Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Ζ΄ (Α΄ μέρος): Ανασκευή του λατινικού δόγματος περί εκπορεύσεως του Αγίου Πνεύματος

Θεολογική ανασκευή του Φιλιόκβε, διαφύλαξη των υποστατικών ιδιωμάτων και ανάδειξη των τριαδολογικών ατόπων που προκύπτουν από την εισαγωγή δύο αιτιών στην εκπόρευση του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 10 από 11

Τοῦ αὐτοῦ Νικολάου ἐπισκόπου Μεθώνης κεφαλαιώδεις ἔλεγχοι τοῦ παρὰ Λατίνοις καινοφανοῦς δόγματος, τοῦ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται. Ὡμολόγηται, ὅτι καὶ ἡ ὅλη θεότης μονάς ἐστι καὶ τριὰς ὑποστάσεις, καὶ ἑκάστη τῶν ὑποστάσεων μονάς ἐστι καὶ ἓν κατὰ τὸ οἰκεῖον ἰδίωμα, ὃ τῶν λοιπῶν ὑποστάσεων διακρίνεται· καὶ ὅτι ἴδιον τοῦ μὲν Πατρὸς τὸ μὴ ἀναφέρεσθαι εἰς ἑτέραν ἀρχήν, ἀλλ’ αὐτὸν εἶναι Υἱοῦ καὶ Πνεύματος ἀρχήν· τοῦτο γὰρ ὁ Πατήρ· τοῦ δὲ Υἱοῦ τὸ γεννᾶσθαι, τοῦ δὲ Πατρὸς μηδαμῶς, τοῦ δὲ Πνεύματος τὸ ἐκπορεύεσθαι.

Τούτων προϋποτιθεμένων, α. Εἰ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, εἴη ἂν τὸ ἓν ἐκ τῶν δύο καὶ δύο ἀρχαὶ τοῦ ἑνός· ἓν γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ καὶ ὁ Πατὴρ εἷς καὶ ὁ Υἱὸς εἷς. Πατὴρ δὲ καὶ Υἱὸς οὐχ εἷς, ἀλλὰ δύο, εἰ καὶ τῇ φύσει ἕν· ἄλλος γὰρ καὶ ἄλλος, εἰ καὶ μὴ ἄλλο καὶ ἄλλο. Καὶ ἐπὶ τῶν ὄντων πάντων οἱ λόγοι πρόεισιν ἐν τῷ Θεῷ, κἀκεῖθεν εἰς τὰ ὄντα διανέμονται· εἴη ἂν καὶ πᾶσα ἡ ἐν τοῖς οὖσι θεωρουμένη μονὰς ἐκ δυάδος, καὶ ἡ δυὰς ἀρχὴ τῆς μονάδος, ὅπερ ἄτοπον καὶ τῇ κοινῇ ἐναντίον ἐννοίᾳ, καθ’ ἣν τὸ ἓν πάντες καὶ τὴν μονάδα δυάδος τε καὶ παντὸς προτάττουσιν ἀριθμοῦ, ὡς ἄρα τῆς μονάδος ἀρχῆς οὔσης δυάδος τε καὶ παντὸς ἀριθμοῦ. β. Εἰ ἓν τὸ Πνεῦμα, καὶ τέλειον, ἐπεὶ καὶ Θεός· εἷς δὲ Θεός, ὅτι καὶ τέλειος, ὅτι καὶ ἀγαθός· τὸ γὰρ μὴ τέλειον ᾗ τοιοῦτον οὐκ ἀγαθόν· ἐξ ἑνὸς ἂν εἴη καὶ τελείου, τοῦ ἀρχικοῦ αἰτίου, ὅπερ ἐστὶν ὁ Πατήρ· εἰ δὲ μὴ ἐξ ἑνὸς τούτου μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὔτ’ αὐτὸ ἄρα ἕν· πῶς γὰρ τὸ μὴ ἐξ ἑνός; οὔτε τὸ ἀρχικὸν αἴτιον ἕν, ἀλλὰ δύο, Πατὴρ καὶ Υἱός, καὶ οὐδέτερον τούτων τέλειον, ἀλλ’ ἀτελὲς ἑκάτερον, παρ’ ὅσον δεῖται ἀλλήλων εἰς τὴν προαγωγὴν τοῦ Πνεύματος, οὐδ’ αὐτὸ ἄρα τὸ Πνεῦμα τέλειον.

