡ ἐνέργεια καὶ ἡ βούλησις· οὕτως εἷς ἁγιασμὸς καὶ μία καταλλαγὴ τοῦ ἑνὸς καὶ τρισυποστάτου Θεοῦ. Εἰ μὴ γὰρ εὐδόκησεν ὁ Πατήρ, εἰ μὴ συνήργησε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδ’ ἂν ὁ Υἱὸς ἐσαρκώθη· ἢ πῶς ἂν ὁ μὲν εὐδόκησε, τὸ δὲ συνήργησε πρὶν καταλλαγῆναι;

Ψευδὴς ἄρα καὶ ὁ μακρότερος οὗτος κατ’ αὐτὸν τὸν τοῦτον εἰπόντα λόγος, ὁ μετὰ τὴν καταλλαγὴν τοῦ Υἱοῦ δευτέραν τὴν τοῦ Πατρὸς γενέσθαι κατασκευάζων διὰ τοῦ χρῆναι καὶ τοῦτον λαβεῖν τι παρ’ ἡμῶν, ὁπότε καὶ πρὸ τοῦ λαβεῖν ὁ μὲν εὐδόκησε, τὸ δὲ Πνεῦμα συνήργησεν εἰς τὴν καταλλαγὴν τοῦ Υἱοῦ, καὶ οὐδὲ τὸ λαβεῖν ἔχει χώραν. Οὔτε γὰρ Υἱοῦ, καὶ τούτου μονογενοῦς, αἵματι τέρπεται Πατήρ, καὶ τὸ νομίζειν οὕτω τὸν Πατέρα τὸ αἷμα λαβεῖν, ὡς τὸν Υἱὸν τὴν σάρκα, τῶν ἀσεβεστάτων ἐστί, καὶ ὅλως ὁ τῆς τοιαύτης καταλλαγῆς τρόπος παντάπασιν ἀπηγόρευται, εἴ γε καὶ καταλλαγὴν δοτέον λέγεσθαι τὴν ἀνταλλαγὴν παρὰ τὴν κοινὴν πάντων καὶ ἔνοιαν καὶ τοῦ λέγειν συνήθειαν. Οὐ γὰρ τοῖς καταλλαττομένοις, ὡς ἔφαμεν, ἀλλὰ τοῖς ἀνταλλάττουσιν ἔθος τὸ λαμβάνειν τι παρ’ ἀλλήλων. Καταλλαγὴ δὲ κυρίως ἐστί τε καὶ λέγεται ἡ μετὰ μάχην εἰρήνη, ὡς δηλοῖ καὶ ὁ θεῖος Ἀπόστολος, Χριστός ἐστι, λέγων, ἡ εἰρήνη ἡμῶν, εἰρήνην ὀνομάσας τὴν καταλλαγὴν τῶν δύο λαῶν, τοῦ τε τῆς περιτομῆς λεγομένου καὶ τοῦ τῆς ἀκροβυστίας, τῶν πρότερον μὲν ὑπεναντίως διακειμένων καὶ οἱονεὶ διαμαχομένων ἀλλήλοις ἐν τῷ τὸν μὲν ἐγγίζειν καὶ οἰκειοῦσθαι Θεῷ διὰ τῆς κατὰ νόμον πολιτείας, τὸν δὲ χωρὶς εἶναι Χριστοῦ, ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένον τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντα καὶ ἄθεον ἐν τῷ κόσμῳ·

Νυνὶ δέ, φησιν, ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τουτέστιν ἡ καταλλαγὴ τοῦ Ἰσραὴλ καὶ τῶν ἐξ ἐθνῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν τὴν περιτομὴν δηλονότι καὶ τὴν ἀκροβυστίαν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ τοῦ τοὺς λαοὺς ἀλλήλων ἀποτειχίζοντος λύσας· τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Ταῦτα μὲν περὶ τῆς πρὸς ἀλλήλους τῶν δύο λαῶν καταλλαγῆς· περὶ δὲ τῆς ἀμφοῖν τούτοιν πρὸς τὸν Θεόν· ἐπειδὴ καὶ ταύτην αὐτὸς ἐν ἑαυτῷ ἐνήργησεν ὁ Χριστός, καὶ ταύτης τὸν τρόπον τῆς ἐνεργείας διασαφῶν ὁ Ἀπόστολος, τὸν νόμον, φησί, τῶν ἐντολῶν ἐπισυνάπτων καὶ ταῦτα τοῖς εἰρημένοις καταργήσας ἐν δόγμασι.

Λέγοι δ’ ἂν δόγματα ἢ τὰ νόμιμα, οἷον τὰ περὶ τῆς περιτομῆς, περὶ τῶν σαββάτων, περὶ θυσιῶν, περὶ νουμηνιῶν, καὶ ὅσα τοιαῦτα, ἵνα δηλώσῃ μὴ πάντα τὸν νόμον τῶν ἐντολῶν κατηργῆσθαι· μηδὲ γὰρ τὸ ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ τὸν πλησίον σου· μηδὲ τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις καὶ τὰ τοιαῦτα, ἀλλὰ τὸν νόμον τῶν ἐν τοῖς τοιούτοις δόγμασιν ἐντολῶν, ἃ τῷ τότε καιρῷ ἔδοξαν πρόσφορα· ἢ καὶ ἄλλως δόγματα τῆς πίστεως· οὐ γὰρ ἐξ ἔργων νόμου, ἀλλ’ ἐκ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ τὸ δικαίωμα τῆς σωτηρίας ἡμῶν γέγονε· τοῦ νόμου τῶν ἐντολῶν, ὧν ἡ παράβασις κατάκρισιν ἡμῶν κατειργάζετο, καταργηθέντος παρὰ Χριστοῦ ἐν τοῖς δωρεὰν δικαιοῦσιν ἡμᾶς τῆς πίστεως δόγμασιν.

Εἴτε οὖν οὕτως εἴτε ἐκείνως κατήργησε κατὰ τὸν Ἀπόστολον ὁ Χριστὸς τὸν νόμον τῶν ἐντολῶν, ὃς καὶ αὐτὸς μεσότοιχον ἦν φραγμοῦ τοὺς δύο ἀπ’ ἀλλήλων διατειχίζων, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ. Ἐν τούτοις τίς ἡ παρ’ ἀλλήλων τῶν καταλλαττομένων λῆψις; τί παρ’ ἡμῶν τῶν ἐξ ἐθνῶν ἔλαβον οἱ ἐξ Ἰσραήλ; τί παρ’ ἐκείνων ἡμεῖς, ὅτι κατηλλάγημεν καὶ εἰς ἓν σῶμα συνήλθομεν ἐν Χριστῷ; τί παρ’ ἡμῶν ἀμφοτέρων ἔλαβεν ὁ Θεός, ἵνα τὴν υἱοθεσίαν ἡμῖν ἀντιδῶ, ὁ δι’ οὐδὲν ἕτερον ἢ διὰ πολλὴν ἀγαθότητα καὶ σπλάγχνα οἰκτιρμῶν ἀκατάληπτα καὶ φιλανθρωπίαν ἀμέτρητον οὕτως ἀγαπήσας ἡμᾶς, καὶ πρὸ τῆς θυσίας πάντως τοῦ υἱικοῦ αἵματος, ὡς αὐτὸν αὐτοῦ τὸν μονογενῆ Υἱὸν ὑπὲρ ἡμῶν δοῦναι; οὐχ ὅτι πρῶτον αὐτὸς ἔλαβεν ἐξ ἡμῶν, ἐκ τοῦ προσώπου τῆς ἀνθρωπότητος κατὰ τὸν φλήναφον τοῦ εἰπόντος, τὸ τοῦ Υἱοῦ αἷμα, ἵν’ ὡς τοῦτο λαβὼν ἀντιδῶ τὴν υἱοθεσίαν, ἀλλ’ αὐτὸς μᾶλλον δοὺς ἡμῖν τὸν Υἱὸν κατ’ εὐδοκίαν εἰς κοινωνίαν σαρκὸς καὶ αἵματος, ἵν’ οὕτως ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τὸ τῆς ἡμετέρας παρακοῆς διαλύσῃ κατάκριμα, κἀντεῦθεν ἡμᾶς ὡς τὸ ἀπ’ ἀρχῆς οἰκειώσηται καὶ υἱοθετήσῃ διὰ τῆς εἰς αὐτὸν πίστεως, ἵνα, φησί, πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχει ζωὴν αἰώνιον.

