Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Ζ΄ (Β΄ μέρος): Η σαφής θεολογική διάκριση μεταξύ εκπορεύσεως και αποστολής

Ερμηνεία των κυριακών λογίων περί του Αγίου Πνεύματος, απόρριψη των παρερμηνειών και σαφής δογματική διάκριση μεταξύ της αΐδιας εκπορεύσεως και της οικονομικής χορηγίας των θείων χαρισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 11 από 11

Εἰ δὲ καὶ ἐκ τοῦ Πατρὸς ἀμέσως ἀμέσως γὰρ ὁμοίως ἐκ τοῦ Πατρὸς καὶ οὐ διὰ μέσου τινὸς καὶ ὁ Υἱὸς γεννᾶται καὶ τὸ Πνεῦμα ἐκπορεύεται, τὸ αὐτὸ ἂν αἴτιον, ὁ Πατήρ, καὶ προσεχὲς εἶναι καὶ πόρρω ῥηθείη τοῦ αὐτοῦ Πνεύματος. κγ. Εἴποι δ’ ἄν τις οὐκ ἔξω λόγου καὶ γεννητὸν εἶναι καὶ ἐκπορευτὸν τὸ αὐτὸ Πνεῦμα, εἰ ἅμα καὶ γεννωμένῳ τῷ Υἱῷ καὶ αὐτὸ προάγοντι συνυφίσταται· γεννητὸν μὲν ἧ συγγεννᾶσθαι γεννωμένῳ τῷ προάγοντι τὸ προαγόμενον ἀνάγκη· ἐκπορευτὸν δὲ καθὸ καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγεται. κδ. Πᾶν ἴδιόν τινος ἀπ’ ἐκείνου μεταλαμβανόμενον, οὗ περ ἂν ἴδιον ᾖ, καὶ καθ’ ἑτέρων τινῶν δύο λεγόμενον, εἰ μὲν κατ’ ἀμφοῖν ἐπίσης ἀληθεύεται, ὁμοφυῆ· εἰ δὲ κατὰ τοῦ ἑνός, τοῦ ἑτέρου δὲ μή, ἑτεροφυῆ τὰ δύο ταῦτα δείκνυσιν ὄντα· οἷον φέρε εἰπεῖν. Τὸ γελαστικὸν ἴδιον ὂν τοῦ κατὰ τὸν ἄνθρωπον εἴδους, ἀπὸ τούτου δὴ μεταλαμβανόμενον λεγέσθω πρῶτον κατά τινων δύο καὶ ἀληθευέτω, οἷον Σωκράτους καὶ Πλάτωνος· γελαστικὸν γὰρ ἑκάτερον τούτων· οὐκοῦν καὶ ὁμοφυεῖς Σωκράτης καὶ Πλάτων. Λεγέσθω πάλιν καὶ καθ’ ἑτέρων δύο, καὶ κατὰ μὲν τοῦ ἑνὸς ἀληθευέτω, κατὰ δὲ τοῦ ἑτέρου μηκέτι· οἷον κατὰ τοῦ Σωκράτους καὶ κατὰ τῆς γεγραμμένης εἰκόνος αὐτοῦ· ὁ μὲν γὰρ Σωκράτης ὄντως γελαστικόν, ἡ δὲ εἰκὼν αὐτοῦ οὐκέτι· ἑτεροφυῆ ἄρα τὰ δύο ταῦτα Σωκράτης καὶ εἰκὼν αὐτοῦ.

Κατὰ δὴ τὸν αὐτὸν λόγον ἐπειδὴ τὸ προάγειν τὸ Πνεῦμα ἐξ ἑαυτοῦ ἴδιον ἐστὶ τοῦ Πατρός, τοῦτο δ’ ἀπὸ τοῦ Πατρὸς μεταλαμβανόμενον καὶ κατὰ τοῦ Υἱοῦ λεγόμενον καὶ τοῦ Πνεύματος κατὰ μὲν τοῦ Υἱοῦ ἀληθεύει, ὡς τὸ κοινὸν δόγμα φησί, κατὰ δὲ τοῦ Πνεύματος οὐκέτι· οὐδὲ γὰρ αὐτὸ ἑαυτὸ προβάλλει· ἑτεροφυῆ ἄρα τὰ δύο ταῦτα, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Εἰ δὲ ταῦτα ὁμοφυῆ, ἢ κατ’ ἀμφοῖν ἀληθευέτω τὸ προβάλλειν τὸ Πνεῦμα ἐξ αὐτῶν, ἢ εἰ μὴ κατὰ τοῦ ἑνός, οὐδὲ κατὰ τοῦ λοιποῦ ἀληθεύει. κε. Εἰ δὲ φαῖεν μὴ τοῦ Πατρὸς ἴδιον εἶναι τὸ προβάλλειν τὸ Πνεῦμα ἐξ ἑαυτοῦ, ἢ οὐδὲ τοῦ Υἱοῦ ἴδιον ἔσται, ἢ κοινὸν Πατρὸς καὶ Υἱοῦ· ἀλλ’ οὐδὲν ἐπὶ τῆς ὁμοουσίου Τριάδος τῶν δύο κοινόν, ὃ μὴ καὶ τοῦ τρίτου· εἰ δὲ μηδὲ τοῦ Υἱοῦ ἴδιον· ἐπεὶ μηδὲ κοινόν· αὐτοὶ τὸ συμπέρασμα συναγέτωσαν.