Πῶς γὰρ τὸ ἐξ ἀτελῶν; οὐδὲν γὰρ τέλειον ἐξ ἀτελῶν· καὶ ἅμα ἡ δυαρχία τὴν μοναρχίαν ἀπὸ τῆς μιᾶς ἐξορίζει θεότητος. γ. Εἰ τελεία ἡ ἐκ τοῦ Πατρὸς ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος τελεία δέ, ὅτι Θεὸς τέλειος ἐκ Θεοῦ τελείου τοῦ Πατρὸς τὸ Πνεῦμα, τί δήποτε συντελεῖ πρὸς ταύτην ἡ ἐκ τοῦ Υἱοῦ; Εἰ μὲν γὰρ καὶ αὕτη συνεισφέρει τι, οὐ τελεία ἐκείνη· πῶς γὰρ τελεία, ἣ τοσούτου δεῖται, ὅσον αὕτη συνεισφέρει; Εἰ δὲ παρὰ τὴν θεϊκὴν τοῦ Πατρὸς ἐκπόρευσιν τοῦ Πνεύματος οὐδέν ἐστι πλέον ἑτέρωθεν οὔθ’ εὑρεῖν οὔτ’ εἰπεῖν εἰς δήλωσιν τῆς τοῦ Πνεύματος τελειότητος, περιττὴ ἂν εἴη πάντως ἡ ἐκ τοῦ Υἱοῦ. Ἀλλὰ περιττὸς ὄντως καὶ μάταιος ὁ περιττόν τι παρεισάγων ἐν τῇ τελείᾳ θεότητι· οὐδὲ γὰρ ῥητέον τὴν μὲν ἐκ τοῦ Πατρὸς ἐκπόρευσιν εἰς ὕπαρξιν τῆς οὐσίας τῷ Πνεύματι συντελεῖν, τὴν δὲ ἐκ τοῦ Υἱοῦ εἰς ἄλλο τι τῶν περὶ τὴν οὐσίαν θεωρουμένων, πάσης διπλόης καὶ συνθέσεως τῆς θείας φύσεως ἀπεληλαμένης. δ. Ἡ τοῦ Πνεύματος ἐκπόρευσις ἐκ τοῦ Πατρός τε καὶ ἐκ τοῦ Υἱοῦ ἢ μία καὶ ἡ αὐτή ἐστιν, ἢ ἄλλη καὶ ἄλλη· εἰ μὲν οὖν μία, κοινὸν τοῦτο τῶν δύο Πατρός τε καὶ Υἱοῦ τὸ προάγειν τὸ Πνεῦμα ἐξ ἑαυτῶν· οὐκ ἄρα ἴδιον τοῦ Πατρός· τὸ γὰρ ἴδιον οὐ κοινόν, οὐδὲ τὸ κοινὸν ἴδιον, ἀλλ’ ἦν καὶ ἴδιον τοῦ Πατρὸς τὸ ἐξ ἑαυτοῦ προάγειν τὸ Πνεῦμα.

Δεῖ γὰρ ὁμολογεῖσθαι καὶ τοῦτο, τὸ τὸν Πατέρα, ᾗ Πατέρα, τέλειον ἐξ ἑαυτοῦ γεννᾶν τε τὸν Υἱὸν ἅμα καὶ προάγειν τὸ Πνεῦμα, καὶ ὅλον τούτῳ αὐτῷ τὸ πατρικὸν ἀπονενεμεῖσθαι ἰδίωμα, ὥσπερ τῷ Υἱῷ τὸ ἐξ αὐτοῦ γεννᾶσθαι καὶ τῷ Πνεύματι τὸ ἐξ αὐτοῦ ἐκπορεύεσθαι· καὶ πῶς κοινοῦται τὸ ἴδιον; εἰ μὴ καὶ Πατὴρ καὶ Υἱὸς εἰς ἓν συνάγοιντο πρόσωπον, κἀντεῦθεν μέλλει Σαβέλλιος ἀναζῆν. Τὸ γὰρ ἓν καὶ προσωπικὸν ἰδίωμα ἑνὸς ἀνάγκη εἶναι προσώπου· εἰ δὲ μὴ μία καὶ ἡ αὐτή, ἀλλ’ ἄλλη μὲν ἡ παρὰ τοῦ Πατρός, ἄλλη δὲ ἡ παρὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος πρόεσις, ἢ ἁπλῶς αἱ δύο διάφοροι ἢ καὶ ἐναντίαι· ἀλλὰ τὸ μὲν ἐναντίας ταύτας εἰπεῖν, τῆς Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Μάνεντος τοῦ Πέρσου ἐστὶν αἱρέσεως, τῶν ἐναντίας δύο πρεσβευόντων ἀρχάς· εἰ δ’ ἁπλῶς αἱ προέσεις διάφοροι, τίς ἡ τούτων διαφορά; καὶ πῶς τὸ ἐκ δύο διαφόρων τούτων ὑφεστὸς ἓν καὶ ἁπλοῦν, ἀλλ’ οὐκ ἢ δύο ἢ σύνθετον; ε.