Αὕτη ἡμῶν ἡ πρὸς ἀλλήλους καταλλαγή, καὶ αὕτη ἡ πάντων πρὸς τὸν Θεόν, ἵνα μηκέτι διαφερώμεθα καὶ πρὸς ἐναντίας δόξας καὶ γνώμας ἀποτρεπώμεθα, ἀλλ’ ἵνα ὦμεν ἓν σῶμα καὶ ἓν πνεῦμα ἐν Χριστῷ ἐν μιᾷ τῇ εἰς αὐτὸν πίστει σωζόμενοι καὶ τὴν αἰωνίαν ζωὴν κληρούμενοι, καὶ ἵνα διὰ τῆς πρὸς ἀλλήλους ἑνώσεως καὶ τῆς μιᾶς πίστεως εἰς αὐτὸν τὸν ἐν τριάδι ἕνα Θεὸν ἐπιστρεπτικῶς ἀναγώμεθα, ὃ καὶ ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς περὶ ἡμῶν αἰτῶν φαίνεται, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Τοῦτο τὸ τῆς διπλῆς καταλλαγῆς αἴτιον, ποιητικὸν μὲν ἡ μεσιτεία Χριστοῦ, τελικὸν δὲ ἡ πρὸς ἀλλήλους ἡμῶν κατά τε πίστιν καὶ πρᾶξιν ἕνωσις καὶ ἡ διὰ ταύτης πρὸς Θεὸν ἐπιστροφὴ καὶ ἀναγωγή· τὸ δὲ τοῦ Σωτῆρος αἷμα λύτρον ἡμῶν τῆς αἰχμαλωσίας καὶ τῆς ἁμαρτίας καθάρσιον δέδοται· διὸ καὶ ἡμεῖς ἀντάλλαγμα λεγόμεθα τοῦ Χριστοῦ, καθά φησιν ὁ θεῖος Δαβίδ· Μνήσθητι Κύριε τοῦ ὀνειδισμοῦ σου, οὗ ὠνείδισαν οἱ ἐχθροί σου τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.

Μᾶλλον οὖν ἀνταλλαγῆς τὸ θεῖον αἷμα ῥητέον αἴτιον, καταλλαγῆς δὲ τὴν μεσιτείαν Χριστοῦ, αὐτὸν δὲ μάλιστα τὸν Χριστὸν τὰ πάντα, καὶ καταλλαγὴν ὡς εἰρήνην κατὰ τὸν Ἀπόστολον, καὶ καταλλάκτην, εἴτουν καταλλαγῆς αἴτιον, ὡς εἰρηνοποιόν, καὶ καταλλαττόμενον ὡς ἄμφω ὄντα τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον· ταῦτα γὰρ τὰ καταλλαττόμενα· καὶ ὡς ἱερέα προσφέροντα, καὶ ὡς αἷμα καὶ σάρκα προσφερόμενον καὶ θυόμενον, καὶ ὡς Θεὸν προσδεχόμενον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸ προσαγόμενον ἱερεῖον, τὸ καὶ παρ’ αὐτοῦ δοθὲν τῆς ἡμῶν αἰχμαλώτου φύσεως ἀντάλλαγμα ἀξιόχρεων καὶ ἡμεῖς αὐτοῦ ἀντάλλαγμα λεγόμεθα.

Οὗτος ὁ ἀσφαλὴς καὶ παντάπασιν ἀνεπίληπτος τῆς εὐσεβείας ὅρος καὶ λόγος· τοῦτο τὸ μέγα τῆς ὑπὲρ ἡμῶν θείας οἰκονομίας μυστήριον, Θεὸς κόσμον ὅλον τὸν καθ’ ἡμᾶς ἑαυτῷ καταλλάσσων. Πρὸς τὸν αὐτὸν ἡμῖν τοῦτον συντείνει σκοπὸν κἀκεῖνα τὰ τοῦ θείου Παύλου ῥητά·

Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Ἆρα τίς οὗτος ὁ Θεὸς ὁ συνιστὰς τὴν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ; Πότερον ὁ Πατὴρ μόνος; ἢ ὁ Υἱὸς μόνος, ἢ μᾶλλον εἰπεῖν ἀσφαλές, ὁ εἷς ἐν τριάδι Θεός; τοῦτό γε πάντως. Οὗτος οὖν ὁ Θεὸς συνίστησι τὴν εἰς ἡμᾶς τοὺς ἀποστάντας αὐτοῦ διὰ τῆς παρακοῆς καὶ τῷ ἐχθρῷ προστεθέντας ἀγάπην αὐτοῦ, δι’ ἧς, ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν, εὐδόκησε μὲν ὁ Πατήρ, συνήργησε δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ δὲ θεάνθρωπος τοῦτο γὰρ ὁ Χριστός ὁ καὶ μονογενὴς Υἱὸς τοῦ Πατρὸς ὑπὲρ ἡμῶν ἀπέθανε.

Πολλῷ οὖν μᾶλλόν, φησι, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Πάθος μὲν ἡ ὀργή, καὶ πάθος ἄλογον, ἀπαθὲς δὲ πάντη τὸ θεῖον· οὐδ’ ἄρα ὀργίζεται καθ’ αὑτό· ἀλλ’ ὅμως ὀργίζεσθαι λέγεται κατὰ τῶν ὀργῆς ἄξια πραττόντων. Ὠργίσθη, γάρ φησι, θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· οὐχ ὅτι αὐτός τι πέπονθε τοιοῦτον τοῦ λόγου δηλοῦντος, ἀλλὰ τὴν ἐπιφορὰν τῆς ὀργῆς, ἣν ἐφ’ ἑαυτὸν ὁ ἁμαρτάνων κατὰ θείαν δίκην ἐφέλκεται, θυμὸν καὶ ὀργὴν Κυρίου κατονομάζοντος. Τί οὖν οὐχ ἡ τῆς θείας ἐντολῆς παράβασις ἐπήνεγκεν ἡμῖν τὴν ὀργήν; οὐχὶ διὰ ταύτην ἐχθροὶ κατεστάθημεν τοῦ Θεοῦ;