κϛ. Ἔτι εἰ τὸ ἴδιον τοῦ Πατρὸς εἰς τὸν Υἱὸν μεταφέρεται, τί μὴ καὶ τὸ ἴδιον τοῦ Υἱοῦ εἰς τὸν Πατέρα ἀντιπεριίσταται; ἵνα καὶ ὁ Πατὴρ γεννητὸς ᾖ, ὡς μηδὲν εἶδος βλασφημίας ἀτόλμητον καταλείπεσθαι. κζ. Οὐδὲν ἴδιόν τινος ὑποστάσεως ἑτέρᾳ ὑποστάσει ἐφαρμόζειν δύναται· ἀλλ’ ἐπειδὰν ἴδιόν τι ἀπὸ τοῦ πρώτως ἐξιδιωσαμένου μεταλαμβανόμενον κατά τινος ὑποστάσεως πραγματικῶς ἀληθεύει, ἐκεῖνο τὸ πρώτως αὐτὸ ἐξιδιωσάμενον εἰς λόγον ἀνάγεται φύσεως· οἷον τὸ γελαστικὸν πρῶτος ἐξιδιοῦται ὁ καθόλου λεγόμενος ἄνθρωπος, ἀπὸ δὲ τούτου μεταλαμβανόμενον ἀληθεύει πραγματικῶς κατὰ πάντων τῶν κατὰ μέρος ἀνθρώπων· ἀλλ’ ὁ καθόλου ἄνθρωπος, ὁ πρῶτος τὸ γελαστικὸν ἐξιδιωσάμενος, οὐχ ὑποστάσεως ἀλλὰ φύσεώς ἐστιν ὄνομα. Εἰ τοίνυν καὶ τὸ προάγειν τὸ Πνεῦμα πρῶτος μὲν ἐξιδιοῦται ὁ Πατήρ, ἐξ αὐτοῦ δὲ μεταλαμβάνει τοῦτο καὶ ὁ Υἱός, ὑπόστασις ὤν, ἀκόλουθον ἂν εἴη καὶ τὸν Πατέρα λέγειν μὴ εἶναι ὑπόστασιν, ἀλλὰ φύσιν· εἰ δὲ τοῦτο, μήδ’ εἶναι ὅλως Πατέρα. κη. Ἔτι τὸ Πνεῦμα ἢ ἶσον εἶναι ἀνάγκη ἢ μεῖζον ἢ ἔλαττον τοῦ Υἱοῦ· ἀλλ’ ἶσον μὲν οὐκ ἂν εἴη τὸ ἐκ δύο, ὥς φασι, τὸ ἐξ ἑνός· ἦν γὰρ ἂν καὶ αὐτὸ ἐξ ἑνὸς ἢ κἀκεῖνος ἐκ δύο· λοιπὸν δὲ ἢ μεῖζον ἔσται, ὅπερ οὐδείς ποτε τῶν κατὰ τοῦ Υἱοῦ λυττησάντων εἰπεῖν ἐτόλμησεν, ἢ ἔλαττον, καὶ πάλιν ἀναζῇ Μακεδόνιος. κθ.