Ἔτι εἰ ὥσπερ ἐκ τοῦ Πατρὸς οὕτω καὶ ἐκ τοῦ Υἱοῦ κατὰ μίαν καὶ διάφορον πρόοδον ἐκπορεύεται τὸ Πνεῦμα, οὐ μόνον κοινοῦται τὸ πατρικὸν ἰδίωμα καὶ Πατὴρ καὶ Υἱὸς εἰς ἓν συγχέονται πρόσωπον, ἀλλὰ καὶ καθόλου τὸ ἓν καὶ ἡ ἁπλότης καὶ ἡ ἀμέρεια τῆς μιᾶς καὶ ἁπλῆς, μᾶλλον δὲ καὶ ὑπερηνωμένης καὶ ὑπερηπλωμένης Τριάδος ὑπερορίζεται, καὶ Σαβέλλιος, μᾶλλον δέ τι τέρας ἡμισαβέλλιόν τε καὶ ἡμιάρειον ἀναφύεται, σύγχυσιν ὁμοῦ καὶ κατατομὴν διαπλέκον, ὡς μήτε τοῦ Πατρὸς ἔτι ἑνὸς μένοντος. Πῶς γὰρ εἷς Πατὴρ ὁ μὴ μόνος, μήθ’ ὅλον ἑαυτοῦ συντηρῶν τὸ πατρικὸν ἰδίωμα, ἀλλά τι τούτου καὶ τῷ Υἱῷ συμμεριζόμενος; μήτε τοῦ Υἱοῦ ἑνὶ μόνῳ χαρακτηριζομένου τῷ υἱικῷ ἰδιώματι, ἀλλά τι καὶ τοῦ πατρικοῦ προσλαμβάνοντος; καὶ πῶς εἷς Υἱός; πῶς ἁπλοῦς ὁ μὴ μόνον Υἱὸς ἀλλὰ υἱοπάτωρ δή τις ἀναφαινόμενος, ἐκ τοῦ μὴ γεννᾶσθαι μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα προάγειν ἐξ ἑαυτοῦ, ὅπερ ἦν τοῦ πατρικοῦ ἰδιώματος; πῶς δὲ καὶ ἄμφω οὐ μεριστοί;

αὐτοῦ δὲ τοῦ Πνεύματος οὐ ταῦτα μόνον τὰ εἰρημένα θεοπρεποῦς ἀξίας ἀνάξια πάσχοντος, ἀλλὰ καὶ τοῦ μόνον αὐτὸ τῆς κοινῆς Πατρὶ καὶ Υἱῷ, καὶ ταύτης δὴ φυσικῆς γονιμότητος, μένειν ἄμοιρον· ἀντιστρέφει γὰρ τὰ κοινὰ καὶ τὰ φυσικὰ ἀπορρηγνυμένου τῶν δύο καὶ εἰς ἀλλοτρίαν φύσιν κατασπωμένου· μὴ κοινωνοῦν γὰρ Πατρὶ καὶ Υἱῷ τῆς ἑαυτοῦ προβολῆς τῆς ἐκείνων κοινῆς, ἀλλότριον ἂν εἴη τῆς κοινῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ. Τὰ γὰρ κοινὰ Πατρὸς καὶ Υἱοῦ τῷ λόγῳ τῆς κοινῆς οὐσίας εἰσὶ καὶ αὐτὰ κοινά, ὡς τὸ Θεός, Κύριος, βασιλεύς, παντοκράτωρ, δημιουργός, πάντα ἁπλῶς ὅσα ἢ ἐκ τῶν ὄντων ὁ Θεός, ὡς προέχων αὐτὰ κατ’ αἰτίαν, ἢ μεθ’ ὑπεροχῆς, ἢ κατὰ ἀφαίρεσιν, ὡς μηδὲν τῶν πάντων, ἀλλ’ ὑπὲρ πάντα ὢν ὀνομάζεται.