Πάλιν ἐρωτῶ καὶ πάλιν ἀπόκριναι. Τίνος τούτου Θεοῦ γεγόναμεν ἐχθροί; τίνος ἐπεσπασάμεθα τὴν ὀργήν; Πότερον ἑνός τινος τῶν τριῶν προσώπων, ἤ, Θεοῦ λέγοντες, κοινῶς περὶ τῶν τριῶν τοῦτο λέγομεν κατὰ τὸν θεῖον Γρηγόριον; τῶν τριῶν πάντως. Ταύτην δὴ τὴν ἔχθραν καὶ τὴν ὀργὴν ἔλυσεν ἡμῖν ὁ εἷς τῆς Τριάδος, ὁ κατ’ εὐδοκίαν πατρικὴν καὶ συνεργίαν τοῦ Πνεύματος γεγονὼς εἷς ἐξ ἡμῶν, καὶ οὕτω διὰ τοῦ θανάτου αὐτοῦ δικαιώσας ἡμᾶς καὶ καταλλάξας ἑαυτῷ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι καὶ κοινῆ σὺν αὐτοῖς ἀγαπήσας ἡμᾶς ἔτι ὄντας ἐχθρούς, καὶ πᾶσαν φιλανθρώπως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἀναδεξάμενος καὶ πληρώσας. Ἐκ περιουσίας οὖν τὴν εἰς ἡμᾶς τοῦ Θεοῦ ἀγάπην δεῖξαι βουλόμενος ὁ Ἀπόστολος τό, πολλῷ μᾶλλον νῦν σωθησόμεθα ἀπὸ τῆς ὀργῆς, διὰ τῶν ἐπαγομένων κατασκευάζει. Εἰ γὰρ ἐχθροί, φησιν, ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Πολλάκις μὲν ἡμῖν εἴρηταί τε καὶ δέδεικται, ὅτι Θεὸς ὡς ἐπίπαν τῷ Ἀποστόλῳ ἡ Τριὰς λέγεται. Εἰ δὲ τὸ αὐτοῦ προσκείμενον ἐνταῦθα τῷ ὀνόματι τοῦ Υἱοῦ δίδωσιν ἔμφασιν περὶ τοῦ Πατρὸς εἰρῆσθαι τὸ κατηλλάγημεν τῷ Θεῷ τούτου γὰρ υἱὸς ὁ Υἱός· ἀλλὰ τό γε μὴ διαιροῦντι τὴν μίαν οὐσίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐδὲν τοῦτο προστήσεται πρὸς τὸ μὴ κοινῶς τὸ κοινὸν ἐκλαμβάνειν τῶν τριῶν ὄνομα· ἀλλὰ τὸ περὶ ἑνὸς τούτων εἰρημένον κοινῶς τοῦτο καὶ περὶ τῶν λοιπῶν δύο συνεξακούσεται, καὶ μάλισθ’ ὁπότε μὴ τὸ προσωπικόν τε καὶ ἰδικόν, ἀλλὰ τὸ κοινὸν καὶ οὐσιῶδες παρέλαβεν ὄνομα· οὐ γὰρ εἶπεν, ὅτι κατηλλάγημεν τῷ Πατρί, ἀλλὰ τῷ Θεῶ· οὐκοῦν ἔστι τοὺς τῷ Πατρὶ καταλλαγέντας οὐχ ᾗ Πατρί, ἀλλ’ ᾗ Θεῷ, καὶ τοῦτο διὰ τοῦ αἵματος τοῦ Υἱοῦ, τούτους μὴ λέγειν αὐτίκα συγκατηλλάχθαι καὶ τῷ Υἱῷ καὶ τῷ Πνεύματι.

Ἴσως δὲ οὐδὲ πρὸς ἔνδειξιν τῆς πρὸς τὸν Πατέρα σχέσεως τοῦ Υἱοῦ πρόσκειται τὸ αὐτοῦ, ἀλλὰ πρὸς ἐπιβεβαίωσιν τοῦ μὴ ἄλλον τινά, ἀλλ’ αὐτὸν τὸν ἕνα τῆς Τριάδος Υἱὸν διὰ τοῦ θανάτου αὐτοῦ τὴν πρὸς τὸν Θεὸν ἡμῶν ἐνεργῆσαι καταλλαγήν· ὡς ἂν εἰ ἔλεγεν· αὐτὸς ὁ Υἱὸς κατήλλαξεν ἡμᾶς τῷ Θεῷ, ἑαυτῷ δηλαδὴ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι· ὁποῖον καὶ τό, Οὐκ Ἄγγελος οὐδὲ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ὁ μὲν δὴ σκοπὸς καὶ τούτων τῶν ἀποστολικῶν τοιοῦτος, καὶ οὕτω διὰ πάντων ἑαυτῷ συμφωνῶν ὁ θεῖος Ἀπόστολος δείκνυται· ὁ δὲ θρασὺς οὗτος καὶ πολὺς εἶναι τὴν ψευδομένην σοφίαν αὐχῶν βραχέα ἄττα τούτων περικόψας, τὰ δὲ καὶ ὑπαλλάξας, τὰ λοιπὰ πρὸς τὸν οἰκεῖον πειρᾶται μεταφέρειν σκοπόν, καὶ διὰ τούτων δεικνύναι τὸν θεῖον Ἀπόστολον μὴ τὴν διὰ τοῦ αἵματος τοῦ Υἱοῦ καταλλαγὴν ἡμῶν γενέσθαι διασημαίνοντα, τοῦτο, λέγων, καὶ τὸν θεσπέσιον Παῦλον πολλαχοῦ ἀποφαίνεσθαι. Δικαιωθέντες, γάρ φησιν, ἐν τῷ αἵματι τοῦ Υἱοῦ, σωθησόμεθα δι’ αὐτοῦ· καὶ αὖθις· ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ. Ταῦτα μόνα τῆς εἰρημένης ὅλης ὑφῆς κακούργως ἀπολαβών, ἀτοπίαν ἐντεῦθεν τοῦ καθ’ ἡμᾶς ὀρθοῦ λόγου καταψηφίζεται, καίπερ αὐτὸς πλείστοις ὅσοις ἐγκλήμασιν ἐνεχόμενος καὶ εἰς τοσαύτας καὶ οὕτω φανερὰς ἀτοπίας, ἃς ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς δὲ καὶ ἔτι δηλώσει, ἀποφερόμενος.

Πῶς οὖν, φησιν, οὐκ ἐπιεικῶς ἐστιν ἄτοπον ταύτην προσενηνέχθαι τὴν θυσίαν λέγειν τῷ Θεῷ Λόγῳ; Τίνος γὰρ ἡμῖν πρὸς τοῦτον ἔδει καταλλαγῆς, ὃς ἐξ αὐτῆς ἡμῖν κατήλλακται τῆς ἑνώσεως;

Πῶς δὲ οὐκ ἀνόητον λέγειν διὰ τῆς θυσίας ταύτης αὐτὸν ἑαυτῷ καταλλάττεσθαι; Ἐρωτᾷς, ἢ ὡς ἀδύνατον ἀπορεῖς, πῶς οὐκ ἄτοπον τὸ τὴν θυσίαν λέγειν προσενηνέχθαι τῷ Θεῷ λόγω; Ἐγώ σοι λέγω λύων τὸ ἄπορον· οὕτως οὐκ ἄτοπον, ὥσπερ οὐδὲ τὸ λέγειν αὐτὴν ταύτην τὴν θυσίαν προσενηνέχθαι τῷ Θεῷ καὶ Πατρί. Εἰ γὰρ ᾗ Θεὸς καὶ οὐχ ᾗ Πατὴρ ὁ Πατὴρ ταύτην προσήκατο οὐ γὰρ τέρπεται πατὴρ υἱοῦ αἵματι, οὐδὲ τὸν Υἱὸν ἄτοπον ᾗ Θεὸν λέγειν ταύτην προσδέξασθαι, εἰ μὴ δύο βούλει λέγειν θεούς, τάχα δὲ καὶ τὸν τρίτον τούτοις προσαριθμεῖν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κατὰ τὴν τῶν λεγομένων τριθεϊτῶν αἵρεσιν· καὶ ὁπότε μή τινος πρὸς τὸν Υἱὸν ἡμῖν ἔδει καταλλαγῆς, οὐδὲ πρὸς τὸν Πατέρα τηνικαῦτα, οὐδὲ πρὸς τὸ Πνεῦμα· ὅτε δὲ πρὸς ἐκεῖνα, τότε καὶ πρὸς τοῦτον· ἀμέριστος γὰρ ᾗ Θεός, καὶ εἷς Θεὸς ἡ Τριάς· καὶ οὐ τὸ μὲν τοῦ ἑνὸς Θεοῦ κατηλλάχθαι τὸ δὲ μὴ κατηλλάχθαι θέμις εἰπεῖν ποτε. Οὔκουν οὐδὲ τὸν Υἱὸν μόνον ἰδίως, οὐδ’ ᾗ Υἱόν, ἀλλ’ ᾗ Θεὸν καὶ κοινῶς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὴν παρ’ ἑαυτοῦ θυσίαν προσδέχεσθαι λέγομεν, καὶ οὕτως ἡμῖν ἐν ἑαυτῷ καταλλάττεσθαι, τὸ παρ’ ἑαυτοῦ προστιθέντες, ὡς τοῦ αὐτοῦ καὶ υἱοῦ ἀνθρώπου λοιπὸν χρηματίζοντος.