Τὸ δὲ πρὸ πάντων ὀφεῖλον εὐθύνεσθαι ἄτοπον, ὅτι τοῦ Χριστοῦ θεολογοῦντος τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ οὕτω διδάξαντος ἡμᾶς ἐκ τίνος καὶ πῶς ἔχει τὸ Πνεῦμα τὸ εἶναι, οἱ καινοὶ οὗτοι θεολόγοι τὴν τοῦ ἑνὸς ἡμῶν Θεοῦ καὶ μόνου καθηγητοῦ θεολογίαν διὰ τῆς παρ’ ἑαυτῶν προσθήκης ταύτης τολμηρῶς ἄγαν καὶ αὐθαδῶς παραγράφονται. Εἰ γὰρ καὶ ἐκ τοῦ Υἱοῦ ἐξεπορεύετο τὸ Πνεῦμα, τί ἐκώλυεν αὐτὸν εἰπεῖν, ὃ παρὰ τοῦ Πατρὸς καὶ ἐμοῦ ἐκπορεύεται; νῦν δέ, ὃ μὴ εἶπεν ὁ τῶν πτωχῶν εὐαγγελιστής, αὐτοὶ παρ’ ἑαυτῶν προστιθέντες, δῆλοί εἰσι μὴ ἀκολουθοῦντες ὀπίσω αὐτοῦ, εἰ καὶ τὸν σταυρὸν αἴρειν οἴονται ψιλῷ τῷ γράμματι παρακαθήμενοι. λ. Εἰ διότι φησὶν ὁ Χριστός, Ἐγὼ πέμψω τὸ Πνεῦμα, καὶ διότι ἐνεφύσησε καὶ εἶπε, λάβετε Πνεῦμα ἅγιον, διὰ τοῦτο καὶ τὸν Χριστὸν συνήγορον ἔχειν νομίζουσι ἐν τῷ λέγειν ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα, δῆλοί εἰσιν εἰς ταυτὸν ἄγοντες τὴν τοῦ Πνεύματος ἐκπόρευσιν εἴτουν ὕπαρξιν· ἐν γὰρ τῷ ἐκπορεύεσθαι τὸ εἶναι ἔχει, ὡς καὶ ὁ Υἱὸς ἐν τῷ γεννᾶσθαι, καὶ τὴν χορηγίαν εἴτουν ἀποστολὴν τῶν πνευματικῶν καὶ θείων χαρισμάτων. λα.

Ἔτι εἰ ἡ τοῦ Πνεύματος ἐκπόρευσις ταυτόν ἐστι καὶ ἡ ἀποστολὴ καὶ μετάδοσις, ὁποία ἐστὶ καὶ ἡ ἐμφύσησις· ἐπεὶ καὶ ἡ μετάδοσις πρὸς κτιστά τινα καὶ ὑπὸ χρόνον ὄντα γίνεται· σύγχρονος ἂν εἴη τοῖς κτίσμασι καὶ ἡ τοῦ Πνεύματος ὕπαρξις, καὶ αὐτὸ τὸ Πνεῦμα τηνικαῦτα ἐκπορευόμενον, ὅτε καὶ τοῖς κτιστοῖς μεταδίδοται, οὗ τί ἀτοπώτερον; λβ. Εἰ μὴ ἕτερον καὶ ἕτερον τὸ χορηγεῖσθαι τὸ Πνεῦμα καὶ τὸ ἐκπορεύεσθαι, δυοῖν θάτερον ἀνάγκη συμβαίνειν, ἢ καὶ τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος, ὡς καὶ τὸν Πατέρα, ἢ καὶ τὸν Πατέρα χορηγὸν εἶναι τούτου μόνον, ὡς καὶ τὸν Υἱόν. Ἀλλ’ εἰ μὲν καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος, δύο ἂν εἶεν ἀρχαὶ τοῦ ἑνός, καὶ προτεθεώρηται ὁ τῶν ἐντεῦθεν ἀνακινουμένων ἀτόπων ἐσμός· εἰ δὲ παρὰ τοῦ Πατρὸς χορηγεῖται μόνον, ὡς καὶ παρὰ τοῦ Υἱοῦ, τὸ Πνεῦμα, πόθεν αὐτῷ ἡ ὕπαρξις; ἢ γὰρ ἄναρχον ἔσται καὶ αὐτό, καὶ ποῦ τῷ Πατρὶ τὸ ἀξίωμα; πῶς δὲ καὶ ἡ ἰδιότης κεκοίνωται; ἢ ἄλλον τούτου ζητήσωμεν αἴτιον, καὶ τετρὰς μὲν ἡμῖν εἰσαχθήσεται προσώπων, δυὰς δὲ θεοτήτων, ἑτέρα μὲν ἡ τῶν τριῶν, ἑτέρα δὲ ἡ τοῦ ἐπεισάκτου τετάρτου. λγ. Ἔτι εἰ τὸ ἐκπορεύεσθαι καὶ τὸ χορηγεῖσθαι ταυτόν, ζητῶ, τίς ἑτέρα λέξις δηλοῖ τὸ πῶς ἐστι τὸ Πνεῦμα ἐκ τοῦ Πατρός; λδ.