ϛ. Εἰ διότι ἕν εἰσι Πατὴρ καὶ Υἱός, εἰσὶ δὲ πάντως ἓν τῇ φύσει, διὰ τοῦτο ὡς ἐκ τοῦ Πατρός, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ αὐτοῦ δοτέον ἐκπορεύεσθαι τὸ Πνεῦμα τοῦτο γὰρ ἡ καινοφωνία τοῦ λατινικοῦ δόγματος ἀπαιτεῖ· δοτέον ἂν εἴη καὶ τὸν Υἱὸν ἐξ ἀνάγκης ὡς ἐκ τοῦ Πατρός, οὕτω καὶ ἐκ τοῦ Πνεύματος γεννᾶσθαι· διότι ὁ Πατὴρ καὶ τὸ Πνεῦμα ἕν εἰσι τῇ φύσει· εἰ δὲ μή, κινδυνεύει τὸ Πνεῦμα μὴ ἓν εἶναι τῇ φύσει μετὰ Πατρὸς καὶ Υἱοῦ, καὶ πάλιν παρρησιάζεται Μακεδόνιος. ζ. Ἔτι εἰ διὰ τὴν ἰσοτιμίαν Πατρὸς καὶ Υἱοῦ ὡς ἐκ τοῦ Πατρός, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ἀναγκαῖον καὶ ὁ Υἱός, διὰ τὴν ἰσοτιμίαν Πατρὸς καὶ Πνεύματος, ὡς ἐκ τοῦ Πατρός, οὕτω καὶ ἐκ τοῦ Πνεύματος γεννᾶσθαι ὁμολογηθήσεται, καὶ οὕτως ἀπὸ τοῦ Πνεύματος ἐπὶ τὸν Υἱὸν τὸ βλάσφημον μεταβήσεται· εἰ δὲ μή, σαφῶς βλασφημεῖται τὸ Πνεῦμα τῆς θείας ἀποπίπτον τιμῆς. Τῶν δύο γὰρ ὁμοτίμως ἐκ τοῦ Πατρὸς προηγμένων, ἢ θάτερον τῷ ἑτέρῳ τὴν τοῦ εἶναι χρείαν ἀποπληροῖ, καὶ θατέρῳ τὸ ἕτερον τὴν ἴσην ἀμείβεται χάριν, ἵνα. καὶ ἰσότιμα ἄμφω φυλάττηται καὶ ἀμείβηται, ἢ οὐκ ἀμείβεται, καὶ ποῦ τάξεως ἡ συντήρησις; καὶ εἰ μὲν μὴ δυνάμενον, ἀσθενές· εἰ δὲ μὴ βουλόμενον, φθονερόν· βαβαί τὸ ἀγαθὸν Πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὸ ὁμοδύναμον κατὰ τὴν φύσιν καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. η.

Ἢ εἰ μὴ τὸν Υἱόν, ἀλλ’ ἕτερόν τι δοτέον ἐκ τοῦ Πνεύματος ἢ γεννᾶσθαι ἢ ἐκπορεύεσθαι, ὡς ἐκ τοῦ Πατρὸς ἐκείνων ἑκάτερον, ἵνα καὶ ἰσότιμα τάχα καὶ ἰσοδύναμα φυλαχθῇ, ὁμοφυὲς ἂν εἴη καὶ ἰσοδύναμον καὶ τὸ ἐκ τοῦ Πνεύματος προαγόμενον τῷ τε προάγοντι καὶ τοῖς ἐξ ὧν τοῦτο προῆκται· οὐκ ἔτι ἄρα τριάς, ἀλλὰ τετρὰς ἔσται τὸ πρεσβευόμενον, μᾶλλον δὲ εἰς ἄπειρον αἱ ὑποστάσεις οὕτω γε προχωρήσουσιν, ἀεὶ τῆς προαγομένης τῇ προαγούσῃ τῆς αὐτῆς οὔσης φύσεως καὶ δυνάμεως, ἵνα καὶ τὴν ἑλληνικὴν πολυθεΐαν οἱ τὰ τοιαῦτα δοξάζοντες παρελάσωσιν. θ. Ἔτι εἰ τοῦ Υἱοῦ μείζων ὁ Πατὴρ τῷ αἰτίῳ, καὶ ὁ Υἱὸς μείζων τοῦ Πνεύματος τῷ αὐτῷ λόγῳ λέγοιτ’ ἄν· καὶ ποῦ τοῦτο εἴρηται, τὸ εἶναι τὸν Υἱὸν μείζω τοῦ Πνεύματος; εἰ μὴ παρὰ μόνων τῶν πορρωτέρω τὸ Πνεῦμα ἢ τὸν Υἱὸν τοῦ Πατρὸς ἀπωθούντων. ι. Ἔτι εἰ ἐν τῷ ἐκπορεύεσθαι ἐκ τοῦ Πατρὸς ἡ ἰδιότης τοῦ Πνεύματος ἐπιγινώσκεται, ὥσπερ ἐν τῷ γεννᾶσθαι ἡ τοῦ Υἱοῦ· ἔτι δὲ καὶ ἐν τῷ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ ἰδιότης ἄλλη τοῦ Πνεύματος ἀναφαίνεται· δυσὶν ἄρα ἰδιότησι τὸ Πνεῦμα χαρακτηρίζεται· πρὸς οὖν τὸ σύνθετον οὕτως αὐτὸ ἀναφέρεσθαι· ἔτι καὶ πλείοσιν ἰδιότησιν εἴπερ ὁ Υἱὸς τοῦ Πατρὸς διαστέλλεται, καὶ οὕτω πάλιν ἔλαττον εἶναι συνάγεται τὸ εἶναι τοῦ Υἱοῦ, εἰ μὴ καὶ τοῦ Υἱοῦ διπλῆν εἶναι δοῖεν τὴν ἰδιότητα, ὡς μὴ μόνον ἐκ τοῦ Πατρός, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ γεννωμένου. ια.