Ὅθεν οὐχ ἡμῶν τὸ ἀνόητον, ἀλλὰ σοῦ μᾶλλον κατηγορεῖν δίκαιον· ὅτι μὴ διαστέλλων τὰς τοῦ ἑνὸς Υἱοῦ φύσεις, καθάπερ ἡμεῖς καὶ πρὸ ἡμῶν ἡ μεγάλη τετάρτη Σύνοδος, αὐτὸν ἑαυτῷ κατ’ ἄλλο καὶ ἄλλο φὴς καὶ αὐτὸς καταλλάττεσθαι.

Ἢ οὐδὲ σύ γε αὐτὸς ἑαυτῷ φαίης ἄν ποτε μάχεσθαι, ὅταν σοι τὸν τῆς σαρκὸς νόμον τῷ νόμῳ τοῦ πνεύματος ὁρᾷς ἀντιστρατευόμενον καὶ τὸ φρόνημα ἐναντιούμενον τῷ φρονήματι. Ἐπειδὰν δὲ ταῦτα συμβιβάσαι νουνεχῶς δυνηθῇς καὶ ὑποτάσσεσθαι πείσῃς τὸ χεῖρον τῷ κρείττονι, τηνικαῦτα καὶ σὺ σαυτὸν ἑαυτῷ ἐρεῖς καταλλάττεσθαι. Ὄντως ἂν ἀνόητος εἴης μὴ οὕτω τὰ κατὰ σεαυτὸν κρίνων. Σκόπει δέ σου καὶ τὸ καθ’ ἑξῆς ἐπενθύμημα, ὃ τῆς αὐτῆς ἀνοίας ἐξηρτημένον κατὰ τῶν ὀρθὰ φρονούντων τε καὶ νοούντων δοκεῖς προσφέρειν, ὡς τάχα τὸν Χριστὸν συνδιαιρούντων ταῖς κατ’ αὐτὸν φύσεσι καὶ διχῆ μεριζόντων ἐν τῷ τὴν μὲν λέγειν, τὴν ἐξ ἡμῶν προσληφθεῖσαν, ἔχειν πρὸς ἡμᾶς οἰκείως, τὴν δ’ ἑνωθεῖσαν αὐτῇ θεότητα δεῖσθαι τῆς πρὸς ἡμᾶς διὰ θυσίας καταλλαγῆς. Αἰτιασάμενος γὰρ ὡς ἀνόητον τὸ τὸν Υἱὸν λέγειν αὐτὸν ἑαυτῷ διὰ τῆς θυσίας καταλλάττεσθαι, προστίθης καὶ ταῦτα τῷ αἰτιάματι·

Ἢ τὴν μὲν προσληφθεῖσαν ἐξ ἡμῶν φύσιν ἔχειν πρὸς ἡμᾶς οἰκείως, τὴν δ’ ἑνωθεῖσαν αὐτῇ θεότητα δεῖσθαι τῆς πρὸς ἡμᾶς διὰ θυσίας καταλλαγῆς; ἤ, κατὰ Παῦλον εἰπεῖν, μεμέρισται ὁ Χριστός, ὡς εἶναι τὸ μὲν φίλον αὐτῷ, τὸ δὲ ἀντίθετον; Σύνες τί λέγεις σοφώτατε. Τί ἀποφαίνῃ κατὰ σαυτοῦ; Τὸ μὴ διαιρεῖν τὰς δύο τοῦ Χριστοῦ φύσεις, ὡς τῇ μὲν νέμειν τὰ θεοπρεπῆ προτερήματα, τῇ δὲ τὰ καθ’ αὑτὴν ἐλαττώματα ἀλλὰ τοὺς οὕτω διαιροῦντας, τούτους καὶ τὸν Χριστὸν συνδιαιρεῖν ἀποφαίνεσθαι, τῶν συγχυτῶν ἢ καὶ φαντασιαστῶν ἐστιν αἵρεσις, οἳ τὴν τετάρτην οἰκουμενικὴν οὐ δέχονται Σύνοδον, οὐδὲ τὰς μετ’ αὐτὴν ἀκολούθους αὐτῇ Σεβῆροι τὴν ἀπόνοιαν ταύτην νοσοῦσι καὶ Εὐτυχεῖς καὶ Διόσκοροι καὶ ὅσος σὺν αὐτοῖς αἱρετικῶν ἐσμὸς παρὰ τῶν ἱερῶν Συνόδων ὑπεβλήθη τῷ ἀναθέματι.

Οὔμενουν οὐδὲ τὸ μεμέρισται ὁ Χριστὸς κατὰ τῶν τὰς φύσεις τοῦ Χριστοῦ διαιρούντων τῷ Ἀποστόλῳ προφέρεται κατὰ τὴν σὴν παρανόησιν καὶ παράχρησιν, ἀλλὰ κατὰ τῶν ἀπ’ ἀλλήλων διασχιζόντων καὶ τοὺς ἕνα Χριστὸν κηρύσσοντας Ἀποστόλους καὶ διδασκάλους αὐτῶν ἄλλους ἄλλων ἰδιουμένων ἐν τῷ λέγειν, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ· καὶ οὕτω, τό γε εἰς αὐτοὺς ἧκον, διαιρούντων τὸ Χριστοῦ κήρυγμα καὶ Χριστὸν αὐτὸν μεριζόντων τε καὶ τεμνόντων ἐν τῷ δοκεῖν, ὡς ἔοικεν, αὐτοὺς ἄλλον εἶναι καὶ ἄλλον τὸν παρὰ τοῦ Παύλου καὶ τοῦ Κηφᾶ καὶ τοῦ Ἀπολλὼ κηρυττόμενον, πρὸς τοὺς τοιούτους ἀποτεινόμενος ὀνειδιστικῶς ἢ γοῦν ἐντρεπτικῶς ὁ Ἀπόστολος λέγει τὸ μεμέρισται ὁ Χριστός. Σὺ δὲ πῶς τοῦτο προφέρεις κατὰ τῶν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν τηρούντων ἐν δυσὶ ταῖς συνελθούσαις εἰς μίαν ὑπόστασιν φύσεσι, καὶ τῇ μὲν προσφέρειν τῇ δὲ προσδέχεσθαι λεγόντων; οὕτω δὲ καὶ καταλλάττεσθαι αὐτὸν ἑαυτῷ, εἰ μὴ προφανῶς τὰς δύο φύσεις ἀρνῇ, καὶ ἢ συγχεῖς ταύτας μετὰ τὴν ἕνωσιν, ἢ τὴν μίαν τελείως ἐκβάλλεις, φαντασίαν νομίζων τὴν ἀληθινὴν ἐνανθρώπησιν. Οὕτω δὲ πανταχόθεν αὐτὸς τὰ τῶν αἱρετικῶν φρονεῖν ἀλισκόμενος, καὶ πάλιν πρὸς τὴν συνήθη σοι καταφεύγεις συκοφαντίαν, καὶ ταῦτα λέγειν τὸν ἀντίθετον αὐτὸς λέγεις·

