Ὥσπερ οὖν οὐκ ἔστι λέγειν προσάγεσθαι τὸν ἀφωσιωμένον ἤδη καὶ ἡνωμένον, οὕτως οὐδὲ τὸ τοῦ Σωτῆρος αἷμα, τῆς αὐτοῦ θεότητος ἀχώριστον ὄν, ἔνεστι λέγειν τῇ κατάκρας ἡνωμένῃ φύσει προσάγεσθαι· ἐπαγγειλάμενος διδάξειν ἐκ τῆς κατὰ τὸν τύπον θυσίας τὸ παρ’ αὐτοῦ λεγόμενον, ὅπερ ἦν τὸ τὸν θεάνθρωπον Λόγον τὸ οἰκεῖον αἷμα, τὴν ἀληθινὴν δηλαδὴ θυσίαν, τῷ Πατρὶ μόνῳ προσενεγκεῖν, μὴ μέντοι καὶ ἑαυτῷ, τοῦτο μὲν οὐ ποιεῖ, εἶθ’ ὡς ἐπιλελησμένος τῆς ὑποσχέσεως, εἴτε μὴν ὡς τὸν ἐντεῦθεν ἀναφαινόμενον ἔλεγχον προϊδόμενος καὶ φεύγων ἐπίτηδες· πρόδηλον γὰρ ὡς καὶ ἡ τυπικὴ θυσία οὐ τῷ Πατρὶ προσάγεσθαι μόνῳ νενομοθέτητο, ἀλλ’ ἁπλῶς τῷ Θεῷ, τῷ τρισαγίῳ Κυρίῳ κατὰ τὴν ἐν Ἡσαΐᾳ σεραφικὴν ὑμνῳδίαν, ᾧ καὶ Δαβὶδ προσφέρειν τὰς θυσίας προτρέπεται, Ἐνέγκατε τῷ Κυρίῳ, λέγων, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν· υἱοὺς Θεοῦ τοὺς ἱερεῖς ὀνομάζων, κατὰ τό, Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· οὕτω δὲ τοῦτο παρεὶς τέσσαρά τινα καταλέγει περὶ τὴν τυπικὴν θυσίαν τελούμενα, προσαγωγήν, καθιέρωσιν, ἀναγωγήν, ἀφοσίωσιν, οὐκ οἶδα πόθεν τὴν διαίρεσιν τούτων ἐξευρηκώς· ὀνόματα μὲν γὰρ εἶναι τέσσαρα ταῦτα δοίη τις ἄν, πράγματα δὲ οὐχί. Τί γάρ ἐστιν ἕτερον ἡ τοῦ ἀμνοῦ θυσία ἢ καὶ καθιέρωσις καὶ προσαγωγὴ καὶ ἀναγωγὴ καὶ ἀφοσίωσις;