Πᾶν ὅπερ ἐπὶ τῆς ὑπερουσίου Τριάδος καὶ νοεῖται καὶ λέγεται, ἢ κοινόν ἐστι τῶν τριῶν ἢ ἑνὸς ἴδιον· ὃ δὲ μήτε κοινόν ἐστι τῶν τριῶν, μήθ’ ἑνός τινος τούτων ἴδιον, τοῦτο οὐδόλως θεωρεῖται ἐν τῇ Τριάδι. Ἢ γὰρ φυσικόν ἐστι τὸ θεωρούμενον, καὶ εἴη ἂν κοινόν· κοινὰ γὰρ πάντα τὰ φυσικά· ἢ οὐ φυσικόν, καὶ οὐδὲ κοινόν, ἀλλ’ ἴδιον καὶ ὑποστατικόν τινος τῶν τριῶν. Ἡ τοίνυν τοῦ Πνεύματος προβολὴ εἰ μὲν κοινὴ τῶν τριῶν εἶναι δοθείη, εἴη ἂν καὶ αὐτοῦ τοῦ Πνεύματος, καὶ ἐξ αὐτοῦ ἄρα ἐκπορευθήσεται τὸ Πνεῦμα καὶ ἀρχὴ καὶ αἴτιον ἔσται αὐτὸ ἑαυτοῦ, καὶ αἴτιον ἅμα καὶ αἰτιατόν, ὅπερ οὐδ’ οἱ τῶν Ἑλλήνων ἀνεπλάσαντο μῦθοι, καὶ ἅμα οὐδὲ τὸ σύνθετον εἶναι διαφεύξεται, εἰ τὸ μὲν αὐτοῦ αἴτιον εἴη, τὸ δὲ αἰτιατόν· εἰ δὲ μὴ κοινή, ἀλλ’ ἑνὸς ἰδία, εἰ μὲν τοῦ Πατρός, οἴχεται ἡ φίλη τῆς καινοτομίας μυσταγωγία, εἰ δὲ τοῦ Υἱοῦ, τί μὴ φανερῶς ὁμολογοῦσι τῆς καινοτομίας οἱ μυσταγωγοί, ὅτι τοῦ Πατρὸς τέλειον αὐτὴν ἀφαιροῦνται; εἴπου ἀκολούθως καὶ τὴν γέννησιν τῇ προβολῇ συμμεταθέντες, οὐδὲ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς γεννᾶσθαι, ἀλλ’ ἔμπαλιν τὸν Πατέρα ἐκ τοῦ Υἱοῦ τερατολογήσουσιν· εἰ δὲ μήτε κοινὴ τῶν τριῶν, μήθ’ ἑνὸς τῶν τριῶν ἰδία, οὐδ’ ἄρα ὅλως θεωρηθήσεται ἐπὶ τὴς τριάδος ἡ τοῦ Πνεύματος προβολή, καὶ συνοιχήσεται καὶ τὸ Πνεῦμα· ἀλλ’ ἐπὶ κεφαλῆς τοῦ καινοτομοῦντος τὸ βλάσφημον ἀναφέροιτο. ιβ.