Ἀλλ’ εἴπερ, φησί, τὸ τῷ Πατρὶ προσαγόμενον διὰ τοῦ Θεοῦ Λόγου προσάγεται· Οὐδείς, γάρ φησιν, ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ· πῶς ἐνῆν προσενηνέχθαι τὴν θυσίαν ταύτην, μὴ πρότερον τῇ τοῦ μονογενοῦς προσενεχθεῖσαν θεότητι; Εἶθ’ ὡς πρὸς σαθρὰν ἐπίτηδες οὕτω σοι πλασθεῖσαν ἀντίθεσιν, ἵνα δόξῃς γενναιότερον κειμένῳ τῷ ἀντιπάλῳ ἐπιπηδῶν, ἀντεπάγεις. Οὐχ ἡ τοῦ Λόγου θεότης, ὦ οὗτος, ἐν ταῖς πρὸς τὸν Πατέρα προσαγωγαῖς ἐμεσίτευσεν, ἀλλ’ αὐτὸς ὁ θεάνθρωπος Λόγος, χρηματίσας κατὰ τὴν προσληφθεῖσαν φύσιν ἀρχιερεύς, καὶ τότε τὸ οἰκεῖον αἷμα προσαγαγών, καὶ νῦν τοὺς σωζομένους δι’ αὐτοῦ τῷ Πατρὶ προσάγων, ἵνα θεώσῃ τῇ χάριτι· τοῦτο γὰρ τῆς προσαγωγῆς τὸ τέλος. Ἀλλ’ ἴσως οὐχ οὕτως ἀνόητος ὁ ἀντίθετος, ὦ γενναῖε σύ, ὡς τὸν θεάνθρωπον Λόγον ἢ καὶ τὸν Λόγον ἁπλῶς ὑπόστασιν ὄντα δεῖξαι προθέμενος, τὴν προσαγομένην θυσίαν σὺν τῷ Πατρὶ θεοπρεπῶς προσδεχόμενον, ἐν τῇ ἀποδείξει μὴ μόνον ἀντὶ τῆς ὑποστάσεως τοῦ Λόγου τὴν τούτου φύσιν, τὴν θεότητα μεταλαβεῖν, ἀλλὰ καὶ ταύτῃ πρότερον προσαχθῆναι τὴν θυσίαν εἰπεῖν, ἵνα μὴ καθ’ αὑτὴν μόνον ἡ τοῦ μονογενοὺς φύσις διαλλάττουσα προσλογισθῇ, ἀλλὰ καὶ χρόνου προσδεηθῇ, ὅσος ὁ μεταξὺ τοῦ πρότερον καὶ τοῦ ὕστερον, καθ’ ὃν ἂν ἐξ ἑαυτῆς εἰς τὸν Πατέρα διαβιβάσῃ. Ἆρ’ οὐ γελοῖα ταῦτα παντάπασι καὶ σαφῶς παίδων ἀνοήτων ἀθύρματα; Εἶεν.

Ἀλλὰ σὺ τούτοις ἀντιταττόμενος, τὸ μὲν μὴ τὴν τοῦ Λόγου θεότητα μεσιτεύειν ἐν ταῖς πρὸς τὸν Πατέρα προσαγωγαῖς, ἀλλ’ αὐτὸν τὸν θεάνθρωπον Λόγον ὀρθῶς ἀποφαίνῃ· τὸν δὲ μεταξὺ χρόνον τῆς τε πρὸς τὸν Υἱὸν πρότερον καὶ τῆς μετὰ ταύτην πρὸς τὸν Πατέρα προσαγωγῆς πῶς παρατρέχεις; ἢ δῆλον, ὅτι σὺ μᾶλλον προΐστωρ τούτου τοῦ δόγματος, τοῦ χρόνον μέσον τοῦ Πατρὸς παρεισάγειν καὶ τοῦ Υἱοῦ, ὅπερ οὐκ ἄν τις ὀρθὰ φρονῶν παραδέξαιτο. Εἶτα δὲ καὶ διδάσκειν θέλεις, ἅπερ αὐτὸς οὐκ ἐπίστασαι· Μάθοις δ’ ἄν, λέγων, καὶ ἐκ τῆς κατὰ τὸν τύπον θυσίας, ὃ λέγομεν. Τέσσαρά τινα περὶ τὴν ἐν τύπῳ θυσίαν ἐθεωρεῖτο, προσαγωγή, καθιέρωσις, ἀναγωγή, ἀφοσίωσις. Προσήγετο μὲν γὰρ ὁ ἀμνὸς καθιερωθησόμενος, καθιερωμένου δὲ οἱ, τὸ αἷμα εἰς τὰ τῶν ἁγίων ἀνήγετο ἅγια, ἀνηγμένον δὲ καὶ προσχεθὲν ἀφωσίωτο.

Ὥσπερ οὖν οὐκ ἔστι λέγειν προσάγεσθαι τὸν ἀφωσιωμένον ἤδη καὶ ἡνωμένον, οὕτως οὐδὲ τὸ τοῦ Σωτῆρος αἷμα, τῆς αὐτοῦ θεότητος ἀχώριστον ὄν, ἔνεστι λέγειν τῇ κατάκρας ἡνωμένῃ φύσει προσάγεσθαι· ἐπαγγειλάμενος διδάξειν ἐκ τῆς κατὰ τὸν τύπον θυσίας τὸ παρ’ αὐτοῦ λεγόμενον, ὅπερ ἦν τὸ τὸν θεάνθρωπον Λόγον τὸ οἰκεῖον αἷμα, τὴν ἀληθινὴν δηλαδὴ θυσίαν, τῷ Πατρὶ μόνῳ προσενεγκεῖν, μὴ μέντοι καὶ ἑαυτῷ, τοῦτο μὲν οὐ ποιεῖ, εἶθ’ ὡς ἐπιλελησμένος τῆς ὑποσχέσεως, εἴτε μὴν ὡς τὸν ἐντεῦθεν ἀναφαινόμενον ἔλεγχον προϊδόμενος καὶ φεύγων ἐπίτηδες· πρόδηλον γὰρ ὡς καὶ ἡ τυπικὴ θυσία οὐ τῷ Πατρὶ προσάγεσθαι μόνῳ νενομοθέτητο, ἀλλ’ ἁπλῶς τῷ Θεῷ, τῷ τρισαγίῳ Κυρίῳ κατὰ τὴν ἐν Ἡσαΐᾳ σεραφικὴν ὑμνῳδίαν, ᾧ καὶ Δαβὶδ προσφέρειν τὰς θυσίας προτρέπεται, Ἐνέγκατε τῷ Κυρίῳ, λέγων, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν· υἱοὺς Θεοῦ τοὺς ἱερεῖς ὀνομάζων, κατὰ τό, Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· οὕτω δὲ τοῦτο παρεὶς τέσσαρά τινα καταλέγει περὶ τὴν τυπικὴν θυσίαν τελούμενα, προσαγωγήν, καθιέρωσιν, ἀναγωγήν, ἀφοσίωσιν, οὐκ οἶδα πόθεν τὴν διαίρεσιν τούτων ἐξευρηκώς· ὀνόματα μὲν γὰρ εἶναι τέσσαρα ταῦτα δοίη τις ἄν, πράγματα δὲ οὐχί. Τί γάρ ἐστιν ἕτερον ἡ τοῦ ἀμνοῦ θυσία ἢ καὶ καθιέρωσις καὶ προσαγωγὴ καὶ ἀναγωγὴ καὶ ἀφοσίωσις;

Ἀνάγεται γὰρ αὐτόθεν ἅπαν τὸ προσαγόμενον εἰς τὸ θεῖον θυσιαστήριον, ἅμα δὲ καὶ ἀφοσιοῦται. Εἰς τί σοι λοιπόν, ὦ βέλτιστε, συντελεῖ πρὸς τὴν προκειμένην διδασκαλίαν ἡ κενὴ αὕτη λεπτολογία, μᾶλλον δὲ εἰπεῖν περιττολογία; Ὅτι φησίν, ὥσπερ οὐκ ἔστι λέγειν προσάγεσθαι τὸν ἀφωσιωμένον ἤδη καὶ ἡνωμένον, οὕτως οὐδὲ τὸ τοῦ Σωτῆρος αἷμα, τῆς αὐτοῦ θεότητος ἀχώριστον ὄν, ἔνεστι λέγειν τῇ κατάκρας ἡνωμένῃ φύσει προσάγεσθαι. Τίνα δὴ τοῦτον φής, ὦ οὗτος, τὸν ἀφωσιωμένον ἤδη καὶ ἡνωμένον, ἢ δηλαδὴ τὸν τυπικὸν ἐκεῖνον ἀμνὸν ἢ κριὸν ἢ ὅ τί ποτε ἦν τὸ θυόμενον;