Ἔτι εἰ διότι πέμπεσθαι παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγεται, διὰ τοῦτο καὶ ἐκπορεύεσθαι δεδικαίωται λέγεσθαι· ἐπειδὴ καὶ ὁ Υἱὸς πεπέμφθαι λέγεται παρὰ τοῦ Πατρός, λεγέσθω καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἵνα μὴ μόνον τὸ τοῦ Πατρὸς ἰδίωμα, ἀλλὰ καὶ τὸ τοῦ Πνεύματος σφετερίσηται, καὶ εἰς ἓν ἡ ὅλη θεότης πρόσωπον συσταλῇ, καὶ ὁ αὐτὸς ᾖ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα κατὰ τὸν Σαβέλλιον. λε. Ἔτι εἰ ταυτὸν ἀποστολὴ καὶ ἐκπόρευσις, ἐκπορευτὰ ἂν εἴη κατὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ πάντα τὰ εἰς διακονίαν ἀποστελλόμενα λειτουργικὰ πνεύματα, καὶ οἱ παρὰ τοῦ Θεοῦ ἀποσταλέντες Προφῆται καὶ Ἀπόστολοι ἐκπορευτοί, ἵνα ἢ τὸ Πνεῦμα εἰς κτίσιν κατάγηται, ἢ ἡ κτίσις ἀνάγηται εἰς θεότητα.

λϛ. Ἔτι εἰ αὐτὸς ὁ παράκλητος ἐδόθη τότε διὰ τῆς ἐμφυσήσεως, ἀλλὰ μὴ τὸ χάρισμα τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, ὡς αὐτίκα δεδήλωκεν ὁ Σωτὴρ ἐπειπών, Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς οἶδε γὰρ ὁ λόγος καὶ τὰ χαρίσματα καλεῖν πνεύματα, τίνος ἡ κατὰ τὴν Πεντηκοστὴν παρουσία; ἢ γὰρ τοῦ αὐτοῦ καὶ περιττή, ἢ ἑτέρου καὶ ποῖον τοῦτο; λζ. Ἔτι εἰ τηνικαῦτα τὸ Πνεῦμα διὰ τοῦ ἐμφυσήματος ἐδίδοτο, πῶς ἠλήθευεν ὁ Κύριος λέγων, Ἐὰν ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς; λη. Ἔτι εἰ ταυτὸν ἐμφύσησις καὶ ἐκπόρευσις, εἴτουν ἐμφύσημα καὶ πνεῦμα, ἐπεὶ δὶς ἐμφυσῆσαι εἴρηται ὁ Υἱὸς νῦν τε καὶ ὅτε ἐνεφύσησεν εἰς τὸ πρόσωπον τοῦ πρωτοπλάστου, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν· χρονικαὶ δὲ ἄμφω αὗται αἱ ἐμφυσήσεις· διττὴ ἄρα καὶ χρονικὴ καὶ ἡ παρὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος ἐκπόρευσις, καὶ πῶς ἡ αὐτὴ τῇ ἐκ τοῦ Πατρός, τῇ μιᾷ καὶ ὑπερχρονίῳ καὶ προαιωνίῳ; μία γάρ, εἴπερ καὶ τὸ Πνεῦμα ἕν, καὶ προαιώνιος καὶ ὑπερχρόνιος, ἐπεὶ καὶ τὸ Πνεῦμα τοιοῦτον. Εἰ δ’ ἂν οὕτω, καὶ ἡ ψυχὴ Πνεῦμα ἅγιον, ἤτοι θεία οὐσία, ὅπερ ἡ τῶν Μανιχαίων αἵρεσις βούλεται. λθ. Ἔπειτα καὶ ἑαυτοὺς λανθάνειν ἐοίκασι, καθ’ ἑαυτῶν παράγοντες τὸν συνήγορον.

Οὐ γὰρ εἶπεν ὁ Κύριος ἁπλῶς πέμψαι τὸ Πνεῦμα, ἵνα καὶ ἐξ αὐτοῦ νοήσῃ τις εἶναι τοῦ Πνεύματος τὴν ἐκπόρευσιν· εἴ γε καὶ δοίη ταυτόν τι δηλοῦν τὴν ἐκπόρευσιν καὶ τὴν ἐκπομπήν· ἀλλὰ παρὰ τοῦ Πατρὸς ὑπέσχετο πέμψειν αὐτό. Ὅταν γάρ, φησιν, ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός· τῷ μὲν γάρ, Ὅταν ἔλθῃ, εἰπεῖν τὸ αὐτεξούσιον ἐδήλωσε τοῦ Πνεύματος καὶ τὸ αὐτοκίνητον· τῷ δὲ εἰπεῖν, Πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τήν τε ταυτοβουλίαν τῆς ὅλης Τριάδος καὶ τὸ ἓν καὶ κοινὸν ἔδειξε θέλημα· κἀνταῦθα γὰρ τὴν εὐδοκίαν αὐτοῦ τε καὶ τοῦ Πατρὸς ἀποστολὴν εἶναι νομιστέον, ὡς ἂν εἰ εἶπεν, ὅτι ἐλεύσεται κατὰ κοινὴν εὐδοκίαν καὶ θέλησιν αὐτοῦ τε καὶ τοῦ Πατρὸς καὶ ὁμοῦ καὶ ἅμα· ὅθεν καὶ ἡ πρόοδος αὐτοῦ παριστᾷ, ὅτι παρὰ τοῦ Πατρός, ὡς σαφέστερον ἐποίησε διὰ τὸ ἐπαγαγεῖν, Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. μ. Ἔτι δύο μὲν κινήσεις, ἤγουν δυνάμεις καὶ ἐνεργείας μιᾶς ὑποστάσεως, ἠκούσαμέν τε καὶ ἔγνωμεν καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν.