Εἰ μὴ μόνον ὁ Πατὴρ Πατήρ, καὶ μόνον ὁ Υἱὸς Υἱός, καὶ ἐξ ἑνὸς μόνου τοῦ Πατρὸς ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ δύο Πατὴρ καὶ Υἱὸς τὰ τοῦ ἑνὸς Πνεύματος αἴτια, ἡ δυὰς ἄρα καὶ τῆς μονάδος προτέτακται καὶ ὑπεράνω τῆς μοναδικῆς τριάδος βέβηκε, καίτοι κάτω που παρὰ τῶν ἔξω σοφῶν ἡ δυαδικὴ σύνθεσις τῇ ὕλῃ προσέρριπται· ἡ γάρ τοι καθ’ ἡμᾶς ἄνω παρὰ τῆς ἐναρχικῆς μονάδος ἐν τῇ τριάδι συνεκφωνηθεῖσα δυάς, ἕως οὔπω τῆς πηγαίας μονάδος κεχώρισται, οὐδέπω δυάς, ἀλλ’ ἡ μονὰς κυρίως κρατεῖ, δι’ ὃ καὶ τριὰς καὶ εἶναι καὶ νοεῖσθαι καὶ λέγεσθαι. ιγ. Εἰ μετὰ τῆς ἀνάρχου πατρικῆς ἀρχῆς καὶ αἰτίας ὁμοουσίου πάλιν ἀρχὴ καθίσταται ὁ Υἱός, εἶεν ἂν ἐν τῇ Τριάδι δύο ἀρχαὶ παραλλάττουσαι, ἡ μὲν ἐν τῷ ἀνάρχῳ καὶ μόνῳ τῷ ἀρχικῷ ἀξιώματι ἐστηριγμένη, ἡ δὲ μεταπίπτουσα καὶ ἅμα ἀρχομένη τε καὶ ἄρχουσα καὶ τῇ τῶν σχέσεων διαφορᾷ συνδυαζομένη. ιδ. Εἰ ὁ Πατὴρ αἴτιος τῶν ἐξ αὐτοῦ, καθὸ καὶ μείζων οὐ τῷ λόγῳ τῆς φύσεως, ἀλλὰ τῷ λόγῳ τῆς ὑποστάσεως· ὁ δὲ λόγος τῆς πατρικῆς ὑποστάσεως οὐκ ἐφαρμόζει καὶ τῷ Υἱῷ· τίνι ἂν εἴη λόγῳ τοῦ ἑνὸς τῆς Τριάδος, τοῦ Πνεύματος δηλαδή, αἴτιος ὁ Υἱός; τῷ τῆς φύσεως; οὐκοῦν καὶ μείζων ἔσται τῷ λόγῳ τῆς φύσεως καὶ ἡ πνευματομαχία δήλη· ἀλλὰ τῷ τῆς ὑποστάσεως;

οὐκοῦν συνεφαρμόζεται τῷ λόγῳ τῆς ὑποστάσεως, ὅπερ οὐδὲ τῷ υἱοπατορίαν τερατευσαμένῳ δεδυσφήμηται Σαβελλίῳ· οὐδενὶ ἄρα λόγῳ αἴτιος τοῦ Πνεύματος ὁ Υἱός. ιε. Εἰ τῷ αὐτῷ λόγῳ, τῷ τῆς ὑποστάσεως δηλαδή, αἴτιος τοῦ Πνεύματος ὁ Υἱός, ᾧ καὶ ὁ Πατὴρ τῶν ἐξ αὐτοῦ αἴτιος, δύο ταῦτα κατὰ ταυτὸ συμβαίνει, μέρος τε λέγειν τὸν Υἱὸν τῆς πατρικῆς ὑποστάσεως εἴπερ ὁ μὲν τῶν δύο, ὁ δὲ τοῦ ἑνὸς τούτων αἴτιος καὶ ἀναπληροῦντα τὸ τοῦ Πατρὸς πρόσωπον, ὡς ἄρα πρὸ τῆς ἀναπληρώσεως ἐνδεές.