Ἆρ’ οὖν τὸ τυθέν, εἴτουν ἀφωσιωμένον ἤδη, κατὰ δὲ φάναι, τοῦτο καὶ ἥνωτο τῷ ᾧ τέθυτο; Καὶ πῶς οὐκ ἄλογον τοῦτο λέγειν ἢ καὶ διανοεῖσθαι περὶ Θεοῦ, εἴτε τοῦ Πατρὸς μόνου, εἴτε καὶ τοῦ Υἱοῦ; Περὶ μὲν γὰρ δαιμόνων, μάλιστα τῶν ὑλαίων, εἰκότως ἂν λέγοιτο Χαίρειν γὰρ τούτους ταῖς ἐκ τῶν θυσιῶν κνίσσαις φησὶν ὁ μέγας Βασίλειος, καθὸ καὶ τρέφεσθαι τὴν οὐσίαν αὐτῶν ἐκ τῶν ἀναδιδομένων ἐκεῖθεν ἀτμῶν, καὶ ἄλλους ἄλλοις οἰκείως ἔχειν, οἷς καὶ μᾶλλον ἐφήδεσθαι, Θεῷ δὲ τῷ πάντη ἀΰλῳ καὶ ἀσωμάτῳ, τῷ ἀναυξεῖ, τῷ ἀνενδεεῖ, τῷ ἀτρέπτῳ, τῷ ἀκηράτῳ, τῷ πλήρει, μᾶλλον δὲ ὑπερπλήρει, καθὸ καὶ πάντα πληροῦν αὐτὸς λέγεται, Μὴ οὐχὶ τὸν οὐρανόν, γάρ φησι, καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; καὶ πρὸς τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· καί, Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι; καὶ διὰ Ἡσαΐου· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· καὶ πάλιν Ἡσαΐας περὶ αὐτοῦ ἀποφαίνεται·

Οὐ πεινάσει οὐδὲ κοπιάσει· τούτῳ γοῦν πῶς ἔνεστι λέγειν ἡνωμένον τὸ τεθυμένον, εἴτουν ἀφωσιωμένον, κατὰ τὸν σὸν ἀλογώτατον λόγον; ἤ που καὶ πρὸ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως σεσωματῶσθαι φὴς αὐτὸς τὸν Θεόν, καθὸ καὶ τροφῆς δεῖσθαι καὶ τὰς θυσίας αἰτεῖν, ὡς εἰς αὐτὸν ἀναγομένας καὶ ἑνουμένας αὐτῷ. Τίς ποτε τοιαύτην ἐρεσχελίαν ἠρεύξατο; Ἀλλὰ τὸ μὲν λέγειν ἡνωμένον τὸ καθωσιωμένον ἤδη καὶ τεθυμένον Θεῷ, πρινὴ καὶ τὸν Λόγον διὰ σαρκὸς ἡμῖν ἑνωθῆναι, οὕτως ἄτοπον ὄν, ἐάσθω.

Ἴδωμεν δὲ λοιπὸν εἰ ὡς περὶ τῆς ἐν τύπῳ θυσίας οὐκ ἔστιν εἰπεῖν τὸ καθωσιωμένον ἤδη καὶ τετελεσμένον, ὅπως ποτὲ ἔτι τελεῖσθαι, ἢ ὡς αὐτὸς φὴς προσάγεσθαι, τάχα γὰρ καὶ αὐτὸς συνιείς, ὡς οὐδὲν διαφέρει ἀφοσιοῦσθαι εἰπεῖν ἢ προσάγεσθαι, ὡς ἄρα μηδὲ τῆς ἀφοσιώσεως ἄλλο τι παρὰ τὴν προσαγωγὴν οὔσης· οὕτω καὶ περὶ τῆς ἀληθινῆς θυσίας τοῦ αἵματος τοῦ Σωτῆρος, ὅπερ εἰ καὶ ἥνωται τῇ τούτου θεότητι καὶ ταύτης ἀχώριστόν ἐστι κατὰ τὴν μίαν ὑπόστασιν, ὅμως οὔπω πρὸ τοῦ σταυροῦ τέθυτο, οὐκ ἔστιν εἰπεῖν τοῦτο προσάγεσθαι κατὰ τὸν σὸν παραλογισμόν, εἰ μή πω προσῆκται, πῶς ἀπαγορεύεις τὸ λέγειν τοῦτο προσάγεσθαι; ἢ βούλει καὶ αὐτὸς κατὰ Πέτρον, οὔπω τάχα συνιέντα τοῦ μυστηρίου τὴν δύναμιν, καὶ διὰ τοῦ εἰπεῖν, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ πάθος ἀπαγορεύσαντα, ἐπιτιμηθῆναι καὶ ὕπαγε ὀπίσω μου σατανᾶ παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι; Ὁρᾷς ὅπως ἀγνοεῖς, ἃ διδάξειν ἐπήγγελσαι; ὁρᾷς ὅπως εἰς οὐδέν σοι προῆκται χρήσιμον ἡ τῶν τεσσάρων ὀνομάτων διαίρεσις;

ὅπως οὐχ ὥσπερ ἐπὶ τῆς τυπικῆς θυσίας καὶ νομικῆς οὐκ ἔστι λέγειν προσάγεσθαι τὸ ἀφωσιωμένον ἤδη, οὕτως ἐπὶ τῆς ἀληθινῆς τε καὶ κατὰ χάριν ἀπηγόρευται τὸ λέγειν τὸ μήπω πρὸ τοῦ πάθους προσηγμένον αἷμα προσάγεσθαι· ἀλλὰ πάντα διαπίπτει σοι τὰ προβλήματα καὶ εἰς τοὐναντίον ἅπαν περιτρέπεται· μᾶλλον γάρ ἐστι μὴ μόνον λέγειν, ἀλλὰ καὶ εὐχῆς ἀξιοῦν καὶ τότε καὶ νῦν· τότε μὲν τὴν ἐφάπαξ προσαγωγὴν τοῦ σωτηρίου αἵματος, ἥτις καὶ πρὸ καταβολῆς κόσμου προώριστο, νῦν δὲ τὸν διηνεκῆ τούτου καὶ δι’ αἰῶνος ἐμφανισμὸν εἰς τὸ ἄνω θυσιαστήριον, ἵν’ ἔχωμεν δι’ αὐτοῦ τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.

Εἰ δὲ τὸ πρὸς ἡμᾶς ἐφάπαξ γεγενημένον οὐ θέμις οὕτω χρονικῶς λέγειν καὶ τῷ Θεῷ ἐμφανίζεσθαι, ὡς ἐφάπαξ γεγενημένον καὶ πεπαυμένον ἤδη τοῦ ἐνεργεῖσθαί τε καὶ ἐνεργεῖν τὸ οἰκεῖον, ἀλλ’ αἰώνια καὶ ἄπαυστα πάντα ἐκεῖ παρίστανται· οὐδὲ γὰρ τὸ μὲν παρῆλθε καὶ οὐκέτι ἐστί, τὸ δὲ μέλλει καὶ οὔπω ἐστί, τὸ δὲ ἐν τῷ νῦν γίνεσθαι παραρρέον ἔχει τὸ εἶναι, καὶ οὐδὲν μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν, ἀλλ’ ὁ αἰὼν ἀθρόα συλλαβὼν ἔχει ἅπαντα· διὸ καὶ τὰ νῦν ἐν χρόνῳ γινόμενα παρ’ ἡμῶν, τότε διαιωνίως ἡμῖν ἔσονται παριστάμενα κατὰ πρόσωπον, καὶ αἰωνίαν ἐντεῦθεν οἴσομεν ἢ τὴν ζωὴν ἢ τὴν κόλασιν κατ’ ἀξίαν τῶν πεπραγμένων· τί κωλύει καὶ τὸ ὑπὲρ ἡμῶν ἐνταῦθα τετελεσμένον ἐφάπαξ σωτήριον, ἐκεῖ δὲ διαιωνίως ἐμφανιζόμενον, ᾗ φησι Παῦλος, τῷ προσώπῳ τοῦ Θεοῦ, λέγειν καὶ διαιωνίως τελούμενον, καθὸ καὶ λύτρωσιν αἰωνίαν ἡμῖν χαρίζεσθαι;