Μονὰς γάρ, φησὶν ὁ θεολόγος Γρηγόριος, ἀπαρχῆς εἰς δυάδα κινηθεῖσα τουτέστιν ὁ Πατὴρ εἰς γέννησιν τοῦ Υἱοῦ καὶ πρόεσιν τοῦ Πνεύματος μέχρι τριάδος ἔστη· εἰς δύο δὲ αἴτια, ὁπωσοῦν διαφέροντα, τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν ἀναφερομένην οὐδαμόθεν ἐμάθομεν, εἰ μὴ νῦν πρῶτον παρὰ τῆς καινοφωνίας ἀκούομεν, ἥτις ἐκ δυοῖν αἰτίων διαφερόντων κατὰ τὰς ὑποστατικὰς ἰδιότητας ὑφιστῶσα τὸ Πνεῦμα, οὐκ οἶδ’ ὅπως μὴ τῇ διαφορᾷ τῶν αἰτίων διαφόρους καὶ ὑποστάσεις συναπαρτίσει καὶ τομὴν ἐπαφήσει κατὰ τῆς ἀτμήτου καὶ ἑνιαίας καὶ ἁπλῆς τοῦ Πνεύματος ὑποστάσεως. μα. Πρὸς δὲ τό, Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, παρὰ τοῦ Σωτῆρος περὶ τοῦ Πνεύματος πρὸς τοὺς Ἀποστόλους εἰρημένον, παρὰ δὲ τῶν κενολογούντων τὴν διπλῆν τοῦ Πνεύματος ἐκπόρευσιν προσφερόμενον, ὡς ἄρα τῆς ἀπὸ τοῦ Υἱοῦ λήψεως καὶ τὴν ἐξ αὐτοῦ συνεμφαινούσης ἐκπόρευσιν, ῥητέον πρῶτον μέν, ὡς, εἰ ἐξ ἐμοῦ, εἶπεν ὁ Σωτήρ, λήψεται, εἶχέ τινα πρόφασιν ἡ πλάνη, ἕτερον πάντως ἐμφαίνοντος παρ’ ἑαυτὸν πρόσωπον, ἡνωμένον μὲν αὐτῷ θεσμοῖς φυσικῆς οἰκειώσεως, διάφορον δὲ τῇ ὑποστάσει. Τίνα δ’ ἂν λέγοι ἐμὸν ὁ Υἱός, εἰ μὴ τὸν Πατέρα, ὅθεν αὐτός τε καὶ τὸ Πνεῦμα τὸ εἶναι ἔχουσι καὶ πρὸς ὃν πάντα τὰ ἑαυτῶν ἀναφέρουσι καὶ παρ’ οὗ πάντα λαμβάνειν ἅττα δὴ καὶ ἔχουσι καὶ λέγονται; μβ.

Ἔπειτα δὲ εἰ καὶ ἐξ ἐμοῦ ἔλεγεν, οὐδ’ οὕτως διὰ τὴν ἐξ αὐτοῦ λῆψιν καὶ τὴν ἐκπόρευσιν λέγων ἀνάγκη εἵπετο, οὐδὲ ταυτὸν λῆψις καὶ ἐκπόρευσις· ὅθεν οὐδὲ εἴ τι πρόσωπον ἐξ ἑτέρου λαμβάνει τι ἐξ ἐκείνου καὶ ἐκπορεύεται.

Λαμβάνει γοῦν καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρός, ἀλλ’ οὐχὶ καὶ ἐκπορεύεται· τοῦτο γὰρ τοῦ Πνεύματος ἴδιον· λαμβάνουσι καὶ παρὰ τοῦ Χριστοῦ οἱ Ἀπόστολοι τὴν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐξουσίαν, καὶ διὰ τοῦ ἐμφυσήματος τὴν χάριν τοῦ Πνεύματος· Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ, φησὶν ὁ εὐαγγελιστής, ἡμεῖς πάντες ἐλάβομεν· ἀλλ’ οὐ δήπουθεν οἱ ταῦτα λαμβάνοντες, δι’ αὐτό γε τὸ λαμβάνειν ἐκ τοῦ Υἱοῦ λέγοιτ’ ἂν καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· οὐδ’ ἄρα τὸ Πνεῦμα, εἰ ἐκ τοῦ Υἱοῦ λαμβάνειν ἐλέγετο, ἐξ ἐκείνου ἂν καὶ ἐξεπορεύετο. μγ. Ἀλλὰ τὸ τὸν Ἀπόστολον παρεισάγειν λέγοντα, τὸ Πνεῦμα τοῦ Υἱοῦ· Ἐξαπέστειλε γάρ, φησιν, ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον, Ἀββᾶ ὁ πατήρ· κἀντεῦθεν καὶ τοῦτον νομίζειν ἔχειν συνήγορον ἐπὶ τῇ ἐκ τοῦ Υἱοῦ τοῦ Πνεύματος ἐκπορεύσει, ὡς ἐν τῷ λέγεσθαι τὸ Πνεῦμα τοῦ Υἱοῦ, συνεξακουομένου καὶ τοῦ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, τῆς αὐτῆς ἤρτηται ἀνοίας.