ιϛ. Ὅλη μονὰς καὶ ὅλη τριὰς ἡ θεότης· οὐ γὰρ τὸ μὲν αὐτῆς μονάς, τὸ δὲ οὐ μονάς, ἀλλ’ ὅλη μονάς. Εἷς γὰρ καὶ μόνος καὶ μόνον Πατὴρ ὁ Πατήρ, καὶ εἷς μόνος καὶ μόνον Υἱὸς ὁ Υἱός, καὶ ἓν καὶ μόνον καὶ Πνεῦμα μόνον τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ καὶ τριὰς ἡ θεότης ὅλη·

Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· καὶ ἡ τριὰς μονάς, καὶ ἡ μονὰς τριάς. Εἷς γὰρ τὰ τρία Θεός, καὶ ὁ Θεὸς ταῦτα, καὶ ὁ μόνος Θεός· οὐ γὰρ Θεὸς πλὴν αὐτοῦ· καὶ ὁ Θεὸς ἕκαστον τῶν τριῶν. Ἐγὼ γὰρ εἰμί, φησὶν ὁ ταῦτα τῷ Μωσεῖ χρηματίζων, ὁ Θεὸς καὶ ὁ Θεὸς καὶ ὁ Θεός· τί γὰρ δεῖ καὶ τὰ τῶν πατριαρχῶν ἐπισυνείρειν ὀνόματα; οὐδαμοῦ δυὰς τῇ μιᾷ θεότητι παραζεύγνυται· οὐδεὶς ἐν τῇ τριάδι συνδυασμός· οὐ μετὰ τὴν μονάδα δυάς, εἴτε καὶ τριάς, ἵνα καὶ δυάδα πρὸ τῆς μονάδος ἢ καὶ τριάδος νοήσω, ἀλλὰ μονὰς μὲν ἡ πηγαία τῶν ἐξ αὐτῆς δύο μονάδων αἰτία· φθάνει δὲ ταύτας ἑαυτῇ ἑνοῦσα· καὶ πρὸ δυάδος νοουμένη τριάς, καὶ ἅμα ἑνὶ μὲν φωτὶ περιαστράπτουσα καὶ τρισί· δι’ ὃ οὐ δύο πρόσωπα, οὐ δύο Υἱοί, οὐ Πνεύματα δύο τὸ πιστευόμενον, ἀλλ’ εἷς μὲν καὶ εἷς καὶ ἕν, καὶ οὕτω τρία τὰ ἀριθμούμενα· αὐτὰ δὲ τὰ τρία καὶ ἰδίᾳ ἕκαστον ἐστὶν ἕν, καὶ ὁμοῦ τὰ πάντα τὸ ἕν· δι’ ὃ οὐδὲ τρεῖς Θεοί, ἀλλ’ εἷς ὁ μόνος καὶ ὅλος Θεός, ὁ πρὸ πάντων καὶ ὑπὲρ πάντα καὶ πάντων αἴτιος. Εἰ δὲ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, οὐκέτι ὅλη μονὰς ἡ θεότης, οὐκέτι γὰρ Πατὴρ μόνος ὁ Πατήρ· πῶς γάρ, ᾧ τὸ πατρικὸν αἴτιον ὁ Υἱὸς συμμερίζεται; οὐκέτι μόνος Υἱὸς ὁ Υἱός· πῶς γάρ, ὁ καὶ Πατὴρ ἐν μέρει τοῦ Πνεύματος; οὐκέτι ἓν καὶ μόνον τὸ Πνεῦμα· πῶς γὰρ τὸ μὴ ἐξ ἑνὸς μηδὲ μόνου;

