Τούτων προϋποτιθεμένων, α. Εἰ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, εἴη ἂν τὸ ἓν ἐκ τῶν δύο καὶ δύο ἀρχαὶ τοῦ ἑνός· ἓν γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ καὶ ὁ Πατὴρ εἷς καὶ ὁ Υἱὸς εἷς. Πατὴρ δὲ καὶ Υἱὸς οὐχ εἷς, ἀλλὰ δύο, εἰ καὶ τῇ φύσει ἕν· ἄλλος γὰρ καὶ ἄλλος, εἰ καὶ μὴ ἄλλο καὶ ἄλλο. Καὶ ἐπὶ τῶν ὄντων πάντων οἱ λόγοι πρόεισιν ἐν τῷ Θεῷ, κἀκεῖθεν εἰς τὰ ὄντα διανέμονται· εἴη ἂν καὶ πᾶσα ἡ ἐν τοῖς οὖσι θεωρουμένη μονὰς ἐκ δυάδος, καὶ ἡ δυὰς ἀρχὴ τῆς μονάδος, ὅπερ ἄτοπον καὶ τῇ κοινῇ ἐναντίον ἐννοίᾳ, καθ’ ἣν τὸ ἓν πάντες καὶ τὴν μονάδα δυάδος τε καὶ παντὸς προτάττουσιν ἀριθμοῦ, ὡς ἄρα τῆς μονάδος ἀρχῆς οὔσης δυάδος τε καὶ παντὸς ἀριθμοῦ. β. Εἰ ἓν τὸ Πνεῦμα, καὶ τέλειον, ἐπεὶ καὶ Θεός· εἷς δὲ Θεός, ὅτι καὶ τέλειος, ὅτι καὶ ἀγαθός· τὸ γὰρ μὴ τέλειον ᾗ τοιοῦτον οὐκ ἀγαθόν· ἐξ ἑνὸς ἂν εἴη καὶ τελείου, τοῦ ἀρχικοῦ αἰτίου, ὅπερ ἐστὶν ὁ Πατήρ· εἰ δὲ μὴ ἐξ ἑνὸς τούτου μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὔτ’ αὐτὸ ἄρα ἕν· πῶς γὰρ τὸ μὴ ἐξ ἑνός; οὔτε τὸ ἀρχικὸν αἴτιον ἕν, ἀλλὰ δύο, Πατὴρ καὶ Υἱός, καὶ οὐδέτερον τούτων τέλειον, ἀλλ’ ἀτελὲς ἑκάτερον, παρ’ ὅσον δεῖται ἀλλήλων εἰς τὴν προαγωγὴν τοῦ Πνεύματος, οὐδ’ αὐτὸ ἄρα τὸ Πνεῦμα τέλειον.