Αὐτὸ γὰρ καὶ μόνον τὸ συκοφαντεῖν τὸν Ἀπόστολον καὶ λέγειν τοῦτο αὐτὸν εἰπεῖν, ὃ μὴ εἶπεν οὐδαμοῦ γὰρ εὕρηται εἰπὼν τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι οὐχ ἥκιστα τολμηρόν. μδ. Τὸ δὲ καὶ αὐτὸν τὸν Ἀπόστολον ἀντεπεξάγειν τῷ ἀποστείλαντι καὶ τὸ διακονοῦν στόμα στόμα γὰρ ὁ Ἀπόστολος τοῦ Κυρίου τῷ διακονουμένῳ λόγῳ παράγειν ἀντιφθεγγόμενον, ὡς ὅπερ ἐκεῖνος ὁ μόνος εἶναι καθηγητὴς διαβεβαιούμενος ἐξηγητής τε τῶν θείων θεολογούμενος οὐκ εἶπε περὶ τοῦ Πνεύματος, οὐκ ἐδίδαξε τοῦτο αὐτὸν λέγοντα, ἢ ὡς σφάλμα ἐκείνου ἐπανορθοῦντα ἢ ὡς ἔλλειμα ἀναπληροῦντα, ἐσχάτη παραπληξία. Ἔτι δὲ πρὸς τούτοις αὐτὸ καθ’ αὑτὸ τὸ συνάγειν ἐκ τοῦ τὸ Πνεῦμα τοῦ Υἱοῦ λέγεσθαι τὸ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, σκεπτέον ὅσας ὑπέχει τὰς τῆς ἀτοπίας εὐθύνας. Ἐρωτητέον γὰρ πῶς τοῦτο λέγουσιν οἱ λέγοντες τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; διότι καὶ τοῦ Υἱοῦ λέγεται; πότερον ὅτι καὶ καθόλου; Πᾶν ὃ τοῦδέ τινος εἶναι λέγεται, ἐκ τούτου οὐ λέγεται εἶναι καὶ ἐκπορεύεσθαι· οὐκοῦν ἐπειδὴ καὶ ὁ Θεὸς λέγεται τοῦ Ἀβραὰμ εἶναι καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ἐκ τούτων δὴ καὶ ἐκπορευέσθω. Καὶ ἔμπαλιν ἐκ τοῦ Κυρίου ἡ γῆ καὶ τὰ σύμπαντα, ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.

Καὶ ἁπλῶς ἐκ τοῦ κτησαμένου τὸ κτῆμα, ὅτι τοῦ κτησαμένου ὁ βοῦς τυχὸν καὶ οἱ ἵπποι καὶ ὁ οἶκος καὶ τὸ ἱμάτιον. με. Καὶ ἔτι τὰ πρός τι ὅσα αὐτά, ἅπερ εἰσὶν ἑτέρων, εἶναι λέγεται ἀλλήλων, ὅτι καὶ ἀλλήλων, ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός, μᾶλλον δὲ ἵνα καὶ τοῖς οἰκειοτέροις ὁ λόγος χρήσηται παραδείγμασιν, ἐπειδὴ καὶ ὁ αὐτὸς Θεὸς καὶ Πατὴρ λέγεται τοῦ Χριστοῦ, ἐκ τοῦ Χριστοῦ ἐκπορευέσθω, ἵν’ ἐκ τοῦ Πνεύματος καὶ εἰς τὸν Πατέρα καὶ εἰς ὅλην αὐτὴν τὴν θεότητα τὸ βλάσφημον διαβῇ· καὶ ὁ Υἱὸς δὲ τοῦ Πατρὸς ὢν Υἱὸς ἐκπορευέσθω ἐκ τοῦ Πατρός, καὶ οὕτω πάντη πάντως κοινούσθω τὸ τοῦ Πνεύματος ἴδιον, ἵνα τῆς ὑποστατικῆς αὐτοῦ ἰδιότητος ἀναιρουμένης ἀναιρεῖται γὰρ κοινουμένη καὶ αὐτὸ συναναιρεῖται τὸ κατ’ αὐτὴν ὑφίστασθαι.