οὐκέτι ὅλη τριὰς ἡ αὐτή, ἀλλὰ Πατὴρ ἀτελής, καὶ παρὰ τοσοῦτον οὐχ ὅλος, παρ’ ὅσον καὶ ἑτέρου δεῖται πρὸς τελείαν τοῦ Πνεύματος προβολήν· καὶ Υἱὸς οὐ τὸ ὅλον Υἱός, ἀλλ’ υἱοπάτωρ, σύνθετος δή τις ἐκ μερῶν ἀτελῶν, οὐδέτερος ὅλος· καὶ Πνεῦμα, οἷον εἰκὸς τὸ ἐκ δύο τοιούτων ἐκπορευόμενον, μεριστὰ πάντα καὶ ἀτελῆ καὶ τῆς μοναδικῆς ἁπλότητος ἔκπτωτα· οὐκέτι μονὰς μονάδων αἰτία πρὶν δυασθῆναι τρισσουμένη, καὶ τριὰς τὴν δυάδα προφθάνουσα, ἵνα κἂν τούτῳ τὸ ὑπερφυὲς αὐτῆς παραδείξῃ· ἀλλὰ μονὰς μὲν δυάδος, αὖθις δὲ δυὰς μονάδος αἰτία, καὶ δυὰς πρὸ τριάδος νοουμένη, καὶ ἀριθμὸς ἄλλος αὐτομάτως ἀναφαινόμενος ὑπερβαίνων τὴν τριάδα καὶ εἰς ἄπειρον προβαίνων, καὶ τὰ ἄτοπα ἄπειρα. ιζ. Εἰ πάντα ὅσα πρόσεστι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς λαβὼν ὁ Υἱὸς ἔχει, ἐκεῖθεν ἂν ἔχοι πάντως λαβὼν καὶ τὴν τοῦ Πνεύματος προβολήν. Πόθεν οὖν ἡ ἑτεροκλινὴς αὕτη φιλοτιμία, δι’ ἧς ὁ μὲν Υἱὸς ἔλαβε παρὰ τοῦ Πατρὸς τὸ αἴτιος εἶναι τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα καίτοι τὸ ἰσότιμον ἔχον καὶ ἐκ τῆς αὐτῆς ὁμοταγῶς προεληλυθὸς αἰτίας, ὅμως τῶν ἴσων γερῶν ἐστέρηται μὴ λαβὸν καὶ αὐτὸ παρὰ τοῦ Πατρὸς τὸ εἶναι αἴτιον ἢ τοῦ Υἱοῦ ἢ ἑτέρου τινὸς ὁμοφυοῦς; εἰ μὴ καὶ ἀδικίας προσάπτειν ἔγκλημα τῷ Πατρὶ τολμητέον. ιη.

Πῶς δὲ καὶ αὐτὸς ὁ Υἱὸς λαβὼν παρὰ τοῦ Πατρὸς τὸ εἶναι αἴτιος τοῦ ὁμοφυοῦς Πνεύματος, τὸ ὁμοφυὲς Πνεῦμα προάγων, οὐ μετέδωκεν αὐτῷ τῆς αὐτοῦ δεσποτείας καὶ τιμῆς, ἵνα καὶ τοῦτο πάλιν ὁμοφυοῦς ὑποστάσεως προόδῳ ἐναγλαΐζηται; ἢ γὰρ δυνάμενος οὐ βεβούληται, καίτοι γε ὀφείλων τὸν Πατέρα μιμεῖσθαι, καὶ φθονερὸς ὁ τοιοῦτος ἀλλ’ ἵλεως ἡμῖν ὁ πανάγαθος εἴη, τὴν βλασφημίαν ἐπὶ κεφαλὴν τοῦ αἰτίου ταύτης ἐπάγων ἢ συκοφαντεῖται τοιαύτην δύναμιν μὴ ἔχειν, τοῦ Πατρὸς ὅλον ἐξιδιωσαμένου τὸ πατρικὸν αἴτιον καὶ τῇ καθ’ ἑαυτὸν ἀφορίσαντος ὑποστάσει, καὶ πλὴν τῆς κατ’ αὐτὸν ἰδιότητος τἄλλα πάντα τὰ φυσικὰ καὶ θεοπρεπῆ προτερήματα κοινὰ καὶ τοῖς ἐξ αὐτοῦ παρέχοντος εἶναι. ιθ. Πῶς δὲ καὶ τὸ Πνεῦμα ὁμοφυὲς ἂν εἴη Πατρὶ καὶ Υἱῷ τοῖς ὁμοφυὲς αὐτὸ προάγουσιν, αὐτὸ μὴ προάγον ὁμοφυὲς ἄλλο; κ. Πῶς δὲ καὶ ἁπλοῦν τὸ μὴ ἐξ ἑνός, ἀλλ’ ἐκ δύο, τοῦ μὲν ἀναιτίου αἰτίου, τοῦ δὲ αἰτιατοῦ καὶ αἰτίου; κα. Τερατῶδες δ’ ἂν εἴη οὕτως καὶ τὸ κατὰ τὸν Υἱὸν πρόσωπον, ὅπερ τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατὸν ἀναφέρεται, μήθ’ ὅλον αἴτιον, μήθ’ ὅλον αἰτιατὸν ὄν, ἀλλ’ ἐξ ἀτελῶν ἑκατέρων συντεθειμένον. κβ. Ἔτι εἰ ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρός, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, τάχα καὶ εἰς υἱωνοῦ τάξιν τὸ Πνεῦμα ὑπάγεται, καὶ οὐδ’ ἂν ἀμέσως ἐκ τοῦ Πατρὸς ἐκπορεύοιτο τὸ ἐκ τοῦ Υἱοῦ, τοῦ ἐκ τοῦ Πατρὸς ἀμέσως γεννωμένου, ἐκπορευόμενον.