Εἰ καὶ προσῆχθαι τοίνυν ἐφάπαξ πρὸς αἴσθησιν λέγεται τὸ ὑπὲρ ἡμῶν θεῖον σφάγιον, ἀλλὰ καὶ διαιωνίως νοοῖτ’ ἂν εἰκότως καὶ λέγοιτο προσάγεσθαι τῷ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, καὶ οὕτως ἡμῖν καὶ τὴν αἰωνίαν βραβεύειν λύτρωσιν, δεῖγμα τῆς αἰωνίου ταύτης προσαγωγῆς τὸ παρ’ ἡμῶν ἐνταῦθα καθ’ ἑκάστην τελούμενον τῆς ἱερουργίας μυστήριον, κατὰ τὴν θείαν τοῦ Σωτῆρος παράδοσιν, τοσοῦτον μόνον ἐκείνης ἀπέχον, ὅσον ἡ πρώτη καὶ τοῦτο τυποῦσα σκηνὴ τῆς δευτέρας, εἰς ἣν πρώτην, ὡς καὶ ὁ θεῖος ὑφηγεῖται Παῦλος, διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰ καὶ σὲ τοῦτο διέλαθε τὸν διδάσκειν ἄλλους ἐπαγγελλόμενον. Οὐ γὰρ εἰς τὴν πρώτην εἶπας σκηνήν, ἥτις ἐκαλεῖτο ἅγια, τὸ τοῦ κριοῦ αἷμα ἀνάγεσθαι, εἰς ἣν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες κατὰ τὴν ὑφήγησιν Παύλου, ἀλλ’ εἰς τὰ ἅγια τῶν ἁγίων, ἅπερ ἦν ἡ δευτέρα σκηνή, εἰς ἣν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσήει, τοῦτ’ αὐτὸς οἴκοθεν καινοτομήσας ὡς τάχα Παύλου σοφώτερός τε καὶ ἀκριβέστερος τῶν θείων ὑφηγητής, καὶ εἰς τέταρτον ὑπεραρθεὶς οὐρανὸν κἀκεῖθεν μυηθεὶς τὰ ἀπορρητότερα. Τί ἔτι;

Οὐ τῇ φύσει φὴς τοῦ Πατρός, τῇ δὲ ὑποστάσει τὸ θῦμα προσάγεσθαι, ὡς καὶ τὸν προσάγοντα προσάγειν ὑποστατικῶς, καὶ τὸν δεχόμενον ὑποστατικῶς ὑποδέχεσθαι· διό σοι καὶ διχῶς ἁμαρτάνειν δοκεῖ τὸν ἀντίδοξον, ἀπομερίζοντα μέν, τό γε εἰς αὐτὸν ἧκον, καὶ τὴν ἀμέριστον φύσιν, παρέχοντα δὲ καὶ ταῖς φύσεσι τὰ τῶν ὑποστάσεων ἰδιώματα. Καὶ μὴν αὐτὸς ἀπελήλεγξαι τὰ δύο ταυτὶ πλημμελῶν ἁμαρτήματα, τήν τε φύσιν ἀδιαφόρως ἀντὶ τῆς ὑποστάσεως ἐκλαμβάνων, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ τὴν ἀμέριστον φύσιν Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος μερίζων καὶ ἀποτέμνων ἐν τῷ λέγειν μὴ τῇ ὅλῃ θεότητι, ἤτοι τῷ Θεῷ, ἀλλὰ τῷ Πατρὶ μόνῳ τὸ θῦμα προσάγεσθαι, καὶ ἀποστερεῖν οὕτω τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τῆς ὡς Θεῷ ὀφειλομένης ἑκατέρῳ τιμῆς. Εἰπὲ γὰρ πρὸς αὐτοῦ τοῦ Θεοῦ, τίνι προσεκρούσαμεν ἁμαρτήσαντες; Πότερον τῷ Πατρὶ μόνῳ ἢ ἁπλῶς τῷ Θεῷ; Τίνος παρέβημεν ἐντολήν; οὐχὶ τοῦ Θεοῦ; ἢ τοῦ Πατρὸς μόνου; τοῦ Θεοῦ πάντως. Τούτῳ τοίνυν καὶ τὴν ἀναιρέτιν τῆς ἁμαρτίας θυσίαν ὀφείλομεν, τοῦτον τιμῆσαι, τοῦτον δοξάσαι, ὃν διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἠτιμάσαμεν, τὸν ἐν τριάδι ἕνα Θεόν. Τοῦτο γέγονε διὰ τῆς ὑπὲρ ἡμῶν προσαχθείσης θυσίας τοῦ ἀμνοῦ τοῦ Θεοῦ, κατὰ τὴν τοῦ Λόγου φωνήν, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου.

Διὸ καὶ πρὸς τὸ πάθος ἐρχόμενος ὁ Σωτὴρ ἔλεγε· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ· ὡς ἂν εἰ ἔλεγε, νῦν περιαιρεῖται τὸ τῆς ἀνθρωπίνης ἁμαρτίας κατάκριμα· νῦν ἡ ἐκ τῆς παραβάσεως ἀτιμία εἰς δόξαν τῷ Θεῷ ἀντιστρέφεται· νῦν ἄνθρωπος τοῦτο γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἡ διὰ τῆς παραβάσεως τὸν Θεὸν ἀτιμάσασα κἀντεῦθεν αὐτὴ μᾶλλον ἀτιμασθεῖσα φύσις, τῆς τοιαύτης ἀτιμίας διὰ τῆς νῦν τελουμένης θυσίας, αὐτῆς ἀναιρουμένης, δοξάζεται· ὁ δ’ αὐτὸς υἱὸς τοῦ ἀνθρώπου καὶ Θεὸς ὢν δοξάζεται ἐν αὐτῷ, ὡς Θεὸς τὴν ἀνθρωπίνην θυσίαν δεχόμενος, οὐ μόνος, ἀλλὰ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· οὐ γὰρ εἶπεν ὁ υἱὸς τοῦ Θεοῦ, οὐδὲ κατὰ σὲ ὁ Πατήρ μου μόνος, ἀλλ’ ἁπλῶς ὁ Θεός. Εἰ καὶ πρόσωπον τοίνυν τῆς Τριάδος ἓν ὁ τὴν θυσίαν προσάγων Υἱός, ἀλλ’ οὐχὶ καὶ ὑπὲρ ἑνὸς προσώπου, ἀλλ’ ὑπὲρ ὅλης καὶ ὡς ἐξ ὅλης προσάγει ταύτην τῆς ἀνθρωπότητος, ἣν καὶ ὅλην προσειληφέναι πιστεύεται, ἵνα καὶ ὅλην σώσῃ· οὔτε μὴν ἑνὶ τῆς Τριάδος προσώπῳ, ἀλλ’ ὅλῃ τῇ τριαδικῇ προσάγει θεότητι, καὶ δέχεται ταύτην καὶ αὐτὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, καὶ συνδοξάζεται τούτοις ἐν ἑαυτῷ, ὡς δηλοῖ καὶ τὰ ἐπαγόμενα τοῦ Σωτῆρος ῥήματα. Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ αὐτὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ.