μϛ. Ἢ καθόλου μὲν οὕτως, οὐχὶ κατὰ λόγον δὲ τῆς ὁμοιότητος, ὅτι καθάπερ τοῦ Πατρός ἐστι τὸ Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, οὕτως αὐτὸ καὶ τοῦ Υἱοῦ λεγόμενον εἶναι λέγοιτ’ ἂν καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· οὐκοῦν κατὰ τὸν αὐτὸν λόγον ἐπεὶ καὶ τὸ Πνεῦμα καὶ ὁ Πατὴρ ἄμφω λέγονται τοῦ Υἱοῦ λέγεται δὲ ὁ Πατὴρ τοῦ Υἱοῦ οὐχ ὡς ἐκ τοῦ Υἱοῦ, ἀλλ’ ὡς Πατὴρ τούτου καὶ αἴτιος, λεγέσθω καὶ τὸ Πνεῦμα κατὰ τὴν αὐτὴν ἀδιαφορίαν οὕτως τοῦ Υἱοῦ καὶ πατρικὸν αἴτιον τοῦ Υἱοῦ, ἵνα μήδ’ ὁ Υἱὸς μένει αὐτοῖς ἀβλασφήμητος. μζ. Καὶ πάλιν εἰ διότι τὸ Πνεῦμα ὡσαύτως ἀμφοῖν Πατρός τε καὶ Υἱοῦ· Πνεῦμα γάρ· διὰ τοῦτο καὶ ἐξ ἀμφοῖν ἐκπορεύεται, ἐπεὶ καὶ ὁ Πατὴρ ὡσαύτως ἀμφοῖν Πατὴρ γὰρ Υἱοῦ τε καὶ Πνεύματος, διὰ τοῦτο καὶ ἄμφω ὡσαύτως ἢ γεννητῶς ἢ ἐκπορευτῶς προαγέσθω· ὡς ἂν ἢ Πατὴρ δύο Υἱῶν ἢ δύο Πνευμάτων προβολεὺς λέγεται. μη.

Ἢ καὶ ὁ Υἱὸς φῶς ὁ αὐτὸς ὡσαύτως, τουτέστι κατὰ τὸ αὐτὸ τῆς λέξεως σχῆμα, λεγόμενος τοῦ τε Πατρὸς καὶ τοῦ κόσμου· φῶς γὰρ φωτός, ἀπαύγασμα δηλονότι τοῦ Πατρὸς λέγεται· Καὶ ἐν τῷ φωτί σου, φησὶν ὁ Προφήτης, ὀψόμεθα φῶς· αὐτός τε πάλιν φησίν, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἐπειδὴ τοῦ Πατρὸς οὕτως λέγεται, ὡς φῶς ἐκ φωτός, οὕτω λεγέσθω καὶ τοῦ κόσμου ὡς ἐκ τοῦ κόσμου προερχόμενον, ἀλλὰ μὴ ὡς εἰς τὸν κόσμον ἐρχόμενον· ἢ τὸ ἔμπαλιν ἐπειδὴ τοῦ κόσμου λέγεται φῶς, ὡς φωτισμὸς αὐτοῦ, οὕτω λεγέσθω καὶ τοῦ Πατρός. μθ. Ἢ ἐπεὶ διὰ ταῦτα καὶ ὁ καθόλου λόγος καὶ οὗτος ὁμοίως ἀποδοκιμάζεται, περὶ μὲν ἄλλου φησὶν οὐδενός, περὶ μόνου δὲ τοῦτο λέγειν τοῦ Πνεύματος, ὅτι καὶ μόνον Πνεῦμα ἐκπορευτόν· καὶ διαφέρει οὐδὲν Πνεῦμα Υἱοῦ ἢ ἐκπορευτὸν Υἱοῦ λέγειν· ἀλλὰ καὶ τὸ Πνεῦμα τῶν πολλάκις λεγομένων ἐστί, καὶ οὐκ ἂν φαῖεν περὶ παντὸς τοῦτο λέγειν τοῦ ὅπως ποτὲ λεγομένου Πνεύματος. ν. Εἰ ἐπεὶ καὶ ὁ Πατὴρ πνεῦμα λέγεται· Πνεῦμα γάρ, φησιν, ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καὶ πάλιν ὁ Υἱὸς πνεῦμα· Πνεῦμα γάρ, φησι, πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος· εἰσὶ δὲ καὶ ἀλλήλων ὁ μὲν τοῦ Υἱοῦ, ὁ δὲ τοῦ Πατρός, διὰ τοῦτο καὶ ἐξ ἀλλήλων ἐκπορευέσθωσαν. να.

Εἰ δὲ μήτε περὶ τοῦ Πατρὸς μήτε περὶ τοῦ Υἱοῦ, ἐπεὶ καὶ προφανὴς ἡ ἀτοπία καὶ ἅπαξ ἀπείρηται, μήτε δὲ περί τινος ἄλλου τῶν ὅσα μὴ τὸ προσκυνητὸν αὐτὸ καὶ τῆς Τριάδος ἓν σημαίνουσι Πνεῦμα πνεύματα γὰρ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ λέγονται καὶ ἄλλα ἄττα πολλά, ἀλλὰ περὶ τοῦ αὐτοῦ καὶ μόνου τοῦ ἰδίως ὀνομαζομένου ἁγίου Πνεύματος, οὗ καὶ ἴδιον τὸ ἐκπορευτόν, αὐτόθεν δῆλοι καθίστανται τοὺς ἀπὸ τῶν ἀποδείξεων ἐλέγχους φεύγοντες οἱ καινοτόμοι τοῦ δόγματος καὶ ἅμα σαθρὰν ὑποτιθέντες τῇ καινοτομίᾳ τούτων τὴν βάσιν, τὸ ἀναπόδεικτον καὶ ἀμάρτυρον. Τῷ γὰρ αὐτῷ λόγῳ ἀνεξέλεγκτόν τε καὶ ἀναπόδεικτον πᾶν τὸ περὶ ἑνὸς καὶ μόνου προσώπου λεγόμενον καὶ μὴ ἀπό τινος καθόλου ὁρμώμενον· ἐκ γὰρ τῶν καθόλου καὶ ὡς ἐπὶ πάντων καθόλου αἱ ἀποδείξεις ἐξ ὧν καὶ οἱ ἔλεγχοι· ἀμάρτυρον δέ, ὃ μήτε ὁ μάρτυς ἐδογμάτισεν ὁ πιστός, μήτε τις τῶν θεοπνεύστων ῥητῶς ὑπηγόρευσεν.

Εἰ γὰρ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ, ἐκπορευτὸν δὲ οὐχὶ τοῦ Υἱοῦ εἴρηται· ἄλλο δὲ τὸ τοῦ Υἱοῦ καὶ ἄλλο τὸ ἐκ τοῦ Υἱοῦ λέγεσθαι· τὸ μὲν γὰρ τῆς κατὰ φύσιν ἑνώσεώς τε καὶ οἰκειώσεως σημαντικόν ἐστιν, ὁποτέρως ἂν λέγοιτο, εἴτε τὸ Πνεῦμα εἴτε τὸ ἐκπορευτὸν τοῦ Υἱοῦ· τὸ δὲ τῆς ὡς ἐξ αἰτίου προαγωγῆς τὸ ἐκ τοῦ Υἱοῦ, οὐκ ἔτι δὲ κατὰ φύσιν ᾠκείωταί τινι, τοῦτο καὶ ἐξ ἐκείνου τὸ εἶναι ἔχει. Ὠκείωνται οὖν κατὰ φύσιν ἀλλήλοις οἱ ἀδελφοί, διὸ καὶ ἀδελφοὶ ἑκάτερος τοῦ ἑτέρου λέγονται, ἐκ θατέρου δὲ ἕτερος οὐδαμῶς ἂν λεχθείη ποτέ, ὅτι μηδὲ αἴτιος ὁ ἕτερός ἐστι τοῦ ἑτέρου, ἀλλ’ ἀμφοῖν ὁ πατήρ, διὸ καὶ ἐκ τοῦ πατρὸς ἄμφω. Οὕτως οὖν καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ λέγονται καὶ εἰσίν, εἰ καὶ μήτε γεννητῶς ἄμφω μήτε ἐκπορευτῶς· διὸ μήτε δύο Υἱοί, μήτε ἀδελφοί, μήτε δύο Πνεύματα, ἀλλ’ ἰδιοτρόπως ἑκάτερον, ἵνα ἅμα καὶ ἑνῶνται καὶ διακρίνωνται· καὶ τὸ Πνεῦμα μὲν λέγεται τοῦ Υἱοῦ, καὶ μέντοι τοῦ Πατρός, ἀλλὰ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἑκάτερος πνεῦμα διὰ τὴν κατὰ φύσιν ἕνωσιν καὶ οἰκείωσιν· οὐ μὴν ὁ Υἱὸς τοῦ Πνεύματος, οὐδὲ τὸ Πνεῦμα Υἱὸς ἢ Πατὴρ διὰ τὴν τῶν προσώπων διάκρισιν. Οὕτω μὲν οὖν, οἷς δοκοῦσι τοὺς ἐλέγχους φεύγειν, ἁλίσκονται ἐπὶ σαθροῖ τὴν καινοτομίαν στηρίζοντες.