Οὔτε οὖν ὑποστατικῶς ἁπλῶς προσάγει ὁ προσάγων ὑπὲρ ὅλης τῆς φύσεως, οὔθ’ ὁ δεχόμενος ὑποστατικῶς δέχεται, ἐπεὶ καὶ πᾶσα θυσία κατὰ τὸν νόμον οὐ τῷδέ τινι τῶν προσώπων, ἀλλ’ ἁπλῶς τῷ Θεῷ προσάγεσθαι νενομοθέτητο· καὶ ὁ Προφήτης, Θῦσον τῷ Θεῷ, φησί· καὶ Ἐνέγκατε τῷ Κυρίῳ· σὺ δὲ μὴ οὕτω φρονῶν, ἅπερ αἰτιᾷ τὸν ἀντιδοξοῦντά σοι, κατὰ σαυτοῦ στρέφεις, διχῶς ἁμαρτάνων, ὡς εἴρηται, τήν τε φύσιν ἀδιαφόρως πανταχοῦ παραλαμβάνων ἀντὶ τῆς ὑποστάσεως, καὶ τὴν ἀμέριστον φύσιν ἀπομερίζων ἐν τῷ τὸν Θεὸν Λόγον ἀποστερεῖν τῆς ὡς Θεῷ ὀφειλομένης αὐτῷ τιμῆς. Οἷος δέ σοι καὶ ὁ λοιπὸς καὶ τελευταῖος παραλογισμὸς διαπλέκεται. Ὡς γὰρ δή τινος μὴ τὸν Λόγον, ἀλλὰ τὴν τοῦ Λόγου θεότητα σεσαρκῶσθαι λέγοντος· ἢ μή ποτε καὶ ταύτην αὐτὸς οἴκοθεν λαμβάνεις τὴν πρότασιν, καὶ ταύτῃ τὴν ὀρθῶς προφερομένην ἐπισυνάπτων, ὅτι ἡ αὐτὴ θεότης κοινή ἐστι καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι· ἐκ τούτων συμπεραίνεις ἀδύνατον, τὸ ἀνάγκη καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα σεσαρκῶσθαι λέγειν. Ὅτι μὲν οὖν ἡ θεότης μία καὶ ἡ αὐτὴ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, οὐδεὶς τῶν ὀρθοδόξων ἀντιδοξεῖ, ὅτι δὲ καὶ ἡ θεότης τοῦ Λόγου σεσάρκωται, νῦν πρώτως ἀκούω σου λέγοντος.

Ἐγὼ δ’ οὐ συντίθημι, εἴτε σὸς τοῦτο λόγος, εἴθ’ ἑτέρου τινός, τὸν Λόγον σάρκα γενέσθαι παρὰ τοῦ Θεολόγου μαθών, καὶ Θεὸν εἶναι τὸν Λόγον, οὐχὶ θεότητα, διαφέρειν δὲ Θεὸν εἰπεῖν ἢ θεότητα, καὶ παρὰ τῆς κοινῆς ἐννοίας δεδιδαγμένος· τὴν μὲν γὰρ εἶναι φύσιν, εἴτουν ὕπαρξιν Θεοῦ, τὴν θεότητα, Θεὸν δὲ φυσικὸν ὄνομα καὶ κοινὸν τῶν αἷς ἡ φύσις ἐνθεωρεῖται προσωπικῶν ὑποστάσεων· καὶ τὴν μὲν μίαν καὶ ἀδιαίρετον, τὸν δὲ κατὰ τὴν φύσιν μὲν ἀδιαίρετον, διαιρετὸν δὲ κατὰ τὰ πρόσωπα. Εἰ τοίνυν οὐ σὸς ὁ λόγος τὸ σεσαρκῶσθαι τὴν τοῦ Λόγου θεότητα, τοῦτό σοι καὶ μόνον τὴν ἀρχὴν διαστείλαντι· τὸ τὸν Λόγον ἄλλο τι εἶναι παρὰ τὴν θεότητα τὴν ἐνθεωρουμένην αὐτῷ, καὶ τοῦτον εἰπόντι καὶ σαρκωθῆναι καὶ σταυρωθῆναι κατὰ τὴν ἄνωθεν ἡμῶν πατροπαράδοτον ὁμολογίαν τῆς πίστεως, καὶ τἄλλα παθεῖν καὶ ἀποθανεῖν τῇ τῆς σαρκὸς φύσει, καὶ οὕτως αὐτὸν ὡς ἄνθρωπον παρ’ ἑαυτοῦ ὡς ἀρχιερέως τῷ Θεῷ τυθῆναι, τῷ Πατρὶ καὶ ἑαυτῷ καὶ τῷ Πνεύματι, καὶ τῇ θεϊκῇ δυνάμει τριήμερον ἀναστῆναι καὶ ἀρχηγὸν τῆς ἡμῶν ἀναστάσεως καὶ παλινζωΐας γενέσθαι· ἤρκει πᾶσαν περιελεῖν ἀντιλογίαν τῷ, εἴ πού τις ἦν, ἀντιδοξοῦντι· καὶ οὕτως οὔτ’ ἂν αὐτὸς εἶχες, οὔθ’ ἡμῖν παρεῖχες πράγματα καὶ πολυλογίας ἀφορμάς, ἀφ’ ἧς οὐκ ἔστιν ἁμαρτίαν ἐκφεύξεσθαι τὸν μὴ πάντη θεόθεν φρουρούμενον. Ἀλλὰ καὶ νῦν εἰ μὴ πεισμονῇ στέργεις;

ἥτις οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, εἰ μὴ ζητεῖς ἰδίαν στῆσαι δικαιοσύνην, ἀλλ’ εὐμενῶς τὸν λόγον δεξάμενος, οὐχ ὡς παρ’ ἡμῶν οὐδὲν γὰρ τῶν εἰρημένων ἡμέτερον, ἀλλ’ ὡς παρὰ τῶν ἁγίων Πατέρων καὶ τοῦ ἐν ἐκείνοις λαλήσαντος Πνεύματος καὶ τὴν ὀρθοδοξίαν κυρώσαντος, παραιτήσῃ μὲν τὸ κακεντρεχὲς τῆς ἰδιορρυθμίας θέλημα, ἀποστήσῃ δὲ τῆς ἀκαίρου καὶ περιττῆς ἐνστάσεως, εἰ μὴ πρὸς τὸν ἔλεγχον διαταραχθῇς, ἀλλ’ ἀγαπήσεις ὡς τῷ ὄντι σοφὸς τὸν ἐλέγξαντα, καὶ λαβὼν ἀφορμὴν γένῃ σοφώτερος, δεῦρο δὴ καταλλαγῶμεν ἀλλήλοις καὶ παρακαλῶ δῶμεν συγγνώμην· μὴ μόνον θέλωμεν καλεῖσθαι διδάσκαλοι· καταδεξώμεθα τὴν μαθητείαν τοῦ Πνεύματος· μὴ πάντοτε νικᾶν θέλωμεν· μὴ ἐπαισχυνώμεθα τὴν ἧτταν ὁμολογεῖν, εἴποτε τοῦ καλῶς ἡττᾶσθαι καιρός· ἀποθώμεθα τὴν φαρισαϊκὴν ἀλαζονείαν· μὴ κατακρίνειν ἀλλήλους σπουδάζωμεν· τοῦ παραινοῦντος ἀκούσωμεν· Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν· ἐξαγορεύσωμεν τῷ εἰδότι τὰ κρύφια· συγγνώμην αἰτήσωμεν παρ’ αὐτοῦ, προβαλλόμενοι τῆς φύσεως ἡμῶν τὸ εὐόλισθον, ὅτι λογισμοὶ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι, καὶ πάντως συγγνώσεται, καὶ πάντως, ἐλεήμων ὢν καὶ διαφερόντως φιλάνθρωπος, ἰδὼν τὴν ἡμῶν ταπείνωσιν καὶ τὸν κόπον, ἀφήσει μετὰ τῶν ἄλλων πολλὰ γὰρ καθ’ ἑκάστην πταίομεν καὶ τὸ τῆς γλωσσαλγίας φείδομαι γὰρ εἰπεῖν βλασφημίας πλημμέλημα.

Ναί, φιλάνθρωπε Σῶτερ, ἄφες ἡμῖν πάσας τὰς ἁμαρτίας ἡμῶν. Ναί, Χριστὲ ὁ Θεός, γένοιτο, γένοιτο